In Aristotelis Categorias Commentarius

Ammonius

Ammonius, In Aristotelis Categorias Commentarius, Commentaria in Aristotelem Graeca, Vol 4.4. Busse, Adolf, editor. Berlin: Reimer, 1895.

[*](p. 13 b 10)

Ὅλως δὲ τῶν κατὰ μηδεμίαν συμπλοκήν.

Τὰ κατὰ μηδεμίαν συμπλοκὴν λεγόμενα οὔτε ἀληθὲς οὔτε ψεῦδος δηλοῖ, τὰ δὲ πρός τι καὶ τὰ ἐναντία καὶ τὰ κατὰ στέρησιν καὶ ἕξιν ἄνευ [*](1 ἀνάγκη ἀφωρισμένως om. F ἢ inserui 5 τὰ πρός τι] scribas τὰ κατὰ στέρησιν καὶ ἕξιν 7 κατ’ οὐσίαν] μετουσία F 8 μὲν om. M τῆς ἕξ. εἰς τὴν Aristot. φησι om. M 9 ἡ μεταβ. M εἰς ἕξιν ἀδύνατον om. M: ἐπὶ τὴν ἕξ. ἀδ. Aristot. τί δέ ἐστιν—ἄρξηται] τὸ δὴ τελέως γινόμενον εἰς τὴν ἐναντίαν ἕξιν ἀποκαθίστησιν, ἄνπερ μὴ χρόνω ἐξείργηται. φανερὸν ὅτι ὁ φαῦλος εἰς βελτίους ἀγόμενος διατριβὰς καλλίων ἑαυτοῦ γίνεται. εἰ δὲ τοῦτο, δῆλον ὅτι κατὰ μικρὸν αὐτὸν ἡ ἐπίδοσις εἰς τὸ ἐναντίον μετατρέψει, εἴπερ μὴ γέρων ὢν ἄρξηται φιλοσοφεῖν. τοῦτο γάρ ἐστι τὸ ἄνπερ μὴ χρόνω ἐξείργηται M 10 ἐάνπερ Aristot. ὁ—ἀποκ. om. Aristot. 14 τἀς προλαβούσας τρεῖς ἀπ’ ἀλλ. ἀντιθ. M 15 παραβάλλει M: μεταβάλλει F 15. 16 γὰρ μόνων colloc. Aristot. 17 εἶναι post ἀληθὲς colloc. F κατάφασις καὶ ἀπόφασις F 17. 18 πάντων πραγμάτων F 18. 19 ἐν τῶ περὶ ἑρμηνείας] c. 6 p. 17a 25 sq. 20 τῶν κατὰ—ἀπόφασιν] τὴν κατάφασιν καὶ ἀπόφασιν M 22 καὶ ὅλως F 23 τὰ κατὰ—λεγόμενα om. F 24 τὰ δὲ-δηλοῖ (p. 101,1) in mrg. suppl. F3 δὲ] γὰρ F)

101
συμπλοκῆς λέγεται· ταῦτα ἄρα οὔτε ἀληθὲς οὔτε ψεὐδος δηλοῖ· ὥστε οὐκ εἰσὶ τὰ αὐτὰ τοῖς κατὰ κατάφασιν καὶ ὰπόφασιν λεγομένοις.

[*](p. 13 b 12)

Οὐ μὴν ἀλλὰ μάλιστα.

Ἔνστασίν τινα λύει καί φησιν ὅτι δόξειε μᾶλλον ἐπὶ τῶν ἐναντίων τῶν μὴ ἄνευ συμπλοκῆς λεγομένων τὸ μὲν ἀληθὲς εἶναι τὸ δὲ ψεῦδος. οὐκ ἔχει δὲ οὕτω. τοῦτο δὲ λύει κατά τε ἔνστασιν καὶ ἀντιπαράστασιν, ὅτι πρῶτον μὲν οὐ πάντως διαιροῦσι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος· εἰ γάρ τις εἴποι ‘Σωκράτης ὑγιαίνει — Σωκράτης νοσεῖ ’, εἰ μὲν ὑπάρχει ὁ Σωκράτης, διαιροῦσιν, εἰ δ’ οὐχ ὑπάρχει, συμψεύδονται καὶ ἡ λέγουσα ὑγιαίνειν καὶ ἡ λέγουσα νοσεῖν τὸν μὴ ὄντα. εἰ δέ γε διαιροῦσι, τότε ὡς κατάφασις καὶ ἀπόφασις· τοῦτο γὰρ σημαίνει τὸ λεγόμενον· ἴσμεν γὰρ ὅτι κατάφασις καὶ ἀπόφασις τῶν ἀντικειμένων ἐν λόγοις οὕτως ἀντίκεινται. ὥστε οὐ πάντως διαιροῦσιν, ὅπερ ἴδιον καταφάσεως καὶ ἀποφάσεως.