In Aristotelis Categorias Commentarius

Ammonius

Ammonius, In Aristotelis Categorias Commentarius, Commentaria in Aristotelem Graeca, Vol 4.4. Busse, Adolf, editor. Berlin: Reimer, 1895.

Τῷ αὐτῷ τρόπῳ τῆς διδασκαλίας | ἐπὶ τῆς ποιότητος κεχρήμεθα, [*](122r) ᾧ καὶ ἐπὶ τῶν πρός τι. δεῖ οὖν ἡμᾶς καὶ ἐνταῦθα προλαβεῖν τινα τῆς διδασκαλίας καὶ ζητῆσαι πρότερον τὴν τάξιν τῆς κατηγορίας, δεύτερον τὸν ὁρισμόν, εἶτα τὴν ἐπιγραφὴν περὶ ποιοῦ καὶ ποιότητος, τέταρτον δὲ ἐπὶ τούτοις καὶ περὶ τῆς διαιρέσεως αὐτῆς. καὶ ἡ μὲν τάξις τῆς κατηγορίας ἤδη ἡμῖν δήλη ἐκ τῶν εἰρημένων ἐν τοῖς πρός τι. περὶ δὲ τοῦ ὁρισμοῦ ζητοῦμεν διὰ τί τῆς ποιότητος τὸν ὁρισμὸν ἀποδιδούς φησιν ὅτι καθ’ ἣν οἱ μετέχοντες αὐτῆς ποιοὶ λέγονται, αὐτὸ δὲ ὅπερ ἐζητοῦμεν ὡς σαφὲς παρέλαβε καὶ ὁμολογούμενον. ἐροῦμεν ὅτι οὗτος ὁ λόγος εἰς ἔννοιαν ἡμάς ἄγει τῆς ποιότητος διὰ τοῦ ποιοῦ· σαφέστερον γάρ ἐστι τὸ ποιὸν ἅτε δὴ αἰσθήσει ληπτόν, καὶ ὅλως ἀπ’ αὐτοῦ εἰς ἔννοιαν τῆς ποιότητος ἐρχόμεθα· θεασάμενοι γὰρ τὸ ἐν γάλακτι λευκὸν καὶ τὸ ἐν χιόνι καὶ τὸ ἐν ψιμυθίῳ εἰς ἔννοιαν ἐρχόμεθα λευκότητος, ὁμοίως γευσάμενοι μέλιτος καὶ φοίνικος καὶ ἰσχάδος εἰς ἔννοιαν ἐρχόμεθα τῆς γλυκύτήτος. ἐκ τοῦ ποιοῦ οὖν τοῦ δεδεγμένου τὰς προειρημένας ποιότητας, λευκότητα λέγω καὶ γλυκύτητα, ὡς σαφεστέρου ὄντος τὴν διδασκαλίαν ποιμαθήσεως] [*](2 μαθήσεται F 4 ἡ om. F 6 τε om. M ὑπὲρ] περὶ M μεθ’] καθ’ M 7 πρὸς τὰ πυροβόλα ἑαυτὰ F 9. 10 τοῦ ἀνωτέρου ὁρισμοῦ ἐπελάβετο F 11 τινων] τῶν F 13 τὰ εἰρημένα M 14 tit. περὶ ποιοῦ καὶ ποιότητος F: Φωτίου περὶ ποιότητος, tum post Photii expositionem ἀμμωνίου M 15 καὶ ἐπὶ τῆς ποιότ. M 16 ὧ καὶ] ὡς M 18 post ἐπιγραφὴν add. τί δήποτε μὴ ὡς ἐν ταῖς ἄλλαις κατηγορίαις ἁπλῆν ἐποιήσατο τὴν ἐπιγραφὴν ἀλλὰ M 19 περὶ] ἐπὶ M 23 ἐροῦμεν—ποιότητος (24)] τὴν ποιότητα F 25 δὴ cm. M 26 τὸ (prius) ex τῶ corr. F 27 ψιμμιθίω M 28 φοίνικος καὶ μέλιτος colloc. F 29 οὖν τοῦ] τοῦ καὶ F 30 σαφεστέρου (ὡς om.) γοῦν ὄντος τοῦ ποιοῦ ἐκ τούτω διδ. F)

81
εἷται. ἔστι δὲ ποιὸν μὲν αὐτὸ τὸ μετέχον ποιότητος, τὸ δὲ μετεχόμενον ἡ ποιότης· διὰ γὰρ τοῦτο καὶ προέταξε τὸ ποιὸν ἐν τῇ ἐπιγραφῇ ὡς ἐν τούτῳ τῆς ποιότητος θεωρουμένης.

Δεῖ δὲ ἐπὶ τούτοις καὶ τὴν διαίρεσιν τῆς κατηγορίας εἰπεῖν. ἰστέον ὅτι τῆς ποιότητος ὁ Ἀριστοτέλης τέσσαρα ἡμῖν παραδίδωσιν εἴδη, πρῶτον ἕξιν καὶ διάθεσιν, δεύτερον δύναμιν καὶ ἀδυναμίαν, τρίτον παθητικὴν ποιότητα καὶ πάθος, τέταρτον σχῆμα καὶ μορφήν. καὶ ἕξις μέν ἐστιν, ὡς ὅταν λέγωμεν τὸν γεωμέτρην ἕξιν ἔχειν εἰς τὰ γεωμετρικὰ θεωρήματα, διάθεσις δέ ἐστιν, ὡς ὅταν εἴπωμέν τινα παρακούσματα ἔχειν γεωμετρικῶν θεωρημάτων. καὶ τοῦτο μὲν τὸ πρῶτον εἶδος τῆς ποιότητος. τὸ δὲ δεύτερον δύναμις καὶ ἀδυναμία, ὅ ἐστιν ἐπιτηδειότης καὶ ἀνεπιτηδειότης πρὸς τὰ φυσικὰ πράγματα, καὶ τὴν μὲν δύναμιν ἐπιτηδειότητα τὴν δὲ ἀδυναμίαν ἀνεπιτηδειότητα καλοῦμεν. τρίτον δὲ εἶδος παθητικὴ ποιότης καὶ πάθος· ἔστι δὲ παθητικὴ ποιότης ὡς ἡ ἐν τῇ χιόνι ψυχρότης καὶ ἡ ἐν τῷ πυρὶ θερμότης. αὕτη δέ ἐστι διττή, ἢ ὡς πάθος ποιοῦσα ἢ ὡς ἀπὸ πάθους ἐγγινομένη· ἡ μὲν οὖν ψῦξις τῆς χιόνος καὶ ἡ τοῦ πυρὸς θερμασία λέγεται παθητικὴ ποιότης, οὐχ ὡς ἀπὸ πάθους ἐγγινομένη ἀλλ’ ὡς πάθος ἐμποιοῦσα (οὔτε γὰρ τροπή τις ἐγένετο περὶ τὸ ὑποκείμενον, ἵνα δέξωνται ταύτας τὰς ποιότητας τό τε πῦρ καὶ ἡ χιών, ἀλλὰ μᾶλλον ταῦτα ἐν ἄλλοις ἐντιθέασι πάθη, θερμότητα καὶ ψυχρότητα), ἡ δὲ ἐν τῷ τεθερμασμένῳ σιδήρῳ θερμασία λέγεται παθητικὴ ποιότης ὡς ἀπὸ πάθους ἐγγινομένη. πάθος δὲ λέγομεν, ἡνίκα τὸν πρότερόν τις χρόνον ὠχρὸς ὢν δι’ αἰδῶ ἐρυθριάσῃ· τὸ ἔρευθος τοῦτο ἐροῦμεν εἶναι πάθος. | τέταρτον δὲ εἶδος [*](122v) τὸ σχῆμα καὶ ἡ μορφή. καὶ εἰδέναι δεῖ ὅτι τὸ μὲν σχῆμα ἐπὶ τῶν ἀψύχων λέγεται, ἡ δὲ μορφὴ ἐπὶ τῶν ἐμψύχων. εἰδέναι δὲ δεῖ ὅτι καὶ ὁ Πλάτων ἐχρήσατο τῷ τῆς ποιότητος ὀνόματι ἐν τῷ διαλόγῳ τῷ Θεαιτήτῳ καὶ αὐτὸς γέγονε πρῶτος δημιουργὸς τοῦ ὀνόματος· φησὶ γὰρ ὅτι ‘δοκεῖς μοι ἀγνοεῖν τί σημαίνει τὸ τῆς ποιότητος ὄνομα διὰ τὸ ἀθρόως εἰρῆσθαι’. ὁ δὲ Ἀριστοτέλης ἐπέτεινε τὸ τῆς ποιότητος ὄνομα οὐ μόνον ἄχρι σωμάτων ἀλλὰ καὶ ἐπὶ τὴν ψυχήν, λέγων ποιότητας εἶναι ἐν ψυχῇ ἐπιστήμην καὶ ἀρετήν.

Ἔστι δὲ † ἀπορῆσαι τῷ Ἀριστοτέλει λέγοντας μὴ δεόντως αὐτὸν πεποιῆσθαι τὴν διαίρεσιν· λέγομεν γὰρ ἕξιν οὐ μόνον ἐπὶ τῆς ψυχῆς ἀλλὰ καὶ ἐπὶ τοῦ σώματος· τὴν γὰρ ὑγείαν ἕξιν λέγομεν εἶναι τοῦ σώματος, καὶ πάλιν ἑκτικὸν πυρετόν. ταύτας οὖν τὰς ποιότητας ὑπὸ ποῖον [*](2 καὶ om. F ὑπογραφὴ F 8 τὰ γεωμετρικὰ—εἴπωμεν (9) om. F 9 ἔχειν om. F 10 καὶ τοῦτο—τὀ δὲ om. F 11 δύναμιν FM ἀδυναμίαν M ὅ om. F 12. 13 ἀνεπιτ. ἁδὺν. colloc. M1 13 δὲ] ἐστιν M 14 ἡ (utrobique) om. M 17 ὡς (post οὐχ) om. F 18 οὔτε] an οὐδὲ? 20 τεθερμ.] θερμ. F 21 ἐγγενομένη F 23 αἰρυθριάση F: ἐρυθριάσει M 24 τὸ σχῆμα supra scr. F μὲν om. F 25 τῶν om. F καὶ εἰδέναι δὲ F 25. 26 ὁ θεῖος πλ. M 26 διαλ.] λόγω F Θεαιτήτῳ] p. 182 Α 28 post εἰρῆσθαι add. καὶ ὁ μὲν πλατῶν οὕτως ἐχρήσατο M 30 ἐν ψυχὴ M: ἤγουν F 32 ἀπορῆσαι] ἐπιστῆσαι coni. Diels 35 ποιῶν F Comment, in Arist. IV 4. Ammon. in Cat. 6)

82
τῶν τεττάρων εἰδῶν τῆς ποιότητος τῶν ὑπὸ Ἀριστοτέλους εἰρημένων ἀνάμέν ἐστι κατ’ ἐπιτηδειότητα ἡ δὲ κατ’ ἐνέργειαν, καὶ αὕτη μὲν ἡ κατ’ ἐπιτηδειότητα ποιεῖ τὸ δεύτερον εἶδος τὸ ὑπὸ Ἀριστοτέλους εἰρημένον τὸ κατὰ δύναμιν καὶ ἀδυναμίαν. ἡ δὲ κατ’ ἐνέργειαν ἢ τελειωτική ἐστιν ἢ κακωτικὴ ἢ οὔτε τελειωτικὴ οὔτε κακωτική. τῆς δὲ τελειωτικῆς ἡ μὲν πάθος ἐμποιεῖ περὶ τὴν ἡμετέραν αἴσθησιν ἡ δὲ οὐ ποιεῖ πάθος. αὕτη ἡ μὴ ποιοῦσα πάθος ἢ δυσαπόβλητός ἐστιν ἢ εὐαπόβλητος. καὶ εἰ μὲν δυσαπόβλητός ἐστι, γίνεται ἕξις, καὶ γίνεται ἢ ἐν ψυχῇ ἢ ἐν σώματι, εἰ δὲ εὐαπόβλητος, γίνεται διάθεσις. ἕξις δὲ ἐν ψυχῇ μὲν ἐπιστήμη ἀρετή, ἐν σώματι δὲ ὡς ὑγεία. εἰ δέ τις εἴποι τὴν ὑγείαν πάθος ἐμποιεῖν (αἰσθανόμεθα γὰρ αὐτῆς), ἐροῦμεν ὅτι οὐ τῆς ὑγείας αἰσθανόμεθα, ἀλλὰ τῶν παθητικῶν ποιοτήτων τῶν ἡγουμένων τῆς ὑγείας· οἱ μὲν γὰρ πυρέττοντες αἰσθάνονται τῆς παρὰ φύσιν θερμασίας παρούσης καὶ πάλιν ἀπούσης, τῆς μέντοι ὑγείας αὐτῆς οὐκ αἰσθάνονται· διὸ καὶ ὅσοι ἀνίατοι, νόσου παρούσης ἀμυδράς οὐκ αἰσθάνονται· οὐ γάρ ἐστι τότε κατάδηλος ἡ νόσος εἰ μὴ μόνοις τοῖς ἰατροῖς, καὶ αὐτοὶ δὲ οἱ ἰατροὶ διαγνώσεως σημεῖά τινα ἔχουσι, δι’ ὧν θηρῶνται τὴν νόσον καὶ τὴν ὑγείαν. τῆς δὲ πάθος ἐμποι- ούσης ἡ μὲν δυσαπόβλητός ἐστιν ἡ δὲ εὐαπόβλητος, καὶ εἰ μὲν εὐαπόβλητος εἴη, τὸ ἓν τμῆμα τοῦ τρίτου εἴδους ποιεῖ τοῦ ὑπὸ Ἀριστοτέλους εἰρημένου, φημὶ δὴ τὸ πάθος, οἷόν ἐστι τὸ ἔρευθος τοῦ δι’ αἰδῶ ἐρυθριάσαντος· ἡ γὰρ φύσις τοῦ ἀνθρώπου συνειδυῖα τῷ ἑαυτῆς πταίσματι μὴ βουλομένη | ἄτιμα μηδ’ ἔρημα εἶναι τὰ ἐπιπολῆς τὰ τιμιώτερα ἑαυτῆς εἰς [*](123r) προκάλυμμα πέμπει τοῦ πάθους· τιμιώτερα δὲ πάντων τῇ φύσει τό τε πνεῦμα καὶ τὸ αἷμα. καὶ ἡ μὲν φύσις ἀποστέλλει τὸ αἷμα εἰς τὰ ἐπιπολῆς, τὸ δὲ χρῶμα τοῦ χυμοῦ ποιεῖ τὸ ἔρευθος. εἰ δὲ δυσαπόβλητος εἴη, ποιεῖ τὸ ἕτερον τμῆμα τοῦ τρίτου εἴδους, τὴν παθητικὴν ποιότητα τὴν πάθος ἐμποιοῦσαν. εἰ δὲ μήτε τελειωτικὴ εἴη μήτε κακωτική, ἢ περὶ τὴν ἐπιφάνειαν θεωρεῖται ἢ διὰ βάθους κεχώρηκε τοῦ ὑποκειμένου. καὶ εἰ διὰ τοῦ βάθους κεχώρηκεν, ἢ εὐαπόβλητός ἐστιν ἢ δυσαπόβλητος· καὶ εἰ μὲν εὐαπόβλητος εἴη, ποιεῖ πάλιν πάθος τοῦ τρίτου εἴδους τῆς ποιότητος, εἰ δὲ δυσαπόβλητος εἴη, ποιεῖ παθητικὴν ποιότητα, οὐ τὴν πάθος ἐμποιοῦσαν ἀλλὰ τὴν ἀπὸ πάθους ἐγγινομένην, καθάπερ ἐπὶ τοῦ ἐκ γενετῆς ἐρυθροῦ· ὃν γὰρ τρόπον ὁ δι’ αἰδῶ ἐρυθριάσας κατὰ πάθος ἔσχε [*](1 τεττάρων om. F 2 ᾖ scripsi: εἴη FM 6 οὔτε (prius)] τε supra scr. F2 9 ἐστι] εἴη M καὶ γίνεται ἡ] γίνεται δὲ M εἰ] ἡ F 11 τῶ σώματι M 12 αὐτήν F 13 τῶν om. F 13. 15 ὑγιείας M 15 μέντοι] μὲν F 16 οὐ] οὐδὲ M 18 ἔχουσι supra scr. M τῆς δὲ πάθος] εἴπωμεν ὅτι τῆς ποιότητος τῆς πάθος F 19 ἐστιν om. F 20 ποιεῖ post ἓν colloc. M 21 τὸ πάθος οἷόν ἐστι om. F 22 τοῦ ἀνθρ. ἑαυτῆ πταίσματι τῶ om.) συνιδοῦσα καὶ μὴ βουλομένη αὐτὸ σημᾶναι μηδὲ ῥήματι μήτε ἀφύλακτα διαμεῖναι ἀσήμαντον ἀφύλακτα μηδὲ ῥήματα εἶναι τὰ ἐπιπολῆς F 23 εἰς] an ὡς? 24 τιμιώτερον M 25 ante πνεῦμα add. χρῶμα F 26 δυσαπόβλητα F 27 ποιότητα om. F 29 βάθος F 30.31 εὐαπόβλητον (bis) et δυσαπόβλητον F 31 πάλιν post εἴδους colloc. M 34 γεννητὴς (sic) F)
83
τὸ τοιοῦτον χρῶμα, κατὰ τὸν αὐτὸν τρόπον καὶ ὁ ἐκ φύσεως ἐρυθρὸς κατὰ φυσικὸν πάθος τοιοῦτον ἔσχε χρῶμα.

Ἰστέον δ’ ὅτι ὁ Ἀριστοτέλης τὴν ἀλλοίωσιν γενέσθαι λέγει ἐν τῷ ἑβδόμῳ τῆς Φυσικῆς ἀκροάσεως οὐκ ἀπὸ πάσης ποιότητος ἀλλὰ μόνον τῶν παθητικῶν· αἱ γὰρ κατὰ τὴν ἕξιν ποιότητες οὐ ποιοῦσι, φησίν, ἀλλοίωσιν ἀλλ’ ὁδόν τινα ἢ ἐπὶ φθορὰν ἢ ἐπὶ γένεσιν· ἡ γὰρ τῆς ἕξεως μεταβολὴ ἐναλλαγὴ τῆς οὐσίας ἐστίν. ἐπιζητῶν γὰρ ὁ φιλόσοφος τὰ εἴδη τῆς μεταβολῆς ἔλεγεν ἓξ εἶναι, γένεσιν φθορὰν αὔξησιν μείωσιν ἀλλοίωσιν τὴν κατὰ τόπον μεταβολήν. θεωροῦνται δὲ αὗται αἱ μεταβολαὶ ἐν τέτρασι κατηγορίαις, ἐν οὐσίᾳ ἐν ποσῷ ἐν ποιῷ ἐν τῇ ποῦ. καὶ ἡ μὲν μεταβολή, φησίν, ἡ γινομένη περὶ τὴν οὐσίαν ἡ μὲν ἀπὸ τοὐ μὴ ὄντος εἰς τὸ ὂν γινομένη λέγεται γένεσις, ἡ δὲ ἀπὸ τοῦ ὄντος εἰς τὸ μὴ ὂν λέγεται φθορά. ἡ δὲ περὶ τὴν τοῦ ποσοῦ κατηγορίαν γινομένη μεταβολὴ καλεῖται αὔξησις καὶ μείωσις, ἡ δὲ ἐν τῇ τοῦ ποῦ κατηγορίᾳ ἡ κατὰ τόπον μεταβολή, ἡ δέ γε ἀλλοίωσις οὐ κατὰ πᾶν εἶδος ποιότητος γίνεται· αἱ γὰρ κατὰ τὴν ἕξιν οὐκ ἂν λέγοιντο ἀλλοιώσεις, ἀλλ’ οἷον γενέσεις τινὲς καὶ φθοραί· εἴτε γὰρ ἐν τῇ ψυχὴ εἴη ἕξις, ὡς ἐπιστήμη ἢ ἀρετὴ ἔσται, εἴτε ἐν σώματι, ὡς ὑγεία, καὶ ἐὰν μία τούτων μεταβληθῇ, εἰ μὲν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ ὄν, γίνεται γένεσίς τις, εἰ δὲ ἀπὸ τοῦ ὄντος εἰς τὸ μὴ ὄν, φθορὰ λέγεται. καὶ ταύτας, φησίν, οὐ δεῖ καλεῖν ἀλλοιώσεις. οὐκοῦν ἐροῦμεν τὴν ἀλλοίωσιν γίνεσθαι, ἡνίκα μεταβολὴ κατὰ τὰς παθητικὰς ποιότητας γένηται, τοῦτ’ ἔστιν οὐ κατὰ τὰς οὐσιώδεις ἀλλὰ κατὰ τὰς συμβεβηκυίας τῷ πράγματι. | καὶ ταῦτα μὲν περὶ τούτων εἰρήσθω. [*](123v) Εἰ δὲ μὴ δι’ ὅλης τῆς οὐσίας κεχώρηκεν, ἀλλὰ περὶ τὴν ἐπιφάνειαν μόνην θεωρεῖται, εἰ μὲν ἐν ἀψύχοις εἴη, λέγεται σχῆμα, εἰ δὲ ἐν ἐμψύχοις, λέγεται μορφή· ταύτην γὰρ ἴσμεν διαφορὰν σχήματος καὶ μορφῆς, ἢ ὅτι τὸ μὲν σχῆμα ἐν τῇ φαντασίᾳ τῇ ἡμετέρα θεωρεῖται, ἡ δὲ μορφὴ ἐν τοῖς φυσικοῖς πράγμασιν, ὡς φέρειν τὸ τῆς μορφῆς ὄνομα καὶ κατὰ παντὸς ἀψύχου, φημὶ δὴ λίθου καὶ ξύλου καὶ σιδήρου καὶ εἴ τι ἄλλο τῶν φυσικῶν σωμάτων μετέχει σχήματος. εἰ δέ τις εἴποι δι’ ἣν αἰτίαν μὴ καὶ τὰ χρώματα λέγομεν εἶναι μορφήν, ἐπειδὴ καὶ αὐτὰ περὶ τὴν ἐπιφάνειαν θεωροῦνται, ἐροῦμεν ὅτι τὰ χρώματα οὐχ ἁπλῶς ἐν τῇ μεταβολῇ τῆς ἐπιφανείας θεωροῦνται, ἀλλὰ πάντως ἀμείβεται καὶ περὶ τὴν κρᾶσιν τὸ σῶμα, ἐπὶ δὲ τῆς μορφῆς καὶ τοῦ σχήματος τῆς οὐσίας πάντῃ ἀτρέπτου [*](1 ἐρυθρὸς] ἐρυθριάσας F 2 χρῶμα Vat. 2173: τὸ χρῶμα FM 3 ὅτε F λέγει γενέσθαι coUoc. M 3. 4 ἐν τῷ ἑβδόμῳ τῆς Φυσικῆς ἀκροάσεως] cf. c. 3 p. 245b3sq. 5 ἕξιν] τάξιν F φησίν] φυσικὴν M 6 ἢ (post τινα) 7 μεταλλαγὴ μεταβολὴ F ἐπιζητεῖ F 8 ἔλεγε δὲ F 11 γενομένη F τοῦ om. M 12 ὃν om. F γενόμενον F 14 τοῦ om. M post κατηγ. add. καλεῖται M 15 ἀλλοίωσίς φησιν M 16 λέγοιντο] γένοιντο M 17 ὡς] ἢ F 18 ἔσται] ἐστιν M ὑγίεια M ἐὰν] εἰ F 25 θεωροῖτο M ἀψύχω — ἐμψύχῳ M 29 φημὶ] λέγω M καὶ (ante ξύλου) om. F 30 σχήματος] σώματος M 31 τὰ χρώματα] κατὰ χρῶμα F περὶ] κατὰ F 33 καὶ om. F κρίσιν F 34 τῆς οὐσίας πάντη om. F 6*)

84
κηρὸν ποιήσωμεν αὐτῷ τρίγωνον σχῆμα, εἶτα πάλιν μεταλλάξαντες αὐτὸν ἀπὸ τοῦ τριγώνου ποιήσωμεν σφαῖραν, οὐδεμίαν μεταβολὴν τῆς οὐσίας ποιήσαντες τὸ σχῆμα μόνον ἠμείψαμεν· οὐδὲν γὰρ ἧττον ἔσται κηρὸς καὶ τριγώνου ἔχων σχῆμα καὶ σφαιρικόν.

[*](p. 9 a 10)

ἰσὶ δὲ αἱ μὲν ἕξεις καὶ διαθέσεις.

Ὥσπερ γὰρ τοῦ ὀνόματος καὶ τοῦ ῥήματος κατηγορεῖται τὸ ὄνομα, οὕτω καὶ τῆς ἕξεως καὶ τῆς διαθέσεως κατηγορεῖται ἡ διάθεσις, καὶ ἔστι μὲν ἡ ἕξις καὶ διάθεσις κατὰ τὴν κοινὴν αὐτῶν κατηγορίαν, οὐκ ἔστι δὲ ἡ διάθεσις καὶ ἕξις· τῶν γὰρ διαθέσεων ἡ μὲν διαιρεῖται εἰς ἕξιν καὶ διάθεσιν, ἡ δὲ ἀντιδιαστέλλεται πρὸς τὴν ἕξιν.

[*](p. 9 a 14)

Ἕτερον δὲ γένος ποιότητος.

Τῆς ποιότητος γένους οὔσης διὰ τί τῶν εἰδῶν αὐτῆς τὸ μὲν πρῶτον λέγει τὸ δὲ δεύτερον; φαμὲν ὅτι καθὸ μὲν ποιότητες οὐκ ἔστι τὸ μὲν πρῶτον αὐτῶν τὸ δὲ δεύτερον, | ἀλλὰ μόνον ἀξιώματι διαφέρει, ὡς ἄν καὶ ἄνθρωπος [*](124r) ἵππου. πῶς δὲ τῆς ποιότητος γένος φησί, καὶ μὴν γενικώτατόν ἐστι γένος; γενος εἶπεν ἀντὶ του ειοους, ἵνα δείξῃ ὅτι οὐκ εστιν ειοικωτατον εἶδος, ἀλλὰ γένος μὲν ὑπάλληλον, εἶδος δὲ ὑπὸ τὴν ποιότητα ἀναφερόμενον, ὡς ἄν εἴποιμεν τῆς οὐσίας γένος εἶναι τὸ ζῷον ἀντὶ τοῦ ὑπ’ αὐτὴν γένους.

Δεύτερον οὖν τοῦτο ἀποδίδωσιν εἶδος ποιότητος τὸ κατὰ δύναμιν καὶ ἀδυναμίαν. λέγει δὲ πυκτικοὺς ἢ δρομικοὺς τοὺς φύσιν ἔχοντας ἐπιτηδείαν πρός τι τῶν τοιούτων, τοῦτ’ ἔστι τοὺς δυνάμει τοιούτους ὄντας. καὶ τὸ μὲν πρῶτον εἶδος τῆς ποιότητος ἐνεργείᾳ θεωρεῖται ἥ τε ἕξις καὶ ἡ διάθεσις, τὸ δὲ δεύτερον δυνάμει· οἱ γὰρ δυνάμει πύκται ἢ δρομικοὶ ἐπιτηδειότητα εἰς τοῦτο ἔχειν λέγονται κατὰ δύναμιν φυσικὴν ἢ ἀδυναμίαν. ἐὰν δὲ πύκτης ἢ δρομεὺς ἐνεργείᾳ ᾖ, οὐκέτι κατὰ δύναμιν φυσικὴν ἢ ἀδυναμίαν λέγεται, ἀλλ’ ἕξιν καὶ διάθεσιν.

[*](1 γένεται] λέγεται M 2 ποιήσωμεν scripsi; θήσωμεν F: θήσομεν M post σχῆμα add. ἡ κύβον F μαλάξαντες F 3 τρίγωνον Μ 5 post σφαιρικόν add. Διπλῆν τὴν ἐπιγραφὴν ἐποιήσατο, ἐπεὶ διπλοῦν καὶ τὸ τῆς ποιότητος ὄνομα, ἢ ὡς αὐτὸ καθ’ αὑτὸ καὶ νῶ μόνω νοούμενον ἢ ὡς αἰσθήσει ληπτόν. καθ’ αὑτὸ μὲν ὡς αὐτὸ τὸ τῆς ποιότητος γένος οἷον ἡ καθόλου λευκότης, αἰσθήσει δὲ ληπτὸν ὡς τὸ αἴτιον λαβὸν (potius τὸ μεταλαβὸν) αὐτῆς καὶ παρωνύμως ἀπ’ αὐτῆς ὀνομασθὲν οἷον τὸ λευκὸν σῶμα Τὸ πλεοναχῶς ἐνταῦθα οὐ τὸ ὁμωνύμως σημαίνει ἀλλὰ τὸ διαφόρως· γένος γὰρ γενικώτατον ἡ ποιότης συνωνύμως τῶν ἑαυτῆς εἰδῶν κατηγορούμενον M 8 διάθεσις] διαθέσεις (sic) F 11 ἡ δὲ] ἥτις M 12 ἕτερον] δεύτερον M 13 γένους Vat. 2173: γένος FM 14 λέγομεν F 15 ἄν] ἐὰν F 16 τὴν ποιότητα F 17 τοῦ om. M 18. 19 ἀναφερ.] φερόμενον F 20 γένους] γένος F 25 οἱ] οὐ F 26 ἔχοντες M ἁδὺν. εἶναι M 27 δὲ] γὰρ M πύκτης ἢ δρομεὺς] δρομεὺς ἢ πυκτικὸς F ἦ ante πύκτης colloc. M 28 ἕξει καὶ διαθέσει M)
85
[*](p. 9 a 16)

Oὐ γὰρ τῷ διακεῖσθίπως.

οὐ τῷ εἶναι αὐτοὺς ἐνεργείᾳ τοιούτους λέγομεν, ἀλλὰ τῷ δύναμιν αὐτοὺς ἔχειν τοιαύτην.

[*](p. 9 a 21)

Ὑγιεινοὶ δὲ λέγοντι τῷ δύναμιν ἔχειν φυσικὴν τοῦ μηδὲν πάσχειν.

Ἰστέον ὅτι λέγεται δύναμις ἢ τῷ πεφυκέναι ποιεῖν, καθάπερ λέγολέγομεν πύκτην τὸν δυνάμενον πλήττειν, ἢ τῷ πεφυκέναι μὴ πάσχειν, καθάπερ λέγομεν τὸν ὑγιαίνοντα δύναμιν ἔχειν τοῦ μὴ πάσχειν καὶ πάλιν τὸν νοσοῦντα λέγομεν δύναμιν ἔχειν τοῦ πάσχειν. εἰ δέ τις εἴποι τὴν ἀδυναμίαν μὴ εἶναι ποιότητα, ἐλέγχομεν τοῦτον ἐκ τοῦ ἀντικειμένου αὐτῇ· τὴν γὰρ δύναμιν οὐδείς ἐστιν οὕτως ἠλίθιος, ὅς φησι μὴ εἶναι ποιότητα· ἀ-ι οῸέδεικται δὲ ὅτι ὡς ἂν ἔχῃ τὸ ἕτερον τῶν ἐναντίων, οὕτως ἔχει καὶ τὸ ἕτερον· καὶ γὰρ ὑπὸ τὸ αὐτὸ γένος ἀνάγονται. λέγεται τοίνυν καὶ ἡ ἀδυναμία τριχῶς· λέγεται γὰρ ἀδυναμία 〈ἐπὶ〉 τοῦ μὴ πεφυκότος ποιεῖν, ὥσπερ τὸν νοσοῦντα λέγομεν ἀδυναμίαν ἔχειν τοῦ ποιεῖν. λέγεται δὲ καὶ ἐπὶ τοῦ μὴ πεφυκότος πάσχειν, ὥσπερ τὸν ὑγιαίνοντα λέγομεν ἀδυναμίαν ἔχειν τοῦ παθεῖν. λέγομεν δὲ πάλιν τὸν νοσοῦντα ἀδυναμίαν ἔχειν τοῦ μὴ παθεῖν, τοῦτ’ ἔστι τὴν τοῦ πάσχειν δύναμιν· ἡ γὰρ ἀπόφασις τοῦ μὴ παθεῖν δύναμιν εἰσάγει τοῦ παθεῖν καὶ τοὐναντίον ἡ ἀπόφασις τοῦ παθεῖν δύναμιν εἰσάγει τοῦ μὴ παθεῖν. ἔστι δὲ καὶ ἄλλως εἰπεῖν· λέγεται γὰρ δύναμις ἢ πρὸς τὸ καθόλου, ὡς ἐὰν λέγωμεν δύναμιν ἔχειν πάντα ἄνθρωπον γεωμετρεῖν, ἢ πρὸς τὸ ῥᾳδίως, ὡς ὅτι ὁ δεῖνα ἄνθρωπος δύναμιν ἔχει τοῦ γεωμετρεῖν ἀντὶ τοῦ ῥᾳδίως δύναται γεωμετρῆσαι. ὁμοίως δὲ καὶ ἐπὶ τῆς ἀδυναμίας· λέγομεν γὰρ καὶ αὐτὴν ἢ πρὸς τὸ μὴ πεφυκὸς ὅλως γεωμετρεῖν οἷον τὸν κύνα, ἢ πρὸς τὸν δυσχερῶς γεωμετροῦντα οἷον τὸν νωθῆ. οἷον οἱ μὲν νοσώδεις δύναμιν ἔχουσι τοῦ πάσχειν τι ῥᾳδίως, ἀδυναμίαν δὲ τοὐ μὴ πάσχειν, οἱ δὲ ὑγιεινοὶ τὸ ἀνάπαλιν. |

[*](2 οὐ] ἀντὶ τοῦ οὐ γὰρ M ἀλλὰ-τοιαὑτην (3) om. F 6 ἰστέον δ’ ὅτι πολλαχῶς M 6. 7 x(o] τὸ F 7 τὸν πύκτην ποιεῖν xdj δύνασθαι πλήττειν M post πάσχειν addas ἡ τῷ πεφυκέναι πάσχειν 8. 9 λἐγ. τὸν νοσοῦντα colloc. M 9 μὴ om. M 10 τοῦ- τοῦτό F 11 οὔ φησι μὴ M 14 τριχῶς — ἀδυναμία om. F ἐπὶ inserui 16 πεφυ- κότα F IS ἡ γὰρ ἀπόφασιςdοὐναντίον (19) om. F 19 ἡ ἀπόφ.] ἡ γὰρ ἀπόφ. F 20 ἔπι δὲ καὶ ἄλλωςηωθῆ (25) eicias ἔστι — εἰπεῖν om. F 20. 21 ἡ πρός τὸ καθόλου ἢ πρὸς τὸ ῥαδίως. ὁμοίως δὲ καὶ ἡ ἀδυναμία. οἷον λέγομεν καθόλου δύναμιν ἔχειν πάντα ἄνθρ. γεωμετρεῖν, πρὸς δὲ τὸ ῥαδίως λέγομεν ὅτι ὁ δεῖνα ἄνθρ. δύναμιν ἔχει τοῦ γεωμε- τρεῖν ἀντὶ κτλ. il 21 λέγωμεν scrips!: λέγομεν F 24 γεωμετρῆσαι F 25 οἷον (primum) om. F τὸν (alt.)] τὸ F: evan. M 25. 26 οἷον οἱ μὲν] οἱ μὲν γὰρ F 27 post ἀνάπαλιν add. τὸ δὲ μὴ πάσχειν ὑπὸ τῶν τυχόντων ῥαδίως πάνυ ἀκριβῶς εἶπεν, οἶον ὑπὸ καύματος ἢ ἀνέμου, ἡ ἁπλῶς ὑφ’ ὧν οὐχὶ πέφυκε πάσχειν τὰ ὑγιεινά· πάθοι γὰρ ἄν ὑπὸ ξίφους ἡ ἄλλου τινὸς τοιούτου F)
86
[*](p. 9 a 28)

Τρίτον δὲ γένος ποιότητος. |

[*](124v)

Πάλιν ὧδε γένος ἀντὶ εἴδους εἶπεν. τοῦτο δὲ θεωρεῖται τετραχῶς· [*](125r) ἢ γὰρ παντὶ τῷ εἴδει πάρεστι καὶ λέγεται παθητικὴ ποιότης ὡς ἡ ἐν τῇ χιόνι λευκότης, ἢ οὐ παντὶ μὲν ἀλλὰ τισί, φυσικῶς μέντοι καὶ ἐκ γενετῆς, καὶ ὁμοίως λέγεται παθητικὴ ποιότης ὡς τοῖς Αἰθίοψιν ἡ μελανία, ἡ οὐ φύσει μὲν ἀλλ’ ἐπίκτητον καὶ δυσαπόβλητον καὶ λέγεται πάθος ὑπὸ τὴν ποιότητα ἀναφερόμενον ὡς ἡ ὑπὸ μακρᾶς νόσου ἢ ἰκτερικοῦ νοσήματος ὠχρίασις, ἢ ἐπίκτητον καὶ εὐαπόβλητον ὡς ἡ ἐρυθρότης, ὡς ἄν τις ἢ δι’ αἰδῶ ἐρυθριάσῃ ἢ διὰ δέος ὠχριάσῃ, καὶ λέγεται πάθος ὑπὸ τὸ πάσχειν ἀναφερόμενον· οὐ γὰρ δὴ τὰ μετέχοντα ποιὰ κατὰ ταῦτα λέγε. τᾶι. ἰστέον δὲ ὅτι ταῦτα οὐ μόνον περὶ τὸ σῶμα θεωρεῖται, ἀλλὰ καὶ περὶ τὴν ψυχήν.

Διχῶς δὲ αἱ παθητικαὶ ποιότητες· ἤτοι γὰρ ἀπὸ τοὐ αὐτὰ πεπονθέναι καὶ διὰ πάθους πεποιῶσθαι παθητικὴν ἔχειν ποιότητα λέγεται ἢ ἀπὸ τοῦ τὴν αἴσθησιν ἡμῶν πάσχειν κατὰ τὴν τούτων ἀντίληψιν, ὥσπερ ἐπὶ τοῦ πυρός· οὐ γὰρ αὐτὸ τὸ πῦρ πέπονθεν, ἵνα θερμανθῇ, ἀλλ’ ἡμεῖς τοῦτο πάσχομεν κατὰ τὴν ἀντίληψιν αὐτοῦ θερμαινόμενοι, καὶ τὸ μέλι ὁμοίως. καὶ τὰ μὲν τοιαῦτα ποιότητές εἰσιν ὡς εἶδος καὶ οὐσία ἐν τῷ ὑποκειμένῳ, καὶ ἀπὸ τοῦ τὴν αἴσθησιν πάσχειν ὑπὸ τούτων παθητικὰς ποιότητας ἔχειν λέγεται· τὸ μέντοι σῶμα τὸ αὐτὸ λευκὸν γεγονέναι παθὸν παθητικὴν ἔχειν ποιότητα· συμβεβηκὸς γὰρ αὐτῷ τὸ λευκὸν καὶ ἐπίκτητον, ἀλλ’ οὐκ ἐν τῇ οὐσίᾳ αὐτοῦ οὐδὲ εἶδος. πάσχει μὲν οὖν καὶ ἐπὶ τούτων ἡ αἴσθησις, ἀλλ’ ἐπεὶ κυριώτερον παθητικὸν λέγεται τὸ αὐτὸ πεπονθὸς τοῦ πάθος ἐμποιοῦντος, ἐφ’ ὧν ἐστιν ἄμφω, ἐπὶ τούτων ἴσως ἄμεινον ἀπὸ τοῦ κυριωτέρου τὴν ἐπίκλησιν αὐτοῖς γενέσθαι.

[*](p. 9 b 1)

Οὔτε γὰρ τὸ μέλι τῷ πεπονθέναι τι λέγεται γλυκύ.

οὔτε γὰρ πρότερον δίχα ὂν γλυκύτητος ὕστερον ταύτην ἐδέξατο ἀπό τινος πάθους, ἀλλ’ αὐτὴ ὥσπερ οὐσιώδης ἐστίν.

[*](2 πάλιν—εἶπεν] γένος πάλιν εἶπεν ἀντὶ εἴδους M τετρ. θεωρ. colloc. M 4 post λευκότης add. ἢ ἐν κύκνῳ M γενετῆς] γενέσεως F 5 καὶ ὁμοίως — ποιότης om. F; haec post μελανία ponas οὐ om. M 6 ἐπίκτητος καὶ δυσαπόβλητος FM (cf. V. 8) 8 ἐπίκτητος καὶ εὐαπόβλητος M ἢ (post τις) om. M 10 λέγονται F 14 πάθος M πεποιῶσθαι scripsi: πεποιεῖσθαι F: πεποιῆσθαι M 16 τοῦτο om. F 17 ὁμοίως ante καὶ colloc. M 19 ὑπὸ τούτων] ἀπ’ αὐτῶν M 20 αὐτὸ— παθητικὴν] αὐτὸ λέγομεν λευκὸν τὸ παθ. F 21 ἔχειν M: ἔχον F 22 οὑδὲ] οὐδὲν F 23 ἐπεὶ κυρ.] ἐπικυρ. M λέγει M 24 πάθος Philop.: πάθους codd. ἴσως ἐπὶ τούτων (ἄμεινον om.) F 25 γενέσθαι om. F 27 οὔτε] an οὐδὲ?)
87
[*](p. 9 b 11)

Ὅτι μὲν οὖν γίνονται διά.

εἰπὼν τὰ χρώματα παθητικὰς ποιότητας εἶναι | τῷ ἀπὸ πάθους

[*](125v)
[*](p. 9 b 19)

Ὅσα μὲν οὖν τῶν τοιούτων συμπτωμάτων.

Τὰ χρώματα συμπτώματα εἶπε διὰ τὸ ἄλλοις πάθεσιν ἐπισυμβαίνειν.

[*](p. 9 b 27)

Ὁμοίως γὰρ ποιοὶ κατὰ ταῦτα λεγόμεθα.

Ποιότης γάρ ἐστι καθ’ ἣν ποιοὶ λέγονται· <εἰ οὖν οὐ λέγονται ποιοὶ> ἀπὸ τῶν εὐαποβλήτων παθῶν, δῆλον ὅτι οὐδὲ ποιότητες ταῦτα λέγονται.

[*](p. 9 b 33)

Ὁμοίως δὲ τούτοις καὶ κατὰ τὴν ψυχήν.

οὐ μόνον, φησί, περὶ τὸ σῶμα θεωροῦνται αἱ παθητικαὶ ποιότητες καὶ τὰ πάθη, ἀλλὰ καὶ περὶ τὴν ψυχήν.

[*](p. 9 b 35)

Ὅσα γὰρ ἐν τῇ γενέσει εὐθύς.

Ὥσπερ γὰρ ἡ ἐν τῷ Αἰθίοπι μελανία ἐκ γενετῆς οὖσα παθητικὴ ποιότης λέγεται, οὕτω καὶ ἡ ἐκ γενετῆς ἔκστασις ἢ ἡ ὀργὴ παθητικαὶ ποιότητες λέγονται.

[*](p. 10 a 2)

Ὁμοίως δὲ καὶ ὅσαι ἐκστάσεις.

Πάλιν ὥσπερ ἡ ἀπὸ μακρᾶς νόσου γενομένη ἄχροια λέγεται παθητικὴ ποιότης, οὕτω καὶ ἡ ἀπό τινος συμπτώματος ἔκστασις ἢ ἄλλο τι παθητικὴ ποιότης λέγεται.

[*](p. 10 a 12)

έταρτον δὲ γένος ποιότητος.

Ἔτι δὲ τέταρτον εἶδος παραδίδωσι τῆς ποιότητος, γένος καὶ τοῦτο ἀντὶ τοῦ εἴδους εἰρηκώς. ἔστι δὲ σχῆμα καὶ μορφή. ἐπὶ πλέον δὲ τὸ [*](2 παθητικὴν ποιότητα F 5 τὰ χρώματα om. Μ 7 lemma om. F ταύτας Aristot. 8 ποιότης γάρ ἐστι] καὶ ποιότης φησὶ ἐστὶ superscr.) F εἰ οὖν—ποιοὶ Philop.: om. codd. 9 οὐδὲ] καὶ οὐ F 11 φησὶ om. M 13 τε γὰρ F εὐθὺς ἐν τῆ γεν. colloc. 31 14 γὰρ om. F 15 καὶ om. Μ ἡ (ante ὀργὴ) om. F 17 ὅσας ἄλλας ἐκστάσεις F 19 τινων συμπτωμάτων M 22 ἔτι δὲ] τὸ Μ 23 τοῦ om, F)

88
σχῆμα τῆς μορφῆς· πᾶσα γὰρ μορφὴ καὶ σχῆμα ἔχει, οὐ πᾶν δὲ σχῆμα καὶ μορφὴν ἔχει· διὰ τοῦτο γὰρ ὡς κυριώτερον καὶ καθολικώτερον προέταξε καὶ ὁ Ἀριστοτέλης τὸ σχῆμα τῆς μορφῆς· ἡ γὰρ μορφὴ ἐπὶ τῶν ἐμψύχων μόνον λέγεται, τὸ δὲ σχῆμα καὶ ἐπὶ τῶν ἀψύχων.

[*](p. 10 a 12)

Ἔτι δὲ πρὸς τούτοις.

Λέγεται γὰρ καὶ κατὰ ταῦτα ποιὰ τὰ μετέχοντα, οἷον ἀπὸ τῆς εὐθύτητος εὐθεῖα λέγεται γραμμὴ καὶ ἀπὸ τῆς καμπυλότητος ἡ καμπύλη, καὶ ἔστι πάθη τῆς γραμμῆς εὐθύτης καὶ καμπυλότης.

[*](p. 10 a 16)

Τὸ δὲ μανὸν καὶ τὸ πυκνόν.

Δόξειεν εἶναί φησιν, ἐπεὶ κατὰ ἀλήθειαν οὐκ εἰσὶ ποιότητες· πυκνὸν γάρ ἐστιν οὗ τὰ μόρια σύνεγγυς κεῖται ὡς μὴ δύνασθαι δέξασθαι ἑτερογενὲς σῶμα, μανὸν δὲ τὸ διεστηκότα ἔχον τὰ μόρια ὡς δύνασθαι δέξασθαι ἑτερογενὲς σῶμα. | οὐκοῦν θέσιν τινὰ μᾶλλον φαίνεται τὰ μόρια αὐτῶν [*](126r) δηλοῦντα. μανὸν δὲ ἔλαβε τὸ ἐξ ἐπιτεχνήσεως, οἷον ἐάν τις τὴν χεῖρα πληρώσῃ καρύων, καὶ φαίημεν τὸ ἐκ πάντων συγκείμενον σῶμα μανὸν διὰ τὴν ἀραίωσιν· αὐτὸς γὰρ ἐν τῇ Φυσικῇ ἀκροάσει ἄλλως διορίζει τὸ μανὸν καὶ τὸ πυκνόν.

[*](p. 10 a 25)

Ἴσως μὲν οὖν καὶ ἄλλος.

Παραστήσας ἡμῖν τὰ τέσσαρα τῆς ποιότητος εἴδη ἐπάγει τὸ συμπέρασμα καί φησιν ὅτι οὗτοι οἱ τρόποι τῆς ποιότητος. βουλόμενος δὲ ἡμᾶς μὴ ἐπαναπαύεσθαι τοῖς παρὰ τῶν ἀρχαίων λεγομένοις μηδ’ ἀργοὺς μένειν ἀλλὰ καθ’ αὑτοὺς ζητεῖν, φησὶν ὅτι ἴσως ἄν καὶ ἄλλος φανείη τροπος ποιοτητος.

[*](p. 10 a 27)

Ποιότητες μὲν οὖν εἰσι αἱ εἰρημέναι.

Ποιότητες, φησίν, οἷον λευκότης μελανία καὶ τὰ τοιαῦτα, | ποιὸν δὲ [*](126v) τὸ μετέχον τῶν ποιοτήτων, οἷον λευκὸν σῶμα καὶ μέλαν καὶ γλυκὺ καὶ τἆλλα. καὶ αἱ μὲν ποιότητες μετέχονται, τὰ δὲ ποιὰ μετέχει καὶ παρωὡς] [*](2 ἐπειδὴ F 3 καὶ om. M γὰρ om. F 4 μόνων τῶν ἐμψ. M δὲ om. F post ἀψύχων add. καὶ ἐπὶ ἐμψύχων F 10 δόξειαν μὲν εἶναί φ. ποιότης ἐπεὶ F 11 ἐκ τοῦ σύνεγγυς F 12 ἐπιδέξασθαι M 15 an φῶμεν? ἓν σῶμα εἶναι μόνον μανὸν om. M) 16 ἀρέωσιν F ἐν τῇ Φυσ. ἀκρ.] cf. Δ 9 p. 216b 30 18 οὑν] ἄν τις εἴη F 19 τὰ om. F 22 καθ’ αὑτοὺς] καὶ ἡμᾶς αὐτοὺς M ὅτι καὶ F ἄλλως F 24 μὲν om. F εἰσι φησὶν αἱ F 25 ποιότητες φησίν om. F)

89
νύμως ἀπ’. αὐτῶν λέγεται. ἐπειδὴ δὲ οὐκ ἐπὶ πάντων τοῦτό ἐστιν ὡς ἐπὶ τῆς ἀρετῆς (οὐ γὰρ λέγεται ὁ μετέχων παρωνύμως ἐκ ταύτης ἀρεταῖος ἀλλὰ σπουδαῖος), διὰ τοῦτο εἶπεν ἢ ὁπωσοῦν ἄλλως.

[*](p. 10 a 34)

Οἷον ὁ δρομικός.

Ὁ γὰρ πυκτικὸς ὁ κατ’ ἐπιτηδειότητα λεγόμενος, ἥν φησιν αὐτὸς δύναμιν, οὐκ ἀπό τινος ὠνομάσθη ποιότητος· οὐ γὰρ δὴ ἀπὸ τῆς πυκτικῆς· ἐπιστήμη γὰρ αὕτη. καὶ μὴν οἱ τελείως καὶ ἕξει μετέχοντες αὐτῆς οὗτοι καλοῦνται ἀπ’ αὐτῆς πύκται παρωνύμως. ὁμοίως δὲ καὶ ὁ δρομικός· καὶ γὰρ αὐτὸς ἀπὸ τῆς ποιότητος καλεῖται.

[*](p. 10 b 5)

Ἐνίοτε δὲ καὶ ὀνόματος κειμένου.

Πολλάκις δὲ καὶ ὀνόματος κειμένου τῇ ποιότητι οὐ λέγεται παρωνύμως ἐξ αὐτῆς ὁ μετέχων αὐτῆς· οὐδὲ γὰρ λέγομεν ἀρεταῖον ἀλλὰ σπουδαῖον.