In Aristotelis Categorias Commentarius

Ammonius

Ammonius, In Aristotelis Categorias Commentarius, Commentaria in Aristotelem Graeca, Vol 4.4. Busse, Adolf, editor. Berlin: Reimer, 1895.

[*](p. 10 b 12)

Οἷον ἡ δικαιοσύνη.

ἐπὶ τὸ ἴδιον τῆς ποιότητος μέτεισι· φησὶν οὖν ἴδιον τῆς ποιότητός ἐστι τὸ ἐπιδέχεσθαι ἐναντιότητα. ἐκβάλλει δὲ αὐτό· οὐ πάσαις γὰρ ὑπάρχει ταῖς ποιότησι· τῷ γὰρ ὠχρῷ ποιῷ ὄντι οὐδέν ἐστιν ἐναντίον, οὐδὲ τῷ πυρρῷ καὶ ὁμοίως οὐδὲ ταῖς ἄλλαις τοιαύταις ποιότησι. δῆλον δέ ἐστι, φησίν, ὅτι ὑφ’ ἣν κατηγορίαν ἀνάγεται ἕτερον τῶν ἐναντίων, ὑπὸ ταύτην ἀνάγεται καὶ τὸ ἕτερον ἐκ τοῦ μὴ δύνασθαι ἡμᾶς ὑπὸ ἄλλην κατηγορίαν αὐτὸ ἀναφέρειν.

[*](p. 10 a 26)

Ἐπιδέχεται δὲ τὸ μᾶλλον. |

Ἕτερον παρακολούθημα τοῦ ποιοῦ τὸ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ [*](127r) ἧττον. καὶ εἰκότως οὐδὲ τοῦτο πάντως παρακολουθεῖ· εἴρηται γὰρ ὅτι ὅπου ἐναντιότης θεωρεῖται, ἐκεῖ τὸ μᾶλλον καὶ τὸ ἧττον, ὅπου δὲ οὐκ [*](2 ἐκ ταύτης πὰρ. colloc. M 4 lemma om. F 5 ὁ γὰρ πυκτ.] ὁ πυκτ. φησὶ F 5. 6 ἥν — δύναμιν om. F 6 post ποιότητος add. ἀλλ’ ἦν αὐτῆς (?) δύναμιν φυσικήν F 6. 7 post πυκτικῆς add. ὠνομάσθη πυκτικός F 7 μὴν] εἰ μὴ F 8 οὗτοι scripsi: οἲ F: οὕτως M 9 καὶ γὰρ M: καὶ γὰρ καὶ F: scribas οὐδὲ γὰρ 11 πολλάκις—κειμένου om. F 14 pro lemmate habet εἶτα F ἡ om. Aristot. 15 τῆς (alt.) om. M 16 ἐστι τὸ om. M ἐναντιότητας M 16. 17 ὑπάρχει γὰρ οὐ πάσ. colloc. M 18 καὶ ὁμοίως—ποιότησι om. M 19 ἐστι φησίν om. M ἕτερον Philoponi ed. Ald.: ἕκαστον Amm. et Philop. codd. 19. 20 ὑπὸ ταύτην] ὑπ’ αὐτὴν M 20 ἀνάγεται scripsi: ἀνάγεσθαι F: om. M 22 δὲ om. F 24 εἰκότως (καὶ om.) post παρακολ. colloc. M εἴρηται] cf. p. 50,10 sq. 65,14. 15)

90
ἔστιν αὕτη, οὐδὲ τὸ μᾶλλον καὶ τὸ ἧττον. ἐπεὶ γοῦν ὑπάρχει ἐν τῷ ποιῷ ἐναντιότης, ὑπάρχει τὸ μᾶλλον καὶ τὸ ἧττον, ἐπειδὴ δὲ οὐ πᾶσιν, οὐδὲ τὸ μᾶλλον καὶ τὸ ἧττον πᾶσιν ὑπάρχει· δικαιοσύνην γὰρ δικαιοσύνης οὐ πάνυ φασὶ μᾶλλον καὶ ἧττον λέγεσθαι, ἧττον μέντοι καὶ μᾶλλον μετέχειν τοὺς μετέχοντας τῆς δικαιοσύνης καὶ τῆς ὑγείας λέγεται.

[*](p. 11 a 2)

Ἀναμφισβητήτως ἐπιδέχεται.

Οσα μέντοι ἀπὸ τούτων παρωνύμως λέγεται, ὁμολογουμένως ἔπι· δέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον. ἀπορήσας δὲ δι’ ὃ οὐ λέγεται δικαιοσύνη μᾶλλον καὶ ἧττον, εἴασεν αὐτὸ ἀδιάρθρωτον. φαμὲν τοίνυν ὅτι ἐπιδέχεται ἡ δικαιοσύνη τὸ μᾶλλον καὶ τὸ ἧττον· ἡνίκα γὰρ λέγομεν μᾶλλον δίκαιον τόνδε τοῦδε, δῆλον ὅτι καθὸ μετέχει οὗτος μᾶλλον δικαιοσύνης ἤπερ ὅδε· ὥστε ἐπιδέχεται ἡ δικαιοσύνη τὸ μᾶλλον καὶ τὸ ἧττον.

[*](p. 11 a 5)

τρίγωνον δὲ καὶ τετράγωνον.

οὐδὲ γὰρ τρίγωνον τριγώνου μᾶλλον καὶ ἧττόν ἐστι τρίγωνον οὐδὲ τὸ πεντάγωνον τοῦ τετραγώνου μᾶλλον κύκλος ἐστί· δεῖ γὰρ εἰ μέλλοιεν ὡς κύκλοι συγκρίνεσθαι ἀμφότερα ἐπιδέχεσθαι τὸν τοῦ κύκλου λόγον. εἰ δ’ οὐκ ἐπιδέχονται, οὐδὲ συγκρίνεσθαι τὴν ἀρχὴν δυνήσονται. οὐδὲ γὰρ εἴποι τις τὸν βοῦν μᾶλλον τοῦ ἵππου εἶναι ἄνθρωπον, ἐπεὶ μηδέτερος αὐτῶν τὸν τοῦ ἀνθρώπου ὁρισμὸν ἐπιδέχεται. οὐκοῦν καὶ ἐπὶ τῶν σχημάτων ὡσαύτως· πάντα γὰρ τὰ σχήματα τὰ ἐπιδεχόμενα τὸν τοῦ κύλλου ὁρισμὸν ὁμοίως κύκλοι εἰσί, καὶ ὅσα τὸν τοῦ τριγώνου ὁρισμὸν ἐπιδέχεται, ὁμοίως τρίγωνά εἰσι, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως.

[*](p. 11 a 9)

Τῶν δὲ μὴ ἐπιδεχομένων.

Ὅσα δὲ οὐκ ἐπιδέχεται τὴν ἀρχήν, οὐδὲ συγκρίνεται· διὸ οὐ πάντα τὰ ποιὰ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον.

[*](p. 11 a 15)

Τῶν μὲν οὖν εἰρημένων οὐδέν. |

Ἀποδοκιμάζει ἐνταῦθα τὰ δύο παρακολουθήματα τοῦ ποιοῦ ὡς μὴ [*](127v) πάντῃ τῷ ποιῷ παρακολουθοῦντα. μεταβαίνει δὲ εἰς τὸ κυρίως ἴδιον καί φησιν [*](1 αὕτη om. M post ἧττον add. ὑπάρχει M 2 πᾶσιν] πάση F 3 πᾶσιν] πάση F: om. M δικαιοσύνη μὲν γὰρ δικαιοσύνης ut lemma M 3. 4 οὐ πάνυ—λέγεσθαι om. M 4 καὶ μᾶλλον om. F 11 an ὅτι λέγομεν? μετέχειν F οὗτος om. F 11. 12 ἤπερ ὅδε om. F 14 γὰρ om. F 16 ὡς] οἱ F ἀμφότερα ἐπιδέχεσθαι om. F (ἔχειν post λόγον add.) 18 ἐπειδὴ M 20 οὐ πάντα F τὰ (alt.) om. F 21 ἐπιδέχετα om. F 22 τρίγωνόν ἐστι F 23 δὲ om. F 24 τὴν ἀρχήν] scribas τὸν αὐτὸν ὁρισμόν 25 ἐπιδ. τὰ ποιὰ colloc. M 27 ἐνταῦθα om. M 28 παντὶ M)

91
ὅμοια δὲ καὶ ἀνόμοια· ἐπ’ οὐδεμιᾶς γὰρ τῶν ἄλλων κατηγοριῶν ἁρμόζει τοῦτο τὸ ἴδιον.

[*](p. 11 a 20)

Οὐ δεῖ δὲ ταράττεσθαι.

ἐπειδὴ ᾔσθετο πολλὰ τῶν πρός τι ἀπαριθμησάμενος διαλαμβάνων περὶ ποιοῦ, φησὶν ὅτι οὐ δεῖ περὶ τούτου ἀπορεῖν, ἐπειδὴ περὶ ποιοῦ ἦν ὁ λόγος· πολλὰ γὰρ τῶν πρός τι ὑπὸ τὸ ποιὸν ἀνηγάγομεν οἷον ἕξιν καὶ διάθεσιν· ἡ γὰρ ἕξις τινὸς ἕξις λέγεται καὶ ἡ διάθεσίς τινος διάθεσις. ἐπιλύεται δὲ τοῦτο διχῶς.

[*](p. 11 a 23)

Σχεδὸν γὰρ ἐπὶ πάντων.

Πρώτη τῆς ἀπορίας ἐπίλυσις αὕτη· φησὶ γὰρ τὰ μὲν γένη τῶν ποιοτήτων ὑπὸ τὰ πρός τι ἀναφέρεσθαι, τὰ δὲ εἴδη ὑπὸ τὸ ποιόν, οἷον ἡ μὲν ἐπιστήμη λέγεται τῶν πρός τι (τινὸς γὰρ ἐπιστήμη λέγεται), ἡ δὲ γεωμετρία οὐκ ἔστι τῶν πρός τι· οὐ γὰρ λέγεταί τινος γεωμετρία, ἀλλ’ εἰ ἄρα, τινὸς ἐπιστήμη. καὶ αὕτη μὲν ἐπιπόλαιος ἡ λύσις. ἀκριβεστέρα δὲ ἡ ὕστερον· ἐπιστήμονες γὰρ λεγόμεθα, φησίν, οὐ τῷ μετέχειν ἀπλῶς ἐπιστήμης, ἀλλὰ τῷ μετέχειν ἢ μουσικῆς ἢ γεωμετρίας ἢ ἄλλης τινός. καὶ ἐκείνη μὲν τῶν πρός τι ὡς ἀόριστος οὖσα, τὰ δὲ εἴδη αὐτῆς οὐκέτι· ὥρισται γὰρ καὶ οὐ λέγομεν τὴν μουσικὴν ἢ τὴν γεωμετρίαν τινὸς μουσικὴν ἢ γεωμετρίαν ἀλλὰ ποιότητας· ποιοὶ γὰρ κατὰ ταύτας λεγόμεθα. ὥστε τὸ μὲν γένος ὑπὸ τὰ πρός τι ἀναφέρεται τὰ δὲ εἴδη ὑπὸ τὴν ποιότητα. ἵνα δὲ ἀκριβέστερον τοῦτο μάθωμεν, ἐκ διαιρέσεως λάβωμεν οὕτως· τῶν ὄντων τὰ μέν ἐστιν ὑποκείμενα ὡς ἡ οὐσία, τὰ δὲ ἐν ὑποκειμένῳ ὡς τὰ συμβεβηκότα. | καὶ τῶν ἐν ὑποκειμένῳ ὄντων τὰ μὲν [*](128r) ἐν σχέσει ἐστὶ καὶ γίνεται τὰ πρός τι, τὰ δὲ οὐκ ἐν σχέσει. τῶν δὲ μὴ ἐν σχέσει ὄντων τὰ μὲν ἀμερίστως ὑπάρχει καὶ γίνεται ποιότης, τὰ δὲ μεριστῶς καὶ γίνεται τὸ ποσόν. οὐκοῦν οὐδὲν ἄτοπον τὸ μὲν γένος ὑπὸ τὰ πρός τι, τὰ δὲ εἴδη ὑπὸ τὸ ποιὸν ἀνάγεσθαι. καὶ αὕτη ἐστὶν ἀκριβὴς ἐπίλυσις. ἄλλως τε δὲ οὐδὲν ἄτοπόν τινα τῶν ἀναφερομένων ἐπὶ ἑτέραν κατηγορίαν ἀναφέρεσθαι καὶ ὑπὸ τὰ πρός τι, μᾶλλον δὲ πᾶσα ἀνάγκη τὰ ὑπὸ τά πρός τι ἀναγόμενα ἀνάγεσθαι καὶ ὑπὸ ἄλλην τινὰ κατηγορίαν· [*](1 ὅμοιον—ἀνόμοιον F post ἀνόμοια add. κατὰ μόνας· Τὰ πρῶτα ἀπεδοκίμασε τοῦ ποιοῦ παρακολουθήματα, τοῦτο δὲ ὡς κυρίως ἰήιον προσφέρει τὸ ὅμοιον καὶ ἀνόμοιον λέγεσθαι M γὰρ] δὲ F 5 περὶ τούτου om. F 6 ὑπὸ] ἐπὶ F 7 post διάθεσιν add. εἰ ὡνμάσαμεν ἕξιν καὶ διάθεσιν ἐνταῦθα πρός τι ὄντα M 11 ἀναφέρεσθαι] ἀνέρχεσθαι M 12 τῶν om. F τινὸς—λέγεται om. F 13 οὐκ ἔστι] οὐκέτι M λέγεται γὰρ οὐ colloc. M γεωμετρία (alt.) om. M ante ἀλλ’ add. τὰ δ’ εἴδη ταύτης ὑπὸ τὸ ποιὸν ἀναφέρεται M 14 εἰ] ἢ F ἐπιπολαίως F 15 φησίν om. M ἁπλῶς] τινὸς F 18. 19 τινὸς— γεωμετρίαν om. F 19 ποιότητας scripsi: ποιά libri 22 αἱ οὐσίαι M 23 ὡς τὰ συμβεβηκότα καὶ om. M τῶν ἐν ὑποκειμένω ὄντων om. F 24 δὲ (alt.) om. M 28 δὲ om. M 30 post ἀνάγεσθαι add. πάντως M κὰτ τινά coll. F)

92
εἴρηται γὰρ ὅτι ἴδια πράγματα οὐκ ἔχει τὰ πρός τι, ἀλλ’ ἐν ταῖς ἄλλαις κατηγορίαις θεωρεῖται. |