In Aristotelis Categorias Commentarius

Ammonius

Ammonius, In Aristotelis Categorias Commentarius, Commentaria in Aristotelem Graeca, Vol 4.4. Busse, Adolf, editor. Berlin: Reimer, 1895.

[*](p. 3 a 7)

Κοινὸν δὲ κατὰ πάσης οὐσίας τὸ μὴ ἐν.

Διελὼν τὴν οὐσίαν εἴς τε τὴν πρώτην καὶ τὴν δευτέραν καὶ παραβαλὼν αὐτὰς πρὸς ἀλλήλας, | νῦν εὐτάκτως ποιῶν τὸν ὁρισμὸν τῆς οὐσίας [*](101v) ἀποδοῦναι βούλεται. ἐπειδὴ δὲ ἡ οὐσία γένος ἐστὶ γενικώτατον, τῶν δὲ γενικωτάτων ὁρισμὸν οὐ δυνάμεθα ἀποδοῦναι διὰ τὸ τοὺς ὁρισμούς, ὡς ἴσμεν, ἐκ γένους καὶ συστατικῶν διαφορῶν λαμβάνεσθαι, τῆς οὐσίας το ἵδιον ἐπιζητεῖ· ἔοικε γάρ πως τοῦτο τῷ ὁρισμῷ· ὥσπερ γὰρ ὁ ὁρισμὸς μόνῳ καἴ παντὶ ὑπάρχει, οὗ ἐστιν ὁρισμός, καὶ πρὸς τὸ ὁριστὸν ἀντιστρέφει, οὕτω τὸ ἴδιον μόνῳ καὶ παντὶ ὑπάρχει, οὗ ἐστιν ἴδιον, καὶ ἀντιστρέφουσι πρὸς ἄλληλα. διὰ ταύτην οὖν τὴν αἰτίαν ἴδιον τῆς οὐσίας ἀποδοῦναι βούλεται· οὐ παραδίδωσι δὲ εὐθὺς τὰ ἀρέσκοντα αὐτῷ, ἀλλὰ πρῶτον τοῦτο λέγει τῆς οὐσίας ἴδιον τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι, ὃ πάσῃ μὲν ἁρμόζει, οὐ μόνῃ δέ, ἀλλὰ καὶ ταῖς διαφοραῖς. δεῖ δὲ τὸ ἴδιον μόνῳ καὶ παντὶ ὑπάρχειν. διὰ δὲ τοῦ εἰπεῖν κοινὸν δὲ δοκεῖ ἐναντία ἑαυτῷ λέγειν· εἰ γὰρ ἴδιον βούλεται τῆς οὐσίας ἀποδοῦναι, πῶς φησι κοινόν; λέγομεν ὅτι δεῖ πάντως δύο τινὰ ὑπάρχειν τῷ ἰδίῳ, λέγω δὴ τὸ μόνῳ καὶ παντί· διὰ οὖν τοῦ εἰπεῖν κοινὸν ἐσήμανε τὸ πάσῃ. τὸ δὲ ἀποδοθὲν ἴδιον φανερὸν μέν ἐστι καὶ ἐπὶ τῶν πρώτων οὐσιῶν, δῆλον δὲ ὅτι καὶ ταῖς δευτέραις ὑπάρχει ἐκ τούτου· τὸ γὰρ ζῷον καὶ ὁ ἄνθρωπος ἐν τῷ μερικῷ ἀνθρώπῳ πώς εἰσιν οὐχ ὡς ἐν ὑποκειμένῳ ἀλλ’ ὡς καθ’ ὑποκειμένου.

[*](p. 3 a 15)

Ἔτι δὲ τῶν ἐν ὑποκειμένῳ ὄντων τὸ μέν.

Καὶ διὰ τούτου βούλεται δεῖξαι ὅτι αἱ δεύτεραι οὐσίαι οὐκ εἰσὶν ἐν ὑποκειμένῳ τῷ μερικῷ ἀνθρώπῳ· φησὶ γὰρ ὅτι τὰ ἐν ὑποκειμένῳ ὄντα τοῦ μὲν ὀνόματος ἔσθ’ ὅτε μεταδίδωσι τῷ ὑποκειμένῳ, τοῦ δὲ ὁρισμοῦ οὐδέποτε· λέγομεν γὰρ λευκὸν σῶμα, καὶ ἡ λευκότης ἐν ὑποκειμένῳ [*](1 οὕτω — ὑποκεῖσθαι (2) om. F 2 ὑπόκειται — γένη] εἰκότως οὖν ὑπόκειται τὰ γένη καὶ τὰ εἴδη F 3 εἰκότως—λέγονται om. F οὑν inserui ex F (cf. not. 2): om. M 4 post ἄλλων add. ἤγουν τῶν συμβεβηκότων F 6 τὴν (ante δευτ.) om. M 7. 8 τῆς οὐσ. τὸν ὁρ. βούλ. ἀποδ. colloc. F 12 ὁρισμός — οὗ ἐστιν (13) om. M 16 ὃ om. Μ 17 μὲν γὰρ M 18 τοῦ] τὸ F δοκεῖ Vat. 7123: δόξει F: evan. M 19 ἑαυτῶ] αὐτῶ F 20 ὑπάρχει F τοῖς ἰδίοις M1 δὴ] δὲ F 21 οὖν τοῦ] οὖν τὸ F: τοῦ οὑν M 23 ὁ om. M 24 ὡς (prius) om. M 24. 25 ἀλλ’ ὡς καθ’ ὑποκειμένου om, F 26 ἔτι δὲ τῶν Vat. 2173: τῶν δέ γε F: ἔτι δὲ τῶν μὲν M 27 τούτου Vat. 2173: τοῦτο FM αἱ δεύτεραι — ἔσθ᾿ ὅτε (29) om. F 28 ἀνθρώπῳ eicias 29 post ὑποκ. add. τοῦ ὀνόματος F 30 ἡ om. M)

45
οὖσα τῷ σώματι τοῦ ὀνόματος μεταδέδωκε τῷ ὑποκειμένῳ, τοῦ δὲ ὁρισμοῦ οὔ· οὐ γὰρ λέγομεν τὸ σῶμα χρῶμα διακριτικὸν ὄψεως. αἱ δὲ δεύτεραι οὐσίαι καὶ τοῦ ὀνόματος καὶ τοῦ ὁρισμοῦ μεταδιδόασιν· ὁ γὰρ Σωκράτης λέγεται καὶ ἄνθρωπος καὶ ζῷον λογικὸν θνητόν. |

[*](p. 3 a 21)

Οὐκ ἴδιον δὲ τὴς οὐσίας τοῦτο, ἀλλὰ καὶ ἡ διαφορὰ [*](102r) τῶν μὴ υποκειμενῳ

Τὸ ἀποδεδομένον τῆς οὐσίας ἴδιον ἐκβάλλει ὡς μὴ μόνον ταύτῃ ὑπάρχον ἀλλὰ καὶ ταῖς διαφοραῖς. καὶ ἐκ τούτου δῆλός ἐστι χωρίζων τὰς διαφορὰς τῶν οὐσιῶν· ὥστε συμβαίνει αὐτὰς συμβεβηβότα εἶναι, ὅπερ ἄτοπον· καὶ αὐτῷ γὰρ τῷ Ἀριστοτέλει δοκεῖ οὐσίας αὐτὰς εἶναι, ὥστε ἐκ τούτων καὶ τὰ εἴδη συμπληροῦσθαι καὶ οὐσιωδῶς αὐτῶν κατηγορεῖσθαι· εἰ γὰρ μὴ ἦσαν οὐσίαι, συνέβαινεν ἐκ συμβεβηκότων οὐσίαν γενέσθαι, ὅπερ ἄτοπον. εἴπερ οὖν αἱ διαφοραὶ οὐσίαι εἰσί τὰ γὰρ τῆς οὐσίας μέρη οὐσίαι εἰσὶ καὶ ὁ ὁρισμὸς ἐκ τῶν τῆς οὐσίας μερῶν συνίσταται), πῶς φησιν ὁ Ἀριστοτέλης οὐκ ἴδιον δὲ οὐσίας τοῦτο ἀλλὰ καὶ τῶν διαφορῶν ὡς τῶν διαφορῶν δηλονότι ἑτέρων οὐσῶν παρὰ τὴν οὐσίαν; φαμὲν οὖν ὅτι τῶν οὐσιῶν αἱ μέν εἰσι νοηταὶ αἱ δὲ αἰσθηταί, καὶ τῶν αἰσθητῶν αἱ μὲν ἀίδιοι ὡς τὰ οὐράνια αἱ δὲ ἐν γενέσει καὶ φθορᾷ, καὶ τούτων αἱ μέν εἰσιν ἁπλαῖ ὡς τὸ λογικὸν τὸ θνητόν, ἅσπερ διαφορὰς οὔσας οὐσιώδεις ἡ φύσις συνεκέρασε πρὸς γένεσιν ἀνθρώπου, αἱ δὲ σύνθετοι ὡς τὰ γένη καὶ τὰ εἴδη καὶ τὰ ἄτομα. διδάσκει οὖν ἐνταῦθα ὁ Ἀριστοτέλης περὶ μόνης τῆς συνθέτου οὐσίας τῆς ἐν γενέσει καὶ φθορᾷ, [*](2 οὔ] οὐδέποτε μεταδίδωσιν M οὐ] οὔτε M 3 μεταδιδοῦσιν F 4 θνητόν oin. F post θνητόν acid. ἀποροῦσι δέ τινες, εἰ τὰ ἐν ὑποκειμένω κατηγορεῖται τῶν ἀτόμων οὐσιῶν, ὁμοίως δὲ καὶ αἱ δεύτεραι οὐσίαι. καὶ φαμέν ὅτι τὰ ἐν ὑποκειμένω ὁμωνύμως κατηγοροῦνται τῶν ἀτόμων οὐσιῶν, ἐκεῖναι δὲ συνωνύμως, οὐκ ἄρα εἰσὶν ἐν ὑποκειμένω. ἄλλως τε δὲ πολλάκις τὰ ἐν ὑποκειμένω οὐδὲ ὁμωνύμως κατηγοροῦνται αὐτῶν ἀλλὰ παρωνύμως. ἔτι τὰ ἐν ὑποκειμένω ἀεί ποτε ἄλλο ἐν ἄλλω ἐστίν, ὡς τὸ λευκὸν ἐν σώματι, ταῦτα δὲ οὐκέτι. ἔτι τὰ ἐν ὑποκειμένω ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον καὶ κατὰ πλάτος, αὗται δὲ οὐδαμῶς· ἔτι οὐδέποτε τὰ ἐν ὑποκειμένω ἐν τοῖς ἰδίοις ἀτόμοις τὴν ὕπαρξιν ἔχουσιν οὐδὲ γὰρ ἡ ἐπιστήμη ἐν τοῖς γραμματικὴ καὶ ἐν τοῖς λοιποῖς), ταῦτα δὲ ἐν τοῖς ἀτόμοις εἰσὶν ἤγουν τὰ εἴδη καὶ τὰ γένη. ἔτι τὰ ἐν ὑποκειμένω ἣ ἐνεργεία ἣ ἐν ἐπινοία χωρίζεται τοῦ ὑποκειμένου, ταῦτα δὲ οὗτε ἐνεργεία οὔτε ἐπινοία. ἰστέον δὲ ὅτι τῶν πραγμάτων τὰ μὲν καθ’ αὐτὰ εἰσίν, ὡς ἐπὶ τῆς θεωρίας ἤδη εἴρηται, τὰ δὲ ἐν σχέσει, καὶ ταῦτα ἢ πρὸς τὰ παρελθόντα λαμβάνεται καὶ καλεῖται πόρισμά ἢ πρὸς τὰ μέλλοντα καὶ καλεῖται λῆμμα. F 5 τοῦτο τῆς οὐσ. Aristot. τῆς om. F 8 χωρίζον F 9 συμβαίνειν F αὐτὰ F 10 δοκεῖ xuj ἂρ. colloc. M τῷ ora, F 11 ἐκ τούτων καὶ Laur. 72,5: ἐκ τούτων F: καὶ ἐκ τούτων M 12 ἤσαν οὐσίαι] οὕτως ἦσαν F γίνεσθαι Μ 13 εἴπερ] ἐπεὶ M οὐσίαι εἰσὶ Par. 1928 Vind. 10: οὐσία ἐστὶ FM 15. 16 τῶν διαφορῶν] αἱ διαφοραὶ M 16 παρὰ] περὶ M 17 ὅτι om. F 19 τούτων] τῶν ἐν γενέσει καὶ φθορᾶ M 20 οὔσας om. F οὐσιώδεις om. M ἀνθρώπων M 21 post ἄτομα add. γένη δὲ καὶ εἴδη ἐροῦμεν τὰ ἐπὶ τοῖς πολλοῖς, ἅτινα φαμὲν φθαρτὰ εἶναι διὰ τὴν ἐν τοῖς ἀτόμοις φθοράν M 22 post φθορᾶ add. ὡς καὶ πρόσθεν ἐλέγομεν M)

46
λέγω δὴ περί τε ἀτόμων καὶ εἰδῶν καὶ γενῶν. ἀμέλει τοι καὶ παραβάλλεων τὰς οὐσίας πρὸς ἀλλήλας παρέβαλλε τὰ εἴδη μόνα καὶ τὰ γένη, ἔτι δὲ καὶ τὰ ἄτομα ἐπειδὴ καὶ περὶ τούτων πρόκειται αὐτῷ διδάξαι, τῶν δὲ διαφορῶν μνήμην οὐδαμοῦ ἐποιήσατο, ἐπειδὴ ἁπλαῖ εἰσιν, τῶν δὲ συνθέτων, ὡς εἴρηται, τὸν λόγον ποιεῖται. διὰ ταύτην οὖν τὴν αἰτίαν εἶπεν ὁ Ἀριστοτέλης ὅτι οὐκ ἴδιον τῆς οὐσίας ὑπάρχει τοῦτο, οὐχ ἀπλῶς δὲ πάσης εἶπεν, ἀλλὰ τῆς συνθέτου. εἰκότως δὲ τοῦτο· ὑπάρχει γὰρ οὐ μόνον τῇ συνθέτῳ, ἀλλὰ καὶ τῇ ἁπλῇ, τοῦτ’ ἔστι ταῖς διαφοραῖς, τῷ λογικῷ καὶ τῷ ἀλόγῳ. καὶ διὰ τοῦτο ἔδοξεν ἀφορίζειν τὰς διαφορὰς τῶν οὐσιῶν.

Ἄλλοι δέ φασιν ὅτι αἱ διαφοραὶ ἀπλῶς οὐκ εἰσὶν οὐσίαι, ἀλλὰ τούτων αἱ μέν εἰσι πρὸς τῇ οὐσίᾳ ὡς τὸ λογικὸν καὶ τὸ θνητόν, αἱ δὲ πρὸς τοῖς συμβεβηκόσι καὶ τούτοις μᾶλλον γειτνιάζουσι ὡς τὸ ἐν κόρακι μέλαν ἢ ἐν τῷ κύκνῳ λευκόν, αἱ δὲ ἀκριβῶς ἐν μέσῳ τῶν οὐσιῶν καὶ τῶν συμβεβηκότων ὡς ἐν τῷ πυρὶ ἡ θερμότης· αὕτη γὰρ μετέχει μὲν συμβεβηκότος καθὸ ποιότης, μετέχει δὲ καὶ οὐσίας καθὸ συμπληρωτικὴ τοῦ ὑποκειμένου. οὗτοι δὲ εὐφυῶς μὲν ἐπέβαλλον, οὐ μὴν πάντῃ ἀληθῶς· ὑπὸ ποίαν γὰρ κατηγορίαν | ταῦτα ἀνάξομεν; ἢ δεηθῶμεν ἑνδεκάτης; [*](102v) ὅπερ ἄτοπον.

[*](p. 3 a 29)

Μὴ ταραττέτω δὲ ἡμᾶς τὰ μέρη τῶν οὐσιῶν.

Ὅπερ ἔμελλε τῷ Ἀριστοτέλει τις ἀπορήσειν, τοῦτο φθάσας αὐτὸς ἐπελύσατο· ἠπόρησε γὰρ ἄν τις λέγων ῾ ἐπειδὴ τὰ μέρη τῶν οὐσιῶν ἔν τινι ἐν γὰρ τῷ ἀνθρώπῳ θεωροῦνται χεῖρες καὶ σκέλη), καὶ τὰ συμβεβη- κότα δὲ ἔν τινι ὁμοίως, <ὡς> τύχοι ἐν τῷ ἀνθρώπῳ θεωρεῖται λευκότης θερμότης· τὰ μέρη ἄρα τῶν οὐσιῶν συμβεβηκότα, ὅπερ τοπον᾿. ἐπιλύων οὖν τοῦτο λέγει ὅτι ἀπεδόθη, πῶς εἰρήκαμεν τὸ συμβεβηκὸς ἔν τινι· <τὸ γὰρ συμβεβηκὸς ἔν τινι> οὐχ ὡς μέρος τοῦ ὑποκειμένου, αἱ δὲ διαφοραὶ χρείαν τῷ ὅλῳ παρέχουσι καὶ αὗται τὸ ὑποκείμενον συνιστᾶσιν· ὥστε εἰ καὶ κοινωνοῦσι κατὰ τὸ ἔν τινι, ἀλλ’ οὖν ἔστι τις ἐν αὐτοῖς διακαὶ [*](1 (ante εἰδῶν) om. F τοι καὶ] τοίνυν M 1. 2 παραβαλὼν F 2 παρέβαλε F 3 καὶ περὶ τούτων Laur. 72,5: δὲ περὶ τούτων δὲ superscr.) F: περὶ τούτων καὶ μόνων M 4 ἀπλᾶ ἐστι F 4. 5 scribas περὶ δὲ τῶν συνθ., nisi malis τῶν δὲ συνθ. — οὐσιῶν (10) eicere. 5 την οὖν iter. M 6 ὁ ἂρ. ὅτι om. F 7 εἰκότως — ἀλόγῳ (9)] εἰ δὲ τοῦτο ὑπάρχει οὐ μόνον τῆ συνθέτω ἀλλὰ καὶ ταῖς ἁπλαῖς, τουτέστι ταῖς διαφοραῖς τῶ λογικῶ καὶ xw ἀλόγω, εἰκότως μὴ ἴδιον ὑπάρχειν εἶπε τοῦτο τῆς οὐσίας M 13 γειτινιάζουσιν F 14 τὸ λευκὸν M τῶν τε οὐσιῶν M 16 συμπληρωτι- κὸν F 17 ἐπέβαλον M μὴν δὲ F 20 ὑμὰς F 21 ἀπορεῖν F τοῦτο om. F 22 ἐπιλύεται M σκέλλη F 24 ὡς ex Laur. 72,5 inserui θεωροῦνται F 26 εἰρήκαμεν om. M 27 τὸ γὰρ συμβεβηκὸς ἔν τινι ex Laur. 72,5 inserui post ὑποκειμ. add. μᾶλλον γὰρ θλίβει τὸν (sic) ὑποκείμενον F 28 συνι- στῶσιν F 29 καὶ om. F ἐν (alt.) om. M)

47
φορά, καθὸ αἱ μὲν συμπληροῦσι καὶ μέρη ὑπάρχουσι, τὸ δὲ οὐδαμῶς. ἰστέον δὲ ὅτι οὐ περὶ αἰσθητῶν μερῶν τῆς οὐσίας ὁ λόγος αὐτῷ ἐστιν οἷον χειρῶν καὶ ποδῶν ἢ τοιούτων, ἀλλὰ περὶ νοητῶν τῶν καὶ ὄντως μερῶν οἷον λογικοῦ καὶ θνητοῦ· τῶν γὰρ μερῶν τὰ μέν ἐστιν αἰσθητὰ τὰ δὲ νοητά· περὶ οὖν τῶν νοητῶν μερῶν αὐτῷ ὁ λόγος· οὕτω γὰρ καὶ καιρὸν ἔχει τοῦ θεωρήματος τούτου ἡ τάξις· ἐπειδὴ γὰρ εἶπεν ῾ οὐκ ἴδιον οὐσίας ἐστὶ τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι, ἐπειδὴ καὶ αἱ διαφοραὶ μὴ ἐν ὑποκειμένῳ εἰσίν᾿ , ἵνα μὴ νομίσῃ τις τοῦτο αὐτὸν εἰρηκέναι ὡς τῶν διαφορῶν μὴ οὐσῶν σῶν οὐσιῶν, αἵτινές εἰσι κυρίως οὐσίαι, διὰ τοῦτο εἶπε μὴ ταραττέτω δὲ ἡμᾶς τὰ μέρη τῶν οὐσιῶν ὡς ἐν ὑποκειμένοις ὄντα τοῖς ὅλοις, ἐπεὶ ἀκαίρως δόξει τοῦτο τὸ θεώρημα ἐμβεβλῆσθαι, εἰ μὴ ἀποδεξόμεθα αὐτὸν λέγειν περὶ τῶν νοητῶν μερῶν τοῦ τε λογικοῦ καὶ τοῦ θνητοῦ, ἅπερ ἰδίως μέρη εἰσὶ τοῦ ἀνθρώπου· ἐκ γὰρ αὐτῶν ὁ ἄνθρωπος.

[*](p. 3 a 31)

Οὐ γὰρ οὕτω τὰ ἐν ὑποκειμένῳ ἐλέγετο. Τοῦτό ἐστι τὸ λεγόμενον· τὰ συμβεβηκότα εἰ καὶ ἔν τινί ἐστιν, οὐχ ὡς τὰ μέρη τῶν οὐσιῶν. ἀλλ’ εἴρηται πῶς ἔν τινί ἐστιν ἐκεῖνα, ὅτι οὐχ ὡς μέρος ἐν ὅλῳ.

[*](p. 3 a 33)

῾ Υπάρχει δὲ ταῖς οὐσίαις καὶ ταῖς διαφοραῖς.

ἐπὶ δεύτερον παρακολούθημα μεταβέβηκε τῆς οὐσίας, εὐθὺς δὲ [*](103r) κατέγνω καὶ τούτου. δῆλον δέ ἐστιν ἐκ τοῦ συνάψαι τὰς διαφοράς· δηλοῖ γὰρ καὶ ταύταις πάλιν ἐφαρμόζειν καὶ τοῦτο τὸ ἴδιον. ἄλλως τε δὲ οὐ κατὰ τοῦτο μόνον οὐκ ἐφαρμόζει τὸ ἴδιον τοῦτο ταῖς οὐσίαις, ἀλλὰ καὶ διὰ τὸ πάσῃ τῇ οὐσίᾳ μὴ ὑπάρχειν αὐτό· ἡ γὰρ πρώτη οὐσία κατ’ οὐοενος κατηγορεῖται.

[*](p. 3 a 35)

Ἤτοι κατὰ τῶν ἀτόμων κατηγοροῦνται.

Πρῶτον διδάσκει τίνα ἐστὶ τὰ δεχόμενα τὴν κατηγορίαν, εἶτα οὕτως [*](1 post μὲν add. οὐσιώδεις F τὸ δὲ οὐδαμῶς] αἱ δὲ οὐχ οὕτως εἰσίν F 2 τῆς οὐσίας om. F αὐτῶ ante μερῶν colloc. F 3 ἢ τοιούτων om. M 4 λογικὸν καὶ θνητόν M εἰσιν M 5 post λόγος add. οὐ γὰρ περὶ τῶν αἰσθητῶν μερῶν τοῦ ἀνθρώπου νῦν διαλαμβάνει M γὰρ om. M καὶ supra scr. F 6 εἶπεν] ἔφησεν M 7 ἐστὶ] εἶναι M ἐπειδὴ — εἰσίν (8)] διὰ τὸ καὶ ταῖς διαφοραῖς ὑπάρχειν τὸ μὴ εἶναι ἐν ὑποκειμένω M 8 μὴ μόνον F τοῦτο — οὐσιῶν (9)] τὰς διαφορὰς ἐκβάλλειν τῆς οὐσίας M 9 δὲ om. F 10 ὑμᾶς F ὡς om. M ὑποκειμένω F 11 ἐκβεβλῆσθαι F 12 τοῦ (ante θνητοῦ) om. F 13 ἰδίως] κυρίως M 15 τινι εἰσίν F 16 οὐσιῶν εἰσίν F εἰσιν M 19 μεταβαίνει M post οὐσίας add. καταγνοὺς τοῦ προτέρου. νῦν δὲ τὸ κυρίως ἴδιον οὐ ζητεῖ τῆς οὐσίας M 20 δηλοῖ] δῆλον F 21 ταύταις] ταὐτὸν M 22 τοῦτο om. F 23 τὸ om. F ὑπάρχει F 23. 24 κατηγ. κατ’ ὑπ᾿ Μ1) οὐδενὸς colloc. M 26 εἰσὶ F)

48
τὴν συνώνυμον ἐπ’ αὐτῶν ἐφαρμόζει κατηγορίαν· τὰ μὲν γὰρ ἄτομα κατ’ οὐδενὸς ὑποκειμένου λέγεται, τὰ δὲ εἴδη τῶν ἀτόμων, καὶ πάλιν τὰ γένη κατ’ ἀμφοτέρων. ταῦτα δὲ καὶ συνωνύμως καθ’ ὧν κατηγορεῖται λέγεται· ὅσα γὰρ κατὰ τοῦ κατηγορουμένου λέγεται, τοσαῦτα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται· λέγεται γὰρ ὁ Σωκράτης οὐσία ἔμψυχος αἰσθητικὴ καὶ ζῷον λογικὸν θνητόν, λέγεται καὶ ὁ ἄνθρωπος οὐσία ἔμψυχος αἰσθητική. καὶ τοῦτο εἰκότως· επετον γαρ το γενος του ειοους κατηγορεῖται καὶ του ἀτόμου, τὸ δὲ εἶδος τοῦ ἀτόμου, ὅσα δέ κατὰ τοῦ κατηγορουμένου λέγε· τᾶι, τοσαῦτα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται, εἰκότως τὸ μὲν γένος κατὰ τῶν ἀτόμων καὶ κατὰ τῶν εἰδῶν συνωνύμως κατηγορεῖται, τὸ δὲ εἶδος τῶν ἀτόμων.

[*](p. 3 b 10)

Πᾶσα δὲ οὐσία δοκεῖ τόδε τι σημαίνειν.

[*](103v)

᾿Απωσάμενος τὰ πρότερα δύο παρακολουθήματα τῆς οὐσίας τό τε μὴ ἐν ὑποκειμένῳ εἶναι καὶ τὸ συνωνύμως πάντα ἀπ’ αὐτῶν λέγεσθαι, ἐπὶ τρίτον μεταβέβηκε τὸ τόδε τι σημαίνειν. καὶ ἔστι μὲν οὖν τὸ τόδε τῆς δείξεως σημαντικόν, τὸ δὲ τὶ τῆς κατὰ τὸ ὑποκείμενον οὐσίας, ὅτι ὑπομένει καὶ οὐ δέεταί τινος οὐδὲ ἔστιν ἐν ὑποκειμένῳ, ἀλλ’ αὐτὴ ὑποκείμενον πᾶσίν ἐστι καὶ τῆς ἑνότητος αἰτία, τοῦτ’ ἔστι τοῦ ἓν σημαίνειν, [*](1 αὐτοῖς F 2 τὸ γένος F 3 δὲ καὶ] γὰρ F 4 τοσαῦτα — ῥηθήσεται cm. F 5 καὶ ζῶον — αἰσθητική (6) om. M 8 ὅσα — ῥηθήσεται (9) οm. F 9 γένος om. F 10 κατὰ (ante τῶν εἰδῶν) om. M 12 ante lemma add. Aristotelis verbis πᾶσα δὲ οὐσία (p. 3b10)—τὸν ἄνθρωπον (p. 3b23) intermissis Μετὰ τὸ ἀποδοκιμάσαι τὰ πρῶτα δύο ἴδια τῆς οὐσίας, ἐπὶ τὸ τρίτον μεταβέβηκε, καὶ ζητοῦμεν τὴν τάξιν αὐτῶν, ἔπειτα διὰ τί τῶ τόδε τι ἐχρήσατο, καὶ καὶ iter. F) τρίτον διὰ τί τῶ σημαίνειν ἐχρήσατο, καὶ οὐχὶ τὸ (sic) σημαίνεται. τὸ γὰρ σημαίνειν φωνῶν ἐστί, τὸ δὲ σημαίνεσθαι πραγμάτων. ἐπειδὴ τοίνυν τῶ οὐκ ἐν ὑποκειμένω πολλαχῶς ἐχρήσατο, καὶ τὸν τρόπον δὲ τῆς κατηγορίας πῶς γίνεται ἤδη ἐνδείξας, ἀναγκαῖον προέταξεν ἴδιον τῆς οὐσίας τὸ οὐκ ἐν ὑποκειμένω εἶναι. δεύτερον δὲ τὸ συνωνύμως ἀπ’ αὐτῶν λέγεσθαι, διότι καὶ ἄλλα παρὰ τὰς δευτέρας οὐσίας συνωνύμως κατηγοροῦνται τῆς ἀτόμου οὐσίας ὡς αἱ διαφοραί. τρίτην δὲ τάξιν ἀπένειμε τι, τόδε τι, ἐπειδὴ τὰ λοιπὰ ἴδια ἐπὶ πραγμάτων λαμβάνονται ὡς τὸ μᾶλλον καὶ ἧττον καὶ τὸ μὴ ἔχειν ἐναντίον· τούτω δὲ ἐπὶ μόνων φωνῶν ἐχρήσατο τῶ τόδε τι. ἐπειδὴ δὲ ὁ ἀριστοέλης τὸ τόδε τι ὡρισμένως δεικτικὸν ἐπὶ ὡρισμένων πραγμάτων καὶ ὑπαρ- χόντων ἐλάμβανε, τὸ δὲ τοιόνδε ἐπὶ τοῦ ἀορίστου καὶ τοῦ καθόλου εἰκότως γὰρ ἐπέχει λόγον τὸ καθόλου πάντων ἁπλῶς), ὁ δὲ πλατῶν τῶ τόδε τι ἐπὶ τοῦ καθόλου ἐλάμβανεν ἀναγκαίως ὡς ὡρισμένον ὡς ἐπὶ τῶν ἰδεῶν ἔλεγε γὰρ ταύτας ἐν ὑπάρξει καὶ οὐσίας εἶναι) τὸ δὲ τοιόνδε ἐπὶ τοῦ καθέκαστα ταῦτα γὰρ ἔλεγεν ἀόριστα διὰ τὸ μὴ εἶναι ἐν στάσει ἀλλ’ ἐν ῥοὴ καὶ ἀπορροὴ τὸ εἶναι ἔχειν), ἀμφότερα οὖν κατ’ ἄλλο καὶ ἄλλο λαμβάνοντες καλῶς ἔλεγον. τὸ δὲ σημαίνειν εἴρηκεν, ἐπειδὴ ἔστιν ὅτε ὁ ἀριστοτέλης τὸ πάθος τοῦ πράγματος ἐπὶ τὴν φωνὴν ἀνάγει καὶ τὸ (τῶ F) τῆς φωνῆς πάθος ἐπὶ τὸ πρᾶγμα, ὡς ἐπὶ τοῦ σωκράτης περιπατεῖ ἐνέργειαν ἐπὶ τὴν τοῦ σωκράτους φωνὴν ἀνάγει, πάλιν ὁ ἄνθρωπος νοεῖ, ὅπερ τῆς ψυχῆς ἴδιον τὸ νοεῖν, πάλιν ὁ ἄνθρωπος τεκταίνεται, ὅπερ μόνον σώματος. F 13 ἀπωσάμέονς — σημαίνειν. (15) om. F 15 καὶ om. F καὶ ἔστι—ἄνθρωπος (49,1) eicias 16 δείξεως] ἕξεως M τὸ ἀποκείμενον F: τοῦ ὑποκειμένου M 16 17 ὑπομαίνει F 17 τινος om. M αὕτη F)

49
ὡς τόδε τὸ ξύλον ὅδε ὁ ἄνθρωπος· τὸ γὰρ τόδε τι λέγεται ἐπὶ τῆς κατὰ τὸ ὑποκείμενον οὐσίας, τοῦτ’ ἔστι τῆς ἀτόμου τῆς φαινομένης· αὕτη γάρ ἐστιν ἡ καὶ τὴν δεῖξιν καταδεχομένη. καταγινώσκει δὲ καὶ τούτου τοῦ ἰδίου ὡς μόνῃ μὲν τῇ οὐσίᾳ παρακολουθοῦντος, οὐ πάσῃ δέ· τὰ γὰρ εἴδη, φησί, καὶ τὰ γένη ὡς ὁ ἄνθρωπος καὶ τὸ ζῷον δοκεῖ μὲν τόδε τι σημαίνειν διὰ τὸ τὸν ἑνικὸν χαρακτῆρα ἐμφαίνειν, σημαίνει δὲ μᾶλλον πλῆθος καὶ ποιότητά τινα· τὴν γὰρ κοινωνίαν καὶ συναγωγὴν τῶν κατὰ μέρος ἐμφαίνει. διό φησιν ‘οὐκ ἔστι ποιὸν ὡς τὸ συμβεβηκός, ἀλλὰ περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζει᾿, τοῦτ’ ἔστι τὴν συναγωγὴν καὶ συνάθροισιν τῶν κατὰ μέρος ἀνθρώπων· τὸ μὲν γὰρ ποιὸν ὡς συμ|βεβηκὸς ἐπεισέρχεται τῇ [*](104r) οὐσίᾳ ὑστερογενὲς ὂν καὶ δεόμενον αὐτῆς πρὸς σύστασιν, τοῦτο δὲ οὐδαμῶς.

[*](p. 3 b 24)

῾Υπάρχει δὲ ταῖς οὐσίαις καὶ τὸ μηδὲν αὐταῖς ἐναντίον.

ἐπὶ τέταρτον παρακολούθημα μεταβέβηκε τῆς οὐσίας, καταγινώσκει δὲ καὶ τούτου ὡς καὶ ἄλλοι τισὶ προσόντος· τῷ γὰρ ποσῷ οὐδέν ἐστιν ἐναντίον, οἷον τῷ διπήχει, ὁμοίως οὐδὲ τῷ ἀριθμῷ οὐδέν ἐστιν ἐναντίον· τί γὰρ ἄν εἴη τῷ δέκα ἐναντίον; ἐὰν γὰρ εἴπῃς τὰ τρία τῷ δέκα ἐναντία, τότε τὸ μέγα καὶ τὸ μικρὸν λαμβάνεις, καὶ ταῦτα οὐκ ἔστιν ἐναντία ἀλλὰ πρός τι, οἷς οὐδέν ἐστιν ἐναντίον.

[*](p. 3 b 26)

Οὐδέ γε τ ῷ ἀνθρώπῳ ἢ τῷ ζῴῳ.

οὐ γὰρ ὥσπερ τῷ θερμῷ τὸ ψυχρόν ἐστιν ἐναντίον τῷ δὲ λευκῷ τὸ μέλαν, οὕτω καὶ τῷ Σωκράτει ἐστί τι ἐναντίον ἢ τῷ ἀνθρώπῳ ἢ τῷ ζῴῳ.

[*](1 ὡς ὅδε F: ὅσδε M 4 παρακολουθῦντες F ὥς φησι F 6 τὸ τὸν] τὸ (v eras.) F 8 οὐσίας M 9 συνάθρ.] τὴν ἄθροισιν M 11 πρὸς συστ.] ἐν F τοῦτο] τὸ M 12 ante lemma add. Aristotelis verbis ὑπάρχει (p. 3 b 24)— οὐδέν ἐστιν ἐναντίον οὐδενί (sic, p. 3 b 32) intermissis hoc scliolion Φᾶσί τινες τὸ λογικὸν καὶ τὸ ἄλογον τὸ θνητὸν καὶ τὸ ἀθάνατον καὶ τὸ σῶμα καὶ τὸ ἀσώματον ὅτι ἐστὶν ἐναντία. καί φαμεν πρὸς αὐτοὺς κατά τε ἔνστασιν καὶ ἀντιπαράστασιν. κατὰ ἔνστασιν μὲν ὅτι ταῦτα οὐ μόνον οὐ φθείρει ἄλληλα ὡς ἐναντίῃ ἀλλὰ καὶ σωστικά εἰσιν ἀλλήλοις. ἐὰν γὰρ τὸ ἀθάνατον ὡς κρεῖττον τοῦ συνθέτου συνθέτου Par. 1973: συνελθόντος F) λάβωμεν, σώζει τὸ θνη- τὸν ὡς θεὸς τὸν ἄνθρωπον. εἰ δὲ τὸ ἀσώματον, ὡς χεῖρον τοῦ συνθέτου σώζεται ὑπὸ τοῦ σώματος ὡς εἶδος. κατὰ ἀντιπαράστασιν δέ, ὅτι εἰ καὶ ἐναντία αὐτὰ δεξόμεθα, ἀλλ’ ὡς δια- φοραὶ οὐσιώδεις ἁπλαῖ εἰσί, περὶ δὲ τῶν συνθέτων ὁ λόγος τῶ ἀριστοτέλει. ὥστε οὐ ψευδὴς ὁ λόγος ὅτι οὐδέν ἐστιν ἐναντίον τῆ οὐσία ἣν ὡρίσατο. ἔτι ἀποροῦσι περὶ τῆς τοῦ πυρὸς θερμότητος καὶ τῆς τοῦ ὕδατος ψυχρότητος ὡς τούτων τῶν οὐσιωδῶν διαφορῶν ἐναντίων οὐ- σῶν. καὶ φησὶ πρὸς αὐτοὺς ἀλέξανδρος ῾ πῶς λέγετε αὐτὰ ἐναντιοῦσθαι; εἰ μὲν καθὸ σώματα, εὑρεθήσονται αὐτὰ ἑαυτοῖς μαχόμενα, εἰ δὲ ὡς ποιότητες ἐν σώματι, οὐδὲν ἄτοπον κατ’ ἄλλο καὶ ἄλλο μάχεσθαι.’ F αὐταῖς om. M 13 post οὐσίας add. τὸ λέγον μηδὲν ἐναντίον αὐταῖς εἶναι M 15 post διπήχει add. οὐδέν ἐστιν ἐναντίον M ὁμοίως δὲ Μ οὐδέν om. F 16 γὰρ om. F τῶ δέκα εἶναι τὰ τρία M 17 καὶ ταῦτα Vat. 2173: κἀνταῦθα FM εἰσὶν F ἷς οὐδέν] οὐδὲν δὲ F 19 γε Vat. 2173: om. FM οὐ] οὐδὲ F ἐστιν om. F δὲ om. F 21 καὶ om. F τι post ἐναντίον colloc. F Comment. Arist. IV. 4 Ammon. in Cat. 4:)
50
[*](p. 3 b 30)

Ei μή τις τὸ πολὺ τῷ ὀλίγῳ φαίη.

Κατ’ ἀλήθειαν οὐδὲ ταῦτά ἐστι κυρίως ἐναντία, ὡς καὶ αὐτὸς ἀποδείξει ὀλίγον ὕστερον. κατὰ δὲ συγχώρησίν φησιν ὅτι εἰ καὶ ἐναντία ἐστὶ ταῦτα, οὐδὲν ἄτοπον ἀκολουθήσει τὸ προκείμενον πρᾶγμα· ἱκανὸν γὰρ ἓν καὶ μόνον ἀνατρέψαι τὸ καθόλου. εἰ οὖν τῷ διπήχει οὐδέν ἐστιν ἐναντίον, δῆλον ὅτι οὐ μόνῃ τῇ οὐσίᾳ ὑπάρχει τὸ μηδὲν ἔχειν ἐνάντιον. |

[*](p. 3 b 33)

Δοκεῖ δὲ ἡ οὐσία μὴ ἐπιδέχεσθαι.

[*](104v)

Τοῦτο πέμπτον παρακολούθημα. εἰκότως δὲ οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον ἡ οὐσία, ἐπειδὴ οὐδὲ ἐναντιότητα ἔχει· ἐν οἷς γὰρ ἡ ἐναντιότης, ἐν τούτοις τὸ μᾶλλον καὶ ἧττον, καὶ ἐν οἷς τὸ μᾶλλον καὶ τὸ ἧττον, ἐν τούτοις καὶ ἐναντιότης· ὑφέσει γὰρ του ἐναντίου τικτεται τὸ μαχόμενον. οὐκ ἐπήγαγε δὲ πρὸς τῷ τέλει αὐτοῦ ὅτι ῾ οὐκ ἴδιον δὲ οὐσίας τοῦτο· καὶ γὰρ τὸ ποσὸν οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον᾿ · ἐπειδὴ γὰρ συνηγμένα εἰσὶ τὰ παρακολουθήματα, σοὶ κατέλιπεν ἐννοῆσαι καὶ προσυπακοῦσαι τοῦτο ὃ ἐπάνω ἦν εἰρηκώς.

[*](p. 3 b 34)

Λέγω δὲ οὐχ ὅτι οὐσία οὐσίας.

ἐπειδὴ γὰρ ἀνωτέρω εἶπε μᾶλλον οὐσίαν τοῦ εἴδους τὴν ἄτομον οὐσίαν ἢ τὸ εἶδος τοῦ γένους, νῦν φησιν ὅτι οὐ τοῦτο λέγω ὅτι οὐσία οὐσίας οὐκ ἔστι μᾶλλον καὶ ἧττον οὐσία, ἀλλ’ ὅτι ἡ αὐτὴ οὐσία οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, οἷον ὁ Σωκράτης οὐ λέγεται ποτὲ μὲν μᾶλλον Σωκράτης ποτὲ δὲ ἧττον, οὔτε ἄνθρωπος λέγεται μᾶλλον καὶ ἧττον ἄνθρωπος.

[*](p. 3 b 39)

Οὐ γάρ ἐστιν ἕτερος ἑτέρου μᾶλλον.

οὐ γὰρ Σωκράτης ποτὲ μὲν γίνεται μᾶλλον ἄνθρωπος ποτὲ δὲ ἧττον οὔτε πάλιν ὁ Σωκράτης Πλάτωνος μᾶλλον ἄνθρωπος καθὸ ζῷον λογικὸν θνητόν, ὥσπερ τὸ λευκὸν ἕτερον ἑτέρου μᾶλλον λευκὸν καὶ ἐπὶ τῶν ἄλλων [*](2 οὐδὲ scripsi: δὲ οὔτε F: οὔτε M εἰσὶ F 3 post ὕστερον add. λαβών M 4 ἄτοπον et πρᾶγμα om. M 5 διπίχει F 6 ἔχειν] ὑπάρχειν F 9 τοῦτο — παρακ.] ἐπὶ πέμπτον παρακ. μετῆλθε, λέγω δὴ τὸ προκείμενον M δὲ] φ·ησιν F 10 ἡ οὐσία om. M 11 τούτοις Yat. 2173: αὐτοῖς F: evan. M καὶ τοὐναντίον ἐν οἷς M 12 καὶ ἐναντ.] ἡ ἐναντ. F 15 γὰρ om. F εἰσὶ] ἦσαν M κατέλιπεν Vat. 2173: κατέλειψεν F: παρακατἐλειψεν M 17 λέγει F 20 καὶ ἧττον om. M ἡ αὐτὴ] αὕτη ἡ M 21 ὁ om. M 22. 26 οὔτε] an οὐδὲ? 27 ὲ́τερον—λευκὸν om. Μ)

51
ὁμοίως. λέγεται δὲ καὶ ἑαυτοῦ μᾶλλον λευκὸν γενέσθαι· τὸ γὰρ νῦν λευκὸν δύναται ὕστερον λευκότερον ἑαυτοῦ γενέσθαι ἐπιτεταμένης τῆς λευκότητος. |

[*](p. 4 a 10)

Μάλιστα δὲ ἴδιον τῆς οὐσίας. |

[*](105r) ῦτο ἕκτον παρακολούθημα ἴδιον ἀπέδωκε τῆς οὐσίας καὶ ἓν μὲν [*](105v) ἀριθμῷ φησιν, ἵνα φυλαχθῇ τὸ ὑποκείμενον ἕν, ταὐτὸν δὲ ἵνα μὴ μεταβάλῃ ταβάλῃ καθ’ ὑπόστασιν (τὸ γὰρ χρῶμα ἀπὸ λευκοῦ μέλαν γίνεται μεταβάλλει κατὰ ὑπόστασιν, ὁ δὲ Σωκράτης 〈μένων εἷς καὶ ὁ αὐτὸς ποιὲ μὲν θερμὸς γίνεται ποιὲ δὲ ψυχρός, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως〉), δεκτικὸν τῶν ἐναντίων, τοῦτ’ ἔστιν ἐπιτηδειότητα ἔχον τοῦ παρὰ μέρος δέχεσθαι τὰ ἐναντία· <οὐ γὰρ εἶπε δέχεσθαι τὰ ἐναντία>, ἐπεὶ ἐν ταὐτῷ καὶ κατὰ ταὐτὸ ἔσται τὰ μαχόμενα, ἀλλὰ τῷ δεκτικὸν εἶναι τὴν δύναμιν μόνον ἐσήμανε. πῶς δὲ ἴδιον τῆς οὐσίας δόξει εἶναι τοῦτο; οὐκέτι γὰρ καὶ ταῖς δευτέραις οὐσίαις ἁρμόζει. ἐροῦμεν ὅτι εἰ καὶ μὴ πάσῃ, ἀλλ’ οὖν μόνῃ παρακολουθεῖ. μᾶλλον δὲ ἰδιάζει τὰ μόνῳ ὑπάρχοντα, εἰ καὶ μὴ παντί, ἢ τὰ παντὶ μὲν μὴ μόνῳ δέ. καὶ τοῦτο εἰκότως· πῶς γὰρ εἴη ἴδιον τοῦδέ τινος, ὃ καὶ ἑτέροις ὑπάρχει; τῶν δὲ ἀποδεδομένων τῆς [*](106r) [*](1 λέγεται — γενέσθαι] λέγεται νῦν ἡ πρότερον λευκόν ut lemma M 2 post γενέσθαι add. τουτέστι μᾶλλον λευκόν M 3 post λευκότητος add. ἀποροῦσι δέ τινες περὶ τῆς τοῦ πυρὸς θερμότητος καὶ τῆς τοῦ ἀέρος, ὅτι ὁ ἀὴρ ὑπερθερμαινόμενος φθείρεται μεταβάλλων εἰς πῦρ. καί φαμεν πρὸς τούτους ὅτι ἑτέρα ἐστὶν ἡ τοῦ ἀέρος θερμότης κατ’ εἶδος τοῦ πυρός· ὥστε εἰ καὶ ὑπέρτασις γίνεται τῆς τοῦ πυρὸς θερμότητος, οὐκ ἔστιν αὕτη κατ’ εἶδος ἡ μετα- βάλλουσα εἰς πῦρ. δῆλον οὖν ὅτι αὗται αἱ διαφοραὶ οὐδὲν ἧττον τὰ οἰκεῖα χαρακτηρίζουσιν ὑποκείμενα, ἡ μὲν τοῦ ἀέρος τὴν τοῦ ἀέρος καὶ ἡ τοῦ πυρὸς τοῦ πυρός, καὶ μᾶλλον ἑαυτῶν θερμότεραι γίνονται. ἔτι οὐδέποτε τὸ μᾶλλον φθαρτικὸν ἑαυτοῦ γίνεται, οἷον ἡ μᾶλλον ὑγεία οὐ φθείρει τὴν ὑγείαν, ἐπὶ δὲ τοῦ ἀέρος ἡ μᾶλλον θερμότης φθείρει ἑαυτὴν μετα- βάλλουσα εἰς πῦρ. F 5 τοῦτο τὸ ἕκτον M ἀποδέδωκε M G φυλάττῃ M ἐν om. M 8 μεταβάλῃ F 8 μένων—ὁμοίως (9) ex Philopouo inserui: om. codd. 9. 10 ante δεκτικὸν add. οὕτως M δεκτικὸν] δεκτικὸς ὢν F 10 τὸ ἐπιτηδ. M ἔχων F τοῦ] τὸ codd. 11 οὐ γἀρ-ἐναντία ex Philopono inserui: om. codd. ἐπεὶ] εἴπερ τὰ F: ἐπεὶ γὰρ M 11. 12 ἐν ταὐτῶ καὶ κατὰ ταὐτὸ] μὴ ἐν αὐτῶ καὶ κατ’ αὐτὸ F: ἢ ἐν αὐτῶ κατὰ ταὐτὸ M 12 ἔσται] ἐστι M τῶ Laur. 72,5: τὸ FM 13 τῆς om. M 14 ἁρμόσει M 15 παρακολουθῇ F 15. 16 τὰ (utrobique) M: τῶ F 15 ὑπάρχοντι F 16 καὶ τοῦτο om. 31 17 post ὑπάρχει add. ἐνταῦθα ἀποροῦσι τινὲς περὶ τῆς τοῦ πυρὸς θερμότητος καὶ τῆς τοῦ ὕδατος ψυχρότητος· ἰδοὺ γὰρ φασὶν οὐσῶν οὐσιῶν, ὡς αὐτὸς ἔδειξε, διαφοραὶ γάρ εἰσιν, οὐκ εἰσὶ τῶν ἐναντίων δεκτικαί, οἷον ἡ θερμότης ἡ ἐν τῶ πυρὶ οὐκ ἔστι δεκτικὴ τῆς ψυχρότητος τῆς ἐν ὕδατι. φαμὲν οὖν πρὸς αὐτοὺς ὅτι τὰ ἐναντία πάντα φθείρουσιν ἄλληλα, ἐν δὲ τούτοις καὶ γένεσιν ἀλλήλων ὁρῶμεν, ὡς ὅταν ἐξ ὕδατος πῦρ γεννᾶται. ἔτι οὐκ εἶπεν ὁ ἀριστοτέλης ὅτι ἡ οὐσία οὐκ ἐπιδέχεται πάντα τὰ ἐναντία, ἀλλ’ ὅτι ἐστὶ δεκτικὴ τῶν ἐναντίων, εἰ καὶ μὴ πάντων. συμβαίνει οὗν εἰ καὶ μὴ ταύτας τὰς ἐναντιότητας δέχεται τὸ πῦρ, ἀλλὰ τὴν εἰς τὰ ἄνω καὶ κάτω καὶ δεξιὰ καὶ ἀριστερὰ κίνησιν. ὥστε κἀν τοῦτο (1. κἂν τούτοις) σώζεται ὁ λόγος. ἕτεροι φασὶν ὅτι οὐ μόνη τῆ οὐσία ὑπάρχει τοῦτο τὸ Γύιον, ἀλλὰ καὶ τῆ ἐπιφανεία· λειότης γὰρ καὶ τραχύτης ἐναντία, καὶ σκληρότης καὶ μαλακότης. φαμὲν οὑν πρὸς αὐτοὺς 4* ὅτι οὐχ ἁπλῶς ἡ ἐπιφάνεια τούτων ἐστὶ δεκτική, ἀλλ’ ἡ τοῦ σώματος ἐπιφάνει, ὥστε τὸ σῶμα ἐστὶ τὸ ἐν αὐτὴ (?) τὸ ταῦτα δεχόμενον. ἔτι φασὶ περὶ τῆς γραμμῆς, ὅτι δέχεται εὐθύτητα καὶ καμπυλότητα. καὶ φαμὲν ὅτι εἰ μὲν τὴν μαθηματικὴν γραμμὴν φατέ, ἄλλη ἐστὶν ἡ καμπύλη παρὰ τὴν εὐθεῖαν. εἰ δὲ τὴν ἐν σώματι, τὸ σῶμα ἐστὶ τὸ μετὰ τῆς γραμμῆς ἡ καμπτόμενον ἢ εὐθυνόμενον. ἕτεροι φασὶν ὅτι καὶ τὸ ποσὸν ἐστὶ τῶν ἐναντίων δεκτικόν· ἰδοὺ γὰρ ὁ ἀριθμὸς ἐστὶν ἄρτιος καὶ περιττός. καὶ φαμὲν πρὸς αὐτούς· ποῖον ἀριθμὸν φατέ; τὸν ἀριθμοῦντα καὶ ἐν τῆ ψυχὴ ὄντα ἡ τὸν ἀριθμούμενον; εἰ μὲν τὸν ἀριθμοῦντα, ἕτερος ἐστὶν ὁ ἄρτιος καὶ ἕτερος ὁ περιττός, εἰ δὲ τὸν ἀριθμούμενον, δηλονότι οὐκέτι σώζεται εἴς τῶ ἀριθμῶ ὁ περιττὸς καὶ ὁ ἄρτιος, οἷον ὁ γ΄ πρὸς τὸ εἶναι δ΄· οὐδὲ γὰρ ὁ δ΄ γ΄ ἔσται πο τέ. εἰ δὲ εἴποιεν ὡς ἐπὶ μεγέθους τυχὸν εἰ βουληθείην | τεμεῖν, εἰς γ΄ τὸ μέγεθος τέμνω, ἔτι (1. ἔστι) δὲ καὶ τὰ γ΄ ποιῆσαι δ΄, ταῦτα εἰσὶν ἄρτια καὶ περιττά, λέγομεν ὅτι εἰ μὲν δυνάμει φατὲ δύνασθαι τὸ μέγεθος εἰς ταῦτα διαιρεθῆναι, ὡς οὐσίαν αὐτὸ φατὲ δυναμένην τὰ ἐναντία δέξασθαι, οἷον τὸ ἄρτιον καὶ τὸ περιττόν, εἰ δὲ ἐνεργεία, οὐκέτι τὰ ἐναργῶς εἰς τρία διαιρεθέντα δύναται τὰ αὐτὰ τῶ ἀριθμῶ καὶ τέσσαρα εἶναι F 1 πρῶτον Philop.: πρότερον F: ἓν τὸ πρότερον M 2 τὸ δὲ δεύτερον — οὐ μόνη δέ (3) om. F 6 τὸ (ante ὡς)] τί F ὑπάρχει F 7 προτετίμηκε F 8 ταὐτὰ F τὰ τρία γὰρ] τὸ γὰρ τρίτον F ὑπάρχει M 9 ἀλλὰ διότι F 10 δὲ ὕστερον colloc. M 11 εἰ] ἡ F τι καὶ προσθ. F 12 ἀποδεδομένον M 15 οὐδὲν F 16 ὅπερ—δεκτικά (17) om. F (lemmate ad δεκτικά 4 a 23 continuato) 18 ὁ Vat. 2173: om. F: evau. M 20 τύχη F καθεζόμ.] κθἡμενος M)

52
οὐσίας ἓξ ἰδίων τὸ μὲν πρῶτον καὶ τὸ τέταρτον καὶ τὸ πέμπτον πάσῃ ὑπάρχει, οὐ μόνῃ δέ, τὸ δὲ δεύτερον καὶ τὸ τρίτον καὶ τὸ ὕστερον μόνῃ μέν, οὐ πάσῃ δέ. διὸ τὰ μὲν τρία τὰ πάσῃ ὑπάρχοντα, οὐ μόνῃ δέ, ἀποφατικῶς ὡρίσατο ὡς πόρρω τῆς τῶν ἰδίων ὄντα φύσεως, τὸ δέ γε δεύτερον καὶ τὸ τρίτον καὶ τὸ ἕκτον καταφατικῶς ὡς μᾶλλον ἴδια τῶν ἄλλων διὰ τὸ ὡς ἔφαμεν μόνῳ δεῖν ὑπάρχειν τὸ ἴδιον ἐκείνῳ οὗ ἐστιν ἴδιον. προτετίμηται δὲ τὸ τελευταῖον τοῦ δευτέρου καὶ τοῦ τρίτου καίτοι δοκοῦν ταὐτὸν ἐκείνοις σημαίνειν τὰ τρία γὰρ μόνῃ καὶ οὐ πάσῃ ὑπῆρχεν), διότι τὸ μὲν τόδε τι σημαίνειν καὶ τὸ πάντα συνωνύμως ἀπ’ αὐτῆς λέγεσθαι κατὰ τὴν φωνὴν εἴληπται, τὸ ὕστερον δὲ ἐξ αὐτῆς τῆς ὑπάρξεως. εἴη δ’ ἄν τὸ ὕστερον καὶ μόνῃ καὶ πάσῃ, εἰ ὀλίγον τι προσθῶμεν εἰπόντες τες οὕτω μετὰ τὸ ἀποδιδόμενον ἴδιον ῾ ἢ τὸ περιέχον τὸ ἓν καὶ ταὐτὸν ὂν καὶ τῶν ἐναντίων δεκτικόν᾿ · καὶ γὰρ οὕτως εἰρηκότες συμπεριλαμβάνομεν τὰ εἴδη καὶ τὰ γένη.

[*](p. 4 a 21)

᾿ Επὶ δὲ τῶν ἄλλων οὐδενὸς φαίνεται.

Οπερ τις ἔμελλεν ἀπορεῖν, αὐτὸς προλαβὼν ἐπιλύεται· φησὶ γὰρ τὸν προφορικὸν λόγον καὶ τὴν δόκησιν εἶναι τῶν ἐναντίων δεκτικά· ὁ γὰρ λόγος γος ὁ λέγων ῾ Σωκράτης κάθηται᾿ , εἰ μὲν τύχοι καθεζόμενος ὁ Σωκράτης, ἀληθεύει, εἰ δὲ τύχοι περιπατῶν, ψεύδεται. ὁμοίως καὶ περὶ τῆς δόξης· ὁ γὰρ δοξάζων περὶ Πλάτωνος ὅτι κάθηται, εἰ μὲν τύχοι καθεζόμενος, ὀρθῶς δοξάζει, εἰ δὲ μή, ψευδῶς. ὥστε ὁ αὐτὸς λόγος καὶ ἡ αὐτὴ δόξα δεκτική ἐστιν ἀληθείας καὶ ψεύδους. ἐπιλύεται δὲ τοῦτο διχῶς κατά τε

53
τὴν λεγομένην ἔνστασιν καὶ ἀντιπαράστασιν. καὶ ἔνστασις μέν ἐστι τὸ ὅλως τὴν ἀπορίαν μὴ δέξασθαι, ἀλλ’ ἀνατρέψαι αὐτὴν οὕτως ἔχουσαν, ὡς ἠπορήθη, ἀντιπαράστασις δέ ἐστι τὸ καταδέξασθαι μὲν τὴν ἀπορίαν καὶ ἐνδοῦναι ταῖς προτάσεσι, δεῖξαι δὲ ὅτι καὶ οὕτως ἔχουσαι οὐδὲν λυμαίνονται τὸ λεγόμενον· προέταξε δὲ ἐνταῦθα τὴν ἀντιπαράστασιν τῆς ἐνστά- σεως ὡς πρὸς εἰσαγομένους σαφηνείας χάριν.

[*](p. 4 a 34)

῾Ο δὲ λόηος καὶ ἡ δόξα.

᾿Ιστέον ὅτι τὰ ἐπὶ τῶν οὐσιῶν ἐναντία αὐτὰ εἰς ἄλληλα μεταβάλλει τὸ γὰρ θερμὸν ψυχρὸν γίνεται καὶ τοὐναντίον τὸ ψυχρὸν θερμόν, ὁμοίως δὲ καὶ τὸ μέλαν λευκὸν καὶ τὸ λευκὸν μέλαν), ἐπὶ δὲ τοῦ λόγου καὶ τῆς δόξης οὐχ οὕτως· οὐ γὰρ τὸ ψεῦδος εἰς ἀλήθειαν μεταβάλλει οὔτε ἡ ἀλήθεια εἰς ψεῦδος, ἀλλὰ τοῦ πράγματος κινουμένου καὶ μεταβάλλοντος τὸ ψεῦδος καὶ ἡ ἀλήθεια γίνεται· οὐ γὰρ ἐκ τοῦ λόγου ἢ τῆς δόξης ἀλήθεια ἢ ψεῦδος γίνεται.

[*](p. 4 b 2)

Ὥστε τῷ γε τρόπῳ ἴδιον ἂν εἴη τῆς οὐσίας.

Τοῦτ᾿ ἔστιν ἄλλῳ τρόπῳ ἡ οὐσία τῶν ἐναντίων ἐστὶ ἐπιδεκτικὴ | ἢ ἡ δόξα καὶ ὁ λόγος.

[*](106ν)
[*](p. 4 b 4)

Εἰ καί τις ταῦτα παραδέχοιτο τὸν λόγον καὶ τὴν δόξαν δεκτικὰ τῶν ἐναντίων εἶναι.

Τῇ ἀντιπαραστάσει κατὰ συγχώρησιν· κατὰ ἀλήθειαν γὰρ οὐκ ἔστι τῶν ἐναντίων δεκτικά· ὅ τε γὰρ λόγος καὶ ἡ δόξα οὐ τῷ αὐτὰ δεδέχθαι τι τῶν ἐναντίων λέγεται εἶναι δεκτικά· πῶς γὰρ ὅλως δέξονται τὰ ἐναντία ὑπόστασιν ὅλως τινὰ μὴ ἔχοντα, ὅπερ δεῖ ἔχειν τὸ μέλλον ἐπιδέχεσθαι τὰ ἐναντία; ὁ δὲ λόγος καὶ ἡ δόξα ἅμα τῷ προφέρεσθαι καὶ ἔφθαρται.

Περὶ μὲν οὐσίας τοσαῦτα εἰρήσθω νυνί, ἑξῆς δὲ περὶ ποσοῦ ῥητέον.

[*](1 λεγ. ἀντιπαράστασιν καὶ κατὰ ἔνστασιν 31 καὶ ἔνστασις — ἠπορήθη (3) post λεγόμενον (5) colloc. M καὶ ἔνστ. μὲν] ἔνστασις δὲ M τὸ καὶ αὐτὴν ὅλως τὴν ἀπ. M 4 καὶ oin. F 5 post λεγ. add. καὶ κατ’ αὐτὰ μὲν ἡ ἀντιπαράστασις 31 ἐνταῦθα om. 31 9 τὸ (prius)] ὃ F καὶ τοὐν. τὸ ψ. θ.] καὶ ὃ ψυχρὸν θερμὸν καὶ τοὐναντίον F 11 οὔτε] au οὐδὲ? 13 καὶ ἡ om. F 14 post γίνεται add. ὡσαύτως δὲ καὶ ἐπὶ τῆς δόξης 31 15 xdi τρόπω τούτω τουτέστιν ἄλλω τρόπω ἴδιον F τρόπῳ γε Aristot. 16 τοῦτ’ ἔστι — οὐσία om. F ἐπιδ. εἶναι τῶν ἐν. F 17 ἡ] καὶ ἄλλως 31 18 δέ τις καὶ Aristot. ταῦτα] τὰ αὐτὰ 31 παραδέξοιτο δέξοιτο F 20 τῇ] τὸ 31 22 εἶναι om. 31 23 τινὰ om. F ὑποδέχ. 31 24 τῶ] τὸ F προσφέρεσθαι F καὶ ἔφθαρται] διέφθαρται F 25 Περὶ — ῥητέον om. 31)
54