In Aristotelis Categorias Commentarius

Ammonius

Ammonius, In Aristotelis Categorias Commentarius, Commentaria in Aristotelem Graeca, Vol 4.4. Busse, Adolf, editor. Berlin: Reimer, 1895.

[*](p. 2 a 11)

Οὐσία δέ ἐστιν ἡ κυριώτατά τε καὶ πρώτως καὶ μάλιστα λεγομένη.

Πρώτην τάξιν ἔχει ἡ οὐσία ἐν ταῖς κατηγορίαις καὶ διὰ τοῦτο εἰκότως τῶν ἄλλων αὐτὴν προέταξεν· αὕτη γὰρ συνεισφέρεται μὲν ταῖς λοιπαῖς κατηγορίαις, οὐ συνεισφέρει δὲ αὐτάς, καὶ συναιρεῖ μὲν αὐτάς, [*](97v) οὐ συναιρεῖται δὲ ὑπ’ αὐτῶν, ὅτι αὕτη αὐθυπόστατός ἐστιν, ἐν αὐτῇ δὲ αἱ ἄλλαι κατηγορίαι τὸ εἶναι ἔχουσιν· οὐσίας γὰρ οὔσης οὐκ ἀνάγκη τὰς ἄλλας εἶναι κατηγορίας, ταύτης δὲ μὴ οὔσης οὐ δυνατὸν τὰς ἄλλας ὑποστῆναι. τῆς δὲ οὐσίας ἡ μέν ἐστιν ἁπλῆ ἡ δὲ σύνθετος, καὶ τῆς ἁπλῆς ἡ μὲν κρείττων τῆς συνθέτου ἡ δὲ χείρων. ἔστι δὲ σύνθετος μὲν οὐσία ἄνθρωπος καὶ τὰ τοιαῦτα, ἁπλῆ δὲ καὶ κρείττων τῆς συνθέτου ἡ τῶν θείων οὐσία, ἁπλῆ δὲ καὶ χείρων τῆς συνθέτου ἡ ὕλη ἡ πρώτη καὶ τὸ εἶδος· ταῦτα γὰρ τῶν συνθέτων ἕνεκα παραλαμβάνονται, ἀεὶ δὲ ἰὰ δι’ ἕτερόν τι παραλαμβανόμενα χείρονά εἰσιν ἐκείνου οὗ ἕνεκα παραλαμβάνοντι· οὕτω γὰρ κἀπὶ τῶν τεχνῶν χείρονά φαμεν εἶναι τὴν χαλινοποιγτικὴν τῆς ἱππικῆς, ὅτι τῷ τῆς χαλινοποιητικῆς ἀποτελέσματι ὡς ὀργάνῳ κέχρηται ἡ ἱππική, καὶ ἔστιν ὁ μὲν χαλινὸς ἕνεκά του, ἡ δὲ ἱππικὴ οὗ ἕνεκα. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. διαλέξεται δὲ ἐνταῦθα ὁ Ἀριστοτέλης οὐ περὶ τῆς ἁπλῆς καὶ κρείττονος τῆς συνθέτου τοῦτο γὰρ θεολογίας) [*](1 οὐδὲ Philop.: οὔτε codd. ἑτέρου om. F 2 ὑποπτεύει M δηλοῦμεν F 3 ἅπασα γὰρ] πᾶσα F ἡ ἀπόφασις M: καὶ ἀπόφασις Aristot.: om. F 5 ἡ οὐδὲ F 6 ἐπειδὴ] ἐπεὶ M τοῦτο χάριν F 7 ἢ (alt.) om. F δοκεῖ Philop.: δοκεῖν codd. καλλιγράρου] supra scr. ἀντὶ F 7. 8 ἐστὶ καλλ. colloc. M 8 post δοκεῖ add. ἀρέσκει F 9 tit. ἀρχὴ τῶν δέκα κατηγοριῶν. περὶ οὐσίας F: περὶ οὐσίας ἀμμωνίου M 10 τε om. M πρώτως — λεγ. om. M 12 ἔχει τάξιν colloc. M 14 αὐτὰς (prius) om. F 15 καὶ ὅτι μὲν αὕτη Μ 16 οὐκ om. F 21 post πρώτη add. ἤγουν τὸ γένος F 22 post εἶδος add. τὸ ἔνυλον M ἀεὶ — παραλαμβάνονται (23) in mrg. suppl. F3 ἀεὶ δὲ τὰ] τὰ δὲ M 23 τι om. F ἐστιν M ἐκείνων ὧν F 24 γὰρ] γοῦν M 26. 27 οὗ ἕνεκα] οὐχ ἕνεκά του F 28 οὐ] οὔτε M θεολόγου M 3*)

36
οὐδὲ περὶ τῆς ἁπλῆς καὶ χείρονος τῆς συνθέτου τοῦτο γὰρ φυσιολογίας), ἀλλὰ περὶ τῆς συνθέτου καὶ σχετικῆς, καθὸ τοιώσδε σημαίνεται. λέγει δὲ ταύτης τῆς οὐσίας τὴν μὲν εἶναι πρώτην τὴν δὲ δευτέραν, πρώτην μὲν τὴν μερικὴν καλῶν, δευτέραν δὲ τὴν καθόλου. ὅθεν ἄξιον ζητῆσαι διὰ τί οὕτω φησίν, εἴπερ τῶν μερικῶν τὰ καθόλου τιμιώτερα. φαμὲν οὖν ὅτι τὰ φύσει πρότερα ἡμῖν δεύτερά ἐστι καὶ τὰ ἡμῖν πρότερα τῇ φύσει δεύτερα, οἷον ἡ ὕλη καὶ τὸ εἶδος εἶτα τὰ κοινὰ στοιχεῖα πρότερα τῇ φύσει, ἐκ τούτων δὲ τὸ σπέρμα καὶ τὸ αἷμα καὶ εἶθ’ οὕτως ὁ ἄνθρωπος· ἡμῖν δὲ πρότερος ὁ ἄνθρωπος· γνωρίζομεν γὰρ ἡμεῖς πρότερον τὸν ἄνθρωον, εἶτα τὰ προειρημένα τὰ ἕνεκά του παραλαμβανόμενα. ἐπεὶ οὖν ὁ λόγος αὐτῷ ὡς πρὸς εἰσαγομένους, τοῖς δὲ εἰσαγομένοις σαφέστερα τὰ προσεχῆ, εἰκότως τὴν μερικὴν πρώτην εἶπεν ἐν τῷ παρόντι· ἀπὸ γὰρ τῶν μερικῶν ἀναγόμεθα ἐπὶ τὰ καθόλου. διὸ ὡς μὴ ἀρέσκοντα αὐτῷ λέγων οὐκ εἶπε ‘καὶ πρώτως καὶ μάλιστά ἐστιν᾿ , ἀλλὰ λεγομένη. ἐπιστῆσαι δὲ χρὴ πῶς αὐτὰ φράζει ὁ Ἀριστοτέλης· ἐπειδὴ γάρ, ὡς εἴπομεν, ἀπαρεσκόντως λέγει τὴν μερικὴν οὐσίαν πρώτην, φησὶν ἣ μήτε καθ’ ὑπο- κειμένου τινὸς λέγεται· ἡ γὰρ ὄντως πρώτη οὐσία, τοῦτ’ ἔστιν ἡ καθόλου, καθ’ ὑποκειμένου τινός ἐστιν. ὡς ἀπαρεσκόμενος οὖν λέγεται εἶπεν. ἐπειδὴ δὲ οἶδεν ὅτι κἀν ᾖ πρώτη οὐσία κὰν ᾖ δευτέρα, οὐκ ἔστιν ἐν ὑποκειμένῳ, εἶπε τὸ ἔστιν· ἐν ὑποκειμένῳ δὲ οὐδενί ἐστιν. ἐνταῦθα οὖν τὸ ἔστι προσέθηκεν, ἐπεὶ καὶ αὐτῷ ἤρεσκεν.

[*](p. 2 a 12)

Ἥ μήτε καθ’ ὑποκειμένου τινὸς λέγεται.

Ζητοῦσι δέ τινες τί δή ποτε δι’ ἀποφάσεων τὸ τιμιώτερον ὡρίσατο, εἴπερ τῶν καταφάσεων εἰσιν αὗται ἀτιμότεραι. φαμὲν ὅτι οὐδὲν ἄτοπον· καὶ γὰρ ἡμεῖς τὸ θεῖον σημᾶναι βουλόμενοι οὐ καταφάσκομέν τι περὶ αὐτοῦ, ὥς φησιν ὁ Πλατῶν, ἀλλ’ εἰς ἀποφάσεις τρεπόμεθα. ἀποροῦσι [*](98r) [*](1 οὐδὲ] οὔτε M φυσιολόγου M 2 περὶ om. F καὶ σχετικῆς om. M λέγεται F 3 δὲ (prius)] γὰρ N καὶ πρώτ. μὲν F 5 διὰ τίνα αἰτίαν M οὖν om. M 6 δεύτερα] δεύτερον F: ὕστερα M 7 post οἷον add. εἰ τύχοι τῆ φύσει πρότερα ἐστιν M ἥ τε ὕλη M 7. 8 πρότερα γὰρ τῆ φύσει ταῦτα M 8 δὲ τούτων colloc. M 9 πρό- τερος om. F γνωρίζομεν — ἄνθρωπον om. M 10 post παραλαμβ. add. ὥστε οὖν σα- φέστερα ἡμῖν ἐστι τὰ προσεχῆ 31 11 σαφέστερα τὰ προσεχῆ (12)] πρὸς διδασκαλίαν τὰ πρὸς αἴσθησιν ἐναργῆ τυγχάνει, φιλανθρώπως γε ποιῶν συγκαταβαίνει τῆ διανοία ἡμῶν M 12 εἰκότως οὖν M 13 μερῶν F λέγων om. F 14 ἐπιστῆσαι — ἤρεσκεν (21) eicias 15 δὲ om. F αὐτὸ M 17 post λέγεται add. καὶ οὐκ εἶπεν ἐστίν M 19 κἄν (alterum) F: καὶ M 20 οὐδὲν F 21 post ἤρεσκεν add. ἀνωτέρω δὲ εἶπε τὸ λέγεται· ἀπήρεσκε γὰρ αὐτῶ M 23 τινες om. F δι’ ἀποφάσεων scripsi: δι’ ἀπο- φάσεως F: ἀποφάσει (post τιμιώτερον colloc.) M 24 ἀτιμώτεραι F 25 σημῆναι M 26 ὁ θεῖος πλ. Μ 31 Πλάτων] potius Plotinus, cf. Enn. V, 3,14 (p. 511) post τρεπόμεθα add. ἐρωτῶντος γὰρ σωκράτους τὸν τιμαῖον τί ἐστιν ὁ θεός, λέγει ἐκεῖνος ‘ὅ τι μὲν οὐκ ἔστιν οἶδα· ὅτι μὲν γὰρ οὕτε σῶμα οὔτε χρῶμα οὔτε ἄγγελος οὔτε τι τῶν τοιούτων, κρείττων δὲ ἡ κατὰ ταῦτα οἶδα, τί δὲ ἔστιν οὐκ οἷδα᾿ . ὥστε κοσμοῦσιν ἔστιν ὅτε οἱ ὁρισμοὶ οἱ τοιοῦτοι τὸ ὑποκείμενον χωρίζοντες αὐτὸ πάντων τῶν καταδεεστέρων. καὶ ἐπὶ τῆς ὕλης δὲ τοῦτο εἰώθαμεν σημαίνειν F 1 καὶ θεία om. (post τῆς οὐσίας (2) add. ἤγουν τῆ θεία) F 2 post ὁρισμὸς add. ὑπὸ τοῦ ἀριστοτέλους M καὶ ἔτι τῇ M μερικῇ eicias (cf. p. v. 10 sq.) 4 ἁρμόττει codd. μὲν om. F 5 οὐσίας om. F 7 ἁρμόττει M τὰς ἐν ὑποκ. Μ 8 τε om. M 9 aute καὶ add. ὄντων M ὄντων post μὴ colloc. M 11 πάλιν ὁμοίως 31 11. 12 τὴν γνῶσιν καὶ τοὺς λ. (num. superscr. corr.) F 12 αὐτὴ M: αὕτη F 13 ἐφαρμόττει oodd. ταύτῃ] αὕτη M σχέσιν] γνῶσιν M 14 λήθην F 15 ποτὲ μὲν γραμματικῆς ποτὲ δὲ ἰατρικῆς F 16 ὁμοίως τέχναις colloc. M ἐφαρμ. ante τῆ ψυχὴ colloc. F 17 ἔχουσα M 18 καὶ (alt.) om. M 18. 19 ὅτε] ὅτι (utrobique) F 18 ἡ ψυχὴ om. M 19. 20 ἐφαρμ. τηνικαῦτα colloc. F 20 post ἄτοπον add. ἐν xui οὖν λέγειν μάλιστα ἐσήμανεν ὅτι αὕτη ἐστὶν ἡ μᾶλλον οὐσία τῶν εἰδῶν καὶ τῶν γενῶν. ἀλλὰ καὶ πρώτως ἀντὶ τοῦ πρώτως καὶ κυριωτάτη εἴη οὐ μόνον σημαινομένω ἀλλὰ καὶ πράγματι οὖσα. ζητοῦμεν δὲ διὰ τί τοσούτοις ἐγκωμίοις τὴν πρώτην οὐσίαν ἐτίμησεν. καί φαμὲν ὅτι ἡ κατὰ φύσιν κατηγορία γίνεται ταύτης τῆς ἀτόμου οὐσίας ὑποκειμένης καὶ κατηγορουμένου αὐτῆς ἡ τοῦ γένους ἢ τοῦ εἴδους, καὶ τοῦ μὲν γένους ὡς ὅταν εἴπω ὁ σωκράτης ζῶον ἐστί, τοῦ δὲ εἴδους ὡς ὅταν εἴπω σωκράτης ἄνθρωπος ἐστίν. ἀλλὰ δὴ καὶ τὰ συμβεβηκότα, ὅταν ἐν αὐτὴ κατηγορῶνται, οἶον σωκράτης λευκός ἐστι. καὶ πάλιν ὅταν αὕτη ἡ ἄτομος οὐσία τοῦ εἴδους καὶ τοῦ γένους κατηγορεῖται, οἷον οὗτος ὁ ἄνθρωπος σωκράτης ἐστί, τόδε τὸ ζῶον σωκράτης ἐστίν. ἔστι δὲ ὅτε οὐκ ἀληθεύει ἡ παρὰ φύσιν κατηγορία, ὡς ὅταν εἴπω ὁ ἄνθρωπος σωκράτης ἐστί, τὸ ζῶον σωκράτης ἐστί. λέγεται δὲ παρὰ φύσιν κατηγορία, ὅταν ἡ ἄτομος οὐσία κατηγορεῖται τοῦ συμβεβηκότος, ὡς τόδε τὸ λευκὸν σωκράτης ἐστί. καὶ διὰ τοῦτο πολλοῖς αὐτὴν ἐγκωμίοις ἐτίμησεν F)

37
δέ τινες λέγοντες μήποτε καὶ τῇ ὄντως πρώτῃ καὶ θείᾳ οὐσίᾳ ἁρμόζει ὁ ἀποδεδομένος ὁρισμὸς τῆς οὐσίας καὶ τῇ μερικῇ ψυχῇ· καὶ γὰρ ὁ θεὸς οὔτε καθ’ ὑποκειμένου τινὸς λέγεται οὔτε ἐν ὑποκειμένῳ ἐστί, καὶ μέντοι καὶ ἡ ψυχή. φαμὲν οὖν ὅτι οὐδετέρῳ ἁρμόζει ὁ ὁρισμός, ἐπὶ μὲν γὰρ τῆς θείας οὐσίας ἀνόητον ὅλως τὸ ἐπινοεῖν τοῦτον τὸν ὁρισμόν· τὸ γὰρ μὴ εἶναι καθ’ ὑποκειμένου πρὸς ἀντιδιαστολὴν τῶν ἐν ὑποκειμένῳ ὄντων εἴρηται καὶ ἁρμόζει πράγμασι σχέσιν τινὰ ἔχουσι πρὸς τὰ ἐν ὑποκειμένῳ, τὸ δὲ θεῖον ἄσχετον παντελῶς καὶ πάντων ἐξῃρημένον τῶν τε ἐν ὑποκειμένῳ καὶ τῶν μὴ ἐν ὑποκειμένῳ ὄντων, γινομένων δὲ τοῖς συμβεβηκόσιν ὑποκειμένων. ἐπὶ δὲ τῆς ψυχῆς εἰ μὲν τὴν ἐξῃρημένην λαμβάνει τις, οὐχ ἁρμόσει πάλιν ὁ ὁρισμὸς διὰ τὴν αὐτὴν αἰτίαν πάντων γὰρ ἔχουσα τοὺς λόγους καὶ τὴν γνῶσιν παρ’ ἑαυτῇ ἄσχετος καὶ αὐτὴ καὶ ἐξῃρημένη), εἰ δέ γε τὴν μερικήν, ἴσως ἐφαρμόζει ταύτῃ· πεσοῦσα γὰρ εἰς τὴν σχέσιν καὶ λήθῃ κατασχεθεῖσα εἶτα εἰς ἀνάμνησιν ἐπειγομένη τῶν προτέρων γίνεται ὑποκείμενον ποτὲ μὲν τῇ γραμματικῇ ποτὲ δὲ τῇ ἰατρικῇ καὶ ταῖς ἄλλαις τέχναις ὁμοίως. καὶ οὐδὲν θαυμαστὸν τῇ ψυχῇ ποτὲ μὲν ἐφαρμόζειν τὸν ὁρισμὸν ποτὲ δὲ οὔ· μέσην γὰρ ἔχει τάξιν πρὸς τά πάντῃ ἐξῃρημένα τῆς ὕλης καὶ τὰ πάντῃ ἔνυλα, καὶ ὅτε μὲν ἡ ψυχὴ ἐξῄρηται τῶν σωμάτων, οὐκ ἐφαρμόσει αὐτῇ ὁ ὁρισμός, ὅτε δὲ πεσοῦσα ἐν ὕλῃ ἐπιλανθάνεται, τηνικαῦτα ἐφαρμόσει, καὶ οὐδὲν ἄτοπον.

[*](p. 2 a 14)

Δεύτεραι δὲ οὐσίαι λέγονται.

Ἄξιον δὲ ζητῆσαι ποίῳ τρόπῳ κέχρηται διαιρέσεως ἐν τῇ οὐσίᾳ·

38
τῶν γὰρ διαιρουμένων τὰ μὲν ὡς γένος εἰς εἴδη διαιρεῖται, | τὰ δὲ ὡς [*](98v) ὅλον εἰς μέρη, τὰ δὲ ὡς φωνὴ ὁμώνυμος εἰς διάφορα σημαινόμενα. καί φαμεν ὅτι πρῶτον μὲν οὐχ ὡς γένος εἰς εἴδη, ὅτι οὐδέποτε τῶν διαιρεθέντων εἰδῶν τὸ ἓν περιέχει τὸ ἕτερον· οἷον τοῦ ζῴου τὸ μὲν λογικὸν τὸ δὲ ἄλογον, οὐ δυνάμεθα δὲ εἰπεῖν ῾ τοῦ ζῴου τὸ μὲν ἄλογον τὸ δὲ ἵππος᾿ · περιέχεται γὰρ ὑπὸ τοῦ πρώτου τὸ δεύτερον. οὕτω γοῦν καὶ ἡ πρώτη οὐσία ὑπὸ τῆς δευτέρας περιέχεται. ἀλλὰ μὴν οὐδ’ ὡς ὅλον εἰς μέρη διαιρεῖται· οὐδὲ γὰρ οἷόν τε εἰπεῖν ῾ τοῦ ὅλου τὸ μὲν χεὶρ τὸ δὲ δάκτυλος᾿ (περιέχεται γὰρ ὁμοίως καὶ ἐν τῇ χειρὶ ὁ δάκτυλος), ἀλλὰ τοῦ ὅλου τὸ μὲν χεὶρ τὸ δὲ πούς. ἀλλὰ μὴν οὐδ’ ὡς φωνὴ ὁμώνυμος εἰς διάφορα σημαινόμενα διὰ τὴν αὐτὴν αἰτίαν· οὐδὲ γὰρ ἐν τοῖς διαιρουμένοις ὡς φωνὴ ὁμώνυμος εἰς διά· φόρα σημαινόμενα εὑρίσκομεν περιεχόμενον τὸ ἕτερον ὑπὸ τοὐ ἑτέρου, οἷον ἡ κύων φωνὴ κατηγορεῖται κατὰ τοῦ ἀστρῴου καὶ κατὰ τοῦ φιλοσόφου καὶ κατὰ τοῦ χερσαίου κυνός, οὐδὲν δὲ τούτων ὑπὸ τοῦ ἑτέρου περιέχεται. ἄλλως τε ἐπὶ τῶν διαιρουμένων ὡς φωνὴ ὁμώνυμος εἰς διάφορα σημαινόμενα μόνη ἡ ὁμωνυμία εὑρίσκεται, οὐ μέντοι καὶ κοινωνία ὁρισμοῦ, ἐπὶ δὲ τῆς πρώτης καὶ δευτέρας οὐσίας οὐ μόνον κοινωνία ὀνόματός ἐστιν, ἀλλὰ καὶ ὁρισμοῦ· ὁ γὰρ Σωκράτης πρώτη ὢν οὐσία καὶ τῷ τῆς δευτέρας ὀνόματι καλεῖται, τοῦτ’ ἔστι τῷ τοῦ ἀνθρώπου, καὶ τὸν ὁρισμὸν δὲ τὸν αὐτὸν ἔχει ὅ τε Σωκράτης καὶ ὁ καθόλου ἄνθρωπος· ὁμοίως γὰρ καὶ τὸ ζῷον οὐσία ἔμψυχος αἰσθητικὴ καὶ ζῷον καλεῖται. φαμὲν οὖν ὅτι τάξιν παραδίδωσιν αὐτῆς, οὐκέτι δὲ καὶ διαίρεσιν. |

[*](2 ὁμώνυμα F post σημαινόμενα add. ἴδωμεν οὖν κατὰ ποίαν τούτων τῶν διαιρέσεων διαιρεῖ τὴν οὐσίαν ὁ ἀριστοτέλης M καὶ om. M 6 οὕτω — οὐσία (7)] οὐκοῦν οὐδ’ ἐνταῦθα ἐροῦμεν τὴν διαίρεσιν γεγενῆσθαι ὡς γένος εἰς εἴδη· ἡ πρώτη γὰρ οὐσία M γοῦν corr. F2 7 διαιρεῖται om. M 8 οὐδὲ scripsi: οὔτε codd. τὸ δὲ δακτ. — χεὶρ (9) in mrg. suppl. F3 δάκτυλον F 9 γὰρ] τὰ F καὶ om. M τοῦ ὅλου scripsi: οὐδὲ ὡς τὸ ὅλου F: ὅλον τοῦ ὅλου M 10 post πούς add. οὕτω καὶ ἐνταῦθα περιέχεται ἡ δευτέρα οὐσία τῆ πρώτη F διὰ — σημαινόμενα (15. 16) om. Μ: διὰ — σημαινόμενα (12) om. etiam F: exhibent Paris. 1928 Vind. 10 11 οὐδὲ scripsi: οὔτε codd. 12 post εὑρίσκομεν add. γὰρ F 16 ante μόνη add. ἐν οἷς M ἡ om. F καὶ om. F 18 δευτέρας οὐσίας M 19 post ἀνθρώπου add. ὀνόματι M δὲ om. M 20 an ὁμοίως καὶ τὶ ζῷον? 21 ὅτι om. M 22 αὐτοῖς Μ post διαίρεσιν add. lemma φανερὸν (p. 2 a 19)—κατηγορηθήσεται (p. 2 a 33), tum banc expositiouem Μετὰ τὸ εἰπεῖν τὰ ἐγκώμια τῆς οὐσίας καὶ διδάξας περὶ αὐτῆς ὅτι καὶ λέγεται καὶ νοεῖται καὶ ἐστί, καὶ διὰ μὲν τοῦ κυριώτατα σημάνας τὸ λέγεται τὰ γὰρ λεγόμενα ἡ κυρίως ἢ κατα- χρηστικῶς λέγεται), καὶ διὰ τοῦ πρώτως τὸ νοεῖται σημάνας τὰ γὰρ νοούμενα ἢ πρώτως ἢ διὰ μέσων τινῶν νοοῦνται), διὰ δὲ τοῦ μάλιστα τὸ ὅτι ἐστὶ σημάνας, δείκνυσι καὶ διὰ θεωρίας καὶ διὰ πορίσματος καὶ διὰ λήμματος, ὅτι ἡ ἄτομος οὐσία καὶ πρώτως καὶ μάλιστα ἐστὶν οὐ- σία. δεῖ δὲ ἡμᾶς εἰδέναι τί ἐστι θεωρία καὶ τί πόρισμα καὶ τί λῆμμα. θεωρία τοίνυν ἐστὶν ἡ τοῦ πράγματος ἀνάμνησις, ὡς ὅταν εἴπω ἄνθρωπος οὐσία καὶ θεωρήσω πῶς ἐστὶν οὐσία. πόρισμα δὲ τὸ τῆς θεωρίας συμπέρασμα, ὡς ὅταν εἴπω ἄνθρωπος ζῶον, τὸ ζῶον οὐσίῃ ἀνεφάνη οὖν ἡμῖν ὅτι ὁ ἄνθρωπος οὐσία ἐστί. πόρισμα οὖν ἐστὶ τὸ ἀναφαινόμενον ἐκ τοῦ πράγματος, ὡς ὅταν τις βουλόμενος ἡμῖν δεῖξαι ὅτι ἀθάνατος ἡ ψυχή, ἀναφαίνη (ἀωαφανῆ F) ἡμῖν ὅτι ἐστὶν αὐτοκίνητος. λῆμμα δέ, ὅταν αὐτὸ τὸ συμπέρασμα τοῦ συλλογισμοῦ, ὅπερ ἐστὶ πόρισμα, λάβω ἀρχὴν ἑτέρου συλλογισμοῦ, οἶον ὁ ἄνθρωπος οὐσία, ἡ οὐσία οὐκ ἐν ὑποκει- μένω, ὁ ἄνθρωπος οὐκ ἐν ὑποκειμένω. εὑρήσεις οὖν καὶ θεωροῦντα αὑτὸν ἐν τὼ δεῖξαι πρώτην τὴν ἄτομον. καὶ διὰ πορίσματος δείκνυται ὅτι εἰκότως πρώτη οὐσία λέγεται, ὅτι καὶ αἱ δεύτεραι οὐσίαι καὶ τὰ συμβεβηκότα κατηγοροῦνται αὐτῆς. μέμνηται δὲ τῆς εἰδικῆς καὶ τοῦ καθόλου συμβεβηκότος ὡς τῶν ἀτόμων οὐσιῶν κατηγορουμένων, τῶν δὲ ἀτόμων ὑποκειμένων, καὶ οὔτε τοῦ γένους οὔτε τῶν μερικῶν συμβεβηκότων ὡς εὐσυνόπτων ἢ ὡς σύντομον καὶ ἡμῖν καταλιμπάνων τοῦτο εἰδέναι, ὅτι καὶ ταῦτα κατηγοροῦνται αὐτῶν. εἶτα φησὶν ὅτι τὰ εἴδη μᾶλλον οὐσία τοῦ γένους. καὶ ἀποροῦσι τινὲς τρεῖς ἀπορίας, ὧν ἡ πρώτη ἐστίν· ἡ οὐσία τὸ μᾶλλον καὶ ἧττον οὐκ ἐπιδέχεται, ὡς αὐτὸς δείξει, καὶ πῶς ἐπὶ τῶν εἰδῶν τὸ μᾶλλον λέγομεν; ὅτι περὶ τῶν κατὰ βάθος οὐσιῶν εἶπεν, ὅτι εὑρεῖν ἐστὶ μᾶλλον· τὰ γὰρ ἐπάνω τῶν ὑποκάτω ὡς καθολικώτερα ἔχουσι τὸ μᾶλλον. ἐν δὲ τῆ κατὰ πλάτος οὐκ ἔστιν εὑρεῖν τὸ μᾶλλον, οἷον ὡς ἐπὶ τοῦ ἀνθρώπου καὶ ἵππου· οὐδέτερα γὰρ μᾶλλον οὐσία. ἔτι φασὶν ‘ἐπεὶ αἱ δεύτεραι οὐσίαι ὁμοίως δὲ καὶ τὰ συμβεβηκότα δέονται τῶν πρώτων οὐσιῶν, ὡς φησί, τί μὴ καὶ τὰ συμβεβηκότα ὦσιν οὐσίαι᾿; φαμὲν οὖν ὅτι αἱ δεύτεραι οὐσίαι πρὸς μόνην κατηγορίαν δέονται αὐτῶν, τὰ δὲ συμβεβηκότα καὶ διὰ κατηγορίαν καὶ διὰ ὕπαρξιν. εντι μᾶλλον οὐσία ἔφησεν τοῦ γένους τὸ εἶδος, διὰ τί μὴ δευτέραν οὐσίαν ἐκάλεσεν αὐτὸ καὶ τρίτην τὸ γένος; καὶ φαμὲν ὅτι τὸ εἶδος γένους ἐστὶν εἶδος καὶ ἀντιστρέρει. διὰ γοῦν τὴν σχέσιν οὐκ ἐδύνατο χωρίσαι αὐτὰ ἀπ’ ἀλλήλων. F 1 οὐσίαι om. M: ante λεγ. colloc. Aristot. 2 τά τε εἴδη καὶ τὰ γένη M 3 καθόλου F: καὶ τὰ καθόλου M εἰ Μ:οὐ F μὲν γὰρ F ἀπολαβεῖν Μ τε] δὲ F τὰ om. F 10 τοὺ Vat. 2173: τὸ F: evan. M 11 τε om. F 16 τούτου om. F 17 ἐπειδὴ — λέγονται (p. 40,2) om. Μ)
39
[*](p. 2 a 14)

᾿ Εν οἷς εἴδεσιν αἱ πρώτως λεγόμεναι οὐσίαι.

[*](99r)

Διὰ τί μὴ εἶπε ῾ δεύτεραι οὐσίαι λέγονται τὰ γένη καὶ τὰ εἴδη᾿ καθόλου, ἀλλ’ ἐν οἷς εἴδεσι; λέγομεν ὅτι πάνυ ἀσφαλῶς· εἰ γὰρ εἶπε τὰ γένη καὶ τὰ εἴδη, ἐπειδήπερ ἐν ταῖς ἄλλαις κατηγορίαις εἰσὶ γένη καὶ εἴση οἷον ἐν τῷ ποιῷ γένος μὲν τὸ χρῶμα εἶδος δὲ τὸ λευκὸν καὶ τὸ μέλαν), εἴχομεν ὑπολαβεῖν τὰς δευτέρας οὐσίας εἶναι καὶ ἐν τοῖς συμβε- βηκόσι· διὰ τοῦτο οὐ τὰ τυχόντα εἴδη εἶπεν, ἀλλ’ ἐν οἷς εἴδεσιν εύρίσκονται αἱ πρῶται οὐσίαι.

[*](p. 2 a 15)

Ταῦτά τε καὶ τὰ τῶν εἰδῶν τούτων γένη.

᾿ Ενταῦθα συνάγει ὁ φιλόσοφος τὸ παρ’ αὐτοῦ εἰρημένον καὶ διὰ τοῦ εἰπεῖν ταῦτά τε ἐσήμανε τὴν πρώτην οὐσίαν, διὰ δὲ τοῦ εἰπεῖν καὶ τὰ τῶν εἰδῶν γένη ἐσήμανε τὴν δευτέραν οὐσίαν.

[*](p. 2 a 16)

Οἷον ὁ τὶς ἄνθρωπος. |

Παράδειγμα λαμβάνει τῆς πρώτης οὐσίας. ἐκ δὲ τοῦ παραδείγματος [*](99v) φανερὸν ὅτι ἡ πρώτη οὐσία περιέχεται ἐν τῇ δευτέρᾳ· ὁ γὰρ τὶς ἄνθρωπος ἐν εἴδει μὲν ὑπάρχει τῷ ἀνθρώπῳ, γένος δὲ τοῦ εἴδους τούτου ἐστὶ τὸ ζῷον· ἐπειδὴ γὰρ τὸ μὲν ζῷον τὸν καθόλου ἄνθρωπον περιέχει, ὁ δὲ

40
καθόλου ἄνθρωπος τὸν τινὰ ἄνθρωπον, ὁ δὲ τὶς ἄνθρωπος πρώτη οὐσί, ὁ ἄνθρωπος ἄρα ὁ καθόλου καὶ τὸ ζῷον δεύτεραι οὐσίαι λέγονται.

[*](p. 2 a 17)

Δεύτεραι οὖν αὗται λέγονται οὐσίαι.

Καλῶς δὲ τὸ λέγονται εἴρηκεν, ἐπειδήπερ κατὰ φύσιν αὗται πρῶται οὐσίαι εἰσιν.

[*](p. 2 a 20)

᾿ Αναγκαῖον καὶ τοὔνομα καὶ τὸν λόυον κατηγορεῖσθαι τοῦ ὑποκειμένου.

Πόρισμά συνάγει ὁ Ἀριστοτέλης ἐνταῦθα τοιοῦτο· φησὶ γὰρ ῾ ὅσα κατά τινος λέγεται ὡς καθ’ ὑποκειμένου, μεταδίδωσι τῷ ὑποκειμένῳ καὶ τοῦ ὀνόματος καὶ τοῦ ὁρισμοῦ ὁ γὰρ Σωκράτης ἄνθρωπος λέγεται καὶ ζῶον λογικὸν θνητόν), ὅσα δὲ ἐν ὑποκειμένῳ ἐστί, τοῦ μὲν ὁρισμοῦ οὐδέ- ποτε μεταδίδωσι, τοῦ δὲ ὀνόματος ἐνίοτε· ἡ γὰρ λευκότης ἐν σώματί ἐστι καὶ τοῦ μὲν ὁρισμοῦ οὐ μεταδίδωσιν οὐ γὰρ ἂν εἴποιμεν τὸ σῶμα χρῶμα διακριτικὸν ὄψεως) τοὐ δὲ ὀνόματος μεταδίδωσι· λέγομεν γὰρ λευκὸν σῶμα.᾿ ἰστέον δὲ ὅτι οὐκ ἀεί· ἰδοὺ γὰρ ἡ ἀρετὴ οὔτε τοῦ ὀνόματος οὔτε τοῦ ὁρισμοῦ μεταδίδωσι τῷ ὑποκειμένῳ· οὐ γὰρ λέγεται ἀρεταῖος ὁ ἀρετῆς μετέχων ἀλλὰ σπουδαῖος.

[*](p. 2 a 34)

Τὰ δ’ ἄλλα πάντα.

Καλῶς πάλιν τὸ λέγεται εἶπεν· οὐ γὰρ δέεται τὰ καθόλου τῶν πρώτων οὐσιῶν, τοῦτ’ ἔστι τῶν μερικῶν, ἵνα συστῇ, ἀλλ’ ἵνα κατ’ ἐκείνων ῥηθῇ.

[*](p. 2 a 35)

Ἤ ἐν ὑποκειμέναις αὐταῖς ἐστι.

[*](100r)

Καλὸν καὶ ἐνταῦθα τὸ ἐστί· τὰ γὰρ συμβεβηκότα ἐν τῖς μερικαῖς οὐσίαις τὸ εἶναι ἔχουσιν. ἐγκώμιον οὖν βούλεται εἰπεῖν τῆς πρώτης οὐσίας· ἐπειδὴ γὰρ εἰς τρία τὰ πράγματα διαιρεῖται, εἰς καθόλου οὐσίας εἰς μερικὰς εἰς συμβεβηκότα, δέεται, φησίν, ἑκάτερα τῶν πρώτων οὐσιῶν [*](3 lemma om. F 4 post δὲ add. πάλιν M τὸ λέγ εἴρ.] εἶπε τὸ λέγ. M αὗται πρῶται] πρώτως αὗται F 8 ἐνταῦθα om. M τοιοῦτο] τοῦτο M 9 λέγον τᾶι M 10 post ὁρισμοῦ add. οἷον ὁ καθόλου ἄνθρωπος λέγεται κατὰ σωκράτους καὶ τοῦ ὁρισμοῦ ἑαυτοῦ μεταδίδωσιν ὁ ἄνθρωπος xu) σωκράτει F 13 οὐ (prius)] οὐδέποτε M εἴποιμεν scripsi: εἴπω F: εἴπωμεν il 14 λέγωμεν F 14. 15 λευκὸν σῶμα] αὐτὸ λευκόν M 15 post σῶμα add. οἷον σωκράτης λευκός F 15. Ifi οὔτε ὁρισμοῦ οὔτε ὀνόματος F 16 λέγ. γὰρ colloc. F ἀρετὴν F 19 δεῖται F 21 ῥηθῇ] ἀρκεσθῆ M 22 εἰσί F 23 καλῶς Μ καὶ] οὖν εἶπεν M 25 ἐπεὶ M τὰ om. M πράγ. ταῦτα M)

41
τὰ μὲν ἵνα ὑποστῇ ἐν ταύταις γὰρ τὰ συμβεβηκότα τὸ εἶναι ἔχει), τὰ δ’ ἵνα κατηγορηθῇ (κατὰ τίνος γὰρ τὰ καθόλου κατηγορεῖται ἢ κατὰ μερικῶν;), καὶ ἀναιρεθεισῶν τῶν πρώτων οὐσιῶν ἀναιρεῖται καὶ τὰ συμ- βεβηκότα μὴ ἔχοντα ἔν τινι ὑποστῆναι, ὡσαύτως δὲ καὶ τὰ καθόλου μὴ ἔχοντα κατά τινος ὑποκειμένου ῥηθῆναι. καθόλου δὲ λέγεται οὐ τὰ πρὸ τῶν πολλῶν, ἀλλὰ τὰ ἐν τοῖς πολλοῖς. τούτου χάριν πρόσκειται τοῦτο διὰ τὸ ἐν τῇ εἰσαγωγῇ Πορφυρίου εἰρημένον, ὅτι ἐνδέχεται τῶν εἰδῶν πάντων καθ’ ὑπόθεσιν ἀνῃρημένων τὸ γένος εἶναι· ἐκεῖ οὖν διελέγετο περὶ τῶν νοητῶν γενῶν καὶ εἰδῶν τῶν πρὸ τῶν πολλῶν, ἐνταῦθα δὲ περὶ τῶν αἰσθητῶν γενῶν καὶ εἰδῶν διαλέγεται, τοῦτ’ ἔστι περὶ τῶν ἐν τοῖς πολλοῖς.

[*](p. 2 b 5)

Ἤ ἐν ὑποκειμέναις αὐταῖς ἐστι.

Τοῦτ᾿ ἔστιν αἱ μὲν καθόλου οὐσίαι κατὰ τῶν μερικῶν λέγονται, τὰ δὲ συμβεβηκότα ἐν ταῖς μερικαῖς οὐσίαις τὸ εἶναι ἔχει· μὴ οὐσῶν οὖν τῶν πρώτων οὐσιῶν οὕτε αἱ καθόλου εἰσὶν οὔτε τὰ συμβεβηκότα. εἰκότως οὖν αἱ μερικαὶ οὐσίαι πρῶται εἶναι λέγονται. καὶ καλῶς ἔταξεν ἐν μὲν τοῖς καθόλου τὸ λέγεται, ἐν δὲ τοῖς συμβεβηκόσι τὸ ἔστι.

[*](p. 2 b 7)

Τῶν δὲ δευτέρων οὐσιῶν μᾶλλον.

Νῦν σύγκρισιν ποιεῖται τῶν δευτέρων οὐσιῶν πρὸς ἀλλήλας, τοῦ τε εἴδους καὶ τοὐ γένους, καὶ ἀπὸ δύο ἐπιχειρημάτων δείκνυσι μᾶλλον οὐσίαν τὸ εἶδος· ἢ τὸ γένος· ἑνὸς μὲν ἀπὸ τῆς σχέσεως τῆς πρὸς τὴν πρώτην οὐσίαν, τοῦτ’ ἔστι τῆς ἐγγύτητος ἐγγύτερον γὰρ τὸ εἶδος τῆς πρώτης ἤγουν μερικῆς οὐσίας ἤπερ τὸ γένος), ἑτέρου δὲ ἀπὸ τῆς ἀναλογίας· ὡς γὰρ ἔχει ἡ πρώτη οὐσία πρὸς τὸ εἶδος, οὕτω καὶ τὸ εἶδος πρὸς τὸ γένος.

[*](p. 2 b 8)

Εἄν γὰρ ἀποδιδᾷ τις τὴν πρώτην οὐσίαν τί ἐστι.

Κἄν γὰρ ἀποδιδῷ τις τί ἐστι Σωκράτης, οἰκείως μὲν καὶ ἄνθρωπος [*](1 τὰ μὲν — ἔχει] ἤγουν αἱ καθόλου καὶ τὰ συμβεβηκότα δέονται τῶν μερικῶν, τὰ μὲν συμβε- βηκότα δέονται — συμβ. in mrg. suppl. F3) ἵνα ὑποστῆ ἐν ταύταις F 1. 2 τὰ δὲ καθόλου ἶνα F 2 τὰ om. F 2. 3 ἡ κατὰ τῶν μερικῶν om. F καὶ ἀναιρ. — ῥηθῆναι (5) om. M 5 δὲ om. M λέγει M 6 καὶ πρόσκ. F 7 ἐν τῇ Εἰσαγ. Πορφ.] cf. p. 15,18 sq. 8 ἀνὴρ. καθ. ὑπόθ. colloc. F 9 νοητῶν—πολλῶν] νοημάτων F 12 αὐταῖς ἐστι] αὐταῖς εἰσι F: ἐστὶν αὐταῖς M 14 τὸ om. F 16 οὐσίαι πρῶται λέγονται οὐσίαι εἶναι F καὶ καλῶς — λέγεται (17)] καλῶς δὲ πάλιν καὶ ἐνταῦθα ἐν μὲν τοῖς καθ. τῆ παρ’ αὐτῶ πρώτη οὐσία τὸ λέγεσθαι ἔταξεν M 19 νῦν om. M 20 ἀπὸ δύο — γένος (21)] φησὶ μᾶλλον εἶναι οὐσίαν τὸ εἶδος τοῦ γένους καὶ δείκνυσι τοῦτο ἀπὸ δύο ἐπιχειρημάτων M μᾶλον F οὐσία F 22 ἐγγέτερον — γένος (23) post ἀναλογίας colloc. M 23 ἤγουν μερὶ. οὐσ.] οὐσίας τουτέστι τῶν ἀτόμων M 23. 24 ὡς γὰρ] καὶ πάλιν ὡς Μ 2.5 τί ἐστι om. F 26 κἄν — Σωκρ.] ἤγουν τὸν σωκράτην τί ἐστιν F)

42
εἰπόντες πολλὰ εἰσφέρομεν καὶ γὰρ λογικὸν καὶ ἄλογον σημαίνει), καὶ οὐκ ἐσημάναμεν εἴτε λογικὸν εἴτε ἄλογον, ἄνθρωπος δὲ ἀποκριθέντες προσεχέστερον τὴν φύσιν τοῦ Σωκράτους ἀποδώσομεν.

[*](p. 2 b 12)

Τὸ μὲν γὰρ ἴδιον μᾶλλον τοῦ τινός.

Τοῦ γὰρ Σωκράτους ἴδιόν ἐστι μᾶλλον τὸ ἄνθρωπον εἶναι ἡ τὸ ζῷον εἶναι· τοῦτο γὰρ κοινότερόν ἐστι <καὶ> κατὰ πλειόνων εἰδῶν. τὴν δὲ ἀναλογίαν λαβὲ καὶ ἐπὶ τῶν δένδρων καὶ τοῦ φυτοῦ.

[*](p. 2 b 15)

Ἔτι αἱ πρῶται οὐσίαι. |

Καὶ τοῦτο ἐκ τοῦ δευτέρου ἐπιχειρήματος τοῦ ἐκ τῆς ἀναλογίας ἐστί· [*](100v) διὰ τοῦτο, φησίν, αἱ πρῶται οὐσίαι πρῶται λέγονται διὰ τὸ καὶ τοῖς συμ- βεβηκόσιν ὑποκεῖσθαι πρὸς ὕπαρξιν καὶ τοῖς καθόλου πρὸς κατηγορίαν· ὡς γὰρ ἔχουσιν αἱ πρῶται οὐσίαι πρὸς τὰ συμβεβηκότα καὶ τὰ καθόλου, οὕτως ἔχουσι τὰ εἴδη πρὸς τὰ γένη· ὑπόκειται γὰρ τὰ εἴδη τοῖς γένεσι πρὸς κατηγορίαν, οὐκέτι δὲ καὶ τὰ γένη τοῖς εἴδεσι· τὰ μὲν γὰρ γένη κατὰ τῶν εἰδῶν κατηγορεῖται (λέγομεν γὰρ ῾ πᾶς ἄνθρωπος ζῷον᾿, καὶ ὑπόκειται μὲν ἄνθρωπος, τοῦτ’ ἔστι τὸ εἶδος, κατηγορεῖται δὲ τὸ ζῷον, ἤγουν τὸ γένος), τὰ δὲ εἴδη κατὰ τῶν γενῶν οὐκ ἀντιστρέφει· οὐκέτι γὰρ δυνάμεθα λέγειν ῾ πᾶν ζῷον ἄνθρωπος᾿ , ὡς λέγομεν ῾ πᾶς πᾶς ἄνθρωπος ζῷον᾿ . ὥστε καὶ ἐκ τούτων τὸ εἶδος τοῦ γένους μᾶλλον οὐσία.

[*](p. 2 b 22)

Αὐτῶν δὲ τῶν εἰδῶν ὅσα μή ἐστι γένη.

Καλῶς δὲ προσέθηκε τὸ ὅσα μή ἐστι γένη, ἵνα μὴ λάβῃς τὸ ζῷον· καὶ γὰρ τὸ ζῷον εἶδός ἐστιν, ἀλλὰ καὶ γένος. δεῖ τοίνυν οὐ ταῦτα λαμκαὶ [*](2 γὰρ — σημαίνει] τῶ λογικὰ καὶ ἄλογα σημαίνειν M καὶ οὐκ—ἄλογον (3) om. M 3 ἐσημάναμεν εἴτε λ. εἶτε Philop.: ἐσήμανεν οὔτε λ. οὗτε F ἄνθρ. δὲ ἀποκρ.] τὸ δὲ ἄνθρωπος M 5 μᾶλλον τοῦ om. F 6 τοῦ] τοῦτο F ἄνθρωπος F 6. 7 τὸ ζῶον εἶναι] ζῶον Μ 7 καὶ inserui κατὰ ἄλλων πλ. M τὴν αὐτὴν—φυτοῦ (8) om. M 10 καὶ τοῦτο — ἐστί] τὸ δεύτερον ἐπιχείρημα τὸ ἐκ τῆς ἀναλ. τοῦτό ἐστι M 11 διὰ—οὐσίαι] φησὶ γὰρ ὅτι αἱ πρ. οὐσ. διὰ τοῦτο M 12 ὑποκ.] κεῖσθαι F 12. 13 ὡς γὰρ] καὶ ὡς Μ 14 τὰ εἴδη τοῖς γέν.] αὐτοῖς M 15 post εἴδεσι add. καὶ τὰ ἄλλα πάντα κατὰ τούτων κατηγορεῖσθαι. Πάγὖ ἀκριβῶς προσέθηκε τὸ κατηγορεῖσθαι ἢ ἐν ταύταις εἶναι. αἱ γὰρ πρῶται οὐσίαι ὑπόκεινται μἐν πᾶσιν, οὐχ ὁμοίως, ἀλλὰ τοῖς συμβεβηκόσι πρὸς ὕπαρξιν, τοῖς δὲ καθόλου πρὸς κατηγορίαν M 16 καὶ om. F 17 τοῦτ’ ἔστι τὸ εἶδος om. M ἤγουν τὸ γένος] τουτέστιν ὑπόκειται μὲν τὸ εἶδος κατηγορεῖται δὲ τὸ γένος M 18 τὰ δὲ εἴδη—ἀντιστρ. om. M γὰρ] δὲ Μ 19 ὡς — ζῶον om. M 20 τὸ εἶδος τὸ εἶδος (sic) τοῦ γένους F: τοῦ εἴδους τὸ γένος M 21 post γένη add. οὐδὲν μᾶλλον τὸ ἕτερον τοῦ ἑτέρου οὐσία ἐστί M: om. F 22 καλῶς — γένη in mrg. suppl. F3: τὸ ὅσα μή ἐστι γένη φησὶν ἀσφαλῶς M 23 post ζῶον add. καὶ ἄνθρωπον καὶ ἵππον F)

43
βάνειν, τοῦτ’ ἔστι τὰ ὑπάλληλα, ἀλλ’ ὅσα μόνον εἴδη ἐστί, τοῦτ’ ἔστι τὰ εἰδικώτατα, οἷον ἄνθρωπον καὶ ἵππον.[

[*](p. 2 b 24)

Οὐδὲν γὰρ οἰκειότερον.

Διεξελθὼν τὴν κατὰ βάθος τῆς οὐσίας ἐξέτασιν, τοῦτ’ ἔστι τὴν ἀπὸ τῶν ἀτόμων ἐπὶ τὸ εἶδος καὶ ἀπὸ τοῦ εἴδους ἐπὶ τὸ γένος, νῦν βούλεται ὥσπερ κατὰ πλάτος τὴν παραβολὴν ποιήσασθαι, ὅπερ ἐστὶν εἴδους πρὸς εἶδος καὶ ἀτόμου πρὸς ἄτομον. φησὶ τοίνυν ὅτι οὐδὲν διοίσει εἶδος εἴδους πρὸς τὸ εἶναι δευτέραν οὔτε 1 ἄτομον ἀτόμου πρὸς τὸ εἶναι πρώτην [*](101r) οὐσίαν.

[*](p. 2 b 25)

Ἤ κατατοῦ τινὸς ἵππου τὸν ἵππον.

Ὅν γὰρ ἔχει λόγον ὁ ἄνθρωπος πρὸς τὸν τινὰ ἄνθρωπον, τοῦτον καὶ ὁ ἵππος πρὸς τὸν Ξάνθον· ὥσπερ γὰρ κατὰ τοὐ Σωκράτους οὐδὲν οἰκειότερον εἴποις τοῦ ἀνθρώπου, οὕτως οὐδὲ κατὰ τοῦ Ξάνθου τοῦ ἵππου.

[*](p. 2 b 29)

Εἰκότως δὲ μετὰ τὰς πρώτας οὐσίας.

Νῦν τὴν αἰτίαν λέγει δι’ ἣν τὰ γένη καὶ τὰ εἴδη δευτέρας οὐσίας ἐκάλεσε, τὰ δὲ συμβεβηκότα οὐκέτι τρίτας οὐσίας εἶπε. διττὴν δὲ ἐπιχείρησιν κομίζει, τὴν μὲν πρώτην ἀπὸ τῆς ἀποδόσεως τοῦ ὁρισμοῦ· φησὶ γάρ. ἐὰν ἐρωτηθέντες ῾ τί ἐστι Σωκράτης᾿ εἴπωμεν ῾ἄνθρωπος᾿ ἢ ῾ ζῷον῾ , οἰκείως καὶ γνωρίμως ἀποδώσομεν, ἐὰν δὲ ῾ λεθκὸς῾ ἢ ῾ τρέχει᾿ ἤ τι τοιοῦτον, ἀλλοτρίως καὶ ἀγνώστως. εἰκότως οὖν τὰ μὲν εἴδη καὶ τὰ γένη δευτέρας οὐσίας λέγομεν, τὰ δὲ συμβεβηκότα ὅλως οὔ φαμεν οὐσίας.

[*](p. 2 b 37)

Ἔτι αἱ πρῶται οὐσίαι.

Τοῦτο δεύτερον ἐπιχείρημα τὸ ἐκ τῆς ἀναλογίας· φησὶ γὰρ ὅτι ὥσπερ αἱ πρῶται οὐσίαι διὰ τοῦτο πρῶται λέγονται διὰ τὸ τοῖς ἄλλοις ὑποκεῖτοῦτ᾿ [*](1 ἔστι τὰ ὑπάλληλα om. M μόνως Μ 2 εἰδικ.] οἰκειότατα F καὶ om. F 3 lemma om. M 4 διεξελθὼν δὲ M τῆς om. M ἐξέτασιν] ὑπάστασιν F; an ἀπόστασιν? τὴν ἀπὸ superscr. F3 5 τοῦ εἴδους] τούτου M νῦν βούλ.] καὶ νῦν βουλόμενος M 6 an ἥπερ? εἴδους Philop.: εἶδος FM 7 τοῦτο καὶ M ἀτόμου Philop.: ἄτομον FM τοίνυν om. M ὅτι om. F 8 οὔτε] an οὐδὲ? 10 lemma om. F τοῦ Vat. 2173: om. M 11 ὁ om. M 12 post ξανθὸν add. ἵππον F 12. 13 κατὰ om. M 13 εἶπε F 13. 14 τὸν ἵππον M 15 δὲ] οὖν F 16 τὰ μὲν εἴδη καὶ τὰ γένη Μ 17 οὐσίας om. M εἶπε] ἐκά- λεσε M 18 παραδόσεως M 18. 19 φησὶ γὰρ] τὴν δὲ δευτέραν ἐξ ἀναλογίας. καί φησι τὴν πρώτην οὕτως M 20 λέγομεν τουτέστιν ἀποδώσομεν F 24 τὸ om. F ὥσπερ om. F)

44
σθαι, οὕτω τὰ εἴδη καὶ τὰ γένη δεύτεραι οὐσίαι λέγονται διὰ τὸ καὶ αὐτὰ ἄλλοις ὑποκεῖσθαι. ὑπόκεινται δὲ τὰ εἴδη καὶ τὰ γένη τοῖς συμβεβηκόσιν· εἰκότως οὗν ταῦτα δεύτεραι οὐσίαι λέγοντι. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων.