In Aristotelis Categorias Commentarius

Ammonius

Ammonius, In Aristotelis Categorias Commentarius, Commentaria in Aristotelem Graeca, Vol 4.4. Busse, Adolf, editor. Berlin: Reimer, 1895.

[*](p. 15 a 23)

Κινήσεως δέ ἐστιν εἴδη ἕξ.

Πάλιν περὶ κινήσεως φησιν, ἐπειδὴ καὶ ταύτης ἐμνημόνευσεν ἐν τοῖς προλαβοῦσιν. ἡ οὖν κίνησις μεταβολή ἐστι, τὸ δὲ μεταβάλλον ἢ κατ’ οὐσίαν μεταβάλλει ἢ κατὰ συμβεβηκός. καὶ εἰ μὲν κατ’ οὐσίαν, γίνεται γένεσις καὶ φθορά (εἰ μὲν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ ὄν, ἔσται γένεσις, εἰ δὲ ἀπὸ τοῦ ὄντος εἰς τὸ μὴ ὄν, γίνεται φθορά), εἰ δὲ κατὰ συμβεβηκός, [*](139v) ἢ ἐν αὐτῷ ἐστιν ἡ μεταβολὴ ἢ ἐπ’ αὐτῷ ἢ περὶ αὐτό. καὶ εἰ μὲν ἐν αὐτῷ, καλεῖται αὔξησις καὶ μείωσις, εἰ δὲ ἐπ’ αὐτῷ, ἀλλοίωσις, εἰ δὲ περὶ αὐτό, καλεῖται ἡ κατὰ τόπον μεταβολή, ὥστε γίνεσθαι τὴν κίνησιν ἐν τέτρασι κατηγορίαις, ἐν μὲν τῇ οὐσίᾳ γένεσιν καὶ φθοράν, ἐν δὲ τῷ ποσῷ αὔξησιν καὶ μείωσιν, ἐν δὲ τῷ ποιῷ ἀλλοίωσιν, ἐν δὲ τῇ ποῦ τὴν κατὰ τόπον μεταβολήν. ὅπερ δὲ ἐπὶ τῶν ἀντικειμένων ἐποίησε, καὶ νῦν ποιεῖ· διακρίνει γὰρ τὰ εἴδη τῆς κινήσεως ἀπ’ ἀλλήλων.

[*](p. 15 a 25)

Εἰ γὰρ ἦν ἡ αὐτή, ἔδει τὸ ἀλλοιούμενον.

Επὶ τῶν ἄλλων οὐδὲν κατασκευάσας ὡς προφανῶν περὶ τῆς ἀλοιώσεως τοῦτο ποιεῖ καί φησιν ὅτι εἰ ἡ αὐτὴ ἦν ἡ ἀλλοίωσις τῇ αὐξήσει, ἔδει τὸ αὐξανόμενον πάντως ἀλλοιοῦσθαι, ὅπερ οὐ γίνεται· τὸ γὰρ τετράγωνον γνώμονος αὐτῷ περιτεθέντος αὔξεται μὲν ἀλλοιοῦται δὲ οὐδαμῶς· μένει γὰρ πάλιν τὸ τετράγωνον. γνώμων δέ ἐστιν ἡ περὶ τὴν διάμετρον περι- φέρεια μετὰ τῶν δύο παραπληρωμάτων. [*](2 τοῦ γάρ ζώου—λέγεται εἶναι (3) om. F 3 ἐπείπερ] ἐπεὶ καὶ F τὴν αὐτὴν διαίπεσιν] τὴν διαίρεσιν F: τὴν διαίρεσιν αὐτὴν M 4 ἐστιν M: om. F τὸ Paris. 1973: καὶ F: om. M τύχη F 7 tit. om. M 9 νῦν πάλιν M ἐπειδὴ—ἐμνημ.] ἐμνημ. γὰρ καὶ ταύτης M (cf. p. 4a20) 11 εἰ] ἡ F 12 εἰ μὲν εὗρον ἀπὸ Μ 14 ἐπ᾿ αὐτὸ F καὶ om. F 15 ἐπ’ αὐτῶ] περὶ αὐτῶ F: ἐπ᾿ αὐτό Μ 16 περὶ αὐτὸ] ἐπ’ αὐτῶ F καλεῖται om. M 21 γὰρ καὶ ἦν F 22 ἐπὶ τῶν ἄλλων—ἀλλοιοῦσθαι (24) om. F 23 ἡ (prius) Vat. 247: om. M 25 περιθέντος F)

106
ζ θ ε α δ ι β γ η τὸ ᾱ γ τετράγωνον περιτεθέντος τοῦ ᾱ ζ ε η γ γνώμονος ηὔξηται μὲν οὐκ ἠλλοίωται δέ· καὶ γὰρ τετράγωνον καὶ τὸ η ζ ἐστί. καὶ αὖθις τὸ δ τετράγωνον περιτεθέντος τοῦ θ ζ β η ι γνώμονος ηὔξηται καὶ οὐκ ἠλλοίωται· τετράγωνον γὰρ καὶ τὸ ε β ἐστίν. ἔστιν οὖν ὁ γνώμων τετράγωνον μετὰ τῶν περὶ τὴν διάμετρον αὐτοῦ δύο παραπληρωμάτων.

Καὶ περὶ τῶν ὄντων τοσαῦτα εἰρήσθω· ὡς εὐχερῆ δὲ τὰ λοιπὰ παρήκαμεν·

[*](1 figuram exhibet M, cuius notas τετράγωνον et γνώμων pluribus locis additas neglexi: om. F τὸ ἁ γ τετράγωνον—παραπληρωμάτων (5) M: ἵνα ἦ μὲν τὸ τετράγωνον τοῦτο (quod quattuor figuris illustratur) F 4 ἔστιν οὖν—παραπληρωμάτων (5) eicias 6 καὶ περὶ τῶν ὄντων—παρήκαμεν (7) M: om. F)