In Aristotelis Categorias Commentarius

Ammonius

Ammonius, In Aristotelis Categorias Commentarius, Commentaria in Aristotelem Graeca, Vol 4.4. Busse, Adolf, editor. Berlin: Reimer, 1895.

[*](p. 14 b 24)

Ἅμα δὲ λέγεται ἁπλῶς μὲν καὶ κυριώτατα, ὧν ἡ γένεσις. |

Ἐπειδὴ καὶ περὶ τοῦ ἅμα ἐμνημόνευσεν ἐν τῇ τῶν κατηγοριῶν [*](138v) διδασκαλίᾳ, διδάσκει καὶ περὶ τούτου. καθάπερ δὲ καὶ ἐν τῷ προτέρῳ ἐλέγομεν πρῶτον σημαινόμενον αὐτοῦ κυρίως τὸ κατὰ χρόνον, τοῦτο κἀνταῦθά φησι, δεύτερον δὲ τὸ φύσει, καθὰ καὶ ἐπ’ ἐκείνων εἴρηται. τοῦτο δὲ ἀντίκειται τῷ δευτέρῳ τρόπῳ καὶ πέμπτῳ τοῦ προτέρου· καὶ γὰρ ἀντι- στρέφει κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν καὶ οὐκ ἔστιν τῷ ἑτέρῳ τὸ [*](1 ᾖ] εἴη F: evan. M 4 ἄλληλα ex Philopono iuserui ὁ υἱὸς—υἱός om. M εἰ οὖν — λέγοιτο ἄν (5)] εἰ οὖν ὁ ἕτερος εὑρεθείη αἴτιος τοῦ τὸν ἕτερον εἶναι, εἰκότως λέγοιτ’ ἄν τῆ φύσει πρότερος. εὑρίσκεται τοίνυν ὁ πατὴρ αἴτιος τοῦ εἶναι τὸν υἱόν. οὐκοῦν οὕτος τῆ φύσει πρότερος τοῦ υἱοῦ M 6 lemma om. F ἕτερον om. M 7 λέγεται Aristot. 8 οὐκέτι Philop.: καὶ codd. 9 τοῦ ὑστ. ὁ colloc. F 11 κτὰ — πρότερον (12) om. M γὰρ] scribas ἄρα 13 tit. τοῦ ἀριστοτέλους περὶ τοῦ ἅμα F: om. M 16 ante ἐπειδὴ add. Ὅτι τὸ ἄμα διχῶς· ἡ κατὰ χρόνον ἢ φύσει. κατὰ χρόνον μὲν ὧν ἡ γένεσις ἐν τῶ αὐτῶ χρόνω, φύσει δὲ ὅταν ἀντιστρέφωσι μὲν κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν, μηδαμῶς δὲ αἴτιον τὸ ἕτερον τῶ ἑτέρω τοῦ εἶναι ὑπάρχοι M ἐπειδὴ — ἐμνημ.] ἐμνημ. τοῦ ἅμα M 16. 17 ἐν τῇ τῶν κὰτ. διδ.] cf. p. 7b 15sq. 17 διδ. — τούτου] τοιγαροῦν καὶ περὶ αὐτοῦ διδ. M δὲ om. F ἐν τῷ προτέρῳ] cf. p. 103,5 19 τὸ φύσει Paris. 1973: τῶ τῆ φύσει F: τὰ φύσει M 20. 21 ἀντιστρ.] τοι (sic) στρέφει F)

105
ἕτερον αἴτιον τοῦ εἶναι, οἷον τὸ πεζὸν ζῷον καὶ τὸ πτηνὸν καὶ τὸ ἕνυδρον· τοῦ γὰρ ζῴου τὸ μέν ἐστι πτηνὸν τὸ δὲ πεζὸν τὸ δὲ ἔνυδρον· ταῦτα οὖν ἅμα λέγεται εἶναι, ἐπείπερ ἐκ τοῦ αὐτοῦ γένους κατὰ τὴν αὐτὴν διαίρεσίν ἐστιν, ὥς φησιν. ἐὰν δὲ τὸ πτηνὸν διαιρεθῇ εἰς ὄρνιθας, εἰ τύχοι, καὶ ἀκρίδας, οὐκέτι ὄρνις καὶ πτηνὸν ἅμα λέγεται, ἀλλὰ πρότερον τὸ πτηνόν, διότι ἐκ τῆς πρώτης διαιρέσεως τοῦ ζῴου διῄρηται. |