In Aristotelis Categorias Commentarius

Ammonius

Ammonius, In Aristotelis Categorias Commentarius, Commentaria in Aristotelem Graeca, Vol 4.4. Busse, Adolf, editor. Berlin: Reimer, 1895.

Ἐπειδὴ τῆς Ἀριστοτέλους ἐντὸς ἐθέλομεν γενέσθαι φιλοσοφίας, φέρε τινὰ δέκα τὸν ἀριθμὸν εἰς ταύτην ἡμῖν συμβαλλόμενα ζητήσωμεν, πρῶτον πόθεν τὰ ὀνόματα τῶν φιλοσόφων αἱρέσεων, δεύτερον τίς ἡ διαίρεσις τῶν Ἀριστοτελικῶν συγγραμμάτων, τρίτον πόθεν ἀρκτέον τῶν Ἀριστοτελικῶν συγγραμμάτων, τέταρτον τί τὸ ἀναφαινόμενον ἡμῖν χρήσιμον ἐκ τῆς Ἀριστοτελικῆς φιλοσο|φίας, πέμπτον τίνα τὰ ἄγοντα ἐπὶ ταύτην, ἕκτον πῶς δεῖ [*](34b) παρασκευάσασθαι τὸν ἀκροασόμενὸν φιλοσόφων λόγων, ἕβδομον τί τὸ εἶδος τῆς ἀπαγγελίας, ὄγδοον διὰ τί φαίνεται ὁ φιλόσοφος ἀσάφειαν ἐπιτηδεύσας, ἔννατον ποῖα δεῖ καὶ πόσα προλαμβάνεσθαι ἑκάστου τῶν Ἀριστοτελικῶν συγγραμμάτων, δέκατον ποῖον δεῖ εἶναι τὸν ἐξηγούμενον αὐτά.

Ὀνομάζονται μὲν οὖν αἱ τῶν φιλοσόφων αἱρέσεις ἀπό τινων ἑπτά· ἢ γὰρ ἀπὸ τῶν αἱρεσιαρχῶν, ὥσπερ οἱ Πυθαγόρειοι λέγονται καί τινες Ἐπικούρειοί τε καὶ Δημοκρίτειοι Πυθαγόρου καὶ Δημοκρίτου καὶ Ἐπικούρου τὴν ἀρχὴν τῶν αἱρέσεων ἑκάστης συστησαμένων, ἢ ἀπὸ τῆς πατρίδος τῶν προκαταρξαμένων [*](35a) ὥσπερ ἡ Κυρηναικὴ φιλοσοφία λέγεται, ἢ ἀπὸ τοῦ τόπου ἔνθα ἐπαίδευον, ὥσπερ οἱ Στωικοί, ἐπειδὴ ἐν τῇ στοᾷ ἐπαίδευον τῇ ποικίλῃ, [*](1 In titulo om. ἀπὸ φωνῆς F: Φιλοπόνου εἰς τὰς κατηγορίας b 3 θέλομεν M φιλ. γενέσθαι colloc. M 4 δέκα—ζητήσωμεν] ἡμῖν συμβαλλόμενα εἰς ταύτην ἔστι δὲ ταῦτα δέκα τὸν ἀριθμόν Mb 8 ὅπως M 9 παρασκευάσαι M ἀκροασάμενον F 10 τῆς Ἀριστοτελικῆς ἀπαγγ. b 11 ἔνατον (alterum ν eras.) M ἑκάστου om. M ἀριστοτελικῶν] ἀριστοτέλους M 12 ὁποῖον M post αὐτὰ add. ἐπειδὴ τοίνυν ἀπηριθμησάμεθα (ἀπηριθμήσαμεν b) ταῦτα, φέρε ζητοῦντες ἕκαστον οἷόν τε ἡμῖν ἐστι σαφηνίσωμεν Mb 13 πρῶτον μὲν οὖν ὄν. b 14 πέντε ἁμ. F ὥσπερ] ὡς M 15 Δημοκρίτειοί τε καὶ Ἐπικ. colloc. Olymp. (recte) πυθαγόρου τε (τε om. b) καὶ ἐπικούρου καὶ δημοκρίτου Mb 16 ἑκάστην Fb δεύτερον ἡ F 16. 17 προκαταρξαμένων F Olymp.: καταρξάντων M: καταρξαμένων b 17 τρίτον ἢ F 18 ἐν τῆ ποικίλη στοὰ ἐπαίδευον M)

2
καὶ οἱ Λύκειοι καὶ οἱ Ἀκαδημαϊκοί, οἵτινες ἀπὸ τοῦ τόπου τὴν προσηγορίαν ἔλαβον, ἢ ἀπὸ τοῦ εἴδους τῆς ζωῆς, ὥσπερ οἱ Κυνικοὶ φιλόσοφοι, οἵτινες διὰ τὸ παρρησιαστικόν τε καὶ ἐλεγκτικὸν κύνες ὠνομάζοντο· ὥσπερ γὰρ ὁ κύων ἔχει τὸ διακριτικὸν τῶν οἰκείων ἀπὸ τῶν ἀλλοτρίων, οὕτω καὶ οὗτοι ἐποίουν καὶ τοὺς μὲν ἀξίους φιλοσοφίας ἐδέχοντο τοὺς δὲ ἀναξίους καὶ μὴ δυναμένους ἐντὸς γενέσθαι φιλοσόφων λόγων ἐδίωκον, καὶ τούτου ἕνεκεν Κυνικοὶ ὠνομάζοντο, ὅθεν καὶ ὁ Πλατῶν ἔφη· ‘ἔχει δέ τι καὶ ὁ κύων φιλόσοφον᾿. λέγονται δὲ καὶ ἀπὸ τοῦ τρόπου τῆς ἐν τῷ φιλοσοφεῖν διακρίσεως, ὥσπερ οἱ ἐφεκτικοὶ φιλόσοφοι, οἳ τοῦ τῶν φιλοσόφων οὐδ’ ὅλως ὀνόματος ἠξιώθησαν ὡς περὶ τῆς τῶν πραγμάτων φύσεως ζητήσαντες, οὐ μὴν κατωρθωκότες· ἔλεγον γὰρ οὗτοι παντελῶς ἀκαταληψίαν εἶναι καὶ μηδένα μηδὲν γινώσκειν. οὓς ἐλέγχει μὲν καὶ δι’ ἄλλων ἰσχυρῶν τε καὶ ἀποδεικτικῶν ὁ Πλάτων, κέχρηται δὲ καὶ τῷ τοιούτῳ τινὶ ἐλέγχῳ ἐκ τοῦ αὐτῶν δόγματος ὁρμώμενος· φησὶ γὰρ ὅτι ‘ὑμεῖς ἐγνωκότες ἀποφαίνεσθε παντελῆ εἶναι ἀκαταληψίαν ἢ οὐκ ἐγνωκότες; εἰ μὲν οὐκ ἐγνωκότες, οὐ δήπου πιστεύσομεν ὑμῖν ἀπὸ γνάθων ἀποφαινομένοις· εἰ δὲ ἐγνωκότες, ἔστιν ἄρα κατάληψις.’ ἔλεγον γὰρ ἐκεῖνοι μὴ εἶναι κατάληψιν τῷ λόγῳ τούτῳ χριόμενοι· εἰ μέλλοι εἶναι κατάληψις, δεῖ τὸ γινῶσκον ἐφαρμόζειν τῷ γινωσκομένῳ· εἰ δὲ μέλλοι ἐφαρμόζειν, δεῖ τὸ γινωσκόμενον ἑστάναι τε καὶ ἀεὶ ὡσαύτως ἔχειν, ἢ εἰ κινοῖτο τὸ γινωσκόμενον, συγκινεῖσθαι τὸ γινῶσκον καὶ παρα- κολουθεῖν αὐτῷ. εἰ τοίνυν τὰ πράγματα οὐχ ἕστηκεν ἀλλ’ ἀεὶ κινεῖται καὶ κινουμένοις αὐτοῖς οὐ δύναται συγκινεῖσθαί τε καὶ συνακολουθεῖν ἡ ἡμετέρα ψυχή, ἀνάγκη ἀκαταληψίαν εἶναι. ὅτι μὲν οὖν κινεῖται τὰ πράγματα καὶ ἀεὶ ἐν ῥοῇ καὶ ἀπορροῇ ἐστι, τοῦτ’ ἔστιν ἐν ῥύσει καὶ μεταβολῇ, ὀρθῶς ἔφασκον, ὅθεν καί τινος τῶν ἀρχαίων εἰρηκότος ὅτι εἰς τὸν αὐτὸν ποταμὸν [*](1 καὶ οἱ Λύκειοι—ἔλαβον (2) om. Philop. Olymp. Elias (reote) καὶ οἱ οἵ τε ἐν τῶ λυκείῳ λύκειοι καὶ οἱ κατὰ τὴν ἀκαδημίαν (ἀκαδδημίαν ubique M) ἀκαδημαϊκοί (ἀκαδδημιακοί M) Mb οἵτινες om. Mb 2 τέταρτον ἡ F εἴδους τῆς ζωῆς] ἤθους F 3 κύνες ὠνομ. ante διὰ τὸ παρρ. colloc. Mb 5 οὗτοι] οἱ φιλόσοφοι M: οὗτοι οἱ φιλόσοφοι b ἀναξίους τῆς φιλοσοφίας Mb 6 γίνεσθαι b ante καὶ τούτου add. διὰ τὸ οὖν παρρησιαστικὸν καὶ τὸ διακρίνειν αὐτοὺς τούς τε δυναμένους καὶ τοὺς τοὺς om. b) μὴ δυναμένους δέξασθαι φιλοσόφους (φιλοσοφίας b) λόγους Mb καὶ om. Mb 7 ἕνεκα b ὁ om. M Πλατῶν] cf. Reipubl. II 15 p. 375 Ε sq. ἔφησεν M 8 post φιλόσοφον add. οὕτω καὶ οἱ κυνικοὶ φιλόσοφοι ἀνυποστάλτως ἀνυποστάτως M1) ἐλευθεριάζοντες ἔκρινόν τε καὶ διήλεγχον τά τε ὀρθὰ (ἀρθῶς b) καὶ τὰ μὴ ἔχοντα Mb πέμπτον λέγεται Fb δὲ καὶ om. b τόπου F1 9 οἳ – ὅλως (10)] οἵτινες ἀναξίως καὶ τοῦ τῶν φιλοσόφων M οὐδ’ om. b 10 ὀνόματι F 11 μὴν] μή τι M παντελῆ M 12 καὶ (post μὲν) om. b 13 τῷ om. M καὶ ἐκ b 14 αὐτοῦ b φησὶ] cf. Cratyl. p. 439 E sq. ἡμεῖς F1 14.15 παντ. ἀποφαίν. b 15 ἐγνωκότες (prius) om. b post μὲν add. γὰρ M: οὖν b 16 πιστεύσομεν b: πιστεύσωμεν F: πιστεύομεν M ἀποφαινομένων M ἄρα ἐστι colloc. Fb 17 γὰρ] δὲ Mb 18 ὅτι εἰ M 18. 19 μέλλει (priore loco) M, (utrobique) b 20 κινοίητο F τὸ γινωσκόμενον om. M καὶ τὸ γινῶσκον b 24 post ῥοῇ add. τε M τοῦτ’ ἔστιν om. M ἐν ῥύσει τέ ἐστι καὶ μετ. M 25 τινα— εἰρηκότα M τινος] cf. Heracliti fr. 41 Byw.)
3
οὐκ ἔστι δὶς ἐμβῆναι κατὰ τὸν αὐτὸν τόπον, ἔφη πρὸς αὐτὸν ἕτερος τῷ ὄντι ὀξείᾳ τῇ διανοίᾳ, ὡς οὐδ’ ἅπαξ· ἅμα γὰρ τῷ καθεῖναι τὸν πόδα ἐρρύη αὐτὸ τὸ ὕδωρ πρὶν εἰς αὐτὸ τὸ λοιπὸν ἐμβῆναι σῶμα. τοῦτο μὲν οὖν, ὡς εἶπον, ὀρθῶς ἔφησαν, ὅτι δὲ ἡ ψυχὴ ἡ ἡμετέρα οὐ δύναται τούτοις παρακολουθεῖν, τοῦτο ψεύδονται· ἀπέδειξε γὰρ ὁ Πλατῶν ὅτι αἱ σπουδαῖαι τῶν ψυχῶν οὐ μόνον οὐ κατόπιν αὐτῶν ἔρχονται, ἀλλὰ καὶ τῷ τάχει ὢ τῆς κινήσεως αὐτὰ φθάνουσαι προαπαντῶσι καὶ οὕτως αὐτῶν ἀντιλαμβάνονται. ὀνομάζονται δὲ καὶ ἀπό τινος συμβεβηκότος, ὡς οἱ ἀπὸ τοὐ Περιπάτου· ἐπειδὴ γὰρ ὁ Πλατῶν ἐξηγούμενος ἐβάδιζε θέλων τὸ ἑαυτοῦ σῶμα γυμνάζειν, ὡς ἂν μὴ ἀσθενέστερον γεγονὸς ἐμποδὼν γένοιτο ταῖς ψυχικαῖς ἐνεργείαις, οἱ διαδεξάμενοι αὐτόν, ἤγουν ὁ Ξενοκράτης καὶ ὁ Ἀριστοτέλης, [*](35b) ὠνομάσθησαν οὕτως, οἱ ἀπὸ τοῦ Περιπάτου, ὧν ὁ μὲν Ἀριστοτέλης ἐν Λυκείῳ ἐπαίδευεν, ὁ δὲ Ξενοκράτης ἐν Ἀκαδημίᾳ· ὕστερον δὲ τοῖς μὲν ὁ τόπος ἐξέλιπε καὶ ὠνομάσθησαν ἀπὸ τῆς ἐνεργείας τοῦ διδασκάλου Περιπαπατητικοί, τοῖς δὲ ἡ ἐνέργεια καὶ ὠνομάσθησαν ἀπὸ τοῦ τόπου Ἀκαδημαϊκοί. ἢ ἀπὸ τοῦ τέλους τῆς φιλοσοφίας, ὡς οἱ Ἡδονικοί· οὗτοι γὰρ ἔλεγον τέλος εἶναι τοὐ βίου τὴν ἡδονήν, οὐχ ἡδονὴν δὲ ταύτην ἣν ὑπολαμβάνουσιν οἱ πολλοί, λέγω δὴ τὴν παθητικήν, ἀλλὰ τὴν παντελῆ τῆς ψυχῆς ἀπάθειαν.

Ἐπειδὴ τοίνυν εἰρήκαμεν ποσαχῶς τε καὶ πόθεν αἱ τῶν φιλοσόφων αἱρέσεις ὠνομάσθησαν, φέρε δεύτερον καὶ τὴν διαίρεσιν τῶν Ἀριστοτελικῶν συγγραμμάτων ποιησώμεθα τούτων οὖν τὰ μέν ἐστι μερικὰ τὰ δὲ καθόλου τὰ δὲ ἐν τῷ μεταξὺ τῶν καθόλου καὶ τῶν μερικῶν. καὶ ἔστι μερικὰ μὲν ὅσα πρός τινας ἰδία γέγραφεν, ἢ ἐπιστολὰς ἢ ἕτερα τοιαῦτα, καθόλου δὲ ἐν οἷς περὶ τῆς τῶν πραγμάτων φύσεως ζητεῖ, ὡς ἔστι τὸ Περὶ τῆς ψυχῆς τὸ Περὶ γενέσεως καὶ φθορᾶς τὸ Περὶ οὐρανοῦ, μεταξὺ δὲ ὁπόσα περὶ ἱστορίας γέγραφεν, ὡς αἱ γεγραμμέναι αὐτῷ Πολιτεῖαι ἀμφὶ τὰς πεντήκοντα καὶ διακοσίας οὖσαι, ἃς οὔτε πρός τινας ἰδίᾳ γέγραφεν, οὔτε καθόλου εἰσίν ἡ γὰρ Ἀθηναίων πολιτεία ἢ τῶν δείνων, εἰ τύχοι, [*](1 κατὰ] καὶ πρὸς b ἕτερος ἔφησε πρὸς αὐτὸν M τοὺς πόδας M 3 αὐτὸ τὸ ὕδ.] αὐτῷ τὸ ὕδ. b 4 ἔφησεν M 5 ψεύδεται M ὁ θεῖος πλατῶν M (cf. Reip. VI 27 p. Β) 6 οὐ (ante κατόπιν)] ὅτι F εἰσέρχονται Mb 7 αὐτὰ] αὐτῶν b τε καὶ M 8 ὀνομάζονται δὲ] ἕκτον ἢ ὀνομάζονται F: ἕκτον ὀνομάζεται b οἱ om. M 9 ὁ θεῖος πλατῶν M ἐθέλων M 10 εὐσθενέστερον M: ἀθενέστ. b 11 ἤγουν—ἀριστοτέλης om. Mb 12 post περιπάτου διεδέξαντο δὲ ξενοκράτης τε καὶ ἀριστοτέλης M: διεδ. δὲ ὁ Ξεν. καὶ ὁ Ἀρ. b 12. 13 ὧν ὁ μὲν ἐν λ. ἐπαίδ. ὁ ἀριστοτέλης M: ὧν ἐν Λυκ. μὲν ἐπαίδευσεν Ἀρ. b 15 ἀκαδδημιακοί M 17 ταύτην] αὐτὴν M ἥν—δὴ (18) om. F 18 παντελῆ] πολλὴν b 20 τε om. 21 δεύτερον om. Mb 22 ποιήσωμεν b οὑν] τοίνυν Mb 23 ἐν τῷ om. b μερικῶν] κατὰ μέρος Mb 25 ἔστι om. b 25. 26 τὸ (tribus locis)] ἣ M: ἡ b 27 ἔγραψεν Fb post γέγραφεν add. ταῦτα μὲν οὖν οὔτε πρός τινας ἀποτεινόμενος ἰδία ἐξέθετο, οὐ μὴν οὐδὲ καθόλου εἰσί· τῶν δὲ μεταξύ εἰσι καὶ Mb ὡς om. Mb αἱ om b 28 γέγραφεν post ἅς transp. M 29 εἰσίν om. Mb ἡ τῶν δείνων) καὶ ἡ τῶν δέ τινων M: ἢ τῶν δεινῶν b εἰ] ἡ F)

4
καθόλου οὐκ ἄν εἴη), ἔγραψε δὲ ἵνα οἱ ἐντυγχάνοντες μετ’ αὐτὸν ἄνθρωποι καὶ κρίνοντες, κατὰ τί μὲν ὀρθῶς ἐπολιτεύοντο κτὰ τί δὲ οὐχ οὕτως, τὰ μὲν ἕλωνται τὰ δὲ φύγωσι, καὶ ταύτῃ ὠφελῶνται. τὰ μὲν οὖν μερικὰ καὶ μεταξὺ χαιρέτω, τῶν δὲ καθόλου τὰ μέν ἐστι συνταγματικὰ τὰ δὲ ὑπομνηματικά. ὑπομνηματικὰ δὲ καλοῦνται ἐν οἷς τὰ κεφάλαια μόνα ἀπογράφονται· ἰστέον γὰρ ὅτι τὸ παλαιὸν εἴ τις προῄρητο συγγράψασθαι, τὰ εὑρισκόμενα κατὰ μέρος αὐτοῖς εἰς τὴν τοῦ προκειμένου ἀπόδειξιν συμβαλλόμενα κεφαλαιωδῶς ἀπεγράφοντο, πολλὰ δὲ ἐξ ἀρχαιοτέρων βιβλίων νοήματα ἐλάμβανον, ἵνα τὰ μὲν ὀρθῶς ἔχοντα κρατύνωσι τὰ δὲ μὴ οὕτως ἐξελέγξωσιν· ὕστερον μέντοι τάξιν τέ τινα αὐτοῖς ἐπιπροσθέντες καὶ κάλλει λόγων καὶ ἀπαγγελίας ἀσκήσει φαιδρύναντες ὕφαινον τὰ συγγράμματα. καὶ ταύτῃ διενήνοχε τὰ ὑπομνηματικὰ τῶν συνταγματικῶν τάξει τε καὶ ἑρμηνείας κάλλει. τῶν δὲ ὑπομνηματικῶν τὰ μὲν μονοειδῆ, ὡς ὅταν περὶ ἑνός τινος ποιῆται τὴν ζήτησιν, τὰ δὲ ποικίλα, ὅταν περὶ πολλῶν. καὶ πάλιν τῶν συνταγματικῶν τὰ μέν ἐστι διαλογικά, ὡς ὅσα δραματικῶς διεσκεύασται κατὰ πεῦσιν καὶ ἀπόκρισιν πλειόνων προσώπων, τὰ δὲ αὐτοπρόσωπα ὡς ὅσα γέγραφεν ὡς ἀφ’ ἑαυτοῦ.

Καλεῖται δὲ τὰ μὲν διαλογικὰ καὶ ἐξωτερικά, τὰ δὲ αὐτοπρόσωπα καὶ ἀξιωματικὰ ἤιοι ἀκροαματικά. καὶ ἄξιον ζητήσεως τί. δή ποτε οὕτως ὠνομάσθησαν. τινὲς μὲν οὖν λέγουσιν ὅτι τὰ διαλογικὰ καὶ ἐξωτερικὰ ἐκάλεσαν, ἐπειδὴ τὸν ἴδιον σκοπὸν οὐκ ἐκτίθεται ἐν αὐτοῖς ἀλλ’ ὡς ἐξ ἄλλων προσώπων ἀναπλάττει τὰ τυχόντα. τοῦτο δὲ ψευδές ἐστιν· ἐξωτερικὰ [*](36a) γὰρ ὠνόμασται, ἐπειδὴ πρὸς τοὺς ἐπιπολαίως συνιέντας γέγραπται ἐπιτηδεύσαντος τοῦ φιλοσόφου ἐν αὐτοῖς φράσιν τε σαφεστέραν καὶ τὰς ἀποδείξεις οὐκ ἀποδεικτικὰς ἀλλὰ μᾶλλον πιθανὰς ἐξ ἐνδόξων, τὰ δὲ ἀκροαματικὰ ὡς ἂν δέον αὐτῶν ἀκροάσασθαι τὸν σπουδαῖόν τε καὶ τῷ ὄντι γνήσιον ἐραστὴν τῆς φιλοσοφίας.

Τῶν δὲ ἀκροαματικῶν τὰ μέν ἐστι θεωρητικὰ τὰ δὲ πρακτικὰ τὰ δὲ ὀργανικά· θεωρητικὰ μὲν ὅσα περὶ τὴν διάκρισιν ἔχει τοῦ ἀληθοῦς καὶ τοῦ ψευδοῦς, πρακτικὰ δὲ ὅσα περὶ τὴν τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ. ἀλλ’ [*](2 post κρίνοντες add. εἰ M πολιτεύονται M 5 post καλοῦνται add. ταῦτα Mb 5. 6 ὑπογράφονται M: ἐπιγρ. b 6 κατὰ τὸ παλαιὸν M εἴ τινες προῄρηντο M 8 πολλὰ δὲ καὶ M βιβλίων post ἐλάμβ. colloc. F 9 ἀπελάμβανον M 10 τε om. Mb 10. 11 κάλλος λόγου M 11 post ἀσκήσει add. ἤγουν ἐπιμελείᾳ F φαιδρύνοντες M 12 τὰ ὑπομνηματικὰ τῶν συνταγμάτων F: τῶν συνταγματικῶν τἄ ὑπομνηματικὰ M: τὰ ὑπομνήματα τῶν συνταγμάτων b 12. 13 ἐν ἑρμηνείαις b 13 ὡς ὅταν] τὰ δὲ ποικίλα· μονοειδῆ μὲν ἐν οἷς Mb 14 ποιῆται Paris. 1973: ποιεῖται FMb post ζήτησιν add. μᾶλλον δὲ τὴν τῶν κεφαλαίων ἀνάμνησιν Mb τὰ δὲ ποικίλα ὅταν] ποικίλα δὲ ἐν οἷς Mb 15 ὡς] τὰ δὲ αὐτοπρόσωπα· διαλογικὰ μὲν Mb 16 τὰ δὲ αὐτοπρ. ὡς] αὐτοπρ. δὲ Mb 17 ὡς om. b 19 ζητῆσαι b 20 λέγουσιν om. b τὸν διαλογικὸν καὶ ἐξωτερισμὸν F 21 ἐκτίθεται] ἐδήλωσεν b ἐν om. M 23 συνιόντας F 25 ἀλλὰ μᾶλλον] μᾶλλον δὲ b 26 ἀκροᾶσθαι M τε om. F 30 τοῦ (ante ψευδοῦς) om. Fb ὅσα τὴν διάκρισιν ἔχει τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ M)

5
ἐπειδὴ τὸ θεωρητικὸν ὑποδύεταί τινα ὡς ἀληθῆ μὲν δοκοῦντα μὴ ὄντα δὲ ἀληθῆ, καὶ τὸ πρακτικὸν ὁμοίως τινὰ τῷ τοῦ ἀγαθοῦ κεχρωσμένα ὀνόματι μὴ ὄντα ἀγαθά, δεῖ ἡμῖν ὀργάνου τινὸς τοῦ διακρίνοντος τὰ τοιαῦτα. τί δέ ἐστι τοῦτο; ἡ ἀπόδειξις. πάλιν δὲ τῶν θεωρητικῶν τὸ μὲν θεολογικὸν τὸ δὲ μαθηματικὸν τὸ δὲ φυσιολογικόν, καὶ τῶν πρακτικῶν τὸ μὲν ἠθικὸν τὸ δὲ οἰκονομικὸν τὸ δὲ πολιτικόν, καὶ τῶν ὀργανικῶν τὰ μὲν εἰς τὰ περὶ τῶν ἀρχῶν τῆς μεθόδου τὰ δὲ εἰς τὰ περὶ αὐτῆς τῆς μεθόδου τὰ δὲ εἰς τὰ περὶ τῶν ἄλλως εἰς τὴν μέθοδόν συντελούντων, τὴν ἀποδεικτικὴν λέγω· ἐπειδὴ γὰρ ἡ ἀπόδειξις συλλογισμός ἐστιν ἐπιστημονικός, δεῖ πρὸ τούτου εἰδέναι τὸν καθόλου συλλογισμόν. ἀλλ’ ἐπεὶ τοῦτο τὸ τοῦ συλλογισμοῦ ὄνομα οὐχ ἁπλοῦν τι δηλοῖ ἀλλὰ σύνθετον (συλλογὴν γάρ τινα λόγων σημαίνει), οὐκοῦν πρὸ ἐκείνου δεῖ μαθεῖν τὰ ἁπλᾶ ἐξ ὧν συντίθεται, ταῦτα δέ εἰσιν αἱ προτάσεις. ἀλλὰ καὶ αὗται σύγκεινται ἐξ ὀνομάτων καὶ ῥημάτων, ἃ διδάξουσιν αἱ Κατηγορίαι, τὰς δὲ προτάσεις τὸ Περὶ ἑρμηνείας, τὸν δὲ καθόλου συλλογισμὸν τὰ Πρότερα ἀναλυτικά. ταῦτα τοίνυν εἰσὶν αἱ ἀρχαὶ τῆς μεθόδου· τὰ δὲ Δεύτερα ἀναλυτικὰ αὐτὴν ἡμᾶς διδάξει τὴν μέθοδον, τοῦτ’ ἔστι τὸν ἀποδεικτικὸν συλλογισμόν. ἀλλὰ πάλιν ὥσπερ οἱ ἰατροὶ τὰ ἰατρικὰ παραδοδόντες τοῖς νέοις μαθήματα μέμνηνται σὺν τοῖς ὠφελοῦσι καὶ τῶν δηλητηρίων ὑπὲρ τοῦ τὰ μὲν ἑλεῖν τὰ δὲ φυγεῖν, οὕτω κἀνταῦθα, ἐπειδὴ οἱ σοφισταὶ πράγματα παρέχουσι τοῖς τῆς ἀληθείας εὑρεταῖς σοφιστικοῖς τισι συλλογισμοῖς αὐτοὺς ἐθέλοντες παρακρούεσθαι, γράφει καὶ τούτους ὁ φιλόσοφος, ἵνα φεύγωμεν αὐτούς, καὶ λέγονται οὗτοι ἄλλως συμβάλλεσθαι τῇ μεθόδῳ, ὥσπερ εἴ τις θελήσας διδάξαι πῶς δεῖ λόγον συντάξαι, πρότερον διέλθοι περὶ ὀνομάτων καὶ ῥημάτων καὶ πρὸ ἐκείνων περὶ τῶν συλλαβῶν καὶ ἔτι πρὸ ἐκείνων περὶ τῶν στοιχείων, καὶ λέγεται τὰ μὲν στοιχεῖα καὶ αἱ συλλαβαὶ καὶ τὰ ὀνόματα καὶ τὰ ῥήματα ἀρχαὶ τῆς μεθόδου τῆς ὅπως δεῖ λογοποιεῖν, τὰ δὲ περὶ αὐτῆς τῆς λογοποιίας περὶ αὐτῆς τῆς μεθόδου· εἰ δ’ ἀπαριθμήσαιτο καὶ τὰς τοῦ λόγου κακίας, λέγοιτ’ ἄν οὗτος διειλέχθαι καὶ περὶ τῶν ἄλλως συμβαλλομένων τῇ μεθόδῳ. καὶ αὕτη ἡ τῶν Ἀριστοτελικῶν συγγραμμάτων διαίρεσις.

Ζητήσωμεν τρίτον πόθεν ἀρκτέον. ἀκόλουθον μὲν ἦν ἀπὸ τῆς [*](1 δοκοῦντα scripsi: ὄντα libri 2 τινὰ om Fb 3 ἡμῖν] ἡμᾶς b 4 ἡ om. Mb 6 πολιτ.] μαθητικόν b 7 τὰ δὲ εἰς τὰ περὶ αὐτῆς τῆς μεθόδου] τὰ δὲ εἰς αὐτὴν τὴν ἀποδεικτικὴν F: om. b 9 συλλογισμός τίς ἐστιν ἐπ. M: συλλογισμοὶ ἐπιστημονικοί b 10 εἰδέναι post συλλογισμόν transp. Mb ἐπεὶ] αὐτὸ Mb τοῦτο om. b 11 δηλοῖ ante οὐχ transp. Mb τινων b 12 οὐκοῦν] ἐκεῖ F συντίθενται Fb 13 αὗται] αὐταὶ Fb σύγκεινται om. b 14 ἃ] οὐκοῦν δεῖ ταῦτα προμαθεῖν. τὰ ὀνόματα μὲν add. b) οὑν καὶ τὰ ῥήματα Mb 15 εἰσὶν post μεθόδου colloc. b αἱ om. F 16 διδάξαι M 18 μαθήματα] θεωρήματα M 20. 21 ἐφευρεταῖς M 22 τούτους] τοῦτο b λέγωνται M 23 τῇ μεθόδῳ] τῆ μαθήσει τῆς μεθόδου M ὥσπερ εἴ] εἰ γάρ F ἐθελήσας b λόγους Fb 24 πρῶτον διέλθῃ b 26 αἱ om. F 27 τῆς (aute ὅπως) om. M ὅπως] ὥσπερ b περὶ αὐτῆς τῆς λογοποιίας era. F 28 περὶ αὐτῆς τῆς μεθόδου] ἤγουν τῆς μεθόδου M ἀπηριθμήσατο F 29 οὕτως F διηλέχθαι F τῶν ἄλλων τῶν b 30 καὶ αὕτη] τοιαύτη b συνταγμάτων M 31 ἔτι ζητήσ. τρίτον om.) M μὲν] τοίνυν M)

6
ἠθικῆς ἄρξασθαι πραγματείας, ὡς ἄν πρότερον τὰ ἑαυτῶν ἤθη κοσμήσαντες οὕτω τῶν ἄλλων ἐντὸς γενώμεθα λόγων. ἀλλ’ ἐπειδὴ | καὶ ἐν ἐκείνῃ [*](36b) κέχρηται ἀποδείξεσι καὶ συλλογισμοῖς, ἐμέλλομεν δὲ αὐτοὺς ἀγνοεῖν ἀνήκοοι τῶν τοιούτων ὑπάρχοντες λόγων, διὰ τοῦτο ἄρα ἀπὸ τῆς λογικῆς ἀρκτέον, προκοσμήσαντας μέντοι τὰ ἑαυτῶν ἤθη καὶ δίχα τῆς ἠθικῆς πραγματείας. μετὰ δὲ τὴν λογικὴν ἰτέον ἐπὶ τὴν ἠθικήν, καὶ οὕτως ἀντιληπτέον τῶν φυσικῶν, καὶ μετ’ ἐκεῖνα τῶν μαθηματικῶν, καὶ οὕτως ἐσχάτων τῶν θεολογικῶν.

Τέταρτον ἐπὶ τούτοις ζητητέον τί τὸ τέλος καὶ τὸ ἀναφαινόμενον ἡμῖν χρήσιμον ἐκ τῆς Ἀριστοτελικῆς φιλοσοφίας. καὶ λέγομεν ὅτι τὸ ἀνενεχθῆναι ἐπὶ τὴν κοινὴν ἁπάντων ἀρχὴν καὶ γνῶναι ὅτι μία ἐστὶν αὕτη ἀσώματος ἀμερὴς ἀπερίληπτος ἀπεριόριστος ἀπειροδύναμος αὐτοαγαθότης· οὐ γὰρ μόνον ἀγαθόν· ἰστέον γὰρ ὅτι ὥσπερ λευκὸν λέγομεν τὸ δεδεγμένον σῶμα τὴν λευκότητα, λευκότητα δὲ αὐτὴν τὴν ποιότητα, οὕτως ἀγαθὸν μὲν λέγεται τὸ δεδεγμένον σῶμα τὴν ἀγαθότητα καὶ μετέχον αὐτῆς, ἀγαθότης δὲ οἷον οὐσία καὶ ὕπαρξίς τις οὖσα.

Πέμπτον ἐπὶ τούτοις ζητήσωμεν τίνα τὰ ἀνάγοντα ἡμάς ἐπὶ τὴν εἰρημένην ἀρχήν. καὶ λέγομεν ὅτι πρῶτον μὲν ἡ ἠθικὴ πραγματεία, ἔπειτα μετ’ ἐκείνην ἡ περὶ τῶν φυσικῶν, καὶ οὕτως ἡ μαθηματική, καὶ ἐσχάτης ἐπὶ τούτοις ἀντιληψόμεθα τῆς θεολογίας.

Ἕκτον ζητήσωμεν πῶς δεῖ παρασκευάσασθαι τὸν μέλλοντα ἀκροάσασθαι τῶν Ἀριστοτελικῶν συγγραμμάτων. καὶ λέγομεν ὅτι δεῖ πεπαιδευμένον τὰ ἤθη εἶναι καὶ τὴν ψυχὴν κεκαθαρμένον· ‘μὴ καθαρῷ γὰρ καθαροῦ ἐφάπτεσθαι οὐχὶ θεμιτόν,’ ὁ Πλατῶν ἔφησεν.

Ἕβδομον ἡμῖν πρόκειται ζητῆσαι τί τὸ εἶδος τῆς ἀπαγγελίας. καὶ λέγομεν ὅτι διαφερόντως ὁ φιλόσοφος ἑρμηνεύσας φαίνεται· ἐν μὲν γὰρ τοῖς ἀκροαματικοῖς κατὰ μὲν τὰ νοήματα πυκνός ἐστι καὶ συνεστραμμένος καὶ ἀπορητικός, κατὰ δὲ τὴν φράσιν ἀπέριττος διὰ τὴν τῆς ἀληθείας εὕρεσίν τε καὶ σαφήνειαν, ἔστι δὲ ὅπῃ καὶ ὀνοματοθετῶν, εἰ δέοι· ἐν δέ γε τοῖς [*](2 γινώμεθα M ἐκείνοις Mb 5 μέντοι] μὲν Fb 7 ἔσχατον Fb (cf. v. 20) 9 τέταρτον om. M 10 ἀριστοτελικῆς] τοῦ ἀριστοτέλους M 12 ἀμερὶς F1 13 μόνον γὰρ colloc. F 14 λευκ. (prius)] λαμπρότητα b οὕτω καὶ ἐπὶ τῆς ἀγαθότητος· ἀγαθὸν Mb 15 μὲν] γὰρ b καὶ τὸ μετέχον Mb 16 οἷον] ἡ M post οὖσα add. αὐτῆς, tum pergit καὶ ταῦτα τοῦ ἀριστοτέλους ἀκούσομεν, οὐχ ὡς ἔτυχεν οὐδὲ χωρὶς ἀποδείξεως λέγοντος· οὐδὲ ἂν οὕτως ἰδιώτου διοίσειεν· ἀλλὰ μετὰ ἀποδείξεως ἀρραγοῦς, ἔνθα καὶ τὸ ἐμβριθὲς ἐκεῖνο ἀναφθέγγεται• οὐκ ἀγαθὸν πολυκοιρανίη, εἴς κοίρανος ἔστω M 17 πέμπτον om. M ἐπὶ τούτοις ζητήσωμεν om. F ἡμᾶς post εἰρημ. colloc. M: post ἄρτην b post ἀρχήν add. ἥτις ἡμῖν ἐκ τῆς ἀριστοτέλους ἀναφαίνεται φαίν. b) φιλοσοφίας Mb 19 ὁ μαθηματικός F 20 ἀναληψόμεθα M 21 ἕκτον] ἔτι M 21. 22 μέλλοντα ἀκρ.] ἀκροασόμενον Mb 22 δεῖ—εIναι (23)] τὸν πεπαιδευμένον τὰ ἤθη Mb 23 καθαρόν Mb 24 οὐ b ὁ θεῖος πλατῶν M (cf. Phaedo. p. 67 Β) 25 ἕβδομον] ἔτι M ζητῆσαι om. b post ἀπαγγ. add. τῶν Ἀριστοτελικῶν συγγραμμάτων b 26 γὰρ μὲν (numeris superscr. corr.) F 27 νοήματα] ὀνόματα F 28 φράσιν] φύσιν F 29 ὀνοματοθετεῖ b γε om. F)

7
διαλογικοῖς, ἃ πρὸς τοὺς πολλοὺς αὐτῷ γέγραπται, καὶ ὄγκου φροντίζει τινὸς καὶ περιεργίας λέξεων καὶ μεταφοράς, καὶ πρὸς τὰ τῶν λεγόντων πρόσωπα μετασχηματίζει τὸ εἶδος τῆς λέξεως, καὶ ἀπλῶς ὅσα λόγου καλλωπίζειν οἶδεν ἰδέαν. ἐν δέ γε ταῖς ἐπιστολαῖς φαίνεται κατωρθωκὼς τὸν ἐπιστολιμαῖον χαρακτῆρα, ὃν καὶ σύντομον εἶναι δεῖ καὶ σαφῆ καὶ ἀπηλλαγμένον πάσης περισκελοῦς συνθέσεως τε καὶ φράσεως.

Ὄγδοον ζητήσωμεν τί δή ποτε τοιαύτην ἀσαφῆ διδασκαλίαν ἠγάπησεν ὁ φιλόσοφος. καὶ λέγομεν ὅτι καθάπερ ἐν τοῖς ἱεροῖς κέχρηνται παραπετάσμασί τισιν ὑπὲρ τοῦ μὴ πάντας ἤδη καὶ τοὺς βεβήλους ἐντυγχάνειν τοῖς ὧν οὐκ εἰσὶν ἄξιοι τυχεῖν, οὕτω καὶ ὁ Ἀριστοτέλης προκαλύμματι τῆς αὑτοῦ φιλοσοφίας κέχρηται τῇ ἀσαφείᾳ, ἵνα οἱ μὲν σπουδαῖοι δι’ αὐτὸ τοῦτο ἔτι μᾶλλον τἀς ἑαυτῶν συντείνωσι ψυχάς, οἱ δὲ κατερρᾳθυμημένοι τε καὶ χαῦνοι τοῖς τοιούτοις προσιόντες λόγοις ὑπὸ τῆς ἀσαφείας διώκωνται.

Ἑπόμενον δὲ ἔννατόν ἐστι ζητῆσαι πόσα καὶ ποῖα δεῖ προλαμβάνεσθαι [*](37a) τῆς ἐξηγήσεως παντὸς Ἀριστοτελικοῦ βιβλίου. καὶ λέγομεν ὅτι ἓξ τὸν ἀριθμόν· τὸν σκοπὸν τοῦ βιβλίου ὥσπερ γὰρ ὁ τοξότης, εἰ τύχοι, σκοπόν τινα ἔχει πρὸς ὃν βάλλει καὶ οὗ θέλει τυχεῖν, οὕτω καὶ ὁ γράφων τι πρός τι τέλος ἀφορᾷ κἀκείνου σπουδάζει τυχεῖν· δεῖ τοίνυν τοῦτο ἐπιζητεῖν ὅ τι ποτέ ἐστι), δεύτερον ἐπὶ τούτῳ τί χρήσιμον ἕξομεν ἐκ τοῦ συγγράμματος, εἰ μὴ συναναφαίνοιτο τῷ σκοπῷ (ἐτὶ πολλῶν γὰρ τοῦτο συμβαίνει), τρίτον τίς ἡ τάξις, τέταρτον τίς ἡ αἰτία τῆς ἐπιγραφῆς, εἰ μὴ καὶ αὕτη [*](1 πολλοὺς] ἄλλους M ὄγγου F φροντίζειν F1 2 περιεργείας M1 3 μετασχημ.] σχηματίζει Mb 3. 4 οἶδε καλλ. b 4 γε om. b 5 ante χαρακτῆρα add. ἀκριβῶς M 7 ὄγδοον] ἔτι M ζητήσωμεν om. F ἡγάπησεν] ἐζήλωσεν Mb 8 ὅτι om. b 9 τισιν om. b 10 οὐκ ἔστιν ἄξιον τυγχάνειν b ὁ om. b 11 αὐτοῦ FM 12 μᾶλλον ἔτι b 12. 13 κατερραθυμημένως τε καὶ χαύνως M: ῥαθύμως τε καὶ χαύνως b 14 διώκονται F post διώκωνται add. οὕτω καὶ οἱ ποιηταὶ πλάττουσι μύθους, ἄλλα μὲν κατὰ τὸ φαινόμενον δοκοῦντες λέγειν, ἄλλα δὲ τῷ ὄντι κρύπτοντες· οὐ γὰρ δήπου τὸν ποιητὴν τοῦτο ἄν ὑπέλαβον ἐννοεῖν ὃ καὶ φησίν, ὅτι ὁ κρόνος τοὺς πρώτως αὐτῶ (τοὺς ἐξ αὑτοῦ b) τικτομένους υἱεῖς κατέπινέ τε καὶ ἤμει· τοῦτο ἀνόητόν ἐστιν· οὐδ’ ὅτι οἱ θεοὶ μοιχεύουσι· τῶν ἀτοπωτάτων (ἀτόπων b) γὰρ ἄν (ἂν om. b) τοὺς μὲν ἐν ἀνθρώποις μοιχοὺς μοιχ. ἀνθρώπους b) κολάζεσθαι, θεοῖς δὲ τὰ τοιαῦτα (δὲ αὐτὰ συγχωρεῖν, ἀλλὰ δῆλον ὅτι ἄλλα (μὲν add. b) τινά ἐστι τὰ (τὰ om. b) κατὰ ἀληθῆ ἄλλα δὲ τὰ φαινόμενα add. b). ὅθεν καὶ δέος ἐστὶ μὴ τὰ τοιαῦτα πλάσματα ἐμροζωθῆ ἐρριζῶσθαι b) ταῖς φυχαῖς τῶν νέων ὡς (ὡς om. b) ἁπαλαῖς οὔσαις καὶ μὴ (μὴ δυσμεταθέτως ἐχούσαις περὶ αὐτά. καὶ διὰ τοῦτο τῶν ποιητῶν τοῖς (τοῖς om. b) (τοῖς ἀναπλάττουσι μύθους χάριν ὁμολογοῦμεν (χάρ. ὁμ. om. b), ἵν’ ἐξ αὐτῶν ἄπιστον ἔχωσι διὰ τοῦτο τοίνυν ὁ φιλόσοφος, ὡς εἰρήκαμεν, ἀσάφειαν ἐπετήδευσεν ἀσ. ἐπ., ὡς εἰρ. b) Mb 15 δὲ ἔννατον om. M 16 καὶ λέγομεν – βιβλίου (17) om. b 17 γὰρ om. b τύχη Fb 18 οὖ om. M 18. 19 πρὸς τὸ τέλος b 19 τοίνυν δεῖ colloc. F: δεῖ οὑν· b ἐπιζητεῖν] ζητεῖν Mb 20 τούτῳ] τοῦτο F τί χρήσ. ὁ M ἐκ] ἀπὸ M 21 post συμβαίνει add. ὥσπερ ἀμέλει ἐν τῶ περὶ ψυχῆς αὐτόθεν τῶ σκοπῶ συμμανθάνομεν ὅτι χρήσιμόν ἐστι περὶ τῆς (τῆς om. b) ψυχῆς Mb 22 τάξις] λέξις b)

8
πρόδηλος εἴη, ὡς ἐν τῷ Περὶ οὐρανοῦ ἢ ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς, πέμπτον εἰ νόθον ἢ γνήσιον τοῦ φιλοσόφου τὸ βιβλίον πολλοὶ γὰρ αὑτῶν συντιθέντες ἐπέγραφον τῷ Ἀριστοτέλους ὀνόματι, οὓς ἐλεγκτέον ἔκ τε τοῦ εἴδους καὶ τῆς ὕλης· εἶδος μὲν οὖν ἐστιν ἡ ποικιλία τῶν νοημάτων καὶ ἡ ἐπανθοῦσα τοῖς λόγοις ἀλήθεια, ὕλη δὲ ἡ φράσις καὶ ἡ τῆς ἀπαγγελίας διδασκαλία), ἕκτον δεῖ ζητεῖν τίς ἡ εἰς τὰ κεφάλαια διαίρεσις· ὥσπερ γὰρ ὁ ἐπεσκεμμένος ἕκαστον τῶν τοῦ ἀνθρώπου μελῶν τε καὶ ἄρθρων οὗτος ἄριστα ἄν εἰδείη καὶ τὸ ἐξ αὐτῶν συντεθειμένον ὅλον τὸν ἄνθρωπον, οὕτω καὶ ὁ τὰ κεφάλαια τοῦ λόγου διελθὼν εἰς ἃ διῄρηται ἄριστα καὶ αὐτὸν εἴσεται τὸν λόγον.

Δέκατον ἐπὶ πᾶσι δεῖ ζητεῖν ὁποῖον δεῖ εἶναι τὸν ἐξηγούμενον τὰ Ἀριστοτέλους συγγράμματα. καὶ λέγομεν ὅτι δεῖ καὶ ἄριστα εἰδέναι αὑτὸν ἃ μέλλει ἐξηγεῖσθαι, εἶναι μέντοι καὶ ἄνδρα ἔμφρονα, ὡς τὸ μὲν παριστᾶν τὴν τοῦ φιλοσόφου διάνοιαν τὸ δὲ τὴν ἐν τοῖς λεγομένοις ἀλήθειαν ἐξετάζειν· οὐδὲ γὰρ δεῖ ὥσπερ ἐκμεμισθωκέναι πάντως ἑαυτὸν καὶ ἀνέχεσθαι ὅ τι ἄν λέγηται καὶ σπουδάζειν πάντως ἐκεῖνα κρατῦναι ἃ ἐξηγεῖται ὡς ἀληθῆ πάντα, κἂν μὴ οὕτως ἔχῃ, ἀλλὰ δεῖ ἕκαστον κρίνοντα βασανίζειν ἐπίπροσθεν Ἀριστοτέλους θέμενον, εἰ τύχοι, τὴν ἀλήθειαν. οὕτως οὖν ἐξηγεῖσθαι χρὴ τὸν ἐξηγούμενον.

Ἀλλ’ ἐπειδὴ τοῦ τῶν Κατηγοριῶν βιβλίου βουλόμεθα ἄρξασθαι, φέρε τὰ μικρὸν ἀνωτέρω εἰρημένα ζητήσωμεν, καὶ πρῶτον τὸν σκοπόν. ἰστέον τοίνυν ὅτι διηνέχθησαν οἱ ἐξηγηταὶ περὶ τούτου, οἱ μὲν περὶ φωνῶν εἰρητῷ] [*](1 τῇ (utrobique) b 2 τὸ βίβλ. τοῦ φιλ. colloc. F: τὸ βιβλίον om. b 3 αὑτῶν Par. 2051 b: αὐτὸ F: αὐτὰ M; malim τὰ αὐτῶν 3 τῷ τοῦ ἀριστ. Mb 4 τε om. Fb ἐστιν om. Fb 6 post διδασκαλία add. ἀλλ’ ἐνταῦθα γενόμενοι ζητήσωμεν κατὰ πόσους τρόπους ἐνοθεύθησαν τὰ συγγράμματα καὶ λέγομεν κατὰ τέσσαρας· δι’ αἰσχροκέρδειαν, ὡς ἐπὶ τῶν συγγραμμάτων τοῦ ὁμήρου συνέβη· διασκορπισθέντων γὰρ αὐτῶν ὁ φιλολογότατος (sic) πεισίστρατος βασιλεὺς ὧν τῶν Ἀθηνῶν ἐπειράσατο ταῦτα συναγαγεῖν καὶ δεῖ (corrige δὴ) τοῖς κομίζουσιν αὐτὰ καὶ μισθὸν ἐπηγγείλατο· δαρεικὸν γὰρ νόμισμα τῶ κομίζοντι στίχον ἐδίδου. καί τινες πένητες βουλόμενοι κερδαίνειν ἐποίουν στίχους καὶ προσέφερον πεισιστράτω ὡς τοῦ ὁμήρου. ἢ διὰ φιλίαν τὴν πρὸς τὸν μυσταγωγόν, ὥσπερ τοῦ πυθαγόρου μὴ συγγράμματα ποιήσαντος οἱ τούτου μαθηταὶ ἑβδομήκοντα δύο στίχους ἡρωικοὺς ἐπέγραψαν τὰ χρυσᾶ ἔπη τοῦ πυθαγόρου. ἢ κατὰ κενοδοξίαν, οἷον εἴ τις οὐκ ἐκδοὺς σχέδη ἄξια τοῦ ἀναγινώσκεσθαι θέλων ταῦτα ἐκδίδοσθαι ἐπιγράφει ταῦτά τινος ἔνδοξα ἐκδότου ὀνόματα. νοθεύονται δὲ καὶ κατὰ ἄλλους δύο τρόπους, ἣ κατὰ ὁμωνυμίαν τῶν συγγραψάντων ἡ κατὰ ὁμωνυμίαν τῶν συγγραμμάτων ἢ κατὰ ὁμ. τῶν συγγρ. in mrg.), ἀλλ’ ἐπανιτέον ὅθεν ἐξέβημεν F ἕκτον τοίνυν F 8 οὕτως F τὸ] τὸν M συντιθέμενον Mb 8.9 αὐτὸν τὸν ἄνθρ. M 11 δέκατον] ἔτι M ὁποῖον δεῖ εἶναι post ἐξηγ. colloc. FM: post συγγρ. b; correxi ex Vat. 2173 12 καὶ (ante ἄριστα) om. M 13 μέλλοι F ἔμφρ. ἄνδρα b ὡς] ἶνα M: om. b τὸ μὲν – τὸ δὲ (14) Paris. 2051: τῶ μὲν – τῶ δὲ FM: τὸ μὲν γὰρ— τὸ δὲ b παριστᾶν—ἐξετάζειν (15)] παρίστησι —ἐζετάζη M: παρίστησι —ἐξεταζει b 15 οὐδὲ γὰρ δεῖ Paris 1973: οὐδὲ γὰρ F: οὐ δεῖ γὰρ Mb ἑαυτὸν πάντως b 16 λέγοιτε F ἐκεῖνα πάντα b κρατῦναι] κρατεῖν F 18 τύχη b 19 χρὴ ἐξηγ. colloc. F 21 τὰ post ἀνωτ. colloc. F μικρῶ M ἀνώτερον b 22. p. 9,1 post εἰρηκότες add. ἐθέλειν Mb)

9
κότες τὸν φιλόσοφον διαλαβεῖν οἱ δὲ περὶ πραγμάτων οἱ δὲ περὶ νοημάτων. καὶ κρατύνουσιν ἕκαστοι τὰ ὑφ’ ἑαυτῶν λεγόμενα ἔκ τινων τοῦ βιβλίου λέξεων, οἱ μὲν περὶ φωνῶν λέγοντες ὅτι φαίνεται διαιρῶν τὰς φωνάς, ὅταν λέγῃ ὅτι “τῶν λεγομένων τὰ μὲν κατὰ συμπλοκὴν λέγεται τὰ δὲ ἄνευ συμπλοκῆς”, οἱ δὲ περὶ πραγμάτων, ὅτι ταῦτα φαίνεται διαιρῶν, ὅταν λέγῃ ὅτι “τῶν ὄντων τὰ μὲν καθ’ ὑποκειμένου τινὸς λέγεται ἐν ὑποκειμένῳ δὲ οὐδενί ἐστιν”, οἱ δὲ περὶ νοημάτων, ὅτι μετὰ τὸ πληρῶσαι τὸν περὶ τῶν δέκα κατηγοριῶν λόγον φησὶ ‘περὶ τῶν γενῶν ἱκανὰ καὶ ταῦτα·’ γένη δὲ δηλονότι φησὶ τὰ ὑστερο|γενῆ καὶ ἐννοηματικά, ὅθεν καὶ ὁ Πορφύριος [*](37b) εἶπεν “οὐδὲν ἄρα περιττὸν οὐδὲ ἐλλεῖπον περιέχει ἡ τοὐ γένους ῥηθεῖσα ὑπογραφὴ τῆς ἐννοίας·” ὥστε καὶ ὁ σκοπὸς αὐτῷ περὶ μόνων νοημάτων. καὶ ταῦτα μὲν ἕκαστοι λέγοντες δοκοῦσι διαφωνεῖν, τῷ ὄντι δὲ πάντες ἀληθεύουσιν, εἰ καὶ οὐ τελείως ἀλλ’ ἐκ μέρους· ὥσπερ εἴ τις ὁριζόμενος τὸν ἄνθρωπον λέξῃ ὅτι ἄνθρωπός ἐστι ζῷον, ἄλλος δέ τις λέξῃ ὅτι λογικὸν μόνον ἀρκεῖ, καὶ ἄλλος πάλιν ὅτι θνητόν, οἱ τρεῖς ἀληθεύουσιν, ἀλλ’ οὐ τέλειον ἕκαστος εἶπεν ὅρον.

Ἔστιν οὖν σκοπὸς ἐνταῦθα τῷ φιλοσόφῳ διαλαβεῖν περὶ φωνῶν σημαινουσῶν [*](10) πράγματα διὰ μέσων νοημάτων. ὅτι δὲ ἀνάγκη τὸν λέγοντα περὶ ἑνὸς τούτων τῶν εἰρημένων εἶναι τὸν σκοπὸν συνάγειν καὶ τὰ λοιπὰ δύο, ταύτῃ δείξομεν· ὅτε γὰρ περὶ φωνῶν λέγων περὶ σημαντικῶν λέγει καὶ γὰρ περὶ ἀσήμων οὐδὲ εἷς παρὰ τοῖς φιλοσόφοις λόγος), αὗται δὲ αἱ σημαντικαὶ σημαίνουσι πράγματα διὰ μέσων δηλονότι νοημάτων ὁ γὰρ λέγων τι πρᾶγμα τὴν περὶ αὐτοῦ· πρῶτον ἔννοιαν ἔχων τότε αὐτό φησιν), ὥστε περὶ τῶν τριῶν ἐξ ἀνάγκης πάντως διαλέξεται. ἀλλὰ δὴ καὶ οἱ περὶ πραγμάτων λέγοντες εἰς μέσον ἀγέσθωσαν. ἐπειδὴ τοίνυν καὶ τούτων τὰ μὲν ἐν ψιλῇ ἐπινοίᾳ ἐστίν, ὡς τὸ τραγέλαφος καὶ ὅσα τοιαῦτα, τὰ δὲ καὶ ὄντως ὑφεστῶτά ἐστιν, οὐ δήπου περὶ τῶν ἐν ψιλὴ ἐπινοίᾳ κειμένων ἐροῦσι [*](2 καὶ κρατ.] κρατ. δὲ M 3 ὅτι φαίνεται διαιρῶν] διαιρεῖν F 3. 4 ὅταν λέγῃ] Cat. p. la 16 5 ὅταν λέγῃ om. M (cf. Cat. p. 1a20) ὅτι (alt.) om. F 6 τινὸς om. F 8 φησὶ] Cat. p. 11b 15 9 ὁ Πορφύριος] Isag. p. 9,19 10 ἔλειπον F περιέχει—ἐννοίας (11)] καὶ τὰ ἑξῆς F 12 λέγουσι καὶ Mb δὲ ὄντι M: δὲ ὄντι ὅτι οὐ διαφωνοῦσιν ἀλλὰ πάντες ἀληθ. Mb 13 εἰ καὶ] πλὴν Mb ὥσπερ—ὅρον (16)] γὰρ εἰ τρεῖς τίνες ὁριζόμενοι ὁρ. τινες b) τὸν ἄνθρωπον ἀληθῆ μὲν ὅρον (ὅρον om. b) ἡμιτελῆ δὲ παραδόντες λέγουσιν, οὐ μὴν καὶ τέλειον εἴπωσιν, οὐ μὴν καὶ τέλειον παραδιδόντες λέγουσι b)· φέρε γὰρ ἐξ ὑποθέσεως λέγειν τινὰ ὅτι (ὅτι om. b) ἄνθρωπός ἐστι ζῶον, δὲ λέγειν ‘ἀλλὰ λογικὸν μόνον ἀρκεῖ᾿ καὶ ἄλλον ὅτι θνητόν· ἰδοὺ πάντες ἀληθεύουσι μὴ λέγοντες τέλειον ὅρον (ὁρισμόν b) Mb εἴ om. F 14 λέξῃ post λογικὸν colloc. 18 δὲ καὶ ἀνάγκη Mb 19 τούτων om. Mb συνεισάγειν M 20 ταύτῃ] ταυτὶ F γὰρ] δὲ b λέγων – πράγματα (22)] λέγω ἡ ἢ om. b) περὶ ἀσήμων φησὶν (φημὶ b) περὶ περὶ om. b) σημαντικῶν, ἀλλὰ περὶ μὲν μὲν om. b) ἀσήμων οὔ φησι (φημι b), τούτων γὰρ οὐδὲ εἷς λόγος τοῖς φιλοσόφοις, περὶ σημαντικῶν δ’ (δ᾿ om. b) ἄρα. δ’ αὗται πράγματα Mb 24 τριῶν πρῶτον b πάντως om. b 25 εἰς om. F ἐναγέσθ. b 26 ἐπινοία μόνον Mb post τραγέλ. add. καὶ ἱπποκένταυρος Mb 27 ὑφεστηκότα εἰσίν M 27, p, 10,1 διαλαβεῖν (διαλαμβάνειν b) ἐροῦσι colloc. Mb)

10
διαλαβεῖν τὸν φιλόσοφον, ἀλλὰ περὶ τῶν ὄντως ὄντων καὶ ὑφεστηκότων· ταῦτα δὲ ἡμᾶς διδάξει οὐ τῷ δακτύλῳ ἐπιδεικνύς, ἀλλὰ διὰ φωνῶν τινων σημαινουσῶν αὐτὰ διὰ μέσων νοημάτων. ἀλλὰ μὴν καὶ πρὸς τοὺς λέγοντας περὶ νοημάτων μόνον εἶναι τὸν σκοπὸν ἐροῦμεν ὅτι τὰ νοήματα πραγμάτων ἐστὶ νοήματα καὶ ὁ διδάσκων αὐτὰ ταῖς σημαινούσαις αὐτὰ διδάξει φωναῖς· ὥστε ὅ τι ἄν τις εἴπῃ τῶν τριῶν, ἐξ ἀνάγκης ὁμολογήσει καὶ τὰ ἄλλα δύο. καλῶς τοίνυν ἡμεῖς ἐλέγομεν ὅτι σκοπός ἐστι τῷ φιλοσόφῳ διαλεχθῆναι περὶ φωνῶν σημαινουσῶν πράγματα διὰ μέσων νοημάτων. καὶ τοῦτο εἰκότως· τὸ γὰρ προκείμενον βιβλίον καὶ τῆς λογικῆς πραγματείας καὶ πάσης τῆς Ἀριστοτελικῆς φιλοσοφίας ἐστὶ πρῶτον. ὡς μὲν οὖν πρῶτον τῆς λογικῆς πραγματείας περὶ φωνῶν διδάσκει, ὡς δὲ προηγούμενον καὶ τῆς ἄλλης Ἀριστοτελικῆς φιλοσοφίας τῶν ὄντων, τοῦτ’ ἔστι τῶν πραγμάτων, ποιεῖται διαίρεσιν. ἐκ δὲ τούτου δῆλον ὅτι διὰ μέσων νοημάτων· τὰ γὰρ ἄκρα διδασκόμενα καὶ τὸ μέσον ἐξ ἀνάγκης συνδιδάσκει.

Ἐλέγομεν δὲ ὀλίγον ἔμπροσθεν ὅτι τῆς φιλοσοφίας δύο ἐστὶ μέρη, τό τε θεωρητικὸν καὶ τὸ πρακτικόν, καὶ ὅτι τὸ μὲν θεωρητικὸν ἔχει περὶ τὴν κατάληψιν τοῦ ψευδοῦς καὶ τοῦ ἀληθοῦς, τὸ δὲ πρακτικὸν περὶ τὴν διάκρισιν τοὐ τε ἀγαθοῦ καὶ τοῦ κακοῦ. ἀλλ’ ἐπειδὴ τούτων ἑκάτερον ὑποδύεταί τινα μὲν ὡς ἀληθῆ μὴ ὄντα ἀληθῆ, τινὰ δὲ ὡς ἀγαθὰ μὴ ὄντα ἀγαθά, ἵνα μὴ ἀπατῶνται ἀπ’ αὐτῶν οἱ ἄνθρωποι, δεῖ αὐτοῖς τινος ὀργάνου διακρίνοντος αὐτοῖς τὰ τοιαῦτα, ἵνα ὥσπερ γνώμονί τινι καὶ κανόνι χρώμενοι τὰ μὴ έφαρμόζοντα ἀπωθῶνται· τοῦτο δέ ἐστιν ἡ ἀπόδειξις. | [*](1 ὄντως ὄντων καὶ] τῶ ὄντι M 2 δὲ om. b post ἐπιδεικνύς add. ὅτι τόδε μὲν ξύλον τὸ δ’ εἰ τύχοι τόδε δὲ εἰ τύχῃ b) λίθος Mb ἀλλὰ καὶ διὰ M 3 διὰ μέσων δηλονότι M 4 μόνων Mb 5 εἰσὶ b τὰς σημαινούσας – φωνάς Mb διδάσκει Fb 6 εἴποι b ὁμολογήσειε M 7 post ἡμεῖς add. συνελθόντες M: συνελόντες b λέγομεν Mb post ἐστι add. ἐνταῦθα Mb 8 τῶν φωνῶν M τῶν τῶν σημαιν. M 10 τῆς om. Fb ὡς μὲν—πραγματείας (11) om. F 11 post φωνῶν add. γὰρ F 11.12 ἄλλης Ἀρ. φιλ. om. F 12. 13 ποιεῖται διαίρ τουτέστι τῶν πραγμάτων Mb 13 τούτων M 14 συνοδιδ.] διδάσκει M 15 ἐλέγομεν δὲ ὀλίγον ἔμπροσθεν ὅτι] ἀλλ’ ἵν’ (ἵνα καὶ ἀκριβέστερον ἀντιλαβώμεθα τοῦ σκοποῦ τοῦ σκ. ἀντιλ. b), φέρε τῶν ὀλίγον ἔμπροσθεν εἰρημένων ἀναμνήσωμεν. ἐλέγομεν ὅτι Mb ὀλίγον ἔμπροσθεν] p. 4,28sq. 16 μὲν om. Fb post ἔχει add. πραγματείαν M περὶ om. F 17 τοῦ ψεύδους καὶ τοῦ ἀληθοῦς F: τοῦ ψεύδους καὶ τῆς ἀληθείας M: τοῦ ψευδοῦς καὶ τοῦ γ’ ἀληθοῦς b περὶ om. M 18 τε om. M 20 ἀπ’] ὑπ’ Mb 21 τοῦ διακρίνοντος M αὐτῶν Fb γνώμῃ b 22 τὰ μὴ ἐφαρ.] τὰ μὲν ἐφαρμόζοντα αὐτῶν δέχωνται τὰ δὲ μὴ ἐφαρ. M ἀπωθοῖντο Fb post ἀπόδειξις add. ἀλλ’ εἰδέναι χρὴ ὅτι περὶ τὴν τῶν γενομένων γένεσίν τε καὶ ποίησιν δύο τινῶν ἐστι χρεία, θεωρίας τε καὶ πράξεως, καὶ ἀντιπεπονθότως ἔχουσι τὰ δύο πρὸς ἄλληλα· τὸ γὰρ (τοῦ add. b) ἑτέρου πέρας τῶ ἑτέρω γίνεται ἀρχὴ καὶ ἡ τοῦ ἑτέρου ἀρχὴ τῷ γίνεται πέρας add. b). ἀλλ’ ἴνα ἡμῖν ἡ διδασκαλία σαφεστέρα γένηται, φέρε χρησώμεθα παραδείγματι. βούλεταί τις ἑαυτῶ κατασκευάσαι κώλυμα θάλπους καὶ ψύχους καὶ ἀνέμων καὶ ὄμβρων (ὄμβρου b), τουτἐστιν ὀροφήν. ὁ τοιοῦτος σκοπεῖ ὅτι μετέωρος ἡ ὀροφὴ μένειν δυνήσεται· δεῖ τοίνυν τινῶν τῶν ὀχούντων αὐτήν· ταῦτα δ’ ἄν εἶεν οἱ τοῖχοι. ἀλλ’ ἴνα καὶ καὶ om. b) οὗτοι στῶσιν, αὐτῶν δεῖ προκαταβληθῆναι θεμέλια (δεῖ. θ. πρ. αὐτ. b). ἶνα καὶ αὐτὰ (ἀλλ᾿ ἵνα ταῦτα b) καταβληθῶσι, δεῖ τὴν γῆν ὀρύξαι. οὕτω γοῦν (γοῦν: θεωρῶν ἤρξατο μὲν ἀπὸ τῆς ὀροφῆς, ἔληξε δὲ παρὰ τὴν ὄρυξιν τῆς γῆς. οὐκοῦν ἀνάπαλιν ἐν τῆ πράξει μὲν ἄρχεται (ἄρ. μὲν. b) ὀρύττειν τὴν γῆν, ὀρύξας δὲ καταβάλλει τοὺς θεμελίους,)

11
ἡ δὲ ἀπόδειξις συλλογισμός ἐστι ὁ δὲ συλλογισμός, ὡς ἤδη εἴρηται, οὐχ [*](38a) ἁπλοῦν πρᾶγμα ἀλλὰ συλλογή ἐστι λόγων καὶ συντίθεται ἐξ ὀνομάτων καὶ ῥημάτων, αἵπερ εἰσὶ προτάσεις. καὶ ὅτι ὑπόκειται τὰ ὀνόματα κατηγορεῖται δὲ τὰ ῥήματα, καὶ ταῦτα σύγκεινται ἐκ τῶν συλλαβῶν, ἀλλ’ αὐτὰ καθ’ αὑτὰ οὐδὲν σημαίνουσιν, ὅθεν οὐδεὶς περὶ τούτων τῷ φιλοσόφῳ λόγος, οὐδὲ ἐπὶ τῶν ὀνομάτων καὶ ῥημάτων στησόμεθα, οὐδὲ ἐπὶ τῶν συλλαβῶν αἵπερ εἰσὶν ἐπέκεινα. τοιγαροῦν ἀνάγκη εἶναι ἐν μέσῳ αὐτῶν τι. λέγομεν τοίνυν ὅτι ἔστι πρὸ τούτων ἡ πρώτη θέσις τῶν ἁπλῶν φωνῶν· εἰδέναι γὰρ δεῖ ὅτι ἡ φύσις γινώσκουσα ὅτι κοινωνικὸν ἔμελλε γενέσθαι τὸ ζῷον τοῦτο, ἔδωκεν αὐτῷ φωνήν, ἵνα διὰ ταύτης ἀλλήλοις σημαίνωσι τὰ ἑαυτῶν νοήματα. καὶ συνελθόντες οἱ ἄνθρωποι συνέθεντο πρὸς ἀλλήλους τόδε μέν, εἰ τύχοι, ξύλον ὀνομάζεσθαι τόδε δὲ λίθον καὶ τὴν μὲν Σωκράτης φωνὴν τῆσδέ τινος οὐσίας εἶναι σημαντικὴν τὴν δὲ περιπατεῖν τῆσδέ τινος ἐνεργείας. κατὰ τοῦτο μὲν οὖν τὸ σημαινόμενον ἅπασαι φωναὶ ὀνομάζονται. κατὰ δευτέραν δὲ ἐπιβολὴν ἐπεσκέψαντο ὅτι ταῖς μὲν τῶν φωνῶν δύναται συντάττεσθαι ἄρθρα, χρόνοι δὲ οὐχί, ἅπερ ἐκάλεσαν ὀνόματα, ταῖς δὲ χρόνοι μὲν συντάττονται, ἄρθρα δὲ οὔ, ἅπερ εἰσὶ ῥήματα. σκοπὸς τοίνυν ἐστὶ τῷ Ἀριστοτέλει διαλαβεῖν οὐ περὶ ὀνομάτων ἁπλῶς καὶ ῥημάτων, ἀλλὰ περὶ τῆς πρώτης θέσεως τῶν ἁπλῶν φωνῶν σημαινουσῶν ἁπλᾶ πράγματα [*](ἐπὶ τοῖς θεμελίοις τοὺς τοίχους, ἐπὶ τοῖς τοίχοις τὴν ὀροφήν, καὶ εἰς τὴν ἀρχὴν τῆς θεωρίας ἐτελεύτησεν ἡ πρᾶξις οὕτως οὑν κἀνταῦθα ἐπὶ τῆς ἀποδείξεως Mb 1 ἡ δὲ ἀπόδειξις – ἀνάγκη (7)] ἐπειδὴ γὰρ ἀπόδειξιν εἰδέναι βουλόμεθα, ἡ δὲ ἀπόδειξις συλλογισμός τίς ἐστι, πρὸ ἐκείνης ἄρα ζητητέον τίς ὁ ἁπλῶς (ἁπλοῦς b) συλλογισμός. ἀλλ’ ἐπειδὴ καὶ (καὶ om. ὁ ἀπλῶς (ἁπλοῦς b) οὗτος συλλογισμὸς οὐκ ἔστιν ἀπλοῦν πρᾶγμα ἀλλὰ σύνθετον, ὡς καὶ τὸ ὄνομα δηλοῖ, συλλογὴ γὰρ τίς ἐστι λόγων, δεῖ ἄρα πρῶτον μαθεῖν (μ. πρ. b) τὰ ἐξ συντίθενται, ταῦτα δέ εἰσιν αἱ προτάσεις. ἀλλ’ ἐπειδὴ (ἐπεὶ b) καὶ αὗται σύγκεινται ἐξ καὶ κατηγορουμένου καὶ ὑπόκειται μὲν τὰ ὀνόματα κατηγορεῖται δὲ τὰ ῥήματα, ἐπισκεπτέον ἄρα καὶ περὶ τούτων. ἀλλὰ καὶ ταῦτα σύγκεινται ἐκ τῶν συλλαβῶν, ἀλλ’ αὗται καθ’ αὐτὰς (αὐτὰ καθ’ αὑτὰ b) οὐδὲν σημαίνουσιν, ὥστε περὶ τούτων οὐδὲν ὁ φιλόσοφος περὶ γὰρ τῶν ἀσήμων εἰρήκαμεν ὡς οὑδὲ εἷς αὐτῶ ἐστι (ἐστι om. b) λόγος. ἀρ’ ἐπὶ τῶν ὀνομάτων καὶ τῶν b) ῥημάτων στησόμεθα; λέγομεν ὅτι οὔ, ἀλλ’ ἐπέκεινα προβησόμεθα. ἀλλ’ ἐπέκεινα ἐπ. δὲ b) τούτων αἱ συλλαβαί εἰσι (εἰσι om. b). ζητήσωμεν (ζητήσομεν οὖν περὶ συλλαβῶν; λέγομεν ὅτι οὐδὲ ταύτας. οὐκοῦν εἰ καὶ τῶν ὀνομάτων τε (τε om. καὶ (τῶν b) ῥημάτων ἐπέκεινα βαδιούμεθα καὶ περὶ συλλαβῶν οὐδὲν διαλεξόμεθα, Mb εἴρηται] p. 5,10 2 καὶ συντίθεται—προτάσεις (3) correctione egent; scribas αἴπερ εἰσὶ προτάσεις καὶ συντίθενται ἐξ ὑποκειμένου καὶ κατηγορουμένου 3 ὑπόκεινται F 7 ἐπέκεινα] ἐκείνα F τι ante εἷναι colloc. M: post εἶναι b λέγει F 9 κοινωνεῖν b ἤμελλεν b γενέσθαι] εἶναι M: om. b 10 δέδωκεν M ἀλλήλοις] αἱ ψυχαὶ M: (αἱ φωναὶ αἱ κοινωνίαι?) b σημαίνουσι F 11 οἱ Mb post ἄνθρωποι add. ὅσοι τῆς αὐτῆς ἠβούλοντο κοινωνῆσαι πολιτείας Mb 12 τύχῃ b ὀνομ. ξύλον b ὀνομάσαι M τόδε δὲ Paris 1973: τὸ δὲ FMb σωκράτους F 14 κατὰ] καὶ M 15 ἐπέσκηψαν Mb δύνανται M 16 συντάττεσθαι] συνάπτεσθαι Mb ἄρθρον M χρόνος M ἅπερ ἐκάλεσαν ὀνόματα om. Mb 17 ἅπερ εἰσὶ ῥήματα] καὶ τὰ μὲν ἐκάλεσαν ὀνόματα ὅπου τὰ ἄρθρα, τὰ δὲ ὅπου χρόνοι βήματα Mb post ῥήματα add. καὶ λέγονται κατὰ τὴν πρώτην ἐπιβολὴν πρώτην ὦσιν ἐσχηκέναι αἱ φωναί, κατὰ δὲ τὴν δευτέραν θέσιν add. b) δευτέραν Mb ἐνταῦθα τοίνυν ὁ σκοπὸς M: ὁ τοίνυν σκ. b 19 πρώτης om. F)
12
διὰ μέσων άπλῶν νοημάτων. | ἆρ᾿ οὖν περὶ πασῶν τῶν φωνῶν διαλέγεται [*](38b) ἐν ταῖς Κατηγορίαις; οὐ δήπου· ἄπειροι γάρ εἰσι, τὰ δ’ ἄπειρα πρὸς ἐπιστήμην οὐ παραλαμβάνεται. ἀλλ’ εἰς καθόλου τινὰς ἀνάγει φωνάς, οὐκ ἀορίστους δέ, ἀλλὰ τῷ τῆς δεκάδος ἀριθμῷ περικεκλεισμένας· 5 ὑπὸ δὲ ταύτας ἀνάγονται πᾶσαι αἱ φωναί, αἴ εἰσιν οὐσία ποσὸν ποιὸν [*](1 post νοημάτων add. καὶ κατὰ μὲν τὴν θεωρίαν οὕτως ἀναλύοντες ἐληλύθαμεν παρὰ τὴν πρώτην θέσιν. ἀρξάμεθα δὲ (μὲν b) ἀπὸ τῶν κατηγοριῶν, ἐν αἷς ἡ πρώτη θέσις τῶν φωνῶν ἡμῖν παραδίδοται. μετ’ ἐκεῖνο δὲ τὸ περὶ ἑρμηνείας ἀνελεξάμεθα ἀναλεξόμεθα b), ἐν ὧ καὶ περὶ ὀνομάτων καὶ περὶ περὶ om. b) βημάτων καὶ περὶ τῶν τῶν om. b) προτάσεων. εἶτα τὰ πρῶτα ἀναλυτικά, ἐν οἷς τὸν καθόλου συλλογισμὸν ἔστι μαθεῖν εὑρεῖν b), καὶ οὕτως ὕστερον τὰ ἀποδεικτικά Mb ἀρ’ οὖν ἐν ταῖς κατ. περὶ πασῶν ὁ φιλόσοφος ὁ φιλόσοφος om. b) τῶν φωνῶν διαλήψεται διαλέγεται b) καὶ πᾶσαν ἡμῖν ἐνταῦθα παραδώσει φωνήν (φων. ἔνι. παραδίδωσιν b); οὐ δήπου Mb 2 ἄπειροι] ἄπειρα Fb 2. 3 οὐ περιλαμβάνονται b 3 παραλαμβάνονται M post παραλ. add. ὥστε διὰ τοῦτο οὐ διαλήψεται περὶ πασῶν τῶν κατὰ μέρος Mb ἀνάγων Mb 4 οὐκ ἀορίστους δέ] καὶ ταύτας οὐκ ἀορίστως ἀορίστους b) Mb 5 αἰ φωναί om. Mb αἵ εἰσιν οὐσία] αἶ εἰσιν οὐσίαι F: ὥσπερ γὰρ οἱ γραμματικοὶ τὰς λἐζεις πάσας (ταύτας b) ὑπό τινας ὀκτὼ κοινότητας κοινοτάτας b) συνέλαβον, ὄνομα ῥῆμα μετοχὴν ἄρθρον ἀντωνυμίαν πρόθεσιν ἐπίρρημα σύνδεσμον, καὶ οἵαν δήποτέ τις ἐπινοήσειεν ἐπὶ (ὑπὸ b) μίαν τούτων οὕτω καὶ οἱ φιλόσοφοι πάντα τὰ ὄντα βουλόμενοι διδάξαι, ἐπειδὴ τὰ add. b) κατὰ μέρος ἀπερίληπτα ἦν (εἰσί b), συναγαγόντες (συνάγοντες b) ἅπαντα περιέκλεισάν τε καὶ τινας δέκα φωνάς. λαβόντες γάρ, εἰ τύχοι (τύχῃ b), τὴν σωκράτης φωνὴν καὶ πλατῶν ἀλκιβιάδης, ὑπὸ καθολικώτερον εἶδος ἀνήγαγον τὴν ἄνθρωπος φωνήν, ὁμοίως δὲ δὲ om. b) καὶ τῶν κατὰ μέρος κυνῶν ὑπὸ ἓν εἶδος τὸ τοῦ κυνός, ὁμοίως δὲ καὶ ὁμ. δέ καὶ om. b) τῶν κατὰ μέρος ἵππων οἶον ξάνθου καὶ βαλίου ὑπὸ τὴν ἵππος (τοῦ ἵππου b). ταῦτα πάντα εἴδη συναγαγόντες εἰς ἓν (τι add. b) καθολικώτερον συνήγαγον τὸ ἄλογον. ὁμοίως δὲ ἄγγελον καὶ ἄνθρωπον ὑπό τι ἓν συναγαγόντες (συν. ἓν b) ἐποίησαν τὸ λογικόν. πάλιν τὸ καὶ τὸ ἄλογον συναγαγόντες εἰς ὲν κοινὸν (εἰς ἓν συναγ. b) ἐποίησαν τὸ ζῶον εἶτα πλάτανον καὶ συκῆν καὶ κυπάριττον καὶ τὰ κατὰ μέρος εἴδη ἀνήγαγον ὑπὸ ἕν τι μέρος ἓν γένος b) τὸ φυτόν. ὁμοίως δὲ συναγαγόντες ἐχίνους (καὶ add. b) ὄστρεα (ὄστρα b) καὶ τὰ ἄλλα ὅμοια τούτοις ἀνήγαγον ὑπὸ ἒν γένος τὸ ζωόφυτον μέσον ὃν (ὂν om. b) τοῦ ζώου καὶ τοῦ ἐπειδὴ οὔτε κινοῦνται κατὰ τόπον ὡς τὰ ζῷα οὔτε μὴν ἀναίσθητά εἰσιν (εἰσιν om. b) ὡς φυτά. ταῦτα πάλιν τὰ τρία, λέγω δὴ τὸ ζῶον καὶ τὸ φυτὸν καὶ τὸ ζωόφυτον, συναγαγόντες εἴς τι κοινὸν ἐποίησαν τὸ ἔμψυχον, λίθον δὲ καὶ ξύλον (ξύλα b) συναγαγόντες καὶ τὰ ἄλλα (ἄλλα om. b) τούτοις ὅμοια ἀνήγαγον ὑπὸ τὸ ἄψυχον, καὶ αὖθις τὸ ἔμψυχον καὶ τὸ (τὸ ἄψυχον συναγαγόντες ἀνήγαγον ὑπὸ τὸ σῶμα, εἶτα ψυχὴν καὶ ἄγγελον καὶ τὰ ὅμοια τούτοις ὑπὸ τὸ ἀσώματον, εἶτα ταῦτα συναγαγόντες πάντα (πάντα om. b) ἀνήγαγον εἰς τὴν b) οὐσίαν· ταύτης γὰρ ἀνωτέρω ἀνώτερον ἕτερον b) οὐδέν ἐστι. πάλιν συναγαγόντες ἀριθμὸν καὶ καὶ om. b) δίπηχυ καὶ τρίπηχυ ἀνήγαγον ὑπὸ τὸ τὸ om. b) ἓν γενικώτατον τὴν ποσότητα. πάλιν συναγαγόντες λευκὸν καὶ μέλαν καὶ γραμματικὴν (-κὸν b) καὶ ἐπιστήμην (-στῆμον καὶ θερμὸν καὶ ψυχρὸν ἀνήγαγον γενικῶς ὑπὸ τὸ ἓν (κοινῶς ὑπὸ ἓν b) γενικώτατον ποιότητα, καὶ αὖθις δεξιὸν καὶ ἀριστερὸν καὶ φίλον καὶ ἐχθρὸν ὑπὸ τὴν (τὰ b) πρός τι. πάλιν ὅσα ἐν τόπω λέγεταί τινι (τ. λέγ. b) εἶναι οἷον ἐν λυκείῳ ἐν ἀκαδημία ἢ add. b) ἐν ὑπὸ τὴν τοῦ τοῦ om. b) ποῦ κατηγορίαν ἀναφέρονται. ὅσα (καὶ ὅσα b) δὲ ὑπό τινα χρόνον ὑπὸ τὴν τοῦ τοῦ om. b) ποτὲ κατηγορίαν εἰσίν (ἐστίν b), ὅσα δὲ ἀνακεῖσθαι λέγ. om. b) ἢ καθέζεσθαι, ἀναφέρονται (ἀναφ. om. b) ὑπὸ τὴν τοῦ (τοῦ om. ὅσα δὲ ὑποδεδέσθαι καὶ ὡπλίσθαι ὑπὸ τὸ ἔχειν, ὅσα δὲ καίεσθαι ἡ τέμνεσθαι (τ. ἡ κ. b) τὸ πάσχειν, ὅσα δὲ καίειν (ἢ add. b) τέμνειν ὑπὸ τὸ ποιεῖν. ἔσχον οὖν οὐσίαν Mb (cf. in Porph. Isag. p. 17 sq.) ποιόν, ποσόν b)
13
πρός τι ποῦ ποτὲ ποιεῖν πάσχειν κεῖσθαι ἔχειν. καὶ ὁ μὲν σκοπὸς οὖτος.

To δὲ χρήσιμον αὐτόθεν δῆλον· εἰ γὰρ ἀρχή ἐστι τῆς λογικῆς πραγματείας | τὸ τῶν Κατηγοριῶν βιβλίον, ἡ δὲ λογική, ὡς εἰρήκαμεν, ἡμῖν [*](39a) διακρίνει τὸ ἀληθὲς ἀπὸ τοῦ ψεύδους καὶ τὸ ἀγαθὸν ἀπὸ τοῦ κακοῦ, συμβάλλεται ἄρα ἡμῖν τὸ προκείμενον βιβλίον. ἀλλὰ μὴν καὶ ἡ τάξις αὐτόθεν ἡμῖν ἀναφαίνεται, εἰρηκότων ἡμῶν ὅτι ἡ μὲν πρώτη θέσις τῶν ἁπλῶν φωνῶν προηγεῖται τῶν ὀνομάτων καὶ ῥημάτων, τὰ δὲ ὀνόματα καὶ τὰ ῥήματα τῶν ἁπλῶν λόγων, οὗτοι δὲ τῶν συλλογισμῶν τῶν καθόλου, οὗτοι δὲ τῶν ἀποδεικτικῶν συλλογισμῶν· πρὸς τοίνυν τὴν τάξιν τούτων καὶ τὰ βιβλία πεποίηνται.

Ζητητέον δὲ τί δή ποτε Κατηγορίας ἐπέγραψε τὸ βιβλίον. λέγομεν τοίνυν ὅτι πρόκειται αὐτῷ διδάξαι περὶ γενῶν καὶ εἰδῶν καὶ ὅτι τὰ μὲν εἴδη τοῖς αὑτῶν γένεσιν ὑπόκειται, τὰ δὲ γένη κατηγορεῖται τῶν εἰδῶν ἑαυτῶν, ὥστε τὰ μὲν ἄτομα μόνως ὑπόκειται, τὰ δὲ ὑπάλληλα τοῖς μὲν πρὸ αὐτῶν ὑπόκειται, τῶν δὲ μετ’ αὐτὰ κατηγορεῖται, τὰ δὲ γενικώτατα μόνως κατηγορεῖται. ἐπειδὴ τοίνυν αἱ δέκα φωναὶ τῶν γενικωτάτων εἰσὶ καὶ μόνως κατηγοροῦνται μηδενὶ ὑποκείμεναι, διὰ τοῦτο Κατηγορίας ἐπέγραψεν.

εἰδέναι δὲ δεῖ ὅτι ἐν ταῖς παλαιαῖς βιβλιοθήκαις τῶν μὲν Ἀναλυτικῶν τεσσαράκοντα βιβλία εὕρηνται, τῶν δὲ Κατηγοριῶν δύο· τὸ μὲν ἕτερον εἶχεν ἀρχὴν ἴτων ὄντων τὰ μὲν ὁμώνυμα λέγεται τὰ δὲ συνώνυμα“ δὲ δεύτερον, ὅπερ νῦν προκείμενον ἔχομεν· καὶ προτετίμηται τοῦτο ὡς τάξει καὶ πράγματι πλεονεκτοῦν καὶ πανταχοῦ πατέρα τὸν Ἀριστοτέλην κηρῦττον. ὅτι δὲ γνήσιον τοῦ φιλοσόφου τὸ σύγγραμμα πάντες ὁμολογοῦσι· φαίνεται γὰρ ἐν πᾶσι τοῖς αὑτοῦ βιβλίοις μεμνημένος τῶν ἐνταῦθα θεωρημάτων· διόπερ εἰ τοῦτο νόθον, κἀκεῖνα, εἰ δὲ ἐκεῖνα γνήσια, καὶ τοῦτο [*](3 αὐτόθι Mb τῆς λογ. ἐστὶ Mb 4 εἰρήκαμεν] p. 4,28 sq. 6 ἄρα συμβ. b 7 μὲν om. b 8 καὶ τῶν ῥημάτων M τὰ (ante ῥήματα) om. M 9 οὗτοι (alt.)] λέγω F 10 πρὸ τῆς τάξεως τοίνυν b 10. 11 τὸ βιβλίον (τοῦτο add. b) πεποίηται Fb 13 αὐτῶ] ἐπέγραψε τῶ ὀνόματι τούτω τὸ σύγγραμμα οὐχ ὥσπερ ἐν δικαστηρίοις (δικαστηρίῳ b) ποικίλλεται αὕτη ἡ φωνή, οὐ γὰρ πρόκειται αὐτῶ ῥητορεῦσαι, ἀλλὰ μᾶλλον Mb καὶ μαθεῖν ὅτι Mb 14 αὐτῶν F 14.16 ὑπόκεινται Mb 15 μόνον Mb ὑπόκεινται M post ὑπάλληλα add. τουτέστι τὰ μεταξὺ M: τουτέστι τὰ πρὸ αὐτῶν b μὲν (alt.) om. F 16 μετὰ ταῦτα M: μεταξὺ ταῦτα b κατηγοροῦνται M καὶ ὅτι τὰ γενικ. F 17 post φωναὶ add. αὗται M 18 μόνον b κατηγορεῖται F 20 δὲ] γὰρ M 21 δύο] δώδεκα. καὶ τέως δύο τὰ κρείττω F 22 εἶχεν ἀρχὴν F: εἶχε τὴν ἐπιγραφήν, τὴν ἀρχήν φημι, οὕτως M: εἶχε τὴν ἐπιγραφήν, οὕτως δέ φημι τὴν ἀρχήν b 23 ἔχ. προκ. b post ἔχομεν add. εἶχε τὴν ἐπιγραφὴν τοιαύτην· ὁμώνυμα λέγεται ὧν ὄνομα μόνον κοινόν, ὁ δὲ κατ’ ὄνομα λόγος (ὁ δὲ ὅρος b) τῆς οὐσίας ἕτερος Mb καὶ προτετίμ.] προτ. γοῦν προτ. δὲ b 24 τάξει ex πράξει corr. F 26 post γὰρ add. αὐτὸς ὁ ἀριστοτέλης M: ὁ ἂρ. αὐτὸς b αὐτοῦ libri ἐνταῦθα λεγομένων θεωρημάτων M 27 διόπερ—ἔσται (p. 14,1) correxi: διόπερ εἰ τοῦτο νόθον, κἀκεῖνα· εἰ δὲ τοῦτο γνήσιον, κἀκεῖνα γήσια ἔσται F: εἰ τοίνυν φήσομεν εἶναι νόθον (v. εἶν. b) τοῦτο (τοῦτο om. b) τὸ βιβλίον, κἀκεῖνα συννοθεύσομεν τούτω, εἰ δ’ (ἢ εἰ b) ἐκεῖνα γνήσια, καὶ τοῦτο δηλονότι σὺν αὐτοῖς Mb)

14
γνήσιον ἔσται. δεῖ μέντοι εἰδέναι ὅτι τὰ εὑρήματα τῶν κατηγοριῶν οὐκ ἔστιν αὐτοῦ ἀλλὰ προϋπῆρχεν, ἡ δὲ τούτων σύνταξις ὑπάρχει αὐτοῦ.

Διαιρεῖται δὲ τὸ βιβλίον εἰς τρία, εἰς τὰ πρὸ τῶν κατηγοριῶν, | εἰς τὰς [*](39b) κατηγορίας αὐτάς, εἰς τὰ μετὰ τὰς κατηγορίας. τὰ δὲ πρὸ τῶν κατηγοριῶν συμβαλλόμενα ἡμῖν ἔσται εἰς τὴν τῶν κατηγοριῶν διδασκαλίαν· ἐπειδὴ γὰρ ἔμελλεν ἐν τῇ τῶν κατηγοριῶν διδασκαλίᾳ μνημονεύειν λέξεων τινων ἡμῖν ἀγνώστων, διὰ τοῦτο περὶ αὐτῶν προδιδάσκειν θέλει, ἵνα μὴ δόξῃ τὸν λόγον συνταράττειν. διαλέγεται δὲ ἐν τῷ τέλει περὶ τῶν μετὰ τὰς κατηγορίας· ἐπειδὴ γὰρ ἐν τῷ διδάσκειν τὰς κατηγορίας ἐχρήσατο λέξεσί τισιν οὐκ ἐγνωσμέναις, διαλήψεται καὶ περὶ αὐτῶν. ἀλλὰ ζητητέον τί δή ποτε καὶ πρὸ τῶν κατηγοριῶν ἐδίδαξε· καὶ λέγομεν ὅτι τῶν μὲν κατ’ ἀρχὴν ἐμνημόνευσε προλαβὼν ὡς πάντῃ ἀγνώστων, τὰ δὲ ἐφύλαξεν ἐν τῷ τέλει ὡς ἂν ἐγνωσμένα ἐν τῇ συνηθείᾳ, οὐ μὴν διηρθρωμένην ἡμῶν ἐχόντων τὴν περὶ αὐτῶν γνῶσιν, ὅθεν καὶ μήπω διαλαβὼν περὶ αὐτῶν ἐχρήσατο τούτοις ἐν τῇ τῶν κατηγοριῶν διδασκαλίᾳ· πάντες γὰρ ἄνθρωποι χρῶνται κατὰ τὴν συνήθειαν τῇ τε ἅμα λέξει καὶ τῇ πρότερον καὶ τῷ τῆς κινήσεως ὀνόματι· παραδίδωσι τοίνυν ἀκριβῶς τίνα ποτέ ἐστι τὰ ὑπ’ αὐτῶν σημαινόμενα. τινὲς δὲ εἰρήκασι ταῦτα προσγεγράφθαι νόθα ὑπὸ τῶν βουλομένων ἀναγινώσκεθαι τοὺς τόπους μετὰ τἀς Κατηγορίας εὐθέως· ἀμέλει τοι καὶ τὸ προκείμενον βιβλίον οὕτως ἐπιγράφουσι Πρὸ τῶν τόπων. οὗτοι δὲ καὶ τῇ ἐναργείᾳ καὶ τῇ τάξει ἄντικρύς μάχονται, εἴ γε ἐδίδαξεν ὅτι τῶν μὲν ὀνομάτων καὶ ῥημάτων προηγεῖται ἡ πρώτη θέσις τῶν ἁπλῶν φωνῶν προσεχῶς, διδάσκει δὲ ἐν μὲν ταῖς Κατηγορίαις περὶ θέσεως τῶν ἁπλῶν φωνῶν, ἐν δὲ τῷ Περὶ ἑρμηνείας περὶ ὀνομάτων καὶ ῥημάτων· ὥστε ἑκάτερα ἔχονται ἀλλήλων ὥσπερ σειρά τις, καὶ οὔτε πρὸ ἐκείνου δύναταί τις ἄλλο ἀναγινώσκειν ἢ τὰς Κατηγορίας οὔτε μετὰ ταύτας ἄλλο ἢ τὸ Περὶ [*](2 αὐτοῦ ὑπάρχει colloc. M 4 καὶ εἰς τὰ b τὸ δὲ – συμβαλλόμενον (5) b 5 ἔσται] ἐστὶν M post διδασκαλίαν add. ὥσπερ γὰρ γὰρ om. b) οἱ γεωμέτραι πρὸ τῆς τῶν γραμματικῶν (γραμμικῶν b) θεωρημάτων διδασκαλίας διδάσκουσιν ἡμᾶς τί ἐστι σημεῖον καὶ ἐστιν εὐθεῖα καὶ τί γωνία (τί γων. κ. τί εὐθ. b) ὡς ἄν συμβαλλόμενα αὐτοῖς (ᾖ add. b) περὶ (περὶ om. b) τούτων διδασκαλίαν, οὕτω καὶ ὁ φιλόσοφος ἐνταῦθα Mb γὰρ om. 6 μνημονεύσειν b 7 προδιδάσκειν θέλει] διδάσκει M μὴ post λόγον transp. Mb δόξη Philop.: δείξη Fb: evan. M 8 διαλέγεται δὲ ἐν τῶ τέλει] εἶτα μετὰ ταῦτα μ. τ. om. b) διδάξει περὶ αὐτῶν τῶν (δέκα add. b) κατηγοριῶν καὶ ὕστερον ἐν τῶ τέλει Mb 9 ἐπεὶ M γὰρ] δὲ Mb 10 ζητητέον] ζητήσεως ἄξιον M 10. 11 καὶ πρὸ τῶν κὰτ. (in mrg. add. m.2 καὶ μετὰ τῶν κατηγοριῶν) F: καὶ μετὰ ταῦτα καὶ πρὸ τῶν κὰτ. M: καὶ μετὰ ταῦτα περὶ τῶν κὰτ. b 12 παντὶ M: πάνυ b post ἀγνώστων add. εἰ οὑν καὶ ταῦτα σὺν αὐτοῖς ἔταξε, τὸ προοίμιον ἐπιμήκιστον (ἐπιμήκ. om. b) συνέβαινεν Mb τὰ δὲ ἐφύλ.] ἐφύλαξε δὲ νῦν αὐτὰ M: ἐφ. αὑτὰ τοίνυν b 13 ἐγνωσμένων b ἐν] μὲν M ὑμῶν F: om. b ἐχόντων post αὐτῶν colloc. F 14 μὴ προδιαλαβὼν Mb 16 πρότερα Fb τοῦ κινήματος Fb 17 παραδώσει Fb 18 ταῦτα om. b προσγεγράφθαι b: προγεγράφθαι codd. 21 ἐνεργεία Fb ἐδίδαξα b 22 τῶν ῥημ. Mb 23 διδάσκει—φωνῶν] αἴπερ εἰσὶν αἱ κατηγορίαι F θέσεων 24 ὀνομάτων τε καὶ Mb 26. 26 δύναταί τις] τί δύνασαι M 26 ἢ τἀς κατηγορίας om. M ταύτας] τοῦτο M; ταῦτα b)

15
ἑρμηνείας, καὶ ὁ αὐτὸς λόγος τε καὶ ἡ τάξις ἄχρι τῶν Δευτέρων ἀναλυτικῶν, τοῦτ’ ἔστι τῶν Ἀποδεικτικῶν.

p. 1 a 1 Ὁμώνυμα λέγεται ὧν ὄνομα μόνον κοινόν.

[*](F f. 89r)

Εἰ μὲν αἱ ψυχαὶ ἄνω ἦσαν χωρὶς τοῦ σώματος τούτου, πάντα ἄν ἐγίνωσκον ἑκάστη οἴκοθεν μηδενὸς ἑτέρου προσδεόμεναι, ἀλλ’ ἐπειδὴ κατεληλύθασι πρὸς τὴν γένεσιν καὶ συνδέδενται τῷ σώματι καὶ τῆς ἐξ αὐτοῦ ἀχλύος ἀναπιμπλάμεναι ἀμβλυώττουσι καὶ οὐχ οἷαί τέ εἰσι τὰ πράγματα γινώσκειν ὡς ἔχει φύσεως, διὰ τοῦτο τῆς ἀλλήλων ἐδεήθησαν κοινωνίας διακονούσης αὐταῖς τῆς φωνῆς εἰς τὸ διαπορθμεύειν ἀλλήλαις τὰ νοήματα. δηλοῦνται δὲ πάντα καὶ δι’ ὀνομάτων καὶ διὰ λόγων. καὶ τοῦτό γε εἰκότως, εἴ γε τῶν ὄντων ἕκαστον καὶ ἕν τί ἐστι καὶ σύγκειται ἐκ πλειόνων | μερῶν οἰκείων, ἃ συνελθόντα ἐπλήρωσαν αὐτοῦ τὴν φύσιν· οἷον ὁ ἄνθρωπος [*](89v) καὶ ἕν τί ἐστι καὶ σύγκειται ἐκ γένους καὶ τῶν συστατικῶν αὐτοῦ διαφορῶν· ὡς μὲν οὖν ἓν ὢν δηλοῦται ὑπὸ τῆς ἄνθρωπος φωνῆς, ἥτις ἁπλοῦν ἐστιν ὄνομα, ὡς δὲ συγκείμενος ἔκ τινων δηλοῦται ὑπὸ τοῦ λόγου ἑκάστην τῶν τοῦ ἀνθρώπου ἰδιοτήτων ἐπεξιόντος, οἷον ζῷον λογικὸν θνητόν. τούτων τοίνυν οὕτως εἰρημένων εἰ λάβοιμεν δύο πράγματα, ταῦτα ἢ κατὰ ἀμφότερα κοινωνοῦσι, λέγω δὴ κατὰ τὸ ὄνομα καὶ τὸν λόγον, ἢ κατ’ ἄμφω διαφέρουσιν, ἢ κατὰ μὲν τὸ ἓν κοινωνοῦσι, κατὰ δὲ τὸ ἕτερον διαφέρουσι· καὶ τοῦτο διχῶς· ἢ γὰρ κατὰ μὲν τὸν λόγον κοινωνοῦσι κατὰ δὲ τὸ ὄνομα διαφέρουσιν, ἢ ἀνάπαλιν κατὰ μὲν τὸ ὄνομα κοινωνοῦσι κατὰ δὲ τὸν λόγον διαφέρουσιν· ὥστε τέσσαρας εἶναι διαφοράς. εἰ μὲν οὖν κατ’ ἄμφω κοινωνοῦσιν, ὀνομάζεται συνώνυμα ὡσανεὶ σὺν τῷ ὀνόματι καὶ τοῦ ὁρισμοῦ μεταδιδόντα ἀλλήλοις, ὥσπερ κατηγορεῖται τὰ γένη τῶν οἰκείων εἰδῶν· ὁ γὰρ ἄνθρωπος καὶ ζῷον λέγεται καὶ οὐσία ἐστὶν ἔμψυχος αἰσθητική. εἰ δὲ κατ’ ἄμφω διαφέροιεν, ὀνομάζεται ἑτερώνυμα, ὥσπερ ἔχει ὁ ἄνθρωπος καὶ ὁ ἵππος· οὐ γὰρ τὸν ἄνθρωπον εἴποις ἵππον οὐδὲ τὸν ἵππον ἄνθρωπον, οὐ μὴν οὐδὲ τὸν αὐτὸν ἔχουσιν ὁρισμόν, ἀλλ’ ἄλλον καὶ ἄλλον. εἰ δὲ κατὰ μὲν τὸ ὄνομα κοινωνοῖεν, κατὰ δὲ τὸν λόγον διαφέροιεν, ὁμώσὐτὸς [*](1 ὁ colloc. Fb 2 post ἀποδεικτικῶν add. δέκα οὖν (δέκα οὖν om. b) ἐστι ὀφείλοντα προλέγεσθαι πάσης ἀριστοτελικῆς φιλοσοφίας Fb 3 titulum superscr. περὶ ὁμωνύμου F ὁμώνυμα δὲ F 4 ante εἰ μὲν superscr. σχόλια εἰς τὰς κατηγορίας ἀμμωνίου φιλοσόφου F αἱ ψυχαὶ εἰ μὲν colloc. M 5 post ἐγίνωσκον add. αὗται M 6 πρὸς] εἰς M συνδένδενται F 10 καὶ—καὶ] ἢ—ἢ γε]. γέγονεν M 12 ὁ om. M 14 ὢν] ὃν libri ἀνθρώπου F (cf. p. 11,36) 15 συγκείμενον F ὑπὸ τοῦ λόγου τοῦ λέγοντος ζῶον λογ. θν. τοῦ λόγου τούτου ἑκάστην κτλ. M ἑκάστην—ἰδιοτήτων (16)] ἑκάστης τῆς. τοῦ ἀνθρ. ἰδιότητος 17 ταυτὰ M ἀμφότερον F 19 μὲν—δὲ om. M 19. 20 καὶ τοῦτο διχῶς om. 23 ὀνομάζεται συνώνυμα scripsi: ὀνομάζεται συνώνυμον FM 24 καὶ κὰτ. F 25 καὶ ζῶον—αἰσθ.] οὐσία λέγεται αἰσθ. καὶ ζῶον F 26 ἑτερώνυμον M 27 ὁ om. αὐτὸν γὰρ τὸν ἄνθρ. οὐκ ἂν εἴποις M 28 οὐ μὴν om. M)

16
νυμα λέγεται, ὥσπερ ἔχουσιν οἱ δύο Αἴαντες· οὗτοι γὰρ κοινὸν μὲν ὄνομα ἔχουσι τὸ Αἴας, ὁρισμὸν δὲ οὐ τὸν αὐτόν· τὸν γὰρ Τελαμῶνος ὁριζόμενοι λέγομεν ‘ὁ ἐκ Σαλαμῖνος᾿ ῾ὁ μονομαχήσας Ἕκτορι᾿ καὶ ὅσα δὲ ἄλλον πάλιν ἄλλως ‘ὁ Ὁιλέως᾿ ‘ὁ Λοκρός᾿. εἰ δὲ κατὰ μὲν τὸν λόγον κοινωνοῦσι κατὰ δὲ τὸ ὄνομα διαφέρουσιν, ὀνομάζεται πολυώνυμα, ὡς ἔχει τὸ ἄορ ξίφος μάχαιρα.

Ἐκ τῶν τεσσάρων τοίνυν τούτων περὶ τῶν δύο μόνον ἐνταῦθα ὁ Ἀριστοτέλης διαλέγεται, λέγω δὴ τῶν ὁμωνύμων καὶ τῶν συνωνύμων, ἐπείπερ ταῦτα μόνον αὐτῷ συμβάλλεται χρήσιμα ὄντα ἐν τῇ τῶν κατηγοριῶν διδασκαλίᾳ, καὶ ὅτι ἐκ τούτων δηλοῦται καὶ τὰ λοιπὰ δύο ὡς ἀντικείμετα τούτοις· ἀντίκειται γὰρ τοῖς μὲν ὁμωνύμοις τὰ πολυώνυμα, εἴ γε ταῦτα κατὰ μὲν τὸ ὄνομα κοινωνεῖ, κατὰ δὲ τὸν λόγον διαφέρει, τὰ δὲ πολυώνυμα εἰρήκαμεν κατὰ μὲν τὸ ὄνομα διαφέρειν κατὰ δὲ τὸν λόγον κοινωνεῖν ἀλλήλοις. τοῖς δὲ συνωνύμοις ἀντίκειται τὰ ἑτερώνυμα· καὶ γὰρ ταῦτα μὲν κοινωνεῖ κατ’ ἀμφότερα, ἐκεῖνα δὲ κατ’ ἀμφότερα διαφέρει· ὥστε ὁ ταῦτα εἰδὼς ἐξ αὐτῶν καὶ τὰ ἀντικείμενα εἴσεται. τοῦτο δὲ διὰ βραχυλογίαν ὁ φιλόσοφος ἐπετήδευσεν· τῶν γὰρ ἀντικειμένων ἡ αὐτή ἐστιν ἐπιστήμη. ὥστε δεῖ τῷ περὶ τῶν δύο λόγῳ καὶ τὰ λοιπὰ δύο συνδιδαχθῆναι. προέταξε δὲ τὰ ὁμώνυμα τῶν συνωνύμων, οὐκ ἐπειδὴ τὸ ὂν κατηγορεῖται ὁμωνύμως τῶν δέκα κατηγοριῶν, ἀλλ’ ὅτι δεῖ τὰ ἁπλούστερα τῶν μὴ τοιούτων ἀεὶ προτάττεσθαι κατὰ τὴν διδασκαλίαν, ἔστι δὲ τὰ ὁμώνυμα τῶν συνωνύμων ἁπλούστερα, εἴ γε ταῦτα μὲν | τὴν κατὰ τὸ ὄνομα [*](90r) μόνον κοινωνίαν ἔχει, τὰ δὲ συνώνυμα σὺν ταύτῃ καὶ τὴν κατὰ τὸν λόγον.

Ἔστι δὲ εἰπεῖν ὅτι ἄλλα μέν ἐστιν ἕτερα, ἄλλα δὲ ἑτερώνυμα· καὶ ἕτερα μέν ἐστι τὰ παντελῶς ἠλλοτριωμένα, ὡς ἄνθρωπος καὶ ἵππος (ταῦτα γὰρ οὕτε ὄνομα τὸ αὐτὸ ἔχουσιν οὕτε ὁρισμὸν τὸν αὐτόν), ἑτερώνυμα δὲ ὅσα τούτοις διαφέρει καὶ τῷ ὑποκειμένῳ ταὐτά ἐστιν, ὥσπερ ἀνάβασις καὶ κατάβασις· τούτων γὰρ οὔτε ὄνομα τὸ αὐτὸ οὔθ’ ὁρισμὸς ὁ αὐτός, τῷ μέντοι ὑποκειμένῳ ταὐτά ἐστι· περὶ γὰρ τὴν αὐτὴν κλίμακα θεωροῦντι. [*](1 λέγεται] καλεῖται M 1. 2 ἓν μὲν ὄνομα κοινὸν ἔχουσι M 2 τόν τε γὰρ M τελαμῶνα M 4 ἄλλον πάλιν ἄλλως] ἕτερον M ὁ Λοκρὸς ὁ Ὀιλέως καὶ ὅσα τοιαῦτα M 6 post μάχαιρα add. σπάθη M 7 ἐκ τοίνυν τῶν τεσσάρων M τούτων om. M μόνων M ἐνταῦθα] ἐν τούτοις M 8 τῶν τε ὁμ. M 9 ἐπείπερ] πρῶτον μὲν ὅτι M ταῦτα αὐτῶ μόνα M 10 καὶ ὅτι] ἔπειτα M 12 μὲν κατὰ colloc. F διαφέρονται M 13 διαφέρειν Laur. 72,22: διαφέρεσθαι F: διαφέρεται M 14 κοινωνεῖ M ἀντίκειται om. M καὶ γὰρ] εἴ γε M 15 κοινωνεῖ om. M διαφέρουσιν F 16 ante εἴσεται add. αὐτοῖς M 17 τῶν γὰρ—ἐπιστήμη (18) om. M 18 δεῖ τῶ—λόγω] διὰ τοῦ—λόγου δύο (post λοιπὰ) om. M 19 προέταξε—συνωνύμων] ἀλλὰ καὶ τῶν δύο τούτων ὁμώνυμα τῶν συνωνύμων προέταξεν M οὐχ ὥς τινες λέγουσιν ἐπειδὴ καὶ τὸ ὃν M 20 ὁμων. κατηγορεῖται colloc. M δέκα om. M 23 τῶν λόγων M1 24 ἔστι δέ εἰπεῖν—μέλλον σπέρμα (p. 17,3) eicias τὰ ἕτερα—τὰ ἑτέρων. M 24. 25 καὶ ἑτερώνυμα M 25 ὁ ἵππος M 26 ἔχουσι τὸ αὑτὸ colloc. M 27 καὶ τούτοις M 28 ὁ ὁρισμὸς M)

17
ὁμοίως δὲ καὶ σπέρμα καὶ καρπὸς κατ’ ἀμφότερα διαφέροντα περὶ τὸν αὐτὸν σῖτον θεωροῦνται· οὗτος γὰρ πρὸς μὲν τὸ ἤδη πεφυκέναι λέγεται καρπός, πρὸς δὲ τὸ μέλλον σπέρμα.

[*](p. 1 a 1)

Ὁμώνυμα λέγεται ὧν ὄνομα μόνον κοινόν, ὁ δέκατά τοὔνομα λόγος τῆς οὐσίας ἕτερος.

Ἠ μὲν ἔννοια τῆς λέξεως ὅλη δήλη· ταῦτα γάρ ἐστι, φησίν, ὁμώνυμα, ὅσα κατὰ μὲν τὸ ὄνομα κοινωνεῖ, κατὰ δὲ τὸν ὁρισμὸν διαφέρει. ζητεῖ δὲ ὁ λόγος ταῦτα· διὰ τί εἶπεν ὁμώνυμα καὶ μὴ ‘ὁμώνυμον’; καὶ διὰ τί εἶπε λέγεται καὶ οὐχὶ ‘λέγω’ ἢ ‘λέγονται’; καὶ διὰ τί εἶπεν ὄνομα κοινὸν καὶ μὴ εἶπεν ἔτι καὶ ‘ῥῆμα’; ἔπειτα δὲ καὶ διὰ τί εἶπεν ὁ δὲ λόγος τῆς οὐσίας καὶ μὴ εἶπεν ‘ὁ ὁρισμὸς’ ἢ <ἡ> ὑπογραφή’; διὰ τί μὴ καὶ τῶν συμβεβηκότων ἐμνημόνευσεν; [οὕτω γὰρ ὁ κατὰ τάξιν ἐξηγήσατο παραλείψας τὰ εἰρημένα ἐνταῦθα. πρῶτον γοῦν περὶ τοῦ τόνου καὶ τῆς πτώσεως διδάσκει, καὶ ὕστερον αὐτὰ ὡς ἐν παρέργῳ εἰσφέρων ἐμνημόνευσεν].

Ὅρα πῶς ἀκριβῶς οὐκ εἶπεν αὐτὰ ὁμώνυμον ἀλλ’ ὁμώνυμα, πληθυντικῶς χρησάμενος τῇ φωνῇ, ἐπειδὴ ταῦτα θεωρεῖται ἐν πλείοσι πράγμασιν ἢ ἐν δύο τὸ ἐλάχιστον, ἐν ἑνὶ δὲ οὐδέποτε λέγεται. δεῖ δὲ εἰδέναι ὅτι τὰ ὁμώνυμα δέεται πάντως τούτων τῶν τριῶν, τόνου πτώσεως πνεύματος· εἰ γὰρ εὕρωμεν ὀνόματα εἰς ἕν τι τούτων διαφέροντα, οὐκ εἰσὶν ὁμώνυμα, οἷον ὡς ἐπὶ τοῦ ἀργὸς καὶ ἀργὸς· ὁ γὰρ τόνος ἐνταῦθα ἐνήλλακται, καὶ τὸ παροξυνόμενον σημαίνει πόλιν τινὰ ἐν Πελοποννήσῳ, τὸ δ’ ὀξυνόμενον σημαίνει τὸν βραδύτερον ἄνθρωπον. ταῦτα οὖν οὐ λέγεται ὁμώνυμα διὰ τὴν ἐναλλαγὴν τοῦ τόνου. ὡσαύτως δὲ καὶ ἐπὶ τῆς πτώσεως· λέγομεν γὰρ ‘ὁ ἐλάτης’ καὶ σημαίνομεν τὸν ὁρμῶντα, καὶ λέγομεν ‘τῆς ἀλάτης’ καὶ [*](1. 2 τὸν αὐτὸν σῖτον] τὸ αὐτὸ F 2 οὕτω F μὲν ομ. Μ τὸ] τῶ F 3 post μέλλον add. λέγεται M 4 ὁμώνυμα δὲ M ὁ δὲ—ἕτερος (5) om. M 6 ὅλη λ. ἔννοια δήλη ἐστί M εἰσι F φῆσαι M 7 post διαφέρει add. δεῖ δὲ κατὰ μέρος ἑκάστην ἐπισκέψασθαι λέξιν· οὕτω γὰρ ἂν εἴημεν ἀκριβῶς τὸ ζητούμενον κατωρθωκότες M 8 δὲ om. M καὶ διὰ] εἴθ’ οὕτως διὰ M 9 τὸ λέγεται M οὐχὶ] μὴ εἶπε M τὸ λέγω M ἡ λέγονται om. M καὶ (ante διὰ)] ἔπειτα M 9. 10 ὧν ὄνομα μόνον κοινὸν M 10 ἔτι δὲ καὶ M post ῥῆμα add. ζητητέον διὰ τί εἶπε κοινόν M ἔπειτα δὲ καὶ] καὶ ἔπειτα F 11 post οὐσίας add. ἕτερος M ὁ δὲ ὁρισμὸς M ἡ addidi 12 τοῦ συμβεβηκότος M οὕτω—ἐμνημόνευσεν (15) inclusi 14 τοῦ τόνου] οὗ F 14 post πτώσεως add. καὶ τοῦ πνεύματος M διδάσκων, εἰ καὶ ὕστερον M 15 post ἐμνημόνευσεν add. σχεδὸν ὅτε εἶπεν αὐτὰ ὁμώνυμα M 16 ὅρα δὲ F αὐτὰ om. M 16. 17 πληθυντικὴ M 17 πλείοσι τοῖς πράγμ. M 18 ἢ] καὶ M 21 καὶ τοῦ ἀργὸς M ὁ γὰρ] ἰδοὺ ὁ M διήλλακται F 21. 22 καὶ τὸ] τό γὰρ M 22 σημαίνει τὴν πελοπόνησον (sic) M πελοπονήσω F 23 post ἄνθρ. add. λέγομεν γὰρ περί τινος πολλάκις ἀργός ἐστι M τοῦτο οὑν ὡς εἴρηται οὐ λ. ὁμώνυμον M 25 ὁ ἑλλάτης F 25. p. 18,1 καὶ σημαίνομεν—ξύλον] καὶ τῆς ἐλάτης, καὶ διὰ μὲν τοῦ ὁ ἄρθρου ἐσήμανα τὸν ἐλαύνοντα, διὰ δὲ τοῦ τῆς γενικῆς πτώσεως ἐσήμανα τὸ ξύλον M 25 post τὸν add. ἀπὸ τῆς ὲλλάδος F ὁρμῶντα scripsi: ὁρμώμενον F τῆς ἐλάτης] ἡ ἐλάτη F)

18
σημαίνομεν τὸ ξύλον τὴν ἐλάτην· ὥστε οὐδὲ ταῦτα ὁμώνυμα διὰ τὴν ἐναλλαγὴν τῆς πτώσεως. τὰ αὐτὰ λέγομεν καὶ ἐπὶ τοῦ πνεύματος· λέγομεν γὰρ ‘οιον’, καὶ τὸ μὲν δασυνόμενον σημαίνει τὸ ὁποῖον, τὸ δὲ ψιλούμενον σημαίνει τὸ μόνον, καὶ οὐδὲ τοῦτο ὁμώνυμον. ἐπί δέ γε τῆς Αἴας φωνῆς καὶ τόνος ἐστὶν ὁ αὐτὸς καὶ πτῶσις ἡ αὐτή. ἀλλὰ μὴν καὶ τὸ πνεῦμα κοινὸν ἐπ’ ἀμφοτέρων· συμβήσεται οὗν εἶναι αὐτὰ ὁμώνυμα.

Εἰδὼς δὲ ὁ φιλόσοφος ὅτι τὰ ὁμώνυμα εἰ καὶ πλείονά εἰσιν, ἀλλ’ οὖν ὑπὸ μιᾶς φωνῆς δηλοῦνται, διὰ τοῦτο καὶ αὐτὸς ἐχρήσατο τῷ λέγεται, οὐκ εἰρηκὼς ‘λέγονται·’ ἀεὶ γὰρ ἔθος ἐστὶ τοῖς Ἀττικοῖς τῇ τοιαύτῃ φωνῇ κεχρῆσθαι, ὥσπερ οὖν καὶ ὁ Πλατῶν φησί· “λέγεται ταῦτα, ὦ Γοργία, [*](90v) περὶ Θεμιστοκλέους”. καὶ δηλοῖ ὅτι παρὰ τοῖς παλαιοῖς τὸ ὄνομα τοῦτο φέρεται καὶ οὐκ αὐτοῦ ἐστιν ἡ τοιαύτη θέσις· ὅταν γὰρ ᾖ αὐτοῦ, λέγει ‘καλῶ’, ὡς ἐν τοῖς Ἀναλυτικοῖς φησιν· “ὅρον δὲ καλῶ εἰς ὃν διαλύεται ἡ πρότασις”.

[*](15 p. 1a1)

Ὁμώνυμα δὲ λέγεται.

Ὑπακουστέον πράγματα.

[*](p. 1 a 1)

Ὧν ὄνομα μόνον κοινόν.

Ἄρα οὖν ἐν τοῖς ῥήμασιν οὐχ εὑρίσκομεν ὁμωνυμίαν; καὶ μὴν λέγομεν ‘ἐρῶ’, σημαίνει δὲ τοῦτο καὶ τὸ λέξω καὶ τὸ ἐρωτικῶς διάκειμαι· πῶς οὖν φησι ταῦτα ὁμώνυμα εἶναι τὰ μόνον ὄνομα κοινὸν ἔχοντα; ἐροῦμεν πρὸς τοῦτο ὅτι ὄνομα ἐνταῦθα λαμβάνει οὐ τὸ ἀντιδιαστελλόμενον πρὸς τὸ ῥῆμα, ἀλλὰ τὸ κοινότερον, καθὸ πᾶσα φωνὴ σημαντικὴ ὄνομα λέγεται, ὡς ἐν τῷ Περὶ ἑρμηνείας φησίν· “αὐτὰ μὲν οὖν καθ’ ἑαυτὰ τὰ ῥήματα ὀνόματά ἐστιν”. ὥστε τὸ ἐρῶ ὁμώνυμόν ἐστι καὶ ἔχει ὄνομα κοινόν, ὅρον δὲ διάφορον, καὶ ἔστιν ἐν τοῖς ῥήμασιν ὁμωνυμία.

[*](1 ὥστε οὐκ ἂν εἴη ὁμώνυμον M 2. 3 λέγομεν γὰρ] ὡς M 3 καὶ τὸ μὲν] τὸ μὲν γὰρ M 4 τὸν μόνον F καὶ] ὥστε οὖν M τοῦτό ἐστιν M ὁμώνυμα Γ’ 5 τὸ om. F 6 ἀμφότερα F αὐτὰ] καὶ M 7 πλειόνων F 8 μιᾶς δηλοῦται φωνῆς M ἐχρήσατο τῶ λέγ.] ἐνικῶ ἐχρήσατο M 9 post λέγονται add. ἀλλὰ λέγεται M ἀεὶ γὰρ—Θεμιστοκλέους Θεμιστοκλἐους (11) eicias 10 ὁ πλ. φησί] παρὰ πλάτωνι εὑρίσκομεν M Gorg. p. 455 E) ἐν τῶ γοργία P 11 παρὰ θεμιστ. FM post Θεμιστ. add. ἀλλ’ οὗν ὁ ἀριστοιἐλης διὰ τὴν εἰρημένην αἰτίαν τῶ τοιούτω τῆς λέξεως ἐχρήσατο σχήματι· λέγεται· ὑπακουστέον πράγματα, ἶνα οὕτως ἦ· ὡμώνυμα λέγεται πράγματα (cf. ν. 16) M καὶ δῆλον ὅτι F: ἡνίκα δὲ εἴπῃ λέγεται, δηλοῖ ὅτι καὶ M τοῦτο om. M 12 οὐκ αὐτοῦ] οὐ κατ’ αὐτὸν M post θέσις add. τοῦ ὀνόματος M γὰρ] δ’ M ᾖ] εἴη FM 13 ἐν τοῖς Ἀναλυτ.] Anal. pr. p. 24b16 ἀναλύεται F 15 ὁμώνυμα—πράγματα (16) om. M (cf. V. 11 not.) δὲ om. Arist. 17 ὧν—κοινόν] ὄνομα M 18 ὁμώνυμα F μὴν om. F 19 σημ. δὲ] καὶ σημ. M καὶ (post τοῦτο) om. M λέγω F 20 ταῦτα om. M ἐροῦμεν—ὅτι (21) om. F 21 λαβάνει F 22. 23 ἐν τῷ Περὶ p. 16b19 23 τὰ ῥήμ. καθ’ ἑαυτὰ colloc. F λεγόμενα τὰ ῥήμ. Arist. 24 post ἐστιν add. καὶ δηλοῦσί τι M ὥστε] ὡς F ἐρῶ—κοινόν] λέξω καὶ τὸ ἐρωτικῶς διάκειμαι ὁμώνυμά ἐστι· κοινὸν γὰρ ἔχει ὄνομα τὸ ἐρῶ M 25 ὁμώνυμα F)
19
[*](p. 1 a 1)

Μόνον

Διχῶς λέγεται τὸ μόνον, εἴτε τὸ ἀντιδιαστελλόμενον πρὸς τὸ ὁμόζυγον, ὡς ὅταν λέγωμεν μόνον ἄνθρωπον ἐν τῷ βαλανείῳ ἀντιδιαστέλλοντες πρὸς ἄλλον ἄνθρωπον ἢ ὡς ὅταν εἴπωμεν μόνον τὸν καταλειφθέντα ἐν πολέμῳ καὶ μὴν ἔχων μεθ’ ἑαυτοῦ, εἰ τύχοι, δόρυ καὶ ἐσθῆτα ἢ ἄλλο τι οὐκ ἔστι μόνος, ἀλλὰ μόνος ἐκλήθη τῇ στερήσει τῶν ἑπομένων αὐτῷ), ἢ τὸ μοναδικόν, καθὸ λέγομεν μόνον ἥλιον. ἐνταῦθα δὲ τῷ πρώτῳ ἐχρήσατο.

[*](p. 1 a 1)

Κοινόν.

Τὸ κοινὸν λέγεται τετραχῶς· ἢ τὸ ἀδιαιρέτως μεθεκτόν, ὥσπερ ἐπὶ τοῦ ζῴου αὐτοῦ γὰρ πάντες μετέχομεν ἀδιαιρέτως· οὐ γὰρ τὰ μὲν οὐσίας μόνης ἀπολαύει, τὰ δὲ ἐμψύχου μόνου, τὰ δὲ αἰσθήσεως μόνης), ἢ τὸ διαιρετὸν μεθεκτὸν ὡς ἀγρός· ἔτυχον γὰρ οὐ πάντες ὅλου, ἀλλ’ ἕκαστος μέρους. περὶ οὖν τοῦ ἀδιαιρέτως μεθεκτοῦ λέγει ἐνταῦθα.

[*](p. 1 a 1)

῾Ο δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἔτερος, οἷον ζῷον ὅ τε ἄνθρωπος καὶ τὸ γεγραμμένον.

Τὰ παραδείγματα πάντα ἀσφαλῶς εἴρηκεν ὁ φιλόσοφος, ἐπεὶ ὑπελάμ- βανεν ἄν τις μηδὲ εἶναι ὅλως ὁμώνυμα ἀλλὰ συνώνυμα· οἱ γὰρ Αἴαντες ἔχουσιν ὄνομα κοινὸν καὶ ὁρισμὸν τὸ ζῷον λογικὸν θνητόν. καλῶς οὖν εἶπεν ό δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος, ἵνα μὴ τὸν τυχόντα ὁρισμὸν λαμβάνωμεν, ἀλλὰ τὸν κατὰ τὸ ὄνομα, καθ’ ὃ κοινωνοῦσι· τῶν γὰρ Αἰάντων ὁ μέν ἐστι Τελαμῶνος υἱὸς Σαλαμίνιος, ὃς ἐμονομάχησεν ΄Εκτορι, ὁ δὲ ἕτερος ᾿ Οιλέως υἱὸς Λοκρὸς πόδας ταχύς· ὥστε ὁ κατὰ τὸ [*](2 διχῶς δὲ F εἶτε] ἢ Μ 3 ἄνθρωπος F διαστελλ. M 5 καὶ μὴν οὐκ ἔστι μόνος· ἔχει γὰρ μεθ’ ἑαυτοῦ M ἐσθῆτας M ἢ] καὶ M 6 ἐκλήθη τῆ] κατελείφθη Μ 7 τὸ] τὸν M πρώτω μόνω λεγομένω M 10 τετραχῶς] corigas διχῶς, nisi malis in iis quae sequuntur defectum statuere, Philop. Olymp. quattuor geneva afferunt post τετραχῶς add. τὸ ἀδιαίρετον ἡ τὸ διαιρετόν· καὶ ἀδιαίρετον μέν ἐστιν ὥσπερ ἐπὶ τοῦ ζώου, διαιρετὸν δὲ ὥσπερ ἐπὶ τοῦ ἀγροῦ M ἀδιαίρετον M 11 ἐπὶ om. M post ζώου add. καὶ τῆς τοῦ κήρυκος φωνῆς F αὐτοῦ γὰρ om. M μετέχ. πάντες colloc. M 12 μόνου om. F 13 ante μεθεκτὸν add. μὲν M οἱ πάντες οὐχ ὅλου M 14 ἀδιαιρέτου μεθεκτοῦ κοινοῦ M post ἐνταῦθα add. οὐδὲ γὰρ τῆς αἴας φωνῆς τὸ μὲν αι κατηγορεῖται ἑνός, τὸ δὲ ἁ] ἑτέρου, ἀλλ’ ὅλον ἀδιαιρέτως ἑκατέρου κατηγορεῖται τὸ αἴας καὶ τοῦ τελαμῶνος καὶ τοῦ ὀιλέως M 15 λόγος — γεγρ. (16) om. M 17 πάντα πάνυ M 18 μηδὲ scripsi: μήτε F: μὴ M 19 καὶ τὸ ὄνομα M 20 λόγος — ἕτερος om. M τὸν om.M 21 ὃ] ὃν F 22 σαλαμίνιος M: ἐκ σαλαμῖνος F 23 τοὺς πόδας (?) M)

20
ὄνομα ὁρισμὸς ἑκατέρου ἕτερος. εἴποι δ’ ἄν τις ὅτι δυνατὸν τὰ ὁμώνυμα καὶ συνώνυμα καλέσαι, οἷόν τι ὡς ἐπὶ τῶν δύο Αἰάντων· οὗτοι γὰρ ὁμώ- νυμοί εἰσι, καθὸ τὸ μὲν ὄνομα ἔχουσι κοινόν, τὸν δὲ ὁρισμὸν τὸν κτὰ τοὔνομα διάφορον· ὁ μὲν γάρ ἐστι Τελαμῶνος, ὁ δὲ ᾿Οιλέως. ἀλλὰ πάλιν εἴποι ἄν τις ῾ καὶ κατὰ τὸν λόγον τὸν κατὰ τοὔνομα συνώνυμοί εἰσιν· ἀμ- φότεροι γὰρ ὅ τε ᾿ Οιλέως καὶ ὁ Τελαμῶνος ἄνθρωποί εἰσι καὶ ἔσονται συνώνυμοι᾿. | τίνι οὖν διενηνόχασιν ἀλλήλων; τούτῳ ὅτι τὰ μὲν ὁμώνυμα [*](91r) οἷον οἱ Αἴαντες ἔχουσι τὴν κοινωνίαν πρὸς ἀλλήλους τὴν κατὰ τοὔνομα, ἤγουν τοῦ Αἴαντος, ἔχουσι δὲ κοινωνίαν ἀμφότεροι καὶ πρὸς αὐτὴν τὴν ὁμωνυμίαν, καθὸ μετέχουσι ταύτης τῆς ὁμωνυμίας. τὰ μέντοι γε συνώ- νυμα οὐκ ἔχουσιν οὕτως· ἐνταῦθα γὰρ μόνην τὴν πρὸς ἄλληλα σχέσιν παραλαμβάνομεν.

[*](p. 1 a 2)

Λόγος.

Διὰ ποίαν αἰτίαν ἀντὶ ὁρισμοῦ τὸν λόγον εἴρηκε; φαμὲν ἐπειδήπερ οὐκ ἐπὶ πάντων τῶν πραγμάτων εὐποροῦμεν ὁρισμοὺς ἀποδιδόναι· τὰ γὰρ γενικώτατα τῶν γενῶν ὁρισμοὺς οὐκ ἐπιδέχονται. ἀλλ’ ἔστιν ὅτε καὶ ὑπο- γραφαῖς κεχρήμεθα. ἔστι δὲ ὁμωνυμία καὶ ἐν τοῖς πράγμασιν, ἐν οἷς ὑπο- γραφαῖς κεχρήμεθα. διὰ τοῦτο οὐκ εἶπεν ῾ ὁρισμός᾿ , ἐπειδὴ παρελίμπανε τὰ δι’ ὑπογραφῆς σημαινόμενα. καὶ πάλιν εἰ εἶπεν ῾ ὧν ἡ ὑπογραφή᾿ , παρέλιπεν ἄν τὰ δι’ ὁρισμῶν σημαινόμενα· διὰ τοῦτο οὖν τῷ λόγῳ ἐχρή- σατο· κατηγορεῖται γὰρ οὗτος κοινῇ τοῦ ὁρισμοῦ καὶ τῆς ὑπογραφῆς.

[*](p. 1 a 2)

Τῆς οὐσίας.

Ἄρα οὖν οὐκ ἔστιν ἐν τοῖς συμβεβηκόσιν ὁμωνυμία; καὶ μὴν ὁρῶμεν· τὸ γὰρ ὀξὺ κατηγορεῖται καὶ χυμοῦ καὶ φωνῆς καὶ φθόγγου καὶ μαχαίρας· λέγομεν γὰρ ῾ ὀξὺς χυμὸς᾿ καὶ ἐπὶ παντὸς τῶν ἄλλων ὁμοίως. πῶς οὖν ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας; φαμὲν οὖν ὅτι οὐσίαν λέγει ἐνταῦθα οὐ τὴν ἀντιδιαστελλομένην πρὸς τὰ συμβεβηκότα, ἀλλὰ κοινότερον τὴν σημαίνουσαν τὴν ἑκάστου ὕπαρξιν, καθὸ καὶ τὰ συμβεβη- [*](1 εἴποι–παραλαμβάνομεν (12) eicias δ’] γὰρ M δυνατὸν] δύναται F 2. 3 καὶ τὰ ὁμών. σὺν. colloc. M 2 τι om. M οὗτοι] αὐτοὶ (?) M 5 κατούνομα F συνώνυμοι Vat. 2173: συνώνυμα FM post εἰσιν add. καθὸ γὰρ αἴαντές εἰσι, κοινω- νοῦσιν ἀλλήλοις κατὰ τὸ ὄνομα τὸ αἴας, ἀλλὰ μὴν καὶ κατὰ τὸν λόγον τὸν κατὰ τοὔνομα M 5. 6 ἀμφότερα F 6 καὶ (prius) om. M καὶ πάλιν ἔσονται M 8 οἱ om. M 9 ἤγουν τοῦ αἴαντος om. M 10 καθὰ F μετέχουσιν ἀμφότεροι M 11 γὰρ] δὲ M μόνον M ἀλλήλους M 13 λόγος τῆς οὐσίας M 14 τοῦ ὁρισμοῦ M εἰρήκαμεν F post φαμὲν add. οὐκ M 15 ἀποδοῦναι M 18 ἐπεὶ M παρελίμπανε F Philop.: παρέλιπεν ἄν M 20 καὶ διὰ τ. οὑν F 21 τοῦ ὁρ.] τοῦ τε ὅρου M 23 οὖν] δὲ M καὶ ἐν τοῖς συμβ. M ὁμώνυμα F 25 παντὸς om. M 26 post οὐσίας add. ἕτερος M 27 ἀντιδιαστ. M Philop. Olymp.: διαστ. F 28 κοινώτερον F)

21
κότα λέγεται ὑπάρχειν ἐν τοῖς οὖσι. τῆς οὐσίας οὖν φησιν ἀντὶ τοῦ τῆς φύσεως ἑκάστου καθ᾿ ἣν ὑφέστηκεν.

[*](p. 1 a 4)

Εὰν γὰρ ἀποδιδῷ τις ἐστιν.

Ἐὰν γὰρ βούληταί τις, φησί, τὸν ὁρισμὸν ἀποδοῦναι ἑκατέρου αὐτῶν ὡς ζῴου ὄντος, ἄλλον καὶ ἄλλον ὁρισμὸν ἀποδώσει, τοῦ μὲν ἀληθινοῦ ἀνθρώπου ζῷον λογικὸν θνητόν, τοῦ δὲ γεγραμμένου, εἰ τύχοι, ζῷον γε· γραμμένον ἀπὸ χρωμάτων τοίων ἢ τοίων.

[*](p. 1 a 5)

Τὸ ζῴῳ εἶανι, ἴδιον ἑκατέρῳ.

Καὶ διὰ τί οὐκ εἶπε ζῷον εἶναι ἀλλὰ ζῴῳ; καὶ λέγομεν ὅτι τὰ πραγματα ἢ ἀπὸ τῆς ὕλης χαρακτηρίζεται ἢ ἀπὸ τοῦ εἴδους ἢ ἀπὸ τοὺ συναμφοτέφου, τοῦτ’ ἔστιν ἀπὸ τῆς ὕλης καὶ τοῦ εἴδους· εἰ οὖν εἶπε ζῷον, ἐσήμανεν ἂν τὴν ὕλην καὶ τὸ εἶδος, εἰπὼν δὲ τὸ ζῴῳ εἶναι ἐσήμανε καθ’ ὃ χαρακτηρίζεται, τοῦτ’ ἔστι τὸ εἶδος· τὸ γὰρ εἶναί τινος τὸ εἶδος αὐτοῦ ἐστιν, καὶ οἱ κυρίως ὁρισμοὶ ἐκ τούτου λαμβάνονται, εἴ γε ἐκ γένους δεῖ αὐτοὺς εἶναι καὶ τῶν συστατικῶν διαφορῶν.

Ἔστι δὲ ἡ διαίρεσις τῶν ὁμωνύμων αὕτη· τῶν ὁμωνύμων τὰ μὲν ἀπὸ τύχης καὶ λέγεται ταῦτα κατὰ συμβεβηκός), οἷον εἴ τις κατὰ τύχην εὑρεθείη ἐνταῦθα λεγόμενος Σωκράτης καὶ ἐν τῷ Βυζαντίῳ. καὶ ταῦτα μὲν μένουσιν ἀδιαίρετα. τὰ δέ εἰσιν ἀπὸ διανοίας, ὧν τὰ μὲν καὶ ἀλλήλοις εἰσὶν ὁμώνυμα <καὶ> ἀφ’ οὗ παρώνυμα λέγεται. καὶ ἐκ τούτων τὰ ἀπὸ ποιητικοῦ λέγεται αἰτίου ὡς τὸ ἰατρικὸν σμιλίον ἢ βιβλίον ταῦτα δέ ἐστι τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν· ἀφ’ ἑνὸς μὲν ἀπὸ τοῦ ποιητικοῦ, πρὸς ἓν δὲ πρὸς τὸ τελικόν), τὰ δὲ ἀπὸ τοῦ τελικοῦ οἷον τὸ ὑγιεινὸν φάρμακον. τὰ δὲ καὶ ἀλλήλοις ὁμώνυμα καὶ ἀφ’ ὧν λέγεται ὁμώνυμα, ὧν τὰ μὲν διαφέρει κατὰ χρόνον ἐκείνου ἀφ’ οὗ λέγεται καὶ τούτων τὰ μὲν | λέγεται [*](91v) κατὰ μνήμην, οἷον μεμνημένος τις ἰδίου πατρὸς ἢ διδασκάλου ἤ τινος τοιούτου καλέσῃ τὸν ἑαυτοῦ παῖδα τῷ ἐκείνου ὀνόματι, τὰ δὲ κατὰ τύχην, ὡς ὅταν τις τὸν παῖδα Εὐτυχῆ εἴπῃ, τὰ δὲ κατ’ ἐλπίδα, ὡς * ἐλπίζων [*](3 τις ἀποδιδῶ Arist. τί ἐστιν αὐτῶν M 4 βουληθῇ M φησί, τὸν om. M 5 ἀποδώσειε F1M ἣ τοῦ μὲν M 6 τύχη F 8 lemmatis loco exhibet καὶ ταῦτα μὲν οὕτως. καιρὸς ἄν εἴη εἰπεῖν M ἑκατέρου Arist. 9 καὶ διὰ τί] δι’ ἣν αἰτίαν M ζῴῳ] τὸ ζώω εἶναι M καὶ (alt.) om. M ὅτι om. F 11 ἀπὸ ὕλης καὶ εἴδους M 13 scribas 〈κυρίως〉 χαρακτ. τὸ εἶδος τινὸς colloc. F 15 τῶν om. M 16 ἐστι δὲ ἡ διαίρεσις — καὶ κορυφή (p. 22,19) om. M (fort, recte) 17 ταῦτα scripsi: τοῦτο F 18 λεγόμενος Paris. 1928 Vind. 10: λέγομεν ὡς F 20 καὶ inserui ex Paris. 1928 Vind. 10 21 ταῦτα — τελικόν (23) post φάρμακον ponas 25 διαφέρει Paris. 1928 Yind. 10: διαφέρουσι F 26 an οἷον 〈ὅταν〉? 27 καλέσει F 28. p. 22,1 ὡς — ὠνόμασεν mutila sunt: ὡς ὅταν τις τὸν ἴδιον υἱὸν προσδοκῶν ἔσεσθαι φιλόσοφον καλέση πλάτωνα Philop.: ὡς εἴ τις τὸν ἑαυτοῦ υἱὸν σωκράτην ὀνομάσει ἢ πλάτωνα τοιοῦτον αὐτὸν ἐλπίζων γενέσθαι οἷοι ἐκεῖνοι γεγόνασι Olymp.)

22
γενέσθαι ὠνόμασεν), τὰ δέ εἰσιν οὐ διαφέροντα κατὰ χρόνον τοῦ ἀφ’ οὗ λέγεται. καὶ τούτων πάλιν τὰ μὲν κατὰ τὴν τῶν πραγμάτων ὁμοιότητα λέγεται, 〈ὡς ὅταν λέγωμεν τὸν φρόνιμον ἄνθρωπον φρόνησιν〉, τὰ δὲ κατὰ μέθεξιν οἷον μουσικὴ γυνὴ καὶ μουσικὴ ἐπιστήμη, γραμματικὴ γυνὴ καὶ γραμματικὴ ἐπιστήμη, τὰ δὲ κατὰ ἀναλογίαν, οἷον ὡς ἔχει τόδε πρὸς τόδε, οὕτω τόδε πρὸς τόδε, ὡς πόδες κλίνης καὶ πόδες ὄρους. καὶ τῶν μὲν κατὰ τὴν τῶν πραγμάτων ὁμοιότητα 〈τὰ μὲν διὰ τὴν τῆς ἐνεργείας ὁμοιότητα> οἷον Γοργίας ἀπὸ τοῦ γοργεύεσθαι τόνδε τινά, τὰ δὲ διὰ τὴν τῆς μορφῆς ὁμοιότητα οἷον ἐπὶ τῆς εἰκόνος καὶ τοὐ παραδείγματος, τὰ δὲ κατὰ μεταφορὰν ὡς πόδες Ἴδης καὶ κορυφή.

[*](p. 1 a 6)

Συνώνυμα δὲ λέγεται.

Μετὰ τὸ πληρῶσαι τὸν περὶ τῶν ὁμωνύμων λόγον περὶ τῶν συνω- νύμων διαλαμβάνει. ἐκ δὲ τῶν ὁμωνύμων σαφής ἐστιν ἡ περὶ τῶν συνω- νύμων διδασκαλία. τῷ δ’ αὐτῷ παραδείγματι ἐχρήσατο κἀνταῦθα, βουλόμενος δεῖξαι ὡς τὸ αὐτὸ ὁμώνυμον καὶ συνώνυμον πολλάκις οἷόν τε λέγειν, κατ’ ἄλλο μέντοι καὶ ἄλλο, οἷον ὁ Αἴας καὶ ὁμώνυμός ἐστι τῷ ἄλλῳ Αἴαντι καὶ συνώνυμος· ὁμώνυμος μέν, ὅτι τῷ μὲν ὀνόματι κοινωνεῖ, διαφέρει δὲ κατὰ τὸν ὁρισμὸν τὸν καθὸ Αἴας. δύναται δὲ κοινωνεῖν καὶ κατὰ τὸν ὁρισμὸν τὸν καθὸ ἄνθρωπος καὶ ἔσται συνώνυμος.

[*](p. 1 a 12)

Παρώνυμα δὲ λέγεται ὅσα ἀπό τινος.

Ἰστέον ὅτι ἐν τοῖς παρωνύμοις τέσσαρά τινα θεωρεῖται, δύο μὲν ἤγουν κοινων·ία καὶ διαφορὰ περὶ τὸ ὄνομα, καὶ δύο ἤγουν κοινωνία καὶ διαφορὰ περὶ τὸ πρᾶγμα, ὥσπερ γραμματικὴ καὶ γραμματικός· ἔστι γὰρ ἐπὶ τούτοις κοινωνία μὲν περὶ τοὔνομα φανερῶς, καὶ ἡ διαφορὰ δὲ κατὰ τὴν τελευταίαν συλλαβήν, ὅτι ἐπὶ μὲν τοῦ ἐστι κος, ἐπὶ δὲ τοῦ κη. ὁμοίως [*](3 ὡς — φρόνησιν Paris. 1928 Vind. 10: om. F 6 καὶ τῶν—κορυφή (10) posterius irrepserunt τῶν μὲν Paris. 1928: τὰ μὲν F Vind. 10 (superscr. ῶν) 7 τὰ μὲν — ὁμοιό τητα Paris. 1928 Vind. 10: om. F 10 κορυφῆς F 11 ante lemma add. titulum περὶ συνωνύμων F λέγεται om. F 12 τῶν (ante ὁμων.) om. F 15 ὡς] εἰς F τὸ αὐτὸ ὁμωνυμίαν καὶ συνωνυμίαν F οἷόν τέ ἐστι καὶ λέγειν (v eras.) F 16 μέντοι] μὲν M ὁ om. M καὶ ὁμώνυμός ἐστι] ὁμώνυμος F 17 καὶ ὁμών. μὲν M μὲν (ante ὀνόματι) om. F 18 καθὸ] κατ’ F (cf. v. 19) 20 ante lemma add. tit. περὶ παρωνύμου F 21 ante ἰστέον add. εἰπὼν περὶ τῶν ὁμωνύμων καὶ συνωνύμων τήν τε κοινωνίαν καὶ τὴν διαφοράν, καθὸ τὰ ὁμώνυμα κατὰ τὸ ὄνομα μόνον κοινωνεῖ τοῖς συνωνύμοις, οὐκέτι δέ κατὰ τὸ πρᾶγμα, νῦν περὶ τῶν παρωνύμων ὁ φιλόσοφος διαλαμβάνει M ἰστέον δὲ M δύο μὲν—πρᾶμα (28)] δύο μὲν περὶ τὸ ὄνομα καὶ δύο περὶ τὸ πρᾶγμα· κοινωνία τε καὶ διαφορὰ κατὰ τὸ ὄνομα καὶ πάλιν κοινωνία καὶ διαφορὰ κατὰ τὸ πρᾶγμα M 22. 23 κοινωνίαι καὶ διαφοραὶ (alt. loco) F 24 ἐπὶ τούτων M περὶ] κατά F ἡ om. F δὲ om. F κατὰ τὴν] περὶ F 25 ἐστι om. F)

23
δὲ καὶ περὶ τὸ πρᾶγμα· * καὶ γὰρ ὁ γραμματικὸς οὐσία ἐστίν, ἡ δὲ γραμ- ματικὴ ἐπιστήμη ·τις ἤγουν ποιότης καὶ κατὰ συμβεβηκός. ἐὰν γὰρ ἓν τούτων ἀπολειφθῇ, οὐκ ἔστι παρώνυμα· ἔστω γὰρ περὶ τὸ ὄνομα κοινωνία καὶ διαφορά, ἔστω δὲ καὶ ἡ περὶ τὸ πρᾶγμα κοινωνία, διαφορὰ δὲ μὴ εἴη, καὶ οὐκ ἔσται παρώνυμα, οἷον πλάτανος καὶ πλατάνιστος· ἐνταῦθα γὰρ οὐκ ἄν εἴποιμεν παρώνυμα· ταὐτὸ γάρ ἐστιν. πάλιν ἔστω τὰ ἄλλα πάντα ἀκολούθως, κοινωνία δὲ μὴ εἴη κατὰ τὸ πρᾶγμα, καὶ ὁμοίως οὐκ ἔσται παρώνυμα, ὡς ἐπὶ τῆς ῾ Ελένης καὶ τοῦ ῾ Ελένου. πάλιν ἔστω τὰ ἄλλα πάντα ἀκολούθως, διαφορὰ δὲ μὴ εἴη κατὰ τὴν τελευταίαν συλλαβήν, | καὶ [*](92r) οὐκ ἔσται παρώνυμα, ὡς ἐπὶ τῆς μουσικῆς ἐπιστήμης καὶ μουσικῆς γυναι- κός· ὁμώνυμα γὰρ <ταῦτα> καὶ οὐ παρώνυμα. πάλιν ἔστω τὰ ἄλλα, δὲ μὴ εἴη περὶ τὸ ὄνομα καὶ ὁμοίως οὐκ ἔσται παρώνυμα, ὡς ἐπὶ τῆς ἀρετῆς καὶ τοῦ σπουδαίου. χρὴ γοῦν τὰ παρώνυμα πάντα ἔχειν τὰ εἰρη- μένα, ὡς ἐπὶ τῆς γραμματικῆς τέχνης καὶ τοῦ γραμματικοῦ· λέγεται γὰρ ἐπ’ αὐτῶν παρωνύμως. πάνυ οὗν συντόμως ὁ φιλόσοφος πάντα τὰ εἰρη- μένα περιέλαβεν· εἰρηκὼς γὰρ τὸ ἀπό τινος τὴν κατὰ τὸ πρᾶγμα κοινω- νίαν καὶ ἑτερότητα ἐδήλωσεν· εἰ γὰρ ἀπό τινος, δῆλον ὅτι ἔχει κοινωνίαν πρὸς ἐκεῖνο, εἰ δὲ ὅλως ἀπ’ αὐτοῦ, δῆλον ὅτι καὶ διαφέρει· εἰ γὰρ μὴ διέφερεν, ἀπό τινος οὐκ ἐλέγετο, ἀλλ’ αὐτὸ τὸ πρᾶγμα ἂν ἦν. εἰπὼν δὲ διαφέροντα τῇ πτώσει τὴν κατὰ τοὔνομα προσηγορίαν ἔχει τὴν κοινωνίαν καὶ τὴν διαφορὰν παρίστησι τοῦ ὀνόματος· διαφέρει γὰρ τῇ πτώσει κατὰ τὸ τέλος τοῦ ὀνόματος γραμματικὴ γραμματικός· πτῶσιν γὰρ ὁ φιλόσοφος καλεῖ τὴν ἀναλογίαν τῆς τελευταίας συλλαβῆς καὶ οὐχ, ὡς οἱ γραμματικοί, τὴν ἀπὸ τῆς ὀρθῆς ἐπὶ τὴν γενικὴν καὶ δοτικὴν ἑτερότητα.

᾿Ιστέον δὲ ὅτι τινὲς τὰ παρώνυμα μέσα εἶναι λέγουσιν ἀκριβῶς τῶν τε ὁμωνύμων καὶ τῶν συνωνύμων, κοινωνοῦντα μὲν αὐτοῖς, καθὸ καὶ ταῦτα κἀκεῖνα κοινωνίαν ὀνόματος ἔχειν ἐθέλει, διαφέροντα δὲ τῶν μὲν ὁμωνύμων, διότι ἐκεῖνα μέν, τὰ ὁμώνυμά φημι, παντελῶς διάφορα ἔχει τὰ πράγματα, ταῦτα δὲ κοινωνοῦντα, τῶν δὲ συνωνύμων διαφέροντα τὰ παρώπερὶ] [*](1 κατὰ M post πρᾶγμα ex Olympiodoro inseras ἔστι γὰρ καὶ κοινωνία πράγματος, καθὸ ὁ τῆς γραμματικῆς μετέχων γραμματικὸς λέγεται, ἔστι δὲ καὶ διαφορὰ πράγματος. καὶ γὰρ — συμβ. (2)] κοινωνία τις καὶ διαφορά M 2 post τις add. οὖσα del. F 3 παρώνυμον M 6 εἴπωμεν M παρώνυμον M ταὐτὸ] ταὐτότης M 8.10. 12 παρώνυμον M 8 τοῦ om. F 9 πάντα F Philop.: om. M κατὰ] περὶ M 9. 10 καὶ πάλιν οὐκ M 10 ὡς καὶ ἐπὶ M 11 ταῦτα Philop.: om. FM 13 οὖν M 13. 14 προειρημένα M 15 ὁ φιλ. συντόμως colloc. F 16 συμ- περιέλαβεν M 18 ἀπ’ αὐτοῦ] ἀπό M διαφέρουσι F 19 ἀπό τινος] οὕτως ἀπὸ M ἄν om. M εἰπὼν—ἑτερότητα (24)] εἰπὼν δὲ διαφέροντα τῆ πτώσει ἐδή- λωσε τὸν μετασχηματισμὸν τῆς τελευταίας συλλαβῆς· πτῶσιν γὰρ ὁ φιλόσοφος καλεῖ τὴν ἀνα- λογίαν τῆς τελευταίας συλλαβῆς καὶ οὐχ ὡς οἱ γραμματικοὶ τὴν ἀπὸ τῆς ὀρθῆς ἐπὶ γενικὴν καὶ δοτικὴν ἑτερότητα. τὴν δὲ κατ’ οὔνομα προσηγορίαν ἔχειν ἐδήλωσε τὴν κοινωνίαν τοῦ ὀνόματος M 20 κατούνομα F 22 πτῶσιν συλλαβῆς (23) om. F 24 τὴν (ante ἀπὸ) om. F 24 ἑτερότητα] ἡ ἕτερα τινά F 26 τῶν om. M 27 κοινωνυμίαν F θέλει F μὲν om. F 28 φημὶ τὰ ὁμών. colloc. M 29 καὶ κοινωνοῦντα M)

24
νυμα, διότι ἐκεῖνα μὲν παντελῆ κοινωνίαν ἐπιφέρει τοῖς πράγμασι, τὰ δὲ παρώνυμα καὶ διαφορὰν ἐπιζητεῖ. εἰδέναι δὲ δεῖ ὅτι ἀκριβῶς μέσα οὐκ ἔστι τὰ παρώνυμα, ἀλλὰ μᾶλλον πλησιάζει τοῖς συνωνύμοις· κοινωνεῖ γὰρ αὐτοῖς καὶ κατὰ τὴν κοινωνίαν τοῦ ὀνόματος καὶ τοῦ πράγματος, πλὴν τοσοῦτον μόνον αὐτῶν διαφέρει, ὅτι τὰ παρώνυμα οὐ παντελῆ κοινωνίαν ἔχει τοὐ πράγματος καὶ τοῦ ὀνόματος, ἀλλά τινα ἐλάττονα καὶ διαφορὰν ἐν τούτοις ἔχει. τῶν δὲ ὁμωνύμων οὐκ ὀλίγῳ τινὶ διέστηκε τὰ παρώνυμα, τοσοῦτον μόνον αὐτοῖς πλησιάζοντα κατὰ τὴν κοινωνίαν τοῦ ὀνόματος, ἀλλὰ καὶ ἐν ταύτῃ τῇ κοινωνίᾳ θεωρεῖταί τις διαφορά· τὰ μὲν γὰρ ὁμώνυμα παντελῆ κοινωνίαν ἐθέλει ἔχειν αὐτοῦ τοῦ ὀνόματος, τὰ δὲ παρώνυμα καὶ διαφορὰν ἐθέλει τινὰ ἔχειν· ὥστε μᾶλλον τοῖς συνωνύμοις πλησιάζει τὰ παρώνυμα. |

[*](p. 1 a 6)

Τῶν λεγομένων τὰ μὲν κατὰ συμπλοκήν. |

[*](92v)

Διὰ τίνα αἰτίαν τὰ κατὰ συμπλοκὴν προέταξε τῶν ἄνευ συμπλοκῆς; [*](93r) εἰκότως· ἐπειδὴ γὰρ τὰ ἄνευ συμπλοκῆς μέλλει διαιρεῖν, διὰ τοῦτο ὕστερον αὐτὰ εἶπεν, ἵνα εὐθέως ποιήσηται τὴν διδασκαλίαν περὶ αὐτῶν. διαιρεῖ δὲ αὐτά, ὅταν λέγῃ τὰ δὲ ἄνευ συμπλοκῆς οἷον ἄνθρωπος βοῦς τρέχει νικᾷ. ἐξεπίτηδες τὰ δύο ἅμα ὀνόματα τάττει καὶ τὰ δύο ἅμα ῥήματα, ἵνα μή τις κατὰ συμπλοκὴν αὐτὸν λέγειν νομίσῃ τὸ ὄνομα τῷ ῥήματι συναναγινώσκων.

[*](p. 1 a 20)

Τῶν ὄντων τὰ μὲν καθ' ὑποκειμένου.

᾿Ακόλουθον ἦν περὶ αὐτῶν τῶν κατηγοριῶν ποιήσασθαι τὸν λόγον, ἀλλ’ ἐπειδήπερ πρὸ τῆς αὐτῶν διδασκαλίας βούλεται διαίρεσίν τινα τετρα- δικὴν ὁλοσχερεστέραν ποιήσασθαι, ταύτην προτάττει, ἐπείπερ ἀπὸ μονάδος συντιθέντες μέχρι τῆς τετράδος πρώτως τὸν δέκα ἀριθμὸν ποιοῦμεν, οἷον ἓν δύο τρία τέσσαρα, καὶ οὕτω γίνονται δέκα· οὐσία γὰρ τῆς δεκάδος καὶ οἷον γένεσις ἡ τετράς ἐστιν, ὥσπερ αὕτη πάλιν ἀπὸ δυάδος γίνεται. διελὼν οὖν τὰ λεγόμενα διχῇ νῦν τὰ ὄντα διαιρεῖ τετραχῇ καὶ ἔπειτα τὰ συναμφόπαντελῶς [*](1 F 2 ἀκριβῶς ὅτι colloc. P 4 καὶ (post αὐτοῖς) om. M ante τοῦ πράγματος add. κατὰ τὴν κοινωνίαν M 5 οὐ] οὔτε M παντελῶς F 7 ἔχουσι libri 10 ἐθέλει ἔχειν] ἔχει M αὐτοῖς τὴν ὀνόματος M 11 διαφ. τινὰ ἔχει M ὥστε εἰκότως εἴρηται ὅτι μᾶλλον M 11. 12 τὰ παρών.] ἢ τοῖς ὁμωνύμοις M 13 ante lemma add. tit. ἀριστοτέλους περὶ τῶν λεγομένων F 14 διατί τίνα F 16. 17 διαιρεῖ δὲ αὐτά] μέλλει δ’ αὐτὰ διαιρεῖν Μ 17 λέγη] εἴπῃ (?) M 18 τάττει] πλάττει M ἅμα (ante ῥήματα) om. F 19 τὰ ὀνόματα F 21 ante lemma add. tit. περὶ τῶν ὄντων F 23 αὐτῶν Marc. 201: τῶν αὐτῶν τῶν κατηγοριῶν F: αὐτῶν τῶν κὰτ. M διδασκαλίας superscr. F 25 πρῶτον F δέκατον F 26 ἓν] εἷς FM τρεῖς τέσσαρες F γίνεται F 27 γέννησις F ἐστιν om. M πάλιν om. F ἀπὸ] ὑπὸ M 28 διχῆ om. M τετραχῶς F τὰ (post ἔπειτα) om. F)

25
τερα δεκαχῆ διὰ τῶν οἰκειοτάτων ἀριθμῶν τῆς διαιρέσεως φοιτῶν καὶ ἐπὶ τὸ πᾶν αὐτῶν καὶ τελειότατον πέρας καταντῶν. καὶ δεῖ εἰδέναι ὅτι τὴν μὲν τῶν ὄντων διαίρεσιν εἰς τέσσαρά τινα κατὰ τὸ συμπλεκόμενον ποιεῖ, | [*](93v) ὕστερον δὲ τὴν τῶν δέκα γενῶν ἀσυμπλόκως ἀπαρίθμησιν ποιεῖται.

Ἔστι δὲ ἡ διαίρεσις αὕτη· τῶν ὄντων τὰ μέν ἐστι καθόλου τὰ δὲ μερικά, καὶ πάλιν τῶν ὄντων τὰ μέν ἐστιν οὐσίαι τὰ δὲ συμβεβηκότα· γίνονται τοίνυν συζυγίαι ἕξ, καθὼς ἐν τῇ εἰσαγωγῇ ἐμάθομεν, ὧν αἱ δύο ἀνυπόστατοι, αἱ δὲ λοιπαὶ τέσσαρες, φημὶ δὴ τάς τε ὑπαλλήλους καὶ τὰς διαγωνίους, συνεστᾶσιν. εἰσὶ δὲ αὗται· τῶν ὄντων τὰ μὲν καθόλου οὐσίαι τὰ δὲ μερικὰ συμβεβηκότα, καὶ τὰ μὲν καθόλου συμβεβηκότα τὰ δὲ μερι- καὶ οὐσίαι, οἷον ἄνθρωπος καὶ τὸ τὶ λευκὸν ἢ τὶς ἐπιστήμη καὶ λευκὸν καὶ τὶς ἄνθρωπος. ἔστι δ’ ἡμῖν ἐν παραδείγματι τόδε οὐσία συμβεβηκός ἐν ὑποκειμενῳ καὶ ου καθ’ ὑποκειμένου καθόλου μερικὸν ἀλλ’ εἰ μὲν ταύταις ταῖς φωναῖς ἐχρήσατο ὁ Ἀριστοτέλης, σαφὲς ἂν ἦν τὸ λε- γόμενον·· ἑτέροις δὲ ὀνόμασιν ἐκέχρητο διὰ τὸ τὴν ἀσάφειαν αὐτὸν ἐπιτηδεύειν, ὡς εἴρηται, καὶ διὰ τὸ βούλεσθαι αὐτὸν οἰκειοτέροις ὀνόμασι χρῆσθαι. ἐκάλεσε δὲ τὸ καθόλου καθ’ ὑποκειμένου, διότι πάντως κατά τινος ὑποκειμένου λέγεται, τὸ δὲ μερικὸν οὐ καθ’ ὑποκειμένου, διότι οὐ λέγεται κατά τινος ὑποκειμένου ἐκάλεσε δὲ αὐτὸ τῇ ἀποφάσει τοῦ ἑτέρου), τὸ δὲ συμβεβηκὸς ἐν ὑποκειμένῳ, διότι δέεται ἄλλου τινὸς ὑποκειμένου εἰς τὸ ὑποστῆναι, τὴν δὲ οὐσίαν εἶπεν οὐκ ἐν ὑποκειμένῳ. ὅθεν καὶ ἄξιον ζητῆσαι τίνος ἕνεκεν οὐκ ἐκάλεσεν αὐτὴν ὑποκείμενον, ἀλλὰ τῇ ἀποφάσει τῆς φωνῆς τῆς [*](1 δεκαχῶς M 2 αὐτοῦ F τελεώτατον M καὶ (alt.) om. F 3 ποιεῖ] malim ποιεῖται 4 ἀπαρίθμησιν] τὴν διαίρεσιν F 5. 6 τὰ δὲ μερικὰ — οὐσίαι in mrg. suppl. F2 6 οὐσία JI 7 ἐν τῇ Εἰσαγωγῇ] spectaie videtur Ammon. in Porph. Isag. p. 95,19 8 τε om. F 9 συνιστῶσιν F 11 τὸ τὶ] τουτὶ τὸ F ἡ τις] καὶ ἡ τὶς M ἡ τὶς ἐπισήμη om. Marc. 201 (recte) καὶ καθόλου λευ- κὸν M 12 τόδε M: τῶδε F figuram recepi ex F, nisi quod infra lineas diagonales exhibet καὶ τὶς ἄνθρωπος et ἡ τὶς ἐπιστήμη καὶ λευκόν: codex M ita abhorret, ut ad angulos καθ’ ὑποκειμένου, οὐ καθ’ ὑποκειμένου, ἐν ὑποκειμένῳ, οὐκ ἐν ὑποκειμένω, ad lineas καθόλου συμβεβηκός, μερικὴ οὐσία, καθόλου οὐσία, μερικὸν συμβεβηκός appareant 13 ἄν om. F 14 ἐχρήσατο M τὸ superscr. F αὐτῶν F 15 εἴρηται] p. 7,7 17 ὅτι F 20 οὐσίαν δὲ colloc. M 21 αὐτὴν οὐκ ἐκάλ. colloc. M)

26
σημαινούσης τὸ συμβεβηκός. ἐροῦμεν ὅτι πρῶτον μὲν οὐ πᾶσα οὐσί ἐστὶν ὑποκείμενον (οὐ γὰρ δήπου καὶ αἱ πρῶται καὶ αἱ θεῖαι οὐσίαι εἰσὶν ὑποκείμενα), ὥστ’ εἰκότως οὐκ ἐκάλεσεν αὐτὴν ὑποκείμενον. ἔπειτα δὲ καὶ τὴν διαίρεσιν ποιούμενος τῶν πραγμάτων ἠθέλησεν ἐξ ἀποφάσεως καὶ καταφάσεως αὐτὴν ποιήσασθαι, ἵνα ἄφυκτος ὑπάρχῃ καὶ τῷ ὄντι πάντα περιλάβῃ, ὡς ἄν εἰ ἔλεγε ῾ τῶν χρωμάτων τὰ μέν εἰσι μέλανα τὰ δὲ οὐ μέλανα᾿ · ὁ γὰρ οὕτως εἰπὼν πάντα συμπεριέλαβεν, ὁ δέ γε εἰπὼν ὅτι τῶν χρωμάτων τὰ μέν εἰσι μέλανα τὰ δὲ λευκά, οὐ πάντα περιέλαβεν· οὐ γὰρ δὴ τὰ ὠχρὰ καὶ τὰ φαιὰ καὶ τὰ ἄλλα χρώματα. καλῶς οὖν ἐξ ἀποφάσεως καὶ καταφάσεως παρέδωκε τὴν διαίρεσιν. ἡ ὅτι τὸ ὑποκείμενον διχῶς λέγεται, τὸ μὲν πρὸς ὕπαρξιν ὡς ἡ οὐσία τοῖς συμβεβηκόσι, τὸ δὲ πρὸς κατηγορίαν ὡς αἱ μερικαὶ οὐσίαι ταῖς καθόλου· ὑπόκεινται γὰρ αὐταῖς αἱ μερικαί, οὐχ ἵνα ὑποστῶσι προυφεστήκασι γὰρ αἱ καθόλου), ἀλλ’ ἵνα κατ’ αὐτῶν ῥηθῶσιν· εἰ οὖν ἁπλῶς εἶπεν ὑποκείμενον τὴν οὐσίαν, ἐνίστατό τις λέγων μήποτε τὴν μερικὴν μόνην οὐσίαν λέγει τὴν πρὸς κατηγορίαν ὑποκειμένην τοῖς καθόλου. καὶ τούτοις τοῖς ὀνόμασι κεχρη- μένος ἐκτίθεται τἀς τέσσαρας συζυγίας, καὶ πρώτην τὴν καθόλου οὐσίαν, ὡς τιμιωτέραν, ἔπειτα τὸ ἀντικείμενον, λέγω δὴ τὸ μερικὸν συμβεβηκός, εἶτα προετίμησε τὸ καθόλου συμβεβηκὸς τῆς μερικῆς οὐσίας, διότι περὶ τῶν καθόλου τοῖς φιλοσόφοις ὁ λόγος. |

Σκοπῆσαι δὲ δεῖ πῶς ὁ φιλόσοφός φησι τῶν ὄντων τὰ μὲν [*](94r) καθ᾿ ὑποκειμένου τινὸς λέγεται, ἐν ὑποκειμένῳ δὲ οὐδενί ἐστι· καὶ ῥητέον ὅτι ἐνταῦθα μὲν περὶ φωνῶν διαλεγόμενος ἐχρήσατο τῷ λέγεται, ἡνίκα δὲ περὶ οὐσιῶν, τῷ ἐστίν.

[*](25 p. 1 a 24)

᾿Εν ὑποκειμένῳ δὲ λέγω.

Τὰ τέσσαρα τὰ ἀναφανέντα ἡμῖν ἐκ τῶν ἓξ συζυγιῶν πρόκειται νὺν τῷ ᾿ Αριστοτέλει σαφηνίσαι, λέγω δὴ τὸ μερικὸν συμβεβηκὸς καὶ τὴν μερικὴν οὐσίαν καὶ τὸ καθόλου συμβεβηκὸς καὶ τὴν καθόλου οὐσίαν, καὶ τὴν ἀρχὴν ποιεῖται ἐκ τοῦ μερικοῦ συμβεβηκότος ὡς σαφεστέρου αὐτοῦ ὄντος καὶ ἁπλουστέρου. ἐπεὶ οὖν τὰ πράγματα ἐκ τῶν ὁρισμῶν μανθάνομεν, ἀποδίδωσιν αὐτοῦ τινα οὐχ ὁρισμὸν μὲν ἀνάλογον δὲ μᾶλλον ὁρισμῷ· ἀναλογεῖ δὲ τὸ μὲν ἔν τινι γένει, τὰ δὲ λοιπὰ διαφοραῖς· λέγεται γὰρ τὸ ἔν τινι ἑνδεκαχῶς, ἐν χρόνῳ ἐν τόπῳ ἐν ἀγγείῳ ὡς μέρος ἐν ὅλῳ ὡς ὅλον ἐν τοῖς μέρεσιν ὡς εἶδος ἐν γένει ὡς γένος ἐν εἴδει ὡς τὰ τῶν [*](2 καὶ αἱ (ante θεῖαι) om. F 2. 3 εἰσὶν ὑποκείμεναι M 5 ἄφυκτος] ἄψεκτος M ὑπάρχει F 6 περιλαμβάνοι F 6. 8 χρωμάτων] ὄντων F 7 post συμπεριέλαβεν add. καὶ οὐδέν ἐστι τῶν χρωμάτων ὃ ἐκφεύγει τὴν διαίρεσιν ταύτην ἢ μὴ ὑποπίπτει τῆ διαιρέσει ταύτῃ. M 9 δὴ om. M τὰ φαιὰ καὶ τὰ ὠχρὰ colloc. M ἢ τἄ ἄλλα M 10 ἢ om. M 13 ὑφεστήκασι γὰρ αὐταῖς αἱ M 15 μόνην post οὐσίαν colloc. M λέγη M 26 πρόκεινται M 31 αὐτὸς F 32 τὸ (utrobique)] τῶ F)

27
ἀρχομένων ἐν τῷ ἄρχοντι ὡς εἶδος ἐν ὕλῃ ὡς ἐν τέλει ὡς ἐν οἷον τὸ συμβεβηκὸς ἐν οὐσίᾳ. τοῦτο οὖν τὸ ἔν τινι παραλμβάνει ἐν τῷ ὁρισμῷ ὡς γένος κατὰ πολλῶν λεγόμενον. προσέθηκε δὲ τὸ μὴ ὡς μέρος ὑπάρχον, ἵνα διακρίνῃ αὐτὸ ἀπὸ τῶν ἔν τινι ὄντων ὡς μερῶν, οἷον ἡ τὶς χείρ· αὕτη γὰρ οὖσα ἐν τῷ ἀνθρώπῳ ὅμως ὡς μέρος αὐτοῦ ὑπάρχει. ἵνα οὖν τούτων αὐτὸ χωρίσῃ, προσέθηκε τὸ μὴ ὡς μέρος ὑπάρχον· τὸ δὲ ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστι προσέθηκεν, ἵνα χωρίσῃ αὐτὸ τῶν λοιπῶν.

᾿Ιστέον δὲ ὅτι τινὲς κακίζουσι τὸν ὁρισμὸν τοῦτον κατ’ ἄμφω τὰς κακίας τῶν ὁρισμῶν, φημὶ δὴ κατὰ τὸ ὑπεραίρειν καὶ ὑπερβάλλειν τὸν ὁρισμὸν τοῦ πράγματος καὶ μέντοι καὶ κατὰ τὸ ἐλλείπειν καὶ μὴ τὸ πᾶν περιορίζειν, λέγοντες ὡς οὐκ ἀντιστρέφει πρὸς τὸ ὁριστόν, ὅπερ δεῖ ἔχειν τοὺς ὅρους πρὸς τὰ ὁριστά, ὡς ἔφαμεν, οἷον ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν· τοῦτο ἀντιστρέφει· καὶ γὰρ εἴ τι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν, τοῦτο ἄνθρωπος. φασὶν οὖν οἱ μὲν τὸν ἀποδεδομένον ὁρισμὸν μὴ πάσι τοῖς συμβεβηκόσιν ἐφαρμόζειν, οἱ δὲ καὶ ἑτέροις τισὶ παρὰ τὰ συμβεβηκότα· λέγουσι γὰρ ὅτι ὁ Σωκράτης ἐν τόπω ὢν ἔν τινί ἐστι καὶ οὐχ ὡς μέρος ἐν ὅλῳ οὐ γὰρ μέρος ἐστὶ τοῦ τόπου) καὶ ἀδύνατον χωρὶς αὐτὸν εἶναι τοῦ ἐν ᾧ ἐστιν ἀδύνατον γὰρ χωρὶς εἶναι τόπου), ὥστε κατὰ τοῦτον τὸν λόγον ὁ Σωκράτης συμβεβηκὸς ὑπάρχει, ὅπερ ἄτοπον. φαμὲν οὖν ὅτι δυνατὸν χωρὶς εἶναι τὸν Σωκράτην τοῦ ἐν ᾧ ἐστι· κἂν γὰρ ὑποθώμεθα αὐτὸν καταλιπόντα τὸν τόπον, ἐν ᾧ ἦν πρότερον, πορευθῆναι εἰς ἕτερον τόπον, οὐδὲν ἧττον Σωκράτης ἐστί· τὸ δὲ συμβεβηκὸς χωρισθὲν τοῦ ὑποκειμένου ἔφθαρται. ἰστέον δὲ ὅτι παρέπεται τῷ Σωκράτει ὁ τόπος οὐχ ὡς συμπληρῶν αὐτοῦ τὴν οὐσίαν ἀλλ’ ὥς παρακολούθημα, ὥσπερ τῷ ἐν φωτὶ βαδίζοντι ἡ σκιὰ μηδαμῶς αὐτοῦ συμπληροῦσα τὴν οἰκείαν οὐσίαν. ἄλλως τε τὸ ἐν τῷ ὑπάρχον συντακτέον, ἵνα ᾖ ὅ τινι ἐνυπάρχον᾿ , ἐνυπάρχειν δὲ ἐν τόπῳ τὴν οὐσίαν οὔ φαμεν, ἀλλ’ ὑπάρχειν· | ἐκεῖνο γὰρ ἐπὶ μόνων τῶν συμβεβηκότων 94v φαμέν, τὸ ἐνυπάρχειν φημί. πάλιν φασὶ ‘τὸ εἶδος ἐν τῇ ὕλῃ ἐστὶ καὶ οὐκ ἔστι μέρος τῆς ὕλης καὶ ἀδύνατον χωρὶς εἶναι τῆς ὕλης· οὐκοῦν κατὰ τὸν προειρημένον λόγον καὶ τὸ εἶδος συμβεβηκός ἐστι᾿ . φαμὲν οὖν [*](1 post ὕλῃ add. τουτέστιν ὡς ἀνδριὰς ἐν τῶ χαλκῶ F τέλει M: τελικῷ F post τέλει add. ἤγουν ὡς ἰατρὸς ἐν τῆ ἰατρικὴ F 3 κατὰ πολλῶν] κατὰ τῶν πολλῶν F: καὶ κατὰ πολλῶν M 4 αὐτῶ F ἀπὸ τῶν om. F μερῶν] μέρος F 6 ἵνα — ὑπάρχον om. F 7 ἐστι om. F 8 αὐτὸ] ἀπὸ F 10 ὑπεραίρειν καὶ ὑπερβάλλειν] ὑπερβάλλειν καὶ ὑστερεῖν F 11 ἐλλεῖπον codd. 12 δεῖ om. F 13 ὡς om. F ἔφαμεν] cf. Ammon. in Porph. Isag. p. 67,14 sq. ζῶον om. F 14 εἴ τι] ὃ M 16 οἱ μὲν post ὁρισμὸν transp. M 17 γὰρ] μὲν F 18 ἐν τόπω om. F 19 αὐτὸν om. F ἐν ὧ—χωρὶς εἶναι (20) om. F 20 καὶ κατὰ M 21 ἄποπον] ἀδύνατον F 26 ἐν τῶ φωτὶ F 27 μηδαμῶς — οὐσίαν om. F ἄλλως — φημι (30) eicias, praesertim cum et Philop. et Olymp. ea omittant τὸ ἐν] ὅτε F 28 ὅ τινι] ὅτε F τῶ τόπω (?) M 29 οὐ ante ἐνυπάρχειν (28) colloc. M 30 φημὶ τὸ ἐνυπ. colloc. Μ 31 ἐστὶ (prius) om. F καὶ οὐκ — ὕλης post εἷναι τῆς ὕλης colloc. F)

28
ὅτι πρῶτον μὲν τὸ εἶδος εἰ καὶ μὴ ἔστι μέρος τῆς ὕλης, ἀλλ’ οὖν τοῦ συναμφοτέρου οὕτω γὰρ καὶ τὴν χεῖρά φαμεν οὐ τοῦ λοιποῦ σώματος μέρος εἶναι, ἀλλὰ τοῦ παντός), ἔπειτα δὲ τὸ μὲν εἶδος συμπληρωτικόν ἐστι τῆς ἑκάστου οὐσίας καὶ τούτου φθαρέντος φθείρεται τὸ ὑποκείμενον, τὸ δὲ συμβεβηκὸς οὔτε συμπληροῖ τὴν οὐσίαν τοῦ ὑποκειμένου καὶ φθαρέντος αὐτοῦ οὐδὲν ἐβλάβη τὸ ὑποκείμενον. καὶ ταῦτα μὲν πρὸς τοὺς λέγοντας τὸν ὁρισμὸν ἐφαρμόζειν καὶ ἑτέροις.

Οἱ δὲ λέγοντες μὴ πᾶσιν αὐτὸν ἐφαρμόζειν ταῦτά φασιν, ὅτι μόνα τὰ ἀχώριστα ὡρίσατο· ἰδοὺ γὰρ ἡ ἐν τῷ μήλῳ εὐωδία χωρίζεταί τε καὶ πόρρω ὄντος τοῦ μήλου χωρεῖ πρὸς ἡμᾶς, ἔστι δὲ συμβεβηκός· εἰ οὖν χωρίζεται τοῦ ὑποκειμένου, οὐ συμπεριείληπται τῷ ἀποδοθέντι ὁρισμῷ. φα- μὲν δ’ ἡμεῖς πρὸς αὐτοὺς ὅτι διχῶς τοῦτο ἐπιλυόμεθα· πρῶτον μὲν ὅτι οὐκ εἶπεν ὁ Ἀριστοτέλης ἱέν ᾧ ἦν᾿ , ἀλλ’ ἐν ᾧ ἔστιν οὐκοῦν ἀδύνατον χωρὶς εἶναι τὴν εὐωδίαν τοῦ μήλου] ἐν ᾧ ἐστι τόπῳ· ἢ γὰρ ἐν τῷ μήλῳ ἐστὶν ἢ ἐν τῷ ἀέρι), ἔπειτα δὲ ὅτι οὐ μόνη ἡ τοῦ μήλου εὐωδία χωρεῖ πρὸς ἡμᾶς, ἀλλὰ μετά τινος οὐσίας τοῦ μήλου. τεκμήριον δὲ τού· του ἐστὶ τὸ ἐν χρόνῳ πλείονι μειοῦσθαι τὸ μῆλον καὶ ῥυτιδοῦσθαι, ὅθεν δῆλον ὅτι διαφορεῖταί τις οὐσία τοῦ μήλου ἐν ᾧ ἡ εὐωδία ὑπῆρχεν. εἰ δέ τις λέγει ῾ καίτοι καίτοι γε ὄντος ἔτι ἐν τῷ δένδρῳ τοῦ μήλου οὐδὲν ἧττον ἐχώρει πρὸς ἡμᾶς ἡ εὐωδία μετὰ τοῦ μὴ ῥυτιδοῦσθαι μῆλον ἔσθ’ ὅτε δὲ καὶ αὔξεσθι᾿ , φαμὲν πρὸς αὐτὸν ῾ ὡς ἀγνοεῖς τὴν θρεπτικήν τε καὶ αὐξητικὴν τῆς φύσεως δύναμιν· ἢ οὐχ ὁρῶμεν κἀπὶ τῶν ζῴων ἀπάντων τὴν αὔξησιν γινομένην; καὶ οὐ δήπου διὰ τοῦτο φήσομεν αὐτὰ μὴ διαφο- ρεῖσθαι ἡμέρας ἑκάστης, ἀλλ’ ὅμως διὰ τὸ πλείονα εἶναι τὴν εἰσφερομένην λόγῳ τροφῆς ποσότητα τῆς ἀπορρεούσης· οὕτω διοικούσης τῆς φύσεως οὐ μόνον ἀνεπαίσθητος ἡ διαφόρησις, ἀλλὰ τοὐναντίον αἰσθητὴ μᾶλλον ἡ αὔξησις᾿ . οὕτως οὖν κἀπὶ τοῦ μήλου φαμέν· οὐ γὰρ ὅτι ἀνεπαίσθητος ἡμῖν ἐστιν ἡ ἐν τῷ δένδρῳ ἀπόρροια, διὰ τοῦτο οὐ διαφορεῖταί τις οὐσία ἐξ αὐτοῦ, ἀλλ’ ὅτι πλείων ἡ λόγῳ τροφῆς εἰς αὐτὸ φερομένη οὐσία τῆς ἀπορρεούσης. ὑπάρχει δὲ καὶ ἄλλως τοῦτο πιστοῦσθαι· παρερχόμενοι γὰρ δυσώδη τόπον ἐμφράττομεν τὰς ῥῖνας τῷ ἱματίῳ καὶ εἰσπνέομεν ἀέρα χω- ρὶς δυσωδίας, ὅθεν δῆλον ὡς οὐ δύναται τὸ ἱμάτιον διαπερᾶν ἡ δυσωδία διὰ τὴν παχύτητα αὐτοῦ· ὁ γὰρ ἀὴρ λεπτομερὴς ὢν διοδεύει· ὥστε δῆλον [*](1 τὸ τρωτὸν μὲν colloc. F οὖν] οὐ M 3 δὲ om. F 9 post ὡρίσατο add. τὰ χωριστά φασιν οὐκ ἡδύνατο μὴ χωρισθῆναι ἀλλὰ καὶ ἀναγκαῖον F 12 δ’ ἡμεῖς F: οὑν M 14 μήλου inelusi τόπῳ] an τόπου? 15 ὅτι om. F ἡ τοῦ μ. εὐωδ. Philop.: ἡ εὐωδ. τοῦ μ. F: τοῦ μ. εὐωδ. (ἡ om.) M 16. 17 τούτου scripsi: τοῦτο libri 17 τὸ (prius)] tw F 18 διαφορεῖ τὸ τῆς οὐσίας F 19 γε supra scr. F 20 μετὰ] πρὸ M 21 δὲ om. M ἀγνοεῖ M τε om. F 22 ἁπάντων om. F 23 γενομένην F καὶ οὐ δήπου δ. τ. οὐ φήσομεν αὐτὰ διαιρεῖσθαι M 24 ὡς ἡμέρας μᾶλλον δὲ ὥρας ἐκ. M τὴν τῶν εἰσφερομένων F 25 τῆς (prius) om. F 26 ἀνεπαισθήτως F: ἀναίσθητος M 27 ἀνεπαίσθητον F: ἀναίσθητος M 28 διεφορεῖτο F 29 οὐσία] ποσότης M 31 τῶ om. F 32 δυνατὸν — τὴν δυσωδίαν F τῶ ἱματίω M 33 ὥστε Paris. 1928 Vind. 10: ὡς M: om. F)

29
ὅτι ἡ ὀσμὴ αὕτη μετά τινος οὐσίας τοῦ ὑποκειμένου χωρεῖ πρὸς ἡμᾶς. δηλοῦσι δὲ τοῦτο καὶ οἱ ἐκ τοῦ θυμιάματος ἀναδιδόμενοι ἀτμοὶ αὐτόθεν τῇ ὄψει | ὑποπίπτοντες διὰ τὴν ἀθρόαν διαφόρησιν καὶ τὴν παχύτητα τῆς [*](95r) ὑποκειμένης οὐσίας.

Λέγεται δὲ τὸ ἔν τινι ενδεκαχῶς, ὡς ἤδη λέλεκται· ἐν χρόνῳ ἔν τινι γὰρ χρόνῳ γεγόνεν ὁ Τρωικὸς πόλεμος ἢ ὁ Πελοποννησιακός), ἐν τόπῳ λέγομεν γὰρ τὸν Σωκράτην ἐν τόπῳ εἶναι οἷον ἐν Λυκείῳ), ἐν ἀγγείῳ (λέγομεν γὰρ τὸν οἶνον ἐν τῷ κεράμῳ εἶναι· διαφέρει δὲ τὸ ἐν τόπῳ τοῦ ἐν ἀγγείῳ, διότι τὸ μὲν ἀγγεῖον τόπος ἐστὶ μεταφορητός, ὁ δὲ τόπος ἀγγεῖον ἀμεταφόρητον), ὡς μέρος ἐν ὅλῳ ὡς ὁ δάκτυλος ἐν τῇ χειρὶ ἢ ἡ χεὶρ ἐν ὅλῳ τῷ σώματι, ὡς ὅλον ἐν μέρεσιν ὅλον γὰρ τὸν ἄνθρωπόν φαμεν θεωρεῖσθαι ἐν τοῖς μέρεσι καὶ οὐκ ἐν μέρει), ὡς εἶδος ἐν γένει ὡς ἄνθρωπος ἐν τῷ ζῴῳ, ὡς γένος ἐν εἴδει ὡς τὸ ζῷον ἐν ἀνθρώπῳ, ὡς τὰ τῶν ἀρχομένων ἐν τῷ ἄρχοντι λέγομεν γὰρ ὅτι τόδε τὸ πρᾶγμα ἐν τῷδε τῷ ἄρχοντί ἐστιν), ὡς εἶδος ἐν ὕλῃ ὡς τὸ ἀνθρώπινον εἶδος ἐν τῇ ὕλῃ ἢ τὸ τρίγωνον ἢ τετράγωνον σχῆμα ἐν τῷ χαλκῷ, ὡς ἐν τέλει ὡς 〈λέγομεν〉 τὴν ἰατρικὴν ἐν τῇ ὑγείᾳ, ὡς ἐν ὑποκειμένῳ ὡς τὸ συμβεβηκὸς ἐν οὐσίᾳ. εἴποι δ’ ἄν τις τὸ γένος ἐν εἴδει ἢ τὸ εἶδος ἐν γένει ὡς τὸ ὅλον ἐν μέρεσιν ἢ ὡς τὰ μέρη ἐν ὅλῳ θεωρεῖσθαι· φαμὲν οὖν πρὸς τοῦτο ὅτι οὐ γὰρ τὸ ὅλον ἐκτὸς τῶν οἰκείων πάντων μερῶν σώζεται, τὸ δὲ γένος καὶ ἑνὸς εἴδους ἢ ἑνὸς ἀτόμου σωζομένου σώζεται· ὁ γὰρ Σωκράτης καὶ Σὼ· κράτης ἐστὶ καὶ ἄνθρωπος καὶ ζῷον· ὥστε δῆλον ὅτι τὸ μὲν ἓν μέρος οὐ πληροῖ τὸ ὅλον, τὸ δὲ ἓν εἶδος πληροῖ τὸ γένος.

Σαφηνίσας δὲ ἡμῖν ὁ φιλόσοφος τὸ μερικὸν συμβεβηκὸς παραδίδωσιν ἡμῖν παράδειγμα τοὐ καθόλου συμβεβηκότος καί φησι τὰ δὲ καθ’ ὑποκειμένου τε λέγεται καὶ ἐν ὑποκειμένῳ ἐστί. παραδοὺς δὲ παραὕτη] [*](1 αὐτὸν F καὶ χωρεῖ F 2 αὐτόθι F 5 λέγεται — γένος (23) eicias λέγεται — λέλεκται M: ὡς δὲ ἤδη εἰρήκαμεν ἑνδεκακῶς τὸ ἔν τινι λέγεται F πρῶτον ἐν χρόνω ὡς νῶε ἐν τῶ καιρῶ τοῦ κατακλυσμοῦ, δεύτερον ἐν τόπω ὡς ἱερεὺς ἐν τῶ ναῶ τρίτον ἐν ἀγγείῳ ὡς οἶνος ἐν κρατῆρι, τέταρτον ὡς μέρος (10) κτλ. F 9 μεταφορητός Vat. 2173: μεταφορικός M 10 ὡς ὁ] ὥσπερ F ἡ cm. F 11 πέμπτον ὡς ὅλον F μέρεσιν] μέρει F ὅλον γὰρ — μέρει (12)] ὡς σωκράτης ἐν τοῖς οἰκείοις μέλεσι, κεφαλὴ τε καὶ χερσὶ καὶ ποσί· τοῦτο δὲ οὐκ ἔστιν ἔν τινι ἀλλ’ ἔν τισι F 12 ante ὡς εἶδος add. ς F 13 ἐν τῆ διαιρέσει τοῦ ζώου. ζ΄ F ἐν xui ὁρισμῶ τοῦ ἀνθρώπου. ἡ F 14 γὰρ om. M τόδε cm. F τῶδε om. F 14. 15 post ἄρχοντί ἐστιν add. ὁ δὲ δαμασκηνὸς ὡς ἐν τῶ ποιητικῷ αἰτίω ὡς τὰ πάντα ἐν τῶ θεῶ φησί. θ΄ F 15 ἀνθρώπινον — σχῆμα (16]) εἶδος τοῦ ἀνδριάντος F 16 ι΄ ὡς ἐν τῶ τελικῷ αἰτίω ὡς ἡ κλίτη ἐν τῆ τῶν ἀνθρώπων ἀνα- παύσει· καὶ γὰρ διὰ τὴν ἀνάπαυσιν τῶν ἀνθρώπων γίνεται ἡ κλίνη ἢ ἐν τέλει F λέγομεν ex Philopono addidi 17 τῆ om. F ία ὡς ἐν ὑποκ. F ἐν τῆ οὐσία ἤγουν τὸ λευκὸν ἐν τῶ σώματι. ἰστέον δὲ ὅτι μέρη ὅλου λέγονται, ὅλον δὲ μερῶν οὐδαμῶς ἀλλ’ ὅλον ἐν μέρεσιν F 19 ἢ] ἐστι καὶ M θεωρεῖται F 22 ἓν om. F 24 ante σαφ. add. lemma τὰ δὲ καθ’ ὑποκειμένου τε λέγεται M δὲ om. M παραδίδωσιν — παράδειγμα (25)] νῦν τρέπεται ἐπὶ τὸ παράδειγμα ἡμῖν παραδοῦναι M 25 καί φησι—ἐν ὑποκ. ἐστί (26) om. M 26 ante παραδοὺς add. lemma τὰ δὲ οὔτε ἐν ἐστί M δὲ] ἡμῖν ὁ φιλόσοφος M)

30
δείγματα τῶν τε καθόλου καὶ τῶν μερικῶν συμβεβηκότων νῦν μέτεισιν ἐπὶ τὸ παράδειγμα τῆς μερικῆς οὐσίας λέγων τὰ δὲ οὔτε ἐν ὑπο- κειμένῳ ἐστὶν οὕτε καθ’ ὑποκειμένου λέγεται. παρεισφέρει δὲ καὶ τὸ θεώρημα τοῦτο ἀπλῶς δὲ τὰ ἄτομα καὶ ἓν ἀριθμῷ κὰτ οὐδενὸς ὑποκειμένου λέγεται, βουλόμενος δι’ αὐτοῦ δεῖξαι ὅτι οὐδὲν τῶν ἀτόμων τῶν τε συμβεβηκότων καὶ τῶν οὐσιῶν κατά τινος κατηγορεῖται. ἔτι μὴν διορίζει αὐτὸ καὶ διαχωρίζει τὰ συμβεβηκότα ἄτομα τῶν ἀτόμων τῶν αὐθυποστάτων. τὸ δὲ ἁπλῶς τριχῶς λέγεται· ἢ γὰρ κυρίως ἢ μοναχῶς ἢ καθόλου. τῷ οὖν σημαινομένῳ καθόλου ἐχρήσατο ἐνταῦθα· λέγει γὰρ ῾ καθόλου τὰ ἄτομα καὶ ἓν ἀριθμῷ᾿ . ὁσαχῶς δὲ τὸ ἄτομον λέγεται, κατὰ πλάτος ἐγράφομεν ἐν τῇ εἰσαγωγῇ Πορφυρίου. περὶ δὲ τοῦ ποσαχῶς τὸ ἓν λέγεται ἤδη ἐροῦμεν· πολλαχῶς γὰρ καὶ αὐτό· ἢ γὰρ τῷ εἴδει ἕν , ὡς Σωκράτην καὶ Πλάτωνα ἕνα τῷ εἴδει λέγομεν καθὸ ἀνθρώπους, ἢ τῷ γένει ἕν, ὡς ὅταν λέγωμεν ἄνθρωπον καὶ βοῦν καὶ ἵππον τῷ γένει ἓν καθὸ ζῷα, | ἢ τῷ ἀριθμῷ, ὡς ὅταν λέγωμεν Πλάτωνα [*](95v) ἕνα εἶναι, λέγεται δὲ καὶ τὸ ἓν ἄτομον, ὅπερ αὐτὸς σαφηνείας ἕνεκεν λέγων φησὶ τὸ ὅν. τὰ ἄτομα οὖν τὰ ἓν ὄντα τῷ ἀριθμῷ οὐδέποτε μὲν κατά τινος ὑποκειμένου λέγεται, εὑρίσκονται δὲ πολλάκις ἐν ὑποκειμένῳ ὡς τὸ τὶ λευκὸν ἐν σώματι. διὰ τοῦτο οὖν προσέθηκεν τὸ οὐδὲν κωλύει, ἐπειδὴ οὐ πάντα ἐν ὑποκειμένῳ ὑπάρχει· ὁ γὰρ Σωκράτης οὐκ ἔστιν ἐν ὑποκειμένῳ, ἡ δὲ τὶς γραμματική, καθώς φησι καὶ αὐτός, ἐν ὑποκειμένῳ ἐστὶ τῇ ψυχῇ. καὶ καθόλου εἰπεῖν, τὰ τῷ ἀριθμῷ ἓν οὐσίαι μὴ ὄντα κατ’ οὐδενὸς ὑποκειμένου λέγεται, ἐν ὑποκειμένῳ δέ ἐστιν.

[*](p. 1 b 10)

Ὅταν ἕτερον καθ’ ἑτέρου κατηγορῆται.

To παράδειγμα τοῦτο τῆς καθόλου οὐσίας ἐστίν· ὅταν τινός τι κατη- [*](1 τῶν συμβ. μερικῶν καὶ τῶν καθόλου M 2 λέγων — λέγεται (3) om. M 3 ante παρεισφέρει add. lemma ἀπλῶς δὲ τὰ ἄτομα Μ 3. 4 τοῦτο τὸ θεώρ. ἐν μέσω παρεισφ. ὁ φιλόσοφος M 4 ἁπλῶς — λέγεται (5) om. M 6 τε om. M 7 αὐτὸ scripsi: αὐτὸς F: αὐτοῦ M διαχωρίζει — αὐθυποστάτων (8)] δηρύσεται (sic) καὶ ἐκ ποταμοῖο. καὶ οὐδ’ ἐν ἀριθμῶ καὶ ἑνὸς καθ’ ὑποκειμένη (sic) M 8 τὸ δὲ ἁπλῶς — τὸ ἕν (17) eicias ante τὸ δὲ ἁπλῶς add. ἁπλῶς F δέ om. M 9 τῶ οὖν τὸ καθόλου σημαίνοντι M 10 καὶ ἓν ἀριθμῶ] πάντα, τουτέστι καὶ τὰ οὐσιώδη ἄτομα τὰ αὐθυπόστατα καὶ τὰ συμβεβηκότα μὴ λέγεσθαι καθόλου. κατά τινος ὑποκειμένου M ὁσαχῶς — πορφυρίου (11) F: ἐπειδὴ τὸ ἄτομον πολλαχῶς λέγεται· λέγεται γὰρ ἄτομον τὸ φύσει ἀδιαίρετον ὡς ἡ μονὰς καὶ τὸ σημεῖον, λέγεται δὲ καὶ τὸ δυσδιαίρετον μὲν ὅμως δὲ διαιρούμενον ὡς ὁ ἀδάμας, λέρεται δ’ ἄτομον καὶ τὸ μὴ δυνάμενον διαιρεθῆναι εἰς εἴδη ὡς σωκράτης καὶ πλατῶν, λέγεται δὲ καὶ τὸ πεφυκὸς διαιρεῖσθαι μήπω δὲ διαιρεθὲν ὡς ἀγρός, λέγεται δὲ καὶ τὸ ἓν ἄτομον ὅπερ αὐτὸς σαφηνείας ἕνεκα λόγων (sic) φησὶ τὸ ἕν. M 11 ἐν τῆ Εἰσαγ. Πορφ.] in Ammonii in Porpb. Isag. comm. hoc non invenitur περὶ — πολλαχῶς γὰρ καὶ αὐτό (12)] ἐπεὶ δὲ τὸ ἓν πολλαχῶς λέγεται M 13 ἕνα] ἓν M 14 ἄνθρωποι (priore 1.) F λέγομεν F 15 τῶ (prius) om. F 16 λέγεται — τὸ ἐν (17) om. M (.cf V. 10 not.) 17 λέγων ante σαφ. ponas τὰ (ante ἓν) om. F 18 μὲν om. F λέγονται M εὑρίσκονται] λέγονται F 19 τὸ (alt.) om. F οὐδὲν supra scr. F 21 καὶ αὐτὸς φησί colloc. M 22 οὐσία F 24 κατηγορεῖται F 25 τὸ παράδειγμα—ἐστίν] νῦν περὶ τῆς καθόλου οὐσίας διαλέγεται ὁ φιλόσοφος καὶ παραδείγματα ταύτης παραδίδωσι. φησὶν οὖν M)

31
γορῆται οὐσιωδῶς, φησί, τούτου δὲ ἕτερόν τι πάλιν κατηγορῆται, τοῦτο κἀκείνου κατηγορηθήσεται. πρὸς ὃ φήσειεν ἄν τις ‘εἰ ἀληθῶς ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, τοσαῦτα καὶ κατὰ τοῦ ὑποκειμένου κατηγορη- θήσεται, κατηγορεῖται δὲ τοῦ μὲν ζῴου τὸ γένος, τοῦ δὲ ἀνθρώπου τὸ ζῷον, καὶ τοῦ ἀνθρώπου ἄρα κατηγορηθήσεται τὸ γένος᾿. ἀλλ’ οὐχ οὕτως εἴρηται· τὸ γὰρ ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, τουτ ἔστιν ὡς πράγματα αὐτοῦ καὶ ὡς χαρακτηρίζοντα τὴν οὐσίαν αὐτοῦ, τοσαῦτα καὶ κατὰ τοὐ ὑποκειμένου ῥηθήσεται εἴρηκεν ὁ φιλόσοφος. καλῶς δὲ εἶπε καὶ τὸ ὡς καθ’ ὑποκειμένου ἀντὶ τοῦ οὐσιωδῶς καὶ πραγματικῶς· εἰ γάρ τι κατὰ τοῦ κατηγορουμένου κατὰ συμβεβηκὸς κατηγορεῖται, οὐκ ἀνάγκη τοῦτο καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθῆναι· τὸ γὰρ γένος τοῦ ζῴου κατὰ συμβεβηκὸς καὶ κατὰ σχέσιν κατηγορεῖται.

[*](p. 1 b 16)

Τῶν ἑτερογενῶν καὶ μὴ ὑπ’ ἄλληλα τεταγμένων.

Λημμάτιά τινα προλαμβάνει χρήσιμα αὐτῷ ἐσόμενα πρὸς τὴν διδασκαλίαν καί φησιν ὅτι πάντως τῶν ἑτερογενῶν ἕτεραι ὑπάρχουσιν αἱ εἰδο- ποιοὶ διαφοραί, οἷον τῆς οὐσίας καὶ τοῦ ποσοῦ· τῆς μὲν γὰρ οὐσίας διαφο- ραὶ τὸ ἔμψυχον καὶ τὸ ἄψυχον, τοῦ δὲ ποσοῦ τὸ συνεχὲς καὶ τὸ διωρισμένον. ἕτεραι οὖν ὑπάρχουσιν αἱ διαφοραὶ ἑτέρων ὄντων τῶν γενῶν. ἐπειδὴ δὲ τὰ ἑτερογενῆ πολλαχῶς λέγεται λέγεται γὰρ ἕτερα τὰ πάντῃ | διεστηκότα [*](96r) ἀλλήλων, ὡς ἡ ἐπιστήμη καὶ τὸ ζῷον, καὶ τὰ μὴ πάντῃ κεχωρισμένα, οἷον τὸ πτηνὸν καὶ τὸ ἔνυδρον· ἔχει γὰρ <ταῦτα> κοινὸν γένος τὸ ζῷον· δὲ καὶ τὰ ὑπάλληλα γένη ἕτερα, ὡς ἡ οὐσία καὶ τὸ σῶμα), διὰ τοῦτο εἶπε καὶ μὴ ὑπ’ ἄλληλα τεταγμένων· τούτων γὰρ ἐνδέχεται τὰς αὐτὰς εἶναι διαφοράς, οἷον τοῦ ἐμψύχου καὶ τοῦ ζῴου θνητὸν καὶ ἀθάνατον λογικὸν καὶ ἄλογον. καλῶς δὲ τῷ εἴδει προσέθηκεν· ἰδοὺ γὰρ ἐπὶ ἑτέρων γενῶν αἱ αὐταὶ διαφοραί· λέγομεν γὰρ ῾ τῶν σκευῶν τὰ μέν ἐστιν ἄποδα οἷον θυίσκη καὶ δοῖδυξ καὶ ὅσα τοιαῦτα, τὰ δὲ ὑπόποδα ὡς θρόνος καὶ κλίνη καὶ τὰ ὅμοια᾿ , ὁμοίως καὶ τῶν ζῴων, φαμέν, τὰ μέν ἐστιν ἄποδα τὰ δὲ ὑπόποδα· ἀλλ’ αὗται αἱ διαφοραὶ οὐκ εἰσὶν εἰδοποιοὶ οὐδὲ κυρίως λεγόμεναι, ἀλλὰ κατὰ ἀναλογίαν τινά.

[*](1 φησί om. M κατηγορεῖται F 2 τις ἄν colloc. F τὰ κατὰ M 3. 4 κατηγ.] ῥηθήσεται M 4 ζώου μὲν (?) Μ 6 τὸ] an τὰ? 7 ὡς] ὥσπερ M 7. 8 τοσαῦτα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται om. F 8 εἴρηκεν ὁ φιλ. om. M 9 καὶ τὸ om. M 10 κατὰ τοῦ συμβεβηκὸς F τὸ γὰρ — κατηγορεῖται (12) om. Μ 14 προλαμβ. Philop.: προσλαμβ. FM 15 αἱ] καὶ F γὰρ om. M 17 τὸ (ante ἄψ.) om. F 18 δὲ om. M ἕτερα γένη Μ 20 ἀποκεχωρισμένα M 21 ταῦτα Vind. 10: om. FM 24 θνητοῦ καὶ ἀθανάτου λογικοῦ καὶ ἀλόγου F 26 τὰ μέν ἐστιν ἄποδα τὰ δὲ ὑπόποδα Μ 27 οἷον] καὶ ἄποδα μὲν M θυίσκη F: θυία M τὰ δὲ ὑπόπ.] ὑπόπ. δὲ 31 ὡς om. 31 28 καὶ ὁμοίως colloc. Μ εἰσιν FM)
32
[*](p. 1 b 28)

Ζῴου μὲν γὰρ διαφοραί.

Αἱ τῶν γενῶν διαφοραὶ πολλαχῶς δύνανται διαιρεῖσθαι, οἷον τοῦ ζῴου διαφοραὶ λογικὸν καὶ ἄλογον, ἀλλὰ καὶ ἀπὸ τοῦ μονίμου τῆς ζωῆς ὡς θνητὸν καὶ ἀθάνατον καὶ ἀπὸ τοῦ τόπου ὡς πτηνὸν καὶ ἔνυδρον καὶ πεζὸν καὶ ἀπὸ τῶν ποδῶν ὡς ὑπόπουν καὶ ἄπουν· καὶ αὗται ἕτεραί εἰσιν αἱ διαφοραί. ὁ δὲ Ἀριστοτέλης παραδείγματι χρησάμενος τῷ ἀπὸ τοῦ τόπου παρενέβαλεν ἐν τῷ μέσῳ καὶ ἑτέρας διαφοράς, ἐπίτηδες βουλόμενος διδάξαι ὡς ἀδιάφορον καὶ ἑτέρας παραλαμβάνειν διαφοράς.

[*](p. 1 b 20)

Τῶν δὲ ὑπ᾿ ἄλλγλα γενῶν.

Καλῶς οὖν εἶπεν οὐδὲν κωλύει· οὔτε γὰρ ἐξ ἀνάγκης αἱ αὐταί εἰσι διαφοραὶ τῶν ὑπαλλήλων γενῶν, ἀλλ’ αἱ μὲν οὐσιώδεις διαφοραὶ τῶν ὑπαλλήλων γενῶν πάντῃ τε καὶ πάντως αἱ αὐταί εἰσιν, αἱ δὲ συμβεβηκυῖαι οὐ πάντως. διὰ τοῦτο οὖν προσέθηκε τὸ οὐδὲν κωλύει. πολλάκις μέν· τοι συμβαίνει τὰς αὐτὰς εἶναι διὰ τὸν προειρημένον κανόνα τὸν λέγοντα ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, τοσαῦτα καὶ κτὰ τοῦ ὑποκειμένου ῥηθήσεται.

[*](p. 1 b 25)

Τῶν κατὰ μηδεμίαν συμπλοκήν.

Παραδοὺς ἡμῖν πρότερον ὁ Ἀριστοτέλης τὴν εἰς τέσσαρα διαίρεσιν [*](96v) τῆς τε καθόλου οὐσίας καὶ τῆς μερικῆς καὶ τοὐ καθόλου συμβεβηκότος καὶ τοῦ μερικοῦ, νῦν τὴν εἰς δέκα διαίρεσιν παραδίδωσι διὰ παραδειγμάτων, ἵνα εἰς ἔννοιάν τινα ἡμᾶς τούτων προαγάγῃ, ὕστερον δὲ περὶ ἑκάστου διηρθρωμένως διδάξῃ. ἔστι δὲ τοῦτο προσεχὲς τῷ ἀνωτέρω ῥητῷ τῷ λέγοντι ‟τῶν λεγομένων τὰ μὲν κατὰ συμπλοκὴν λέγεται, τὰ δὲ ἄνευ συμπλοκῆς“. λέγει δὲ ἀκολούθως τοῦτο τῶν κατὰ μηδεμίαν συμπλοκήν. τῷ δὲ εἰπεῖν κατὰ μηδεμίαν δηλοῖ πλείονας εἶναι συμπλοκάς· ἢ γὰρ φωνὴν ἁπλῆν οὖσαν κατὰ τὸ σημαινόμενον συμπλέκομεν, ὡς ὅταν εἴπω ῾ τρέχω᾿ δηλῶ γὰρ ἐμαυτὸν καὶ τὴν ἐνέργειαν), ἢ ἡ μὲν φωνὴ κατὰ [*](1 ζώων F 3 ἄλογος F1 8 διδάξει] δεῖξαι M διαλαμβ. διαφ. F: διαφ. παραλαμβ. M post διαφοράς add. ὡς τὸ λογικόν καὶ τὸ ἄλογον. τὸ γὰρ λογικὸν πολλαχῶς λαμβάνεται καὶ τὸ ἄλογον πολλαχῶς ὁμοίως F 9 δέ γε Aristot ὑπαλλήλων F 10 καλῶς — κωλύει] φησὶν οὐδὲν κωλύει καὶ καλῶς πρόσκειται τοῦτο F οὔτε] scribas οὐδὲ 11 τῶν γὰρ ὑπαλλ. F 11. 12 ἀλλ’ αἱ — τῶν ὑπαλλήλων γενῶν om. F 12 αἱ αὐταί εἰσιν αἱ οὐσιώδεις F 13 οὖν om. M τὸ om. M 14 συμβαίνει om. F εἰρημ. M 19 καὶ (ante τοῦ καθόλου) om. M 21 προαγάγη Vat. 2173: προαγάγοι M: προάξη F περὶ ἑκάστου] ἕκαστον F 23 συμπλοκήν τινα M 24 δὲ] an δή? τοῦτο F: τούτω τοῦτο M; an τούτῳ τὸ? 2.5 τῶ] τὸ F 26 συμπλέκομεν] δὲ συμπλεκομένην F: πλέκομεν M 27 καὶ] κατὰ F)

33
συμπλοκήν ἐστι, τὸ δὲ σημαινόμενον ἁπλοῦν, ὡς τὸ ζῷον λογικὸν θνητόν ἡ μὲν γὰρ φωνὴ σύνθετος, ἄνθρωπος δὲ τὸ σημαινόμενον), ἢ καὶ ἀμφότερα σύνθετα, ὡς ὅταν εἴπω ῾ Σωκράτης περιπατεῖ᾿ , ἢ ἀμφότερα ἀπλᾶ, ὡς αὗται αἱ κατηγορίαι. τῶν οὖν κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων ποιεῖται νῦν τὴν διαίρεσιν, τοῦτ’ ἔστι τῶν δέκα κατηγοριῶν.

[*](p. 1 b 27)

Ἔστι δὲ οὐσία μὲν ὡς τύπῳ εἰπεῖν οἷον ἄνθρωπος ἵππος.

Φιλανθρώπως ποιῶν κεφαλαιωδῶς παραδίδωσιν ἡμῖν τὴν ἐξήγησιν τῶν κατηγοριῶν, ἵνα πρότερον ἡμᾶς εἰς ἔννοιαν ἀγάγῃ τῆς περὶ αὐτῶν διδασκαλίας καὶ οὕτως ὕστερον ἀκριβῶς ἰδία ἑκάστην κατηγορίαν ἐπισκεψώμεθα, καί φησιν οὐσίαν εἶναι ἄνθρωπον καὶ ἵππον. σὺ δὲ ὑπάκουε οὐσίας καὶ τὰ λοιπὰ ὅσα αὐθυπόστατα πράγματά εἰσι καὶ μηδενὸς ἑτέρου δεόμενα εἰς τὸ ὑποστῆναι. καὶ ταῦτα μὲν περὶ τῆς οὐσίας, τὰς δὲ λοιπὰς κατηγο- ρίας σαφῶς κατὰ λέξιν μαθησόμεθα.