In Aristotelis Categorias Commentarius

Ammonius

Ammonius, In Aristotelis Categorias Commentarius, Commentaria in Aristotelem Graeca, Vol 4.4. Busse, Adolf, editor. Berlin: Reimer, 1895.

[*](p. 2 a 3)

Ἔχειν δὲ οἷον ὑποδέδεται ὥπλισται.

Ζητοῦσί τινες τί δή ποτε ὥσπερ τῷ ποιεῖν τὸ πάσχειν ἀντίκειται καὶ κατηγορίαν αὐτοῦ ἔταξε, λέγω δὴ τὴν τοῦ πάσχειν, πῶς καὶ τοῦ ἔχειν ἀντικειμένου ὄντος τοῦ ἔχεσθαι οὐκ εἶπε καὶ τούτου κατηγορίαν, φημὶ δὴ τὴν τοὐ ἔχεσθαι, ἀλλὰ μόνην τὴν τοῦ ἔχειν. φαμὲν ὅτι ὑπὸ τὴν τοῦ κεῖσθαι ἀναχθῆναι τοῦτο δύναται τὸ ἔχεσθαι, τὸ δὲ ἔχειν ὑπ’ οὐδεμίαν τῶν ἄλλων, καὶ διὰ τοῦτο ἠναγκάσθη κατηγορίαν αὐτῷ ἀφορίσαι.

Τινὲς δέ φασιν ὅτι οὐ πάντα τὰ ὄντα ὑπὸ τὰς δέκα κατηγορίας ἀναχθῆναι δύναται· τὸ γοῦν σημεῖον καὶ τὴν στέρησιν ὑπὸ ποίαν κατηγορίαν ἀνάξομεν; καὶ περὶ μὲν τοῦ σημείου φαμὲν ὅτι νῦν ὁ Ἀριστοτέλης διαλέγεται περὶ πραγμάτων τῇ τε αἰσθήσει γνωρίμων καὶ τοῖς πολλοῖς, τὸ [*](2 γὰρ om. F καὶ scripsi: κατὰ F: κατ’ M 3 σύνθετα — ἡ ἀμφότερα om. F σύνθετα scripsi: σύνθετος M ἁπλῆν F 4 μὲν οὖν F 8 φιλανθρ. δὲ F post ποιῶν add. ὁ ἀριστοτέλης M 9 εἰς ἔννοιαν ἡμᾶς colloc. M αὐτὰς M 10. 11 ἐπισκεψόμεθα F 11 καὶ (prius) om. M οὐσίαν (sic) ὑπάκουε M 14 post μαθησόμεθα add. τοῦτο μέντοι ἐνταῦθα δεῖ ἐπισημήνασθαι ὅτι τῆς ποιότητος πάσης μὲν οὔσης ἐν ὑποκειμένω οὐ πάσης δὲ τὸ αὐτὸ ὑποκείμενον κατ’ εἶδος λαχούσης ἀλλὰ τῆς μὲν ἐν σώματι συνισταμένης οἷον θερμότητος ψυχρότητος τῆς δὲ ἐν ψυχὴ τὸ εἶναι ἐχούσης οἷον γεωμετρίας βουλόμενος ὁ φιλόσοφος διὰ τῶν παραδειγμάτων ἐνδείξασθαι τὸ διττὸν εἶδος τῆς ποιότητος ἐπεφώνησε λέγων ‘ποιὸν δὲ οἷον λευκὸν γραμματικόν᾿ τῆς μὲν ἐν ὑποκειμένω σώματι ποιότητος ἀπόδειγμα (sic) λαβὼν τὸ λευκὸν τῆς δὲ ἐν ψυχὴ τὸ εἶναι λαχούσης τὸ γραμματικόν M 15 ὑποδεδέσθαι M ὡπλίσθαι M 16 τινες om. F τὸ ποιεῖν τῶ πάσχειν F ἀντίκεινται F 17 αὐτὴν F τὴν om. M 18 καὶ ex κατὰ corr. F τούτου] ταύτην F 19 τὴν (post δὴ) om. F φαμὲν — ἔχεσθαι (20)] ὅτι τὸ ἔχεσθαι ὑπὸ τὸ πάσχειν ἀνάγεται F τοῦ (tertium) Vat. 2173: om. M 23 ἀχθῆναι F 24 ἄξομεν F καὶ om. M Comment. Arist. IV 4. Ammon. in Cat. 3)

34
δέ γε σημεῖον αὐτὸ μέν τι πρᾶγμα ὑφεστηκὸς οὐκ έστιν, ἀρχὴ δέ ἐστιν τοῦ εἴδους, ἀλλ’ ὡς ἔφαμεν οὔτε περὶ τῆς ἁπλῆς καὶ κρείττονος τῆς συν- θέτου οὔτε περὶ τῆς ἁπλῆς καὶ χείρονος τῆς συνθέτου, ἀλλὰ περὶ τῆς συνθέτου οὐσίας αὐτῷ νῦν ὁ λόγος. τὴν δὲ στέρησίν τινες ἔφασαν ὑπ’ [*](97r) ἐκείνην τὴν κατηγορίαν αὐτὴν ἀνάγεσθαι, ὑφ’ ἣν καὶ ἡ ἕξις ἀνάγεται· τὰ γὰρ ἀντικείμενα ὑπὸ τὴν αὐτὴν ἀνάγεται κατηγορίαν. ἡμεῖς δέ φαμεν οὐδὲ ἀνάγεσθαι αὐτὴν ὅλως ὑπό τινα τῶν κατηγοριῶν· αἱ μὲν γὰρ κατηγορίαι τῶν ὄντων εἰσίν, ἡ δὲ στέρησις ὂν μὲν οὐκ ἔστι, στέρησις δὲ ὄντος.

[*](p. 2 a 4)

Ἕκαστον δὲ τῶν εἰρημένων.

Βουλόμενος ἡμῖν παραστῆσαι ὡς οὐ περὶ καταφάσεως ἢ ἀποφάσεως πρόκεται νῦν αὐτῷ διαλαβεῖν, φησὶν ὅτι ἑκάστη τῶν κατηγοριῶν· αὐτὴ μὲν καθ’ αὑτὴν οὔτε ἀληθές τι οὗτε ψευδὲς σημαίνει· ἐὰν γὰρ εἴπω ῾ Σωκράτης περιπατεῖ᾿ , εἰ μὲν τύχοι περιπατῶν, ἠλήθευσα, εἰ δὲ οὔ, ἐψευσάμην, καὶ ἐπὶ τῶν ἀποφάσεων ὁμοίως· ἐὰν δὲ μυριάκις εἴπω ῾ ἄνθρωπος᾿ , οὔτε ἀληθεύω οὔτε ψεύδομαι, ὁμοίως δὲ καὶ ῾ περιπατεῖ᾿ . εἰ δέ τις εἴποι ὅτι ἐὰν εἴπῃ τις ῾ περιπατῶ᾿ , ἀληθεύει ἢ ψεύδεται εἰ γὰρ τύχοι περιπατῶν, ἀληθεύει, εἰ δὲ μή, ψεύδεται), ἐροῦμεν ὅτι ἀλλ’ ὁ εἰρηκὼς ῾ περιπατῶ᾿ δυνάμει συμπεριέλαβε τὸ ἐγώ, ὡς ἄν εἰ ἔλεγε ῾ περιπατῶ ἐγώ᾿ , ὥστε πάλιν ἡ ἀντωνυμία τῷ ῥήματι συμπαρελήφθη πρὸς γένεσιν ἀληθείας ἢ ψεύδους, ἐπεὶ οὐκ ἠδύνατο μία κατηγορία αὐτὴ καθ’ αὑτὴν τοῦτο ποιῆσαι· δῆλον γὰρ ὅτι ἑκάστη τῶν κατηγοριῶν αὐτὴ καθ’ ἑαυτὴν οὔτε κατάφασις οὔτε ἀπόφασίς ἐστι, συμπλεκόμεναι δὲ πρὸς ἀλλήλας τοῦτο ποιοῦσιν, οἷον ἄνθρωπος περιπατεῖ· ἔκ τε οὐσίας καὶ τοῦ ποιεῖν γέγονε κατάφασις· προσλαβοῦσα δὲ μέσον τὸ ἀρνητικὸν μόριον γίνεται ἀπόφασις, οἷον ἄνθρωπος οὐ περιπατεῖ.

[*](p. 2 a 5)

᾿Εν οὐδεμιᾷ καταφάσει.

Τὰ πολλὰ τῶν βιβλίων τὰ καλῶς δοκοῦντα ἔχειν οὐκ ἔχει ἢ αποφάσει· εἰ γὰρ κατάφασιν οὐδεμία τῶν κατηγοριῶν σημαίνει, πολλῷ μᾶλμέν [*](1 τι Vat. 2173: μέντοι M: μὲν F ἐστιν (alt.) om. F 3 ὡς ἔφαμεν] corrigas ὡς φήσομεν (cf. p. 35,27 sq.) οὔτε περὶ τῆς ἁπλῆς ἢ (sic) κρείττονος τῆς συνθέτου in mrg. suppl. F3 4 οὔτε περὶ τῆς ἁπλῆς καὶ χείρ. τῆς συνθ. om. M 8 οὐδὲ scripsi: οὔτε codd. 12 τοῦτο βουλόμενος M οὐ om. F 13 νῦν αὐτῶ πρόκ. colloc. M μὲν om. F 14 τι om. M ψεῦδος M post σημαίνει add. ὅπερ ἴδιον καταφάσεως M ἐὰν γὰρ] οἶον ἐὰν M εἴπωμεν M 15. 18 ὄχη F 16. 17 οὔτε ἀληθεύω om. M 17 εἴποι scripsi: εἴπῃ codd. 19 ὁ om. M 21 σuμπαρελ. Vat. 2173: παρελ. FM 22 μία om. M 23 δῆλον ὡς ἑκάστη M 23. 24 ἀπόφασίς τίς ἐστιν οὔτε κατάφασις Μ 26 οἷον om. F)

35
λον οὐδὲ ἀπόφασιν, ἐπειδὴ δεῖται ἑτέρου ἀρνητικοῦ μορίου καὶ μᾶλλον ὑποπτεύσει τις τὸ ποιεῖν κατάφασιν δηλοῦν ἢ ἀπόφασιν.

[*](p. 2 a 7)

Ἅπασα γὰρ δοκεῖ κατάφασις ἢ ἀπόφασις.

Τὸ δοκεῖ πρόσκειται, ἐπειδὴ οὐ πάντως ἡ κατάφασις ἀληθεύει 5 οὐδὲ πάντως ἡ ἀπόφασις ψεύδεται, οἷον ἐὰν εἴπῃ τις ῾ τρέχω᾿ ἢ ῾ οὐ τρέχω᾿ . ἐπειδὴ οὖν ἐν τούτοις δυνάμει προσυπακούεται τὸ ἐγώ, τούτου χάριν εἶπε δοκεῖ. ἢ τοῦτο ἢ ὅτι παρέλκεται τὸ δοκεῖ ἢ ὅτι σφάλμα καλλιγράρου ἐστὶν ἢ ὅτι ἀντὶ τοῦ ῾ οὕτω δοκεῖ πᾶσιν᾿.