In Aristotelis Meteorologicorum Librum Primum Commentarium

John Philoponus

John Philoponus. In Aristotelis meteorologicorum librum primum commentarium (Commentaria in Aristotelem Graeca 14.1). Hayduck, Michael, editor. Berlin: Reimer, 1901.

Εἴρηται μὲν ἤδη καὶ πρότερον ἡμῖν ὡς εἰκότως τὴν εἰς δύο τομὴν ἡ φιλοσοφία δέχεται, εἴς τε τὸ πρακτικὸν καὶ εἰς τὸ θεωρητικόν, διότι καὶ αἱ τῆς ἡμετέρας ψυχῆς δυνάμεις ὑπάρχουσι δύο, ζωτική τε καὶ θεωρητική, ἃς ἡ φιλοσοφία κοσμεῖν ἐθέλει καὶ τελειοῦν, τὴν μὲν δι’ ἀρετῆς, τὴν δὲ διὰ τῆς τῶν ὄντων γνώσεως· τελειοῦται γὰρ ἕκαστον τὸ ἑαυτοῦ τέλος ἀπολαμβάνον δι’ ὃ γέγονεν. ὅθεν καὶ ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἡ φιλοσοφία εἶναι λέγεται· καὶ γὰρ τῶν θείων ἐνεργειῶν αἰ μὲν ἀπάντων εἰσὶ γνωστικαὶ τῶν ὄντων, αἰ δὲ δημιουργικαὶ τούτων καὶ προνοητικαί. τῶν δ’ ἐνεργειῶν ἡμῶν ἑκατέραν, θεωρίαν φημὶ καὶ πρᾶξιν, ὑποδύεταί τις φαυλότης, τὴν μὲν θεωρίαν τὸ ψεῦδος, τὴν δὲ πρᾶξιν ἡ κακία. ἐδέησεν οὖν ὀργάνου τινὸς διαιρετικοῦ τῇ φιλοσοφίᾳ, ἐν μὲν τῇ θεωρίᾳ τοῦ τὸ ψεῦδος διακρίνοντος τῆς ἀληθείας, ἐν δὲ τῇ πράξει τὴν κακίαν τῆς ἀρετῆς, ὡς ἀμέλει καὶ τῷ τέκτονι στάθμη τε καὶ κανὼν ἐπινενόηται, δι’ οὗ τὸ εὐθὺ τῶν ξύλων διακρίνει καὶ τὸ καμπύλον. τοῦτο δ’ ἐστὶν ἡ καλουμένη λογικὴ πραγματεία, ἣν Ἀριστοτέλης ἐν πλείοσιν ἡμᾶς βιβλίοις ἐδίδαξεν, ἐξ ἧς τὴν ἀποδεικτικὴν ἐπιστήμην ἐπαιδεύθημεν. εἰς τρία δὲ ταῦ θεωρητικοῦ μέρους τῆς φιλοσοφίας διαιρουμένου, εἴς τε τὸ φυσιολογικόν, τὸ μαθηματικὸν καὶ τὸ θεολογικόν, τῶν ἄλλων μᾶλλον τὸ φυσιολογικὸν ὁ φιλόσοφος μετεχειρίσατο ὡς σύστοιχον ἡμῖν καὶ συγγενέστερον, οὗ τὴν διαίρεσιν ἐν ἄλλοις ἀκριβῶς ἐξεθέμην, ὑφ’ ὃ καὶ ἡ προκειμένη τελεῖ πραγματεία. ἣν διεξιέναι μέλλοντες ἀναγκαίως αὐτῆς τὸν σκοπὸν διηγούμεθα πρότερον. βούλεται γὰρ ἡμᾶς ὁ φιλόσοφος ἐν αὐτῇ διδάξαι πάντα τὰ μεταξὺ γῆς τε καὶ οὐρανοῦ συμβαίνοντα πάθη, ἐν ἀέρι φημὶ καὶ τῷ ὑπεκκαύματι, ἐκ τῶν δύο καλουμένων ἀναθυμιάσεων συνιστάμενα, τῆς τε ἀτμιδώδους καὶ τῆς ξηρᾶς, ὧν ἡ μὲν [*](1—3 ΙΩΑΝΟΥ—ΠΡΩΤΟΝ inscr. MVa: Ἰωάννου Φιλοπόνου προοίμιον τῆς εἰς τἄ μετέωρα ἐξηγήσεως (de quo cf. suppl. Praef.) 9 δι’ οm. a 16 δι’ οὗ] διὸ Ma 17 post λογικὴ add. πᾶσα Ma 27 καὶ τῆς 0: τε καὶ MVa)

2
ἐκ τῶν ὑγρῶν, ἡ δὲ ἐκ τῶν ξηρῶν ἀναθυμιᾶται σωμάτων, οἷον περὶ ὑετῶν, [*](75v) χαλάζης, χιόνος, βροντῶν, ἀστραπῶν, ἀνέμων, διαττόντων, κεραυνῶν, καὶ ὅσα τούτοις ἐστὶ συγγενῆ, ὧν τὰ μὲν ἐκ θατέρας καὶ μόνης, τὰ δ’ ἐξ ἀμφοῖν ἔχει τὴν γένεσιν· καὶ ὅτι τινὰ μὲν τῶν τοιούτων ὕπαρξιν ἔχει καὶ ἔστιν ἀληθῶς οἷά περ φαίνεται, ὡς τὰ προειρημένα, τὰ δὲ μόνην ἔμφασιν ἔχει καὶ ὄψεων ἀπάτην οὐκ ὄντα καθ’ ὕπαρξιν οἷα φαίνεται, ὡς ἶρις καὶ ἅλως καὶ ῥάβδοι καὶ τὰ παρήλια καὶ εἴ τι τοιοῦτον. ἐπειδὴ δὲ ἐκ τῶν εἰρημένων δύο ἀναθυμιάσεων καὶ ὑπὸ γῆν τινα γίνονται, οἷον σεισμοὶ καὶ μέταλλα καὶ ὑδάτων διαφοραί, τοῖς μετεώροις αὐτὰ συναριθμῶν καὶ περὶ τούτων διδάξει. τὸ δὲ χρήσιμον τῆς πραγματείας παντὶ δῆλον, εἴπερ ἡ γνῶσις τῶν ὄντων χρήσιμος τῇ ψυχῇ κοσμοῦσα ταύτην καὶ εἰς τελείωσιν ἄγουσα τὴν κατὰ φύσιν. ἀλλ’ οὐδὲ τὸ γνήσιον διημφισβήτηται. τὸ προοίμιον γὰρ αὐτὸ τοῦτο διδάξει· τὴν γὰρ συνέχειαν αὐτοῦ καὶ τὴν τάξιν πρὸς τἆλλα ἑαυτοῦ συγγράμματα διδάσκων τὰς φυσικὰς ἑαυτοῦ πραγματείας ἀνακεφαλαιοῦται καὶ δείκνυσιν ὡς ἀκόλουθός ἐστιν ἐκείναις αὐτὴ καὶ ὡς συνεχὴς ταῖς μετ’ αὐτήν· ἐξ ὧν καὶ τὸ γνήσιον καὶ ἡ τάξις ἐστὶ πρόδηλα. πρώτην μὲν γὰρ εἴληχε τάξιν πασῶν τῶν φυσικῶν αὐτοῦ πραγματειῶν ἡ ἰδικώτερον Φυσικὴ καλουμένη ἀκρόασις, δευτέραν δὲ μετ’ αὐτὴν ἡ Περὶ οὐρανοῦ καὶ τρίτην ἡ Περὶ γενέσεως καὶ φθορᾶς καὶ μετ’ αὐτὴν ἡ προκειμένη· ὧν τὰς αἰτίας τὴν λέξιν ἐξηγούμενοι λέξομεν. ἐπιγέγραπται δὲ Μετεωρολογικά, ἐπειδήπερ τὰ περὶ ὧν ἐν τούτοις ποιεῖται τὴν θεωρίαν ἐν τῷ μεταξὺ γῆς καὶ οὐρανοῦ τόπῳ συμβαίνουσι. κἂν γὰρ περί τινων περὶ γῆν ἢ ὑπὸ γῆν συνισταμένων ἐν τούτοις διδάσκῃ, ἀλλὰ πρῶτον μὲν ἐκ τοῦ πλείονος τὴν προσηγορίαν τῇ προκειμένῃ τίθησι πραγματείᾳ, δεύτερον ὅτι καὶ τούτοις ἡ αὐτὴ ὑπόκειται ὕλη, φημὶ δὴ τὴν ἀτμιδώδη καὶ τὴν καπνώδη ἀναθυμίασιν, ἥτις ἀναθέουσα μέν, διὸ | καὶ ἀναθυμίασις ὠνομάσθη, [*](76r) τὰ ἐν τῷ μετεώρῳ πάθη γεννᾷ, ἐναποκλειομένη δὲ κάτω τὰ ὑπὸ γῆν. διεῖλε δὲ τὴν προκειμένην ὑπόθεσιν εἰς τμήματα τέσσαρα. ὧν ἐν μὲν τῷ πρώτῳ διδάξας περὶ τῶν μεταξὺ γῆς καὶ οὐρανοῦ σωμάτων ὅτι τὰ μετὰ τὴν γῆν καὶ τὸ ὕδωρ ὁ ἀήρ ἐστι καὶ τὸ ὑπέκκαυμα., ἐν οἷς πάντα τὰ ἐν τῷ μετεώρῳ συμβαίνουσι, ζητήσας δὲ καὶ εἰ μὴ τῆς τοῦ πυρὸς οὐσίας ἐστὶν ὁ ἥλιος, πόθεν ἡ ἐξ αὐτοῦ τοῖς τῇδε γινομένη θερμότης, καὶ ὡς ἐξ ὕδατος καὶ γῆς διακρινομένων τῇ ἐξ ἡλίου θερμότητι δύο γεννῶνταί τινες ἀναθυμιάσεις, ἐκ μὲν τῶν ὑδάτων ἡ ἀτμιδώδης, ἐκ δὲ τῆς γῆς ξηρά τε καὶ καπνώδης, ἐξ ὧν πάντα τὰ ἐν τοῖς μετεώροις γινόμενα πάθη συμβαίνουσι, ταῦτα προειρηκὼς ὡς συντελοῦντα τοῖς ἑξῆςἐπ᾿ αὐτὴν ἤδη τὴν διδασκαλίαν τῶν ἄνω συνισταμένων παθημάτων προέρχεται. καὶ πρῶτον περὶ τῶν ἐκ τῆς ξηρᾶς γινομένων ἀναθυμιάσεως διδάσκει, καὶ ἐπειδὴ τούτων τὰ μέν ἐστιν ὀλιγοχρόνια, τὰ δὲ πλείονα χρόνον ὑπομένοντα φαίνεται, πρῶτον περὶ τῶν ὀλιγοχρονίων ποιεῖται τὸν λόγον, ταῦτα δέ ἐστιν αἱ καλούμεναι φλόγες καὶ οἱ διαθέοντες ἀστέρες αἶγές τε καὶ δαλοὶ χάσματά τε καὶ βόθυνοι, μετὰ δὲ ταῦτα περὶ τῶν πολυχρονίων, [*](5 μόνον M 19 τρίτον a 31 μὴ O: μέρος MVa)
3
κομητῶν τε καὶ τοῦ καλουμένου γάλακτος, εἶτα μέτεισιν ἐντεῦθεν περὶ τῶν [*](76r) ἐκ τῆς ὑγρᾶς ἀναθυμιάσεως γινομένων, νεφῶν λέγω καὶ ὁμίχλης ψεκάδων τε καὶ ὑετοῦ, δρόσου καὶ πάχνης χαλάζης τε καὶ χιόνος καὶ κρυστάλλου, καὶ τέλος περὶ ποταμῶν διδάξας (καὶ αὐτοὶ γὰρ ἐξ ὑετῶν τὴν γένεσιν ἔχουσι) τὸν πρῶτον καταπαύει λόγον. ἐν δὲ τῷ δευτέρῳ περὶ τῆς θαλάσσης εἰπὼν μέτεισι πάλιν ἐπὶ τὰ λοιπὰ πάθη τῶν ἐκ τῆς ξηρᾶς γινομένων ἀναθυμιάσεως, τουτέστιν ἀνέμων καὶ σεισμῶν βροντῶν τε καὶ ἀστραπῶν, καὶ ἐν τούτῳ τὸ δεύτερον περαιοῦται βιβλίον. ἐν δὲ τῷ τρίτῳ περί τε τῶν λοιπῶν παθῶν τῶν συμβαινόντων τοῖς πνεύμασι, τίς τε ὁ ἐκνεφίας ἐστὶν ἄνεμος καὶ οἱ τυφῶνες καὶ οἱ πρηστῆρες, καὶ πῶς τούτων ἕκαστος γίνεται, περί τε κεραυνῶν βροντῶν τε καὶ ἀστραπῶν, εἶτα περὶ ἅλω καὶ ἴριδος καὶ παρηλίων καὶ ῥάβδων. τοσαῦτα μὲν οὖν ἐν τοῖς τόποις τοῖς ὑπὲρ τὴν γῆν ἐκ τῶν ·δύο συμβαίνουσιν ἀναθυμιάσεων, τῆς ἀτμιδώδους τε καὶ τῆς καπνώδους, περὶ ὧν ἐν τοῖς τρισὶ διδάσκει λόγοις. ἐν δὲ τῷ τετάρτῳ ὅσα ὑπὸ τῶν αὐτῶν πάλιν ἐγκατακλειομένων γίνεται τῇ γῇ, ὧν τὰ μέν ἐστιν ὀρυκτὰ τὰ δὲ μεταλλικά, διδάσκει. ὡς τὸ σύμπαν τῆς μετεωρολογικῆς πραγματείας εἶναι συγγενὲς περὶ τῶν συμβαινόντων ὑπὸ τῶν δύο ἀναθυμιάσεων εἴτε ἐναποκλειομένων τῇ γῇ εἴτε ὑπὲρ αὐτὴν ἀναθεουσῶν· ἐξ οὗ καὶ μετεωρολογικὴν τὴν πραγματείαν ὠνόμασε. τούτων ἱκανῶς εἰρημένων ἡμῖν ἐπ’ αὐτὴν δὴ τῆς πραγματείας χωρήσωμεν τὴν ἐξέτασιν.

[*](p. 3338 a 20)

Περὶ μὲν οὖν τῶν πρώτων αἰτίων τῆς φύσεως καὶ περὶ πάσης κινήσεως φοσικῆς, ἔτι δὲ περι των κατα την ανω φοραν διακεκοσμημένων ἄστρων καὶ περὶ τῶν στοιχείων τῶν σωματικῶν, πόσα τε καὶ ποῖα, καὶ τῆς εἰς ἄλληλα μεταβολῆς, καὶ περὶ γενέσεως καὶ φθορᾶς τῆς κοινῆς εἴρηται πρότερον.

Εὐθὺς ἐν ἀρχῇ τὰς φυσικὰς ἑαυτοῦ πραγματείας ἀπαριθμεῖται, ὅσαι τῶν μετεωρολογικῶν ἐν τάξει φυσικῇ προηγήσαντο, πρώτην μὲν εἶναι λέγων τὴν Φυσικὴν καλουμένην ἀκρόασιν τὸ κοινὸν ὄνομα τῶν φυσικῶν ὡς ἴδιον ἀποκληρωθεῖσαν διὰ τὸ περὶ τῶν κοινῶν ἀρχῶν τῶν φυσικῶν ἁπάντων διδάσκειν, ὅθεν καὶ πασῶν προηγεῖται, δευτέραν τὴν Περὶ οὐρανοῦ. οὐρανὸν δὲ τοῖς παλαιοῖς καὶ τὸν ὅλον κόσμον ὀνομάζειν ἔθος, ὡς καὶ καὶ Πλάτων “ὃν δὴ οὐρανὸν ἢ κόσμον ἐπωνομάκαμεν” ἐν Τιμαίῳ φησί. δευτέραν δὲ τάξιν εἰκότως εἴληφεν· ἐκείνης γὰρ Λαὶ περὶ τῶν ἀρχῶν τῶν πρώτων διαλαβούσης ὕλης καὶ εἴδους ἡ Περὶ οὐρανοῦ περὶ τῶν προσεχῶς ἐκ τούτων συντεθέντων διαλαμβάνει σωμάτων, ἐκ τούτων μὲν ὡς ἐκ πρωτίστων στοιχείων συντεθέντων, ἁπλῶν δὲ ὄντων ὡς ἐν σώματι. καὶ τὰ οὐράνια γὰρ ἐξ ὕλης εἰσὶ κατ’ αὐτὸν τοῦ πέμπτου σώματος κοινῶς τοῖς οὐρανίοις ὑποὑετῶν [*](3 a κρυστάλου M 8 τε om. V 9 post ἐστὶν add. ὁ V 17 post περὶ add. δὲ V ὑπὸ τῶν om. a 20 ἡμῖν om. Μ 25 post πρότερον add. ἡμῖν V 32 ἐν Τιμαίῳ] cf. p. 28 B, sed magis congruunt, quae leguntur Polit. p. 269 D 34 προσεχῶς] ποσαχῶς a)

4
κειμένου πᾶσι καὶ τοῦ ἐπιτεθέντος εἴδους αὐτοῖς, ἐξ ὧν γέγονεν ἥλιος, [*](76r) σελήνη, τῶν ἀστέρων ἕκαστος καὶ τοῦ χύματος αὐτοῦ τῶν σφαιρῶν ἡ οὐσία. διδάσκει δὲ καὶ περὶ τῶν τεσσάρων στοιχείων· ἁπλᾶ γὰρ ὡς ἐν σώματι καὶ ταῦτα προσεχῶς ἐξ ὕλης καὶ εἴδους συγκείμενα, τὰ δὲ ἐκ τούτων συντεθέντα λοιπὸν ζῷα καὶ φυτὰ καὶ μέταλλα ὑστερογενῆ τὴν φύσιν καὶ μερικωτέραν κεκλήρωται. καὶ ἄλλως ἐπειδὴ καὶ τὰ γινόμενα καὶ φθειρόμενα τῇ εἰς ἄλληλα μεταβολῇ τῶν μὴ οὕτως ἐχόντων δεύτερά τέ ἐστι καὶ ἀτιμότερα, δικαίως οὖν τῶν ἄλλων ἀπάντων τὴν Περὶ οὐρανοῦ προτέταχε πραγματείαν, ἐν ᾗ περὶ τῶν κυκλοφορουμένων σωμάτων ἐδίδαξεν, ἐν οἷς οὐδὲ φθορά τις οὐδὲ γένεσις οὐδὲ μεταβολὴ τούτων εἰς ἄλληλα φαίνεται. τρίτη μετὰ ταύτην ἡ Περὶ γενέσεως ἐστι καὶ φθορᾶς, μερικωτέρα μὲν ἢ κατὰ τὰς προειρημένας, καθολικωτέρα δὲ τῶν ἑξῆς ἀπασῶν· ἐν ταύτῃ γὰρ περὶ πάσης ἁπλῶς γενέσεως διδάσκει καὶ φθορᾶς, τίς τέ ἐστι καὶ τί τῶν ἄλλων μεταβολῶν διενήνοχε, καὶ ὅσα τούτοις ἐστὶν ἀκόλουθα. τετάρτην ἐπὶ ταύταις τὴν τῶν Μετεώρων τέταχεν· ἐπειδὴ γὰρ καὶ ταῦτα τῶν γινομένων ἐστὶ καὶ φθειρομένων, εἰκότως ὑστέρα μὲν τῆς περὶ γενέσεως ἀπάσης καὶ φθορᾶς διδασκούσης τετάξεται, προηγήσεται δὲ τῶν λοιπῶν ἁπασῶν, τῆς περὶ ζῴων λέγω καὶ φυτῶν καὶ μετάλλων. εἰ γὰρ ἡ περὶ τῶν οὐρανίων διδάσκουσα σωμάτων προτέτακται δικαίως, ἀκόλουθον ἦν τοῖς περὶ ζῴων καὶ φυτῶν τὰ μετεωρολογικὰ προηγεῖσθαι ὡς ὑπερανεστηκότα μὲν τῶν ἐπὶ γῆς, τοῖς | οὐρανίοις δὲ τῷ τόπῳ πλησιάζοντα. ἡ μὲν οὖν [*](76v) τῶν εἰρημένων φυσικῶν πραγματειῶν συνέχειά τε καὶ τάξις συντόμως εἰπεῖν τοιαύτη καὶ οὕτως ἔχουσα· ἴδωμεν δὲ καὶ τῆς λέξεως τὴν ἀκρίβειαν. τῶν πρώτων μὲν οὖν αἰτίων φησὶ τῆς φύσεως, ἐπειδὴ πρώτιστα τῶν φυσικῶν αἴτια πάντων ὕλη καὶ εἶδος. ἔστι γὰρ καὶ ἄλλα προσεχέστερα τῶν φυσικῶν αἴτια, κοινὰ μὲν τῶν συνθέτων ἁπάντων τέσσαρα στοιχεῖα, προσεχέστερα δὲ καὶ εἰδικώτερά τινων τὸ σπέρμα μὲν ἐν τοῖς ἐκ σπέρματος τὴν γένεσιν ἔχουσι, τὸ δὲ τούτῳ πάντως ἀνάλογον ἐν τοῖς λοιποῖς. καὶ τὰ συναίτια δέ, χρόνον καὶ τόπον καὶ κίνησιν, ἐν τῇ αὐτῇ παρέδωκε πραγματείᾳ. καὶ περὶ πάσης δὲ κινήσεως φυσικῆς ἐν τοῖς ὑστέροις αὐτῆς τέσσαρσι λόγοις διείλεκται, τῆς τε ἐπ’ εὐθείας λέγω καὶ τῆς κύκλῳ. φυσικῆς δέ φησι διὰ τὰς ψυχικὰς καὶ προαιρετικὰς κινήσεις, οἷαί πέρ εἰσιν αἱ τῶν ζῴων, τάς τε ὑπὸ τέχνης ἢ βίας τινὸς γινομένας.

[*](p. 338 a 25)

Λοιπὸν δέ ἐστι μέρος τῆς μεθόδου ταύτης ἔτι θεωρητέον, 35 ὃ πάντες οἱ πρότεροι μετεωρολογίαν ἐκάλουν· ταῦτα δέ ἐστιν, ὅσα συμβαίνει κατὰ φύσιν μέν, ἀτακτοτέραν μέντοι τῆς τοῦ πρώτου στοιχείου τῶν σωμάτων κινήσεως, περὶ τὸν γειτνιῶντα μάλιστα τόπον τῇ φορᾷ τῇ τῶν ἄστρων, περί τε γάλακτος καὶ κομητῶν καὶ τῶν ἐκπυρουμένων καὶ κινουμένων [*](1 ante ἥλιος add. ὁ sed rursus exp. M 15 post τὴν add. περὶ Ma 18 ἡ om. a 21 ἡ] ὁ M 26 τὰ addidi 37 τῆς om. Ma κινήσεως V Arist. HN: om. Ma Arist. vulg. 38 τῇ τῶν libri ut Arist. E: τῇ om. Arist. vulg. post ἄστρων add. οἷον Arist.)

5
φασμάτων, ὅσα τε θείημεν ἄν ἀέρος εἶναι κοινὰ πάθη καὶ 76v ὕδατος.

Τῆς φυσικῆς μεθόδου λοιπὸν εἶναι μέρος φησὶ τὸ μετεωρολογικόν, ὡς πρὸς τὴν ἀκολουθίαν τῶν ἤδη προειρημένων ὕστερον μὲν ἐκείνων τῇ τάξει, οὐ μέντοι πάντων ἔσχατον ὑπάρχον· καὶ γὰρ μετὰ τοῦτο λείπεται τῇ φυσικῇ μεθόδῳ ἡ περὶ ζῴων καὶ φυτῶν καὶ μετάλλων πραγματεία. τίνα δέ ἐστι τὰ ἐν τῷ μετεώρῳ συμβαίνοντα, προστίθησι γενικώτερον· ὅσα συμβαίνει, φησί, κατὰ φύσιν μέν, ἀτακτοτέραν δὲ τῆς τοῦ πρώτου στοιχείου τῶν σωμάτων κινήσεως. πρῶτον δὲ στοιχεῖον τῶν σωμάτων φησὶ τὸ πέμπτον, ἐξ οὗ τὰ κατ’ οὐρανὸν ἅπαντα συνεστάναι βούλεται· στοιχεῖον γὰρ οὐ τῶν συνθέτων αὐτό φησι σωμάτων, ἀλλὰ τοῦ κόσμου παντὸς ὡς ὅλου. πάντα γὰρ εἶναι λέγεται τοῦ κόσμου παντὸς τὰ στοιχεῖα τέσσαρα μὲν τῶν ὑπὸ σελήνην, τὸ δὲ πέμπτον τῶν οὐρανίων. τὸ δὲ ἑξῆς οὕτως ἀναγνωστέον ‘ὅσα συμβαίνει περὶ τὸν γειτνιῶντα μάλιστα τόπον τῇ φορᾷ τῶν ἄστρων, ἅπερ συμβαίνει [μὲν] κατὰ φύσιν μέν, ἀτακτοτέραν δὲ τῆς τοῦ πρώτου στοιχείου τῶν σωμάτων κινήσεως᾿· τὸ δὲ ἀτακτοτέραν οὐ συγκριτικῶς νοητέον, ἀλλὰ μόνως ἄτακτον· οὐδὲν γὰρ ἐν τοῖς οὐρανοῖς ἐστιν ἄτακτον, ἵνα τούτων ἀτακτότερον τὰ ἐν τοῖς μετεώροις γίνεσθαι λέ- γωμεν. ἡ γὰρ ἐν τοῖς οὐρανοῖς τάξις ἀπαράβατός ἐστι καὶ ἀεὶ ὡσαύτως ἔχουσα, καὶ τοσοῦτον ὡς προλέγειν τοὺς ἀστρονόμους τὰ μετὰ πολλοὺς ἐνιαυτοὺς ἐν ἐκείνοις ἐσόμενα, ἡλίου φημὶ καὶ σελήνης συνόδους ἐκλείψεις τε τούτων ἑκατέρου, φάσεις τε τῶν πλανωμένων καὶ στηριγμούς, προποδισμούς τε καὶ ὑποποδισμοὺς καὶ εἰς ταὐτὸ συνεμπτώσεις αὐτῶν, καὶ ὅσα πρὸς ἀλλήλους ποιοῦνται σχήματα, καὶ τοὺς χρόνους ἑκάστου τούτων ἀκριβῶς προαποφαίνονται καὶ τὰς ὥρας μέχρι καὶ τοῦ λεπτοτάτου σχεδὸν καὶ ἀμεροῦς, ἐν ᾧ τῶν εἰρημένων ἕκαστον γίνεται. δυνατὸν δὲ τὸ ἀτακτοτέραν μὴ ἐξακούειν πρὸς τὰ οὐράνια συγκριτικῶς, ἀλλ’ αὐτὰ πρὸς αὑτὰ τὰ ἐν τοῖς μετεώροις συμβαίνοντα. ἔχει μὲν γὰρ καὶ ταῦτα τάξιν ὁλικωτέραν τινά, οἷον πότε γίνεται χειμὼν ἔαρ τε καὶ θέρος καὶ μετόπωρον, καὶ πόθεν ἄρχεται καὶ ποῖ τελευτᾷ τούτων ἕκαστον, καὶ ὡς ἐν μὲν χειμῶνι ὑετὸς γίνεται καὶ χάλαζα καὶ χιών, ἐν θέρει δὲ καύσων, καὶ ἐν τῷδε μὲν τῷ καιρῷ νότια πνεύματα, ἐν ἄλλῳ δὲ βόρεια, καὶ περὶ τῶν ἄλλων ὁμοίως· ἀλλ’ οὐκ ἀπαράβατος ἡ τούτων τάξις, ἀλλ’ ἀτακτότερον καὶ ταῦτα συμβαίνουσι. δυνατὸν γὰρ ἐν χειμῶνι μὲν καῦμα γίνεσθαι καὶ αὐχμόν, ἐν θέρει δὲ ψῦχος καὶ ὑετὸν καὶ τοὺς καιροὺς ἐναλλάσσειν τὰ πνεύματα. καλῶς δὲ προσέθηκε περὶ τὸν γειτνιῶντα τόπον τῇ φορᾷ τῶν ἄστρων, τουτέστι τὸν πλησιάζοντα τοῖς οὐρανοῖς μᾶλλον τῆς γῆς καὶ τοῦ ὕδατος· τὴν μεγίστην γὰρ ἐξ οὐρανοῦ διέστηκε τὰ βαρέα τῶν σωμάτων. καὶ τοῦτο δικαίως ἐπισημειοῦται· πολλοῖς γὰρ τῶν ἰδιωτικωτέρων ἐν οὐρανῷ δοκεῖ ταῦτα τὰ πάθη γίνεσθαι. ὅτι δὲ πλεῖστον διέστηκε ταῦτα τοῦ οὐρανοῦ καὶ μᾶλλον ἡμῖν [*](5 λοίπεται M 8 φησί om. M a 15 μὲν post συμβαίνει delevi μέν οm. a 17 ἄτακτον ex εὔτακτον corr. V 27 πρὸς αὐτὰ libri 30 ποῖ] πῆ V 34. 35 ἐν δὲ θέρει M)

6
ἢ ἐκείνῳ πλησιάζουσιν, ἡ τούτων δηλώσει κίνησις· ταχύτερα γὰρ δοκοῦσι [*](76v) τῶν οὐρανίων, ἡλίου λέγω καὶ σελήνης αὐτῆς τῆς ἀπλανοῦς, ὡς πρὸς τὴν ἡμετέραν αἴσθησίν τε καὶ φαντασίαν. δύο γάρ τινων ἰσοταχῶς κινουμένων τὸ ἐγγυτέρω θᾶττον δοκεῖ τοῦ λοιποῦ κινεῖσθαι, διὰ τὸ καὶ θᾶττον τὰς ἡμετέρας ὄψεις παραλλάττειν, κἂν βραδύτερον δὲ τὸ ἐγγυτέρω κινῆται, τὸ αὐτὸ γίνεται. τίνα δέ ἐστι τὰ ἐν τῷ μετεώρῳ γινόμενα, ὡς ἐν ὑποδείγματι τούτων τινὰ τίθησι περὶ τοῦ γάλακτός φησι, τουτέστι περὶ τοῦ γαλαξίου, ὅς ἐστι τῷ χρώματι λευκός, διὸ καὶ οὕτως ὠνόμασται, ὧς καὶ Ἄρατος αὐτὸν ὀνομάζει· “κεῖνο περιγληνὲς τροχαλόν· γάλα μιν καλέουσι” . τῶν τοιούτων εἰσὶ καὶ οἱ κομῆται. ἐκπυρουμένων δέ φησι καὶ κινουμένων φασμάτων τοὺς ἐν ταῖς νυξὶ φαινομένους διᾴττοντας. ἐκπύρωσις γὰρ ὕλης ὑπάρχουσί τινος· ταύτην δὲ τίς ἐστι, μαθησόμεθα. πῶς δὲ φάσματα εἶναί φησι τοὺς διᾴττοντας; καίτοι γε οὐσιώδη τὴν ὕπαρξιν ἔχουσι καὶ οὐ μέχρι δοκήσεως εἰσι καὶ μόνης. μήποτε οὖν ἐπειδὴ δοκοῦσι τοῖς πολλοῖς ἀστέρες εἶναι, τὴν ἐκείνων ὑπόνοιαν ἐξηγούμενος φάσματα | αὐτοὺς [*](77r) ὠνόμασεν. ἢ πρὸς τὸ κινουμένων φάσματα εἶναί φησιν· οὐ γὰρ κινοῦνταί τινες αὐτῶν κατὰ ἀλήθειαν, ὅλης δέ τινος ἄλλοτε ἄλλης κατὰ μέρος ἐκπυρουμένης συνεχῶς γίνονται καὶ φαντασίαν παρέχουσι κινήσεως. ἀέρος δὲ κοινὰ πάθη φησὶ καὶ ὕδατος, ὅσα μόνον ἔχει φαντασίαν χωρὶς ὑπάρξεως, οἷόν ἐστιν ἅλως, ἶρις, ῥάβδοι, παρήλια. πῶς δέ ἐστι κοινὰ ὕδατός τε καὶ ἀέρος, εἰσόμεθα· χωρὶς γὰρ διύγρων νεφῶν φαντασία τούτων οὐ γίνεται, ἅπερ κατά τι μὲν ἀέρος ἐστὶ διὰ τὴν ἀτμίδα, κατά τι δὲ ὕδατος, ὅταν παχέα ἤδη καὶ ἐγγὺς ὕδατος.

[*](p. 338 b 25)

Ἔτι τε γῆς ὅσα μέρη καὶ εἴδη καὶ πάθη τῶν μερῶν, 25 ἐξ ὧν περί τε πνευμάτων καὶ σεισμῶν θεωρήσαιμεν ἂν τὰς αἰτίας.

᾿Μέρη γῆς ἴσως λέγει, φησὶν ὁ Ἀλέξανδρος, τὰ πρὸς ἕω καὶ δύσιν ἄρκτον τε καὶ μεσημβρίαν (διαιρεῖν γὰρ κατὰ ταῦτα τὰ κέντρα τὴν γῆν εἰώθασιν)· εἴδη δὲ τὸ ταύτης τὴν μὲν εἶναι ὕπαντρον καὶ χαύνην, τὴν δὲ στερεάν τε καὶ πεπιλημένην, καὶ εἴ τινες ἄλλαι τοιαῦταί εἰσι παραπλήσιοι διαφοραί. πάθη δὲ λέγοι ἄν φησί, τὰς ἀναθυμιάσεις τὰς γινομένας ἀπ’ αὐτῆς καὶ τὰς ἐναπολήψεις ὕδατός τε καὶ πνεύματος. ὧν αἱ μὲν ἀναθυμιάσεις νεφῶν τε καὶ ὑετῶν εἰσιν ἀρχαί, ἔτι δὲ χαλάζης τε καὶ δρόσου βροντῶν τε καὶ ἀστραπῶν ἀνέμων τε καὶ τῆς τῶν πνευμάτων διαφορᾶς· κατὰ γὰρ τὰς τῶν μερῶν τῆς γῆς διαφορὰς καὶ αἱ τῶν ἀνέμων γίνονται δ·ιαφοραί· αἱ δ’ ἐναπολήψεις αἱ μὲν τοῦ ὕδατο ζπηγῶν αἴτιαι, αἱ δὲ τοῦ πνεύματος σεισμῶν.’ ταῦτα κατὰ λέξιν ὁ Ἀλέξανδρος. οἶμαι δὲ μὴ καλῶς εἴδη λέγειν τῆς γῆς [*](1 γὰρ] δὲ Ma 3. 4 κινουμένων τὴν ἐγγυτέρω Μα 9 Ἄρατος] Phaen. 476 ἐκεῖνο libri 16 κινούμενον a 19 φησὶ κοινὰ πάθη coll. a μόνην M 24 ἔτι τε V: ἔτι δὲ Ma Arist. codd. μέρη καὶ εἴδη MVa Arist. FHN: εἴδη καὶ μέρη Arist. Ε 27 Ἀλέξανδρος] libere exc. p. 2.31 30 ταύταις Alex. παραπλήσιαι M1)

7
τὴν ὕπαντρον τήν τε χύνην καὶ τὴν στερέμνιον· πάθη γὰρ ἄν εἶεν αὐτῆς, [*](77r) οὐκ εἴδη ταῦτα. παθοῦσα γάρ τι καὶ πυκνουμένη πιλεῖται, καὶ τἀναντία ὑπομένει πάθη μανουμένη καὶ διακρινομένη· μάνωσις δὲ καὶ πύκνωσις ποιότητές εἰσι καὶ πάθη, καθ’ ἃς καὶ αἱ τῶν στοιχείων γίνονται μεταβολαί. πάθη δὲ αὐτῆς καὶ τὸ νιτρῶδες, θειῶδες καὶ ἀσφαλτῶδες καὶ ὅσα τοιαῦτα ἄλλα. καὶ αἱ ἀναθυμιάσεις ὅμοιαι ταῖς διαφοραῖς εἰσι τῶν ἡμετέρων σωμάτων, αἱ δὲ τῶν ὑδάτων καὶ τῶν πνευμάτων ἐναπολήψεις ταῖς ἐμφράξεσιν ἡμῶν ταῖς ἐκ τῶν παρὰ φύσιν γινομέναις χυμῶν. ἐξ ὧν πηγὰς γίνεσθαί φησι καὶ σεισμούς· σεισμοὶ δὲ πάθη τῆς γῆς εἰσι βρασσομένης τε καὶ ῥηγνυμένης, αἰ δὲ ἐκ τῶν ὑδάτων γινόμεναι πηγαὶ καὶ τὰ ἐκ τῶν ἀναθυμιάσεων ἐν τῷ ἀέρι συμβαίνοντα οὐδὲν ἐργάζεται περὶ αὐτὴν πάθος. εἰ δὲ τὰ ἀντρώδη τῆς γῆς λιθώδη τὴν φύσιν εἰσὶ καὶ πετρώδη, δῆλον ὡς οὐδὲ καθαρᾶς εἰσι ταῦτα γῆς, ἀλλ’ εἰς ἑτέραν φύσιν μεταλλοιωθείσης. ζητητέον οὖν, τίνα λέγει τῆς γῆς εἴδη, καὶ εἰ κυρίως εἴδη φησὶν αὐτὰ ἢ καταχρώμενος. καὶ περὶ πάντων τῶν γινομένων κατὰ τὰς κινήσεις τούτων. τὰς τούτων κινήσεις ἀκουστέον ἢ πρὸς τὸ προσεχὲς πνευμάτων καὶ σεισμῶν ἢ τῶν μερῶν καὶ τῶν εἰδῶν καὶ τῶν παθῶν. τοῦτο μὲν οὖν ἀδύνατον· ποίαν γὰρ ἔχει τὰ μέρη κίνησιν ὡς μέρη, τὸ ἀνατολικὸν λέγω καὶ τὸ δυτικὸν καὶ τὰ λοιπά, ποίαν δὲ τὰ εἴδη, τὸ ἀντρῶδες καὶ τὸ μανὸν καὶ τὸ στερέμνιον καὶ πεπιλημένον καὶ ᾗ τι τοιοῦτόν ἐστιν ἕκαστον, οὐδὲ πλάσαι ῥᾴδιον. ὁμοίως καὶ περὶ τῶν παθῶν ἐροῦμεν. λείπεται οὗν τὰς ἐκ τῶν πνευμάτων κινήσεις ἀκούειν καὶ τῶν σεισμῶν, οἷον ἐπὶ μὲν τῶν σεισμῶν τοὺς βρασμοὺς τῆς γῆς, τοὺς τρόμους, τὰς διαστάσεις, τὸ τὴν βιαίαν διέξοδον τοῦ πνεύματος πλήττειν τὸν ἀέρα καὶ κτύπους καὶ οἱονεὶ μυκηθμοὺς ἀποτελεῖν καὶ συναναρριπτεῖν τὴν ἐν τῷ βάθει ψάμμον καὶ λίθους πολλάκις καὶ σύστασιν βορβορώδη τινά, τὸ πηγὰς τὰς πάλαι κρυπτομένας ῥηγνυμένης τῆς γῆς ἀναδείκνυσθαι. καὶ κατὰ τὰς κινήσεις δὲ τῶν πνευμάτων παράδοξά τινα γίνονται· λίθους γὰρ ἀνασπῶντες πολλάκις πάλιν αὐτοὺς ἀφιᾶσι. καὶ τὸν καικίαν ἄνεμον οὕτω καλούμενον τἀναντία τοῖς ἄλλοις ἀνέμοις ποιεῖν· τῶν γὰρ ἄλλων εἰς τὸ ἀντικείμενον τῷ ἐξ οὗ φαίνονται διωθουμένων τὰ νέφη, τοὔμπαλιν οὗτος εἰς ἑαυτὸν ἕλκει ταῦτα, ὃ καὶ εἰς παροιμίαν ἐξῆλθεν “ἕλκων εἰς ἑαυτὸν ὥστε καικίας νέφος”.

p. 339a2 Ἐν οἷς τὰ μὲν ἀποροῦμεν, τῶν δὲ ἐφαπτόμεθά τινα τρόπον.

Φιλόσοφον τοῦ Ἀριστοτέλους τὸ ἦθος καὶ φιλάληθες· οὐ γὰρ ἀπαυθαδιάζεται τούτων ἑκάστου τὰς αἰτίας ἀποδείξειν ἐπαγγελλόμενος, ἀλλὰ περί [*](3 μανουμένη] πυκνουμένη M: κινουμένη a 7 ἐναπολείψεις M post ἐναπολήψεις iterat ὅμοιαι—σωμάτων sed rursus del. V 13 μεταλλοιωθείσης scripsi: μεταλλευθείσης, Va: μεταλλευσθείσης M 19 δυσικὸν M 20 καὶ ᾖ τι scripsi: om. Ma: καὶ εἴ τι supra versum post σεισμῶν (22) V 21 λοίπεται M 23 et 26 τὸ scripsi: τῷ libri 27 ῥηγμένης M 32 ἕλκων—νέφος] cf. Arist. Meteor. Β 6 p. 364 b 13 Probl. XXVI 29 p. 943 a 33 Nauck fr. trag. ad. 50 ἐφ’ αὑτὸν Arist. utroque l. ὥσπερ Arist. Probl. l. l. 35. 36 ἀπαυθαδίζεται Ma)

8
τινων μὲν ἀπορήσομεν, φησί, καὶ μόνον, λέγειν σὺν ἀποδείξει τὰς αἰτίας [*](77r) οὐκ ἔχοντες· εἰ γὰρ καὶ ἐπιστῆσαι ταύταις οὐκ ἔχομεν, ἀλλ’ οὐκ ἄχρηστον περὶ αὐτῶν ἀπορεῖν. ὁδὸς γὰρ εἰς εὐπορίαν τῶν ζητουμένων ἡ περὶ αὐτῶν ἀπορία· αὐτὸ γὰρ τὸ τοῖς ἀμφισβητουμένοις ἐφιστάνειν ἤτοι ἀρχὴν τῆς εὑρέσεως δίδωσιν ἢ αὐτό γε τοῦτο τὸ γινώσκειν ὡς οὐκ ἴσμεν τὸ προκείμενον ἐξεπαίδευσε καὶ τὴν διπλῆν νοσεῖν οὐ συνεχώρησεν ἄγνοιαν. μέχρι γὰρ νῦν πολλῶν ἐν τοῖς μετεώροις συμβαινόντων τὰς αἰτίας εὑρεῖν ἀκριβῶς οὐκ ἔστιν, οἷον πῶς ἶρις γίνεται, πόθεν ἡ ἐπὶ τὰ πλάγια τῶν ἀνέμων κίνησις, πόθεν τὸ τοὐ γαλαξίου χρῶμα· καὶ ταῦτα δείξομεν ἐκεῖσε γινόμενοι. τῶν δέ, φησίν, ἐφαπτόμεθά τινα τρόπον, τουτέστι τὸν περὶ αὐτῶν εὐθίκτως λόγον ἀποδίδομεν, οἱονεὶ τῆς οὐσίας αὐτῶν θιγγάνοντες, ὅσα ἐστὶ τὰ περὶ τῆς τῶν νεφῶν συστάσεως, περὶ ὑετῶν καὶ βροντῶν καὶ ἀστραπῶν καὶ χαλάζης καὶ τῶν τοιούτων. ἐγὼ δ’ οἶμαι καὶ τοῦτο μετριάζων εἴρηκεν ἐφαπτόμεθά τινα τρόπον λέγων, τουτέστιν οὐ διὰ βάθους χωροῦμεν, ἀλλ’ οἷον ἐπιπολῆς αὐτῶν ἁπτόμεθα. καὶ γὰρ εἰ μὴ τὸ ἀκριβὲς περὶ. τούτων λέγειν ἐνδέχεται, ἀλλ’ οὐκ ἀνεννόητοι παν|τελῶς αὐτῶν ἐσόμεθα τῆς [*](77v) γενέσεως ἐπιπολῆς αὐτῶν ἁπτόμενοι.

[*](p. 339 a 3)

Ἔτι δὲ περὶ κεραυνῶν πτώσεως καὶ τυφώνων καὶ πρηστήρων καὶ τῶν ἄλλων τῶν ἐγκυκλίων, ὅσα διὰ πῆξιν συμβαίνει πάθη τῶν αὐτῶν σωμάτων τούτων.

Ζητήσει γάρ, τί τούτων ἐστὶν ἕκαστον καὶ τὰς διαφορὰς αὐτῶν καὶ τῆς γενέσεως τὰς αἰτίας. πτώσεως δὲ κεραυνῶν φησιν, ἐπειδὴ βίαιος αὐτῶν ἡ κάτω φορὰ καὶ οἱονεὶ τῆς κατὰ φύσιν ὀλισθανόντων ἕδρας. καὶ τῶν ἄλλων, φησί, τῶν ἐγκυκλίων, τουτέστι τῶν κατὰ κύκλον ἐτήσιον γινομένων, ἃ διὰ πῆξιν γίνεται, φησί, τῶν αὐτῶν τούτων σωμάτων. περὶ ὧν δηλονότι προσεχῶς εἶπεν, ὕδατος καὶ ἀέρος. οὐ τοὺς κεραυνοὺς δέ φησι καὶ τυφῶνας καὶ πρηστῆρας πήξει γενέσθαι, ἀλλὰ τῶν ἄλλων ἐγκυκλίων, ὅσα διὰ πῆξιν γίνεται· διασταλτέον γὰρ ἐκείνων ταῦτα. τινὰ γὰρ τῶν ἐγκυκλίων διὰ πῆξιν γίνεται, ἀέρος μὲν χιὼν πάχνη, ὕδατος δὲ χάλαζα κρύσταλλος. εἰ μὲν γὰρ ἐν τῷ μετεώρῳ παγείη τὸ ὕδωρ, χάλαζα γίνεται, εἰ δὲ κάτω, κρύσταλλος· πάλιν ὁ ἀὴρ ἄνω μὲν πηγνύμενος χιὼν γίνεται, κάτω δὲ πάχνη.

[*](p. 339 a 5)

Διελθόντες δὲ περὶ τούτων θεωρήσομεν εἴ τι δυνάμεθα κατὰ τὸν ὑφηγημένον τρόπον ἀποδοῦναι περὶ ζῴων καὶ φυτῶν, 35 καθόλου τε καὶ χωρίς· σχεδὸν γὰρ τούτων ῥηθέντων τέλος ἂν εἴη γεγονὸς τῆς ἐξ ἀρχῆς ἡμῖν προαιρέσεως ἁπάσης.

Μετὰ γὰρ τὰ μετεωρολογικὰ ἡ περὶ ζῴων καὶ φυτῶν λείπεται θεωρία· [*](1 συναποδείξει M: συναποδείξειν a 2 ἄχριστον M 3 post ζητουμένων add. ἐστὶν Ma 4 αὐτὴ γὰρ MV τὸ om. M 13 post εἴρηκεν add. ὁ φιλόσοφος M 17 αὐτῶν om. a 19 συμβαίνῃ M 22 τῆς αἰτίας M 33 θεωρήσωμεν Arist. 34 ἀποδοῦναι supra veisum V: om. Ma 35 post χωρίς in inf. marg. add. ὁ μὲν ὀλυμπιόδωρος τὸ σχεδὸν εἴρηκε διὰ τὸ περὶ ψυχῆς. ἀλλ’ οὐκ ἔστι τοῦτο. συμπεριέχεται μὲν γὰρ καὶ τοῦτο τοῖς περὶ ζώων. οἶμαι δὲ ὅτι διὰ τὸ περὶ μετάλλων εἴρηκε τοῦτο· οὕτε γὰρ τοῖς περὶ ζώων οὔτε τοῖς περὶ φυτῶν περιέχεται ταῦτα V 4 et 7 Ἀλέξανδρος] p. 4,7 sqq. 9 λέγει a τρόπον λέγειν coll. M 10 τῶν] τά V τῷ scripsi: τὸ libri 11 προστεθὲν τὸ V: προστεθέντες M: προστιθέντες a 12 post ζῴων add. τε V 14 ἡ post πραγματεία om. Ma 17 ἀναμνήσεως] ἐγρηγόρσεως V 21 ἐγκυκλίως V Arist. vulg.: ἐν κύκλω Ma: ἐγκύκλω Arist. Ε 22 καὶ τὰ ἑξῆς om. et lemma usque ad ληπτέον (p. 339 a 21) producit V 24 ἐμβάλλει V 26 ἅ dclevi 30 μὲν τὰ ὑπὸ Ma 31 τὸ om. Ma 32. 33 εἰ καὶ—τοιαῦτα depravata sunt: εἰ καὶ μὴ δι’ ἑαυτὰ τὰ τοιαῦτα coni. Diels )

9
περὶ γὰρ μετάλλων ἐν τῷ τετάρτῳ τῶν προκειμένων ἐδίδαξε· καὶ οὕτω [*](77v) λοιπὸν ὁ προτεθεὶς ἡμῖν περὶ τῆς τῶν φυσικῶν θεωρίας σκοπὸς τέλος εἴληφε. διδάξομεν δὲ καὶ περὶ τούτων, φησί, κατὰ τὸν ὑφηγημένον τρόπον. ὁ μὲν οὖν Ἀλέξανδρος ὑφηγημένον φησὶ τρόπον, ὅτι μὴ ἱστορίαν τινὰ παρέδωκεν ἐν τοῖς πρὸ τούτου ψιλήν, ἀλλὰ μετὰ τοῦ τὰς οἰκείας αἰτίας ἑκάστου τῶν λεγομένων πιστοῦσθαι καὶ μετὰ ἀποδείξεως τὴν περὶ αὐτῶν ποιεῖσθαι θεωρίαν. οὕτως οὖν ἀξιοῖ, φησὶν ὁ Ἀλέξανδρος, καὶ τὸν περὶ τῶν ῥηθησομένων γίνεσθαι λόγον. ἐγὼ δὲ νομίζω κατὰ τὸν ὑφηγημένον λέγειν τρόπον, ὃν ἀρτίως ὑφηγήσατο, τὸν ἐπιεικῆ καὶ φιλόσοφον, “ἐν οἷς τὰ μὲν ἀποροῦμεν, τῶν δὲ ἐφαπτόμεθά τινα τρόπον”. τῷ γὰρ περὶ τούτων θεωρήσομεν προστεθὲν τὸ εἴ τι δυνάμεθα τοῦτο μᾶλλον ἐμφαίνει. περὶ ζῴων καὶ φυτῶν καθόλου τε καὶ χωρὶς ἐπαγγέλλεται διδάσκειν· κοινὴν μὲν γὰρ ἔχει περὶ ζῴων θεωρίαν ἡ Περὶ ζῴων ἱστορίας αὐτοῦ πραγματεία, ἡ Περὶ ζῴων γενέσεως, ἡ Περὶ ζῴων μορίων πορείας τε τούτων καὶ κινήσεως, ἡ Περὶ ψυχῆς, ἡ Περὶ αἰσθήσεως καὶ αἰσθητῶν, ἡ Περὶ ὕπνου καὶ ἐγρηγόρσεως, ἰδία δὲ καὶ κεχωρισμένη ἡ Περὶ μνήμης καὶ ἀναμνήσεως καὶ τῆς καθ’ ὕπνον μαντικῆς· ταῦτα γὰρ ἀνθρώποις ἁρμόζει καὶ μόνοις.

[*](p. 339 a 9)

Ὧδε οὖν ἀρξάμενοι λέγωμεν περὶ αὐτῶν πρῶτον. ἐπειδὴ γὰρ διώρισται πρότερον ἡμῖν μία αρχὴ τῶν σωμάτων, ἐξ ὧν συνέστηκεν ἡ τῶν ἐγκυκλίως φερομένων σωμάτων φύσις, ἄλλα δὲ τέτταρα σώματα διὰ τὰς τέτταρας ἀρχάς, καὶ τὰ ἑξῆς.

Ἀφορισάμενος τὸν σκοπὸν τῆς παρούσης πραγματείας, πρὶν εἰς τὴν περὶ αὐτῶν τῶν ζητουμένων ἐμβάλῃ θεωρίαν, ὑπομιμνήσκει πρότερον ἡμᾶς τῶν ἐν τῇ Περὶ οὐρανοῦ καὶ ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς εἰρημένων [ἃ] καὶ ἀρχὰς ἐκεῖνα ποιεῖται τῶν λεχθῆναι μελλόντων. εὑρήσει γὰρ δι’ αὐτῶν τήν τε ὕλην τῶν ἐν τοῖς μετεώροις παθῶν καὶ τὸ ποιητικὸν αἴτιον· τούτων γὰρ ἐν τῇ προκειμένῃ θεωρίᾳ χρῄζει καὶ μόνων. τίνα οὖν ἐστι τὰ ἐν ἐκείνοις προειλημμένα; ὅτι πέντε εἰσὶ τοῦ κόσμου παντὸς τὰ στοιχεῖα, τέσσαρα μὲν τῶν ὑπὸ σελήνην, πῦρ, ἀήρ, ὕδωρ καὶ γῆ, ἕτερον δὲ παρὰ ταῦτα τὸ πέμπτον τῶν οὐρανίων. ἁπλᾶ γὰρ ἐκεῖνα πάντα τὴν φύσιν εἶναι βούλεται τὴν σύνθεσιν ἐξ ἀσωμάτων ὕλης καὶ εἴδους ἔχοντα, † εἰ καὶ μηδὲ τὰ τοιαῦτα· ὑπόκειται μὲν γὰρ αὐτοῖς τὸ πέμπτον στοιχεῖον, εἴδη δὲ τούτῳ τω

10
συνιόντα διάφορα κατ’ ἄλλο καὶ ἄλλο μέρος αὐτοῦ τὴν τῶν ἐγκυκλίων [*](77v) τῶν στοιχείων τῶν ἐν γενέσει καὶ φθορᾷ σωμάτων ὅτι τέσσαρα μόνα ἐστὶ καὶ οὔτε πλείονα τούτων οὔτε ἐλάττονα, ἐκ τῶν τεσσάρων ἀρχῶν θερμοῦ τε καὶ ψυχροῦ, ξηροῦ τε καὶ ὑγροῦ (αὗται γὰρ τῶν στοιχείων αἱ ἀρχαὶ) ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς συνελογίσατο, ὅτι ἡ τούτων τῶν τεσσάρων ἀρχῶν συμπλοκὴ τέσσαρα καὶ μόνα γεγέννηκεν. ὅτι δὲ τῶν τεσσάρων διπλῆ ἡ κίνησις, ἥ τε ἀπὸ τοῦ μέσου καὶ ἡ ἐπὶ τὸ μέσον, καὶ τοῦτο λαμβάνει νῦν ὁμολογούμενον, ὡς ἐν τοῖς Περὶ οὐρανοῦ δεδειγμένον· καὶ ὅτι πᾶσι μὲν ἐπιπολάζει τὸ πάντων κουφότατον, ὑφίσταται δὲ πᾶσιν ἡ γῆ τὸ πάντων βαρύτατον, μέσα δὲ τούτων τὰ λοιπὰ δύο, ὕδωρ μὲν τῇ γῇ πλησιάζον ὡς ἧττον αὐτῆς βαρύ, ἀὴρ δὲ τῷ πυρὶ ὡς ἧττον αὐτοῦ κοῦφος. καὶ ἐπειδὴ δέδεικται μηδὲν εἶναι κενόν, δῆλον ὡς ἅπτεται τοῦ κυκλοφορουμένου σώματος ἡ τοῦ πυρὸς οὐσί, τοῦ δὲ πυρὸς ὁ ἀὴρ καὶ τούτου τὸ ὕδωρ καὶ τοῦ ὕδατος ἡ γῆ, κενοῦ μηδενὸς ἀπολειφθέντος ἐν μέσῳ. τὰ οὗν ἐν τούτῳ τῷ ὑπὸ σελήνην κόσμῳ γινόμενα πάθη πόθεν συμβαίνουσι, τὸ προκείμενον ζητεῖ βιβλίον, τήν τε ὕλην αὐτῶν καὶ τὸ ποιητικὸν αἴτιον.

[*](p. 339 a 21)

Ἔστι δὲ ἐξ ἀνάγκης συνεχής πως οὗτος ταῖς ἄνωθεν φοραῖς ὥστε πᾶσαν αὐτοῦ τὴν δύναμιν κυβερνᾶσθαι ἐκεῖθεν· ὅθεν γὰρ ἡ τῆς κινήσεως ἀρχὴ πᾶσιν, ἐκείνην νομιστεον αιτιαν πρώτην.

Οτι μὲν οὗν οὐδὲν διαλαμβάνει κενὸν μεταξὺ τὰ πέντε σώματα, ἐξ ὧν ἀπεδείχθη καθόλου μηδὲν εἶναι κενὸν ὡμολόγηται. εἰπὼν δὲ συνεχὴς ἀναγκαίως προσέθηκε τὸ πῶς ἀόριστον, συνεχής πως, καὶ τά γε ἀκριβέστερα τῶν ἀντιγράφων οὕτως ἔχει, διότι συνεχῆ μὲν οὐκ ἔστι κυρίως τὰ ὑπὸ τὴν σελήνην τοῖς οὐρανίοις, ἅπτεται δὲ μόνον αὐτῶν. συνεχῆ [*](78r) γάρ ἐστιν ὧν τὰ πέρατα ἕν, ὥσπερ τὰ μέρη τῆς ἀτμήτου εὐθείας καὶ παντὸς ἄλλου μὴ διῃρημένου σώματος· δυνάμει γάρ ἐστι μόνον νοούμενα τὰ μέρη τούτων. ἁπτόμενα δέ ἐστιν, ὧν τὰ πέρατα διάφορα κατ’ ἐνέργειαν, εἰ καὶ ἐφαρμόζει πως ἀλλήλοις τῇ ἁφῇ καὶ ἵν’ οὕτως εἴπω δυνάμει γίνεται συνεχῆ. δείξας δ’ ὅτι συνεχής ἐστιν ὁ ὑπὸ σελήνην κόσμος τοῖς οὐρανίοις, τούτου τὴν αἰτίαν ἀποδίδωσιν. ὥστε, φησί, πᾶσαν τοῦ ὑπὸ σελήνην κόσμου τὴν δύναμιν κυβερνᾶσθαι ἐκεῖθεν. ἡ γὰρ τῶν ἀστέρων καὶ καθόλου τῶν οὐρανίων περιφορὰ τῆς τῶν ἔνδον ἁπάντων σωμάτων διοικήσεώς ἐστιν αἰτία· ἡ γὰρ ποιὰ κίνησις αὐτῶν τροπὰς ποιεῖ τοῖς τῇδε καὶ μεταβολάς, ἐξ ὧν χειμὼν καὶ θέρος καὶ ἡ τῶν ἄλλων καιρῶν ὕπαρξις, ἐξ ὧν γένεσις καρπῶν καὶ φυτῶν, ἀφ’ ὧν τρέφεται τὰ ζῷα καὶ γίνεται τὴν [*](6 ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς] Β 2. 3 8 ἡ post καὶ om. Va 9 ἐν τοῖς αἱ αἰ Περὶ οὐρανοῦ] Α 2 18 πως om. V 20 ἡ τῆς κινήσεως ἀρχὴ V 22 οὖν om. Μα 31 δ᾿ om. ἄστρων Ma οὐρίων Μ)

11
ὕλην ἐξ αὐτῶν χορηγούμενα. εἰ οὖν ἐκεῖθεν κυβερνᾶται τὰ ὑπὸ σελήνην, [*](78r) σώματα δὲ ποιεῖν εἰς ἔτερα σώματα χωρὶς ἁφῆς ἐστιν ἀδύνατον, ἀνάγκη ἄρ συνεχῆ τὸν κάτω κόσμον εἶναι τοῖς οὐρανίοις, ἵνα διὰ τῆς ἁφῆς τὰ μὲν ποιῇ, τὰ δὲ πάσχῃ. ὅτι δὲ κυβερνᾶται ἐκεῖθεν κατασκευάζων ἐπήγαγεν ὅθεν γὰρ ἡ τῆς κινήσεως ἀρχὴ πᾶσιν, ἐκείνην νομιστέον αἰτίαν πρώτην. εἰ γὰρ τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως τὸ ποιητικόν ἐστιν αἴτιον, δέδεικται δὲ ὅτι τοῖς ἐντὸς ἡ ἀρχὴ τῆς κινήσεως ἐκεῖθέν ἐστι, τοῦτο ἄν εἴη τὸ ποιητικὸν αὐτῶν ὡς ἐν σώματι πρῶτον αἴτιον· δῆλον γὰρ ὅτι τὸ ἐξῃρημένον αἴτιον κυρίως ἐστὶ πρῶτον αἴτιον, τὸ καὶ τοῖς κύκλῳ τοῦ κινεῖσθαι σθαι οὕτως ὑπάρχον αἴτιον. πρῶτον οὖν ἐστι τὸ συντεταγμένον αἴτιον ὁ οὐρανός. καὶ γὰρ ὁ ὑετὸς αἴτιος τῶν καρπῶν καὶ ὁ γεωργὸ,ς καὶ ἡ τῶν ἀέρων εὐκρασία, καὶ τῶν ζῴων τὸ σπέρμα καὶ ὁ σπείρας αὐτὸ καὶ ἄλλᾳ πλεῖ·στα, ἀλλὰ τούτων ἀπάντων πρῶτον αἴτιον ἡ τῶν οὐρανίων περιφορά. εἰ οὗν ἁπάντων τῶν γινομένων τοῦτό ἐστι πρῶτον αἴτιον, οὐκοῦν καὶ τῶν ἐν τῷ μετεώρῳ συνισταμένων ἔσται αἴτιον πρῶτον, περὶ ὧν ἥμιν ἡ ζήτησις·

[*](p 339 a 24)

Πρὸς δὲ τούτοις ἡ μὲν ἀίδιος καὶ τέλος οὐκ ἔχουσα τῷ τόπῳ τῆς κινήσεως, ἀλλ’ ἀεὶ ἐν τέλει· ταῦτα δὲ τὰ σώματα πάντα πεπερασμένους διέστηκε τόπους ἀπ’ ἀλλήλων.

Καὶ τοῦτο πρὸς ἀπόδειξιν τοὐ πρῶτον αἴτιον εἶναι τῆς τῶν ἐντὸς μεταβολῆς καὶ κινήσεως τὰ κύκλῳ κινούμενα. τοῦ γὰρ γινομένου καὶ φθειρομένου τὸ μήτε γινόμενον μήτε φθειρόμενον αἴτιόν ἐστι καὶ τὸ τέλειον τοῦ ἀτελοῦς καὶ τὸ τε] ἀεὶ ὡσαύτως ἔχον τοῦ μὴ τοιούτου· τέλειος δὲ ἡ κυκλῷ καὶ ἀεὶ ὡσαύτως ἔχουσα, ἡ δὲ ἐπ’ εὐθείας κίνησις ἀρχὴν ἔχει καὶ τέλος καὶ ἠρεμίᾳ διαλαμβάνεται. τῆς γὰρ τῶν ὄντων φύσεως, ἐν τάξει προϊούσης μεταξὺ τῶν ἀσωμάτων καὶ νοητῶν καὶ παντάπασιν ἀμεταβλήτων καὶ τῶν ἀεὶ γινομένων καὶ φθειρομένων μέσα πως τὰ οὐράνια τέτακται σώματα· τῷ μὲν σώματα εἶναι καὶ τῷ μὴ παντελῶς ἀκίνητα καὶ ἀμετάβλητα (μεταβάλλει γὰρ κατὰ τόπον) καὶ ὑφεῖται τῶν πρώτων καὶ ἠλάττωται· τῶν δὲ κατὰ πάντα μεταβαλλόντων, οὐσία τε καὶ ποιότητι καὶ τόπῳ, οἴα ἐστι τὰ ὑπὸ σελήνην, προσεχῶς ὑπερανέστηκε τὰ κατὰ τόπον κινούμενα καὶ μόνον. ἀλλὰ καὶ τῷ συνεχεῖ καὶ ἀδιακόπῳ τῆς κινήσεως ἕστηκε τῳ ἀεὶ κινεῖσθαι καὶ ἵν’ οὕτως εἴπω ἐν κινήσει ἐστὶν ἀκίνητα καὶ τῷ τὴ,ν ὁλότητα τοῦ οὐρανοῦ τὸν αὐτὸν ἀεὶ τόπον ἐπέχειν καὶ μὴ μεταβαίνειν ἐξ ἑτέρου εἰς ἕτερον. μεσότης οὖν τῶν τε πρώτων ἐστὶ καὶ τῶν ἐσχάτων ο οὐρανός, οὔθ’ ὡς ἐκεῖνα τὸ ἀμετάβλητον ἔχων οὔθ᾿ ὡς ταῦτα τό πάντῃ μεταβάλλειν, καὶ ὡς ἐξ ἐκείνων ἔχει τὸ ἀμετάβλητον ἐν κινήσει, οϋτω τοις μετ’ αὐτὸν τὸ ἀεὶ μεταβάλλεσθαι διὰ τῆς ἀεικινησίας τῆς ἑαυτοῦ δίδωσι. τέλος γὰρ οὐκ ἔχει, φησί,, τῷ τόπῳ τῆς κινήσεως, τουτέστι τῆς κάτα τόπον κινήσεως. οὐ γάρ ἐστι τόπος, ἐφ’ ᾧ ἐλθὼν ὁ οὐρανὸς στησεται, [*](9 ἐξῃρημένον ἐξηρτημένον libri 10 post πρῶτον add. μὲν Ma 18 τόπους ἀλλήλων Arist.: τόπους ὑπ’ ἀλλήλων M 22 τε delevi 27 γὰρ addidi 28 ἠλάττωνται a)

12
ὥσπερ τὰ ἐπ’ εὐθείας κινούμενα τὰ κοῦφα μὲν ἀρχὴν ἀπὸ τοῦ μέσου ποιούμενα [*](78r) τῆς κινήσεως, εἰς δὲ τὸ ἄνω τῆς εὐθείας ἐλθόντα πέρας ἵσταται, τὴν κοίλην ἐπιφάνειαν λέγω τῆς σεληνιακῆς σφαίρας, καὶ τὰ βαρέα τοὔμπαλιν ἐκεῖθεν ἀρξάμενα φέρεσθαι κάτω τὸ μέσον τοῦ παντὸς ἵσταται κατειληφότα. εἰπὼν δὲ τέλος οὐκ ἔχουσα τῷ τόπῳ τῆς κινήσεως, ἵνα μήτις διὰ τούτου νομίσειεν αὐτὸν ἀτελῆ εἷναι τὴν κύκλῳ λέγειν, ἐπήγαγεν ἀλλ’ ἀεὶ ἐν τέλει ἐστί, τουτέστι τὸ τέλειον ἔχει τῆς κινήσεως ἀεί· οὐ γὰρ ὥσπερ ἡ ἐπ’ εὐθείας ἄρχεται μὲν ἀπό τινος σημείου, λήγει δὲ εἰς ἕτερον, οὕτω καὶ ἡ κύκλῳ, οἷον ἄρχεται μὲν τυχὸν ἀπὸ κριοῦ, λήγει δὲ εἰς ἰχθύας, ἀλλ’ ἕκαστον· σημεῖον καὶ ἀρχὴν καὶ πέρας ἔχει καὶ μεσότητα, πρὸς μὲν τὸν ἤδη διηνυσμένον αὐτῇ κύκλον τέλος, πρὸς δὲ τὸν διανυσθησόμενον αὖθις κατὰ συνέχειαν στάσεως καὶ ἠρεμίας χωρὶς ἀρχήν, καὶ πρὸς ἄλλο τι σημεῖον μεσότητα, ἐν ᾧ τοῦ τεθέντος κατ’ ἐπίνοιαν κύκλου τὸ ἥμισυ διήνυσεν ἀκριβῶς. ἀλλ’ οὐδ’ ἔστιν εἰπεῖν ὡς ἀνατολὴ μὲν ἀρχὴ τῆς τοιαύτης ἐστὶ κινήσεως ἢ δύσις ἢ τὸ μεσουράνημα, ἢ τέλος τούτων τι ἢ πάλιν μεσότης· ἡ γὰρ ἡμῖν ἀνατολὴ παρ’ ἑτέροις ἐστὶ μεσουράνημα καὶ δύσις παρ’ ἄλλοις· καὶ ἐπὶ ἑκάστου τῶν κύκλῳ σημείων τὸ αὐτό. ὥστε εἰ ἐν οἱῳδήποτε σημείῳ τὸ κινούμενον λάβοις, ἐκεῖ πάντως τὸ τέλειον ἔχει καὶ ἀρχὴν καὶ τέλος ἅμα καὶ μεσότητα συνειλημμένα, οἷς τὸ τέλειόν τινες ὁρίζουσι. κἀκεῖνο δὲ προστίθεμεν ὡς οὐδέν ἐστιν ἐνεργείᾳ σημεῖον ἐν τῷ οὐρανῷ, ἀλλὰ μόνῃ δυνάμει· συνεχὴς γὰρ ὅλος ἐστὶ δι’ ὅλου. εἰ οὖν μήτε σημεῖόν ἐστιν ἐκεῖ ἐνεργεία μήτε στάσις τῶν κινουμένων, ἀλλὰ συνεχὴς καὶ ἀδιάκοπός ἐστιν αὐ|τῶν ἡ κίνησις, ἀδύνατον ἄρα ἢ ἀρχὴν κινήσεως [*](78v) ἐν αὐτοῖς ἢ πέρας εὑρεῖν. διὰ τί δὲ κύκλῳ κινεῖται; φησὶν ὁ Πλωτῖνος· ὅτι νοῦν μιμεῖται. ὡς γὰρ ὁ θεῖος νοῦς καὶ δημιουργικὸς εἰς ἑαυτὸν ἐπιστρεφόμενος θεωρεῖ πάντα καὶ ἑαυτὸν ἐν ἐκείνοις, οὕτω κατὰ τὸ δυνατόν, φησί, μιμούμενα τοῦτον τὰ κατ’ οὐρανὸν εἰς ἑαυτὰ τὴν ἐπιστροφὴν ποιεῖται· καὶ ὡς ἐκεῖνος οὐδαμοῦ μέν ἐστι τῇ οὐσία, πανταχοῦ δὲ ταῖς ἐνεργείαις, οὕτω καὶ οὐρανὸς ἅμα πανταχοῦ εἶναι σῶμά γε ὢν μὴ δυνάμενος κατὰ μέρη πανταχοῦ γίνεται· καὶ ὅτι τῇ οὐσίᾳ τῶν ἐντὸς ἐξῃρημένος κυβερνᾷ πάντα ταῖς ἑαυτοῦ ἐνεργείαις. τοιαύτη μὲν οὖν ἡ κύκλῳ, τῶν ἄλλων δὲ κινήσεων οὐδεμία. ἐπειδὴ γὰρ ἄπειρος, εὐθεῖ οὐκ ἔστι· δέδεικται γὰρ ἐπειδὰν τὰ εὐθυπορικὰ ἐπὶ τὸ πέρας ἀφίκηται τῆς εὐθείας ἐφ’ ἧς κινοῦνται, ἵσταται πάντως κατειληφότα τὸ οἰκεῖον τέλος, εἰς ὃ γενέσθαι κατὰ φύσιν διὰ τῆς κινήσεως ἠπείγοντο· ὥστε ἀδύνατον τελείαν ἢ ἀίδιον εἶναι τὴν ἐπ’ εὐθείας κίνησιν, ἀλλ’ ἀτελῆ καὶ ἀρχὴν ἔχουσαν πάντως καὶ πέρας.

[*](p. 339 a 27)

Ὣστε τῶν συμβαινόντων περὶ αὐτὸν πῦρ μὲν καὶ γῆς καὶ τὰ συγγενῆ τούτοις ὡς ἐν ὕλης εἴδει τῶν γινομένων αἴτια [*](1 μέσου] σ in lit. Μ1 6 λέγων Ma 24 ὁ Πλωτῖνος] Enn. ΙΙ 2 init. 29 ὀ οὐρανὸς a 33 ὅτι addidi ἐπειδὴ M 38 μὲν om. a)

13
χρὴ νομίζειν (τὸ γὰρ ὑποκείμενον καὶ πάσχον τοῦτον προσαγορεύομεν [*](78v) τὸν τρόπον), τὸ δ’ οὕτως αἴτιον, ὅθεν ἡ τῆς κινήσεως ἀρχή, τὴν τῶν ἀεὶ κινουμένων αἰτιατέον δύναμιν.

Τίνος ἕνεκεν ἐμνήσθη τῶν πρότερον εἰρημένων ἐν τοῖς Περὶ οὐρανοῦ καὶ ἐν τοῖς Περὶ γενέσεως καὶ φθορᾶς, διδάσκει νῦν· ἵνα δείξῃ, τίς μὲν ἡ τῶν γινομένων καὶ φθειρομένων ἁπάντων ὕλη, ὅτι τὰ τέσσαρα στοιχεῖα, τί δὲ τὸ πρώτως ποιητικὸν αἴτιον αὐτῶν, ὅτι τὰ κύκλῳ κινούμενα. τὸ γὰρ ὅθεν ἡ ἀρχὴ τῆς τινων κινήσεως τὸ ποιητικὸν αὐτῶν ἐστιν αἴτιον. δῆλον οὖν ὅτι τὰ αὐτὰ ταῦτα καὶ τῶν ἐν τῷ μετεώρῳ συμβαινόντων παθῶν ἐστιν αἴτια. συγγενῆ δὲ τῷ πυρὶ καὶ τῇ γῇ τὸν ἀέρα φησὶ καὶ τὸ ὕδωρ. περὶ αὐτὸν δὲ λέγει τὸν περὶ τὴν γῆν δηλονότι κόσμον, τουτέστι τὸν ὑπὸ σελήνην, ἐν ᾧ πᾶσα γένεσίς ἐστι καὶ φθορά. εἰπὼν δὲ ὡς ἐν ὕλης εἴδει σαφηνίζει τὸ εἰρημένον, ὡς μὴ λίαν ἔτι γνωρίμου τοῦ τῆς ὕλης ὄντος ὀνόματος· ὅτι γὰρ ἄν, φησίν, ὑπόκειταί τινι εἰς τὸ καταδέξασθαι παθεῖν ἅπερ ἄν ἐκεῖνο ποιῇ, ὕλην τοῦτο προσαγορεύομεν, ὡς τὸν χαλκὸν ὕλην ὑποκεῖσθαι τῷ ἀνδριαντοποιῷ φαμεν εἰς τὸ ποιῆσαι καὶ ἐνθεὶναι τούτῳ τὸ τοῦ ἀνδριάντος εἶδος· αὐτὸ δὲ τὸ ποιοῦν καλοῦμεν τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, τὸν ἀνδριαντοποιόν. τῶν δὲ φυσικῶν τὸ πρῶτον αἴτιόν ἐστιν ὡς ἐν σώμασι τὰ κύκλῳ κινούμενα καὶ ἡ ἀπ’ αὐτῶν ἐγγινομένη δύναμις εἰς τὰ γειτνιάζοντα σώματα καὶ τούτων ἁπτόμενα. ταύτην δὲ τὴν δύναμιν, φησὶν ὁ Ἀλέξανδρος, εὐλόγως ἄν τις ὀνομάζοι φύσιν, αἰτίαν οὖσαν πάντων τῶν φύσει καὶ κατὰ φύσιν γίνεσθαι πιστευομένων. τὸ δὲ ὡς ἐν ὕλης εἴδει φησίν, ὅτι ἡ κυρίως ὕλη ἐστὶ τὸ εἰς ὃ ἔσχατον ἀναλύεται τὰ σώματα, ὃ καὶ ἀμετάβλητόν ἐστι, τὰ δὲ στοιχεῖα μεταβάλλει εἰς ἄλληλα μετὰ δὲ ταῦτα πάλιν ἀναλαμβάνει τὰ πρότερον εἰρημένα περὶ τῶν τεσσάρων στοιχείων, ὡς ἐξ ἀλλήλων ἔχει τὴν γένεσιν καὶ ἐν ἑκάστῳ δυνάμει ἐστὶ τὰ λοιπὰ τρία, μιᾶς αὐτοῖς ὑποκειμένης ὕλης· οὐ γὰρ ἄν εἰς ἄλληλα μετέβαλλον μὴ οὕτως ἔχοντα. καὶ γὰρ ἐπὶ τῶν ἄλλων ἴσα ποιεῖται τὴν εἰς ἄλληλα μεταβολήν, οἷον χαλκοῦς ἵππος εἰ εἰς ἀνδρείκελον μεταβάλοι σχῆμα, μίαν καὶ τὴν αὐτὴν ὕλην τὸν χαλκὸν ἔχουσιν ὑποκείμενον. ὁμοίως καὶ ἐπὶ τῶν ἐκ χρυσοῦ συνεστώτων καὶ κηροῦ καὶ τῶν τοιούτων· τὸ γὰρ χρυσοῦν πινάκιον γένοιτ’ ἄν ξέστης χρυσοῦς καὶ οὗτος εἰς κρατῆρα μεταβάλοι, καὶ ὁ κήρινος κύβος γένοιτ’ ἄν κηρίνη σφαῖρα. τὸ δὲ εἰς ὃ ἀναλύεται ἔσχατόν φησι, διότι τὸ ζῷον φέρε πρῶτον ἀναλύεται εἰς τὰ ὁμοιομερῆ, καὶ ταῦτα πάλιν εἰς τοὺς τέσσαρας χυμούς, τὰ δὲ στοιχεῖα εἰς ἔσχατον τὴν ὕλην καὶ τὸ εἶδος. τούτων δὲ ἡμᾶς ὑπέμνησεν, ἵνα τὴν μνήμην αὐτῶν ἔναυλον ἔχοντες τοῖς λεχθησομένοις ῥᾷον δυναίμεθα παρακολουθεῖν.

[*](2 οὕτως] ὄντως a: ὄντος M αἴτιον ὡς ὅθεν Arist. E 16 ἀνδριαντοποιῷ] ῶ in lit. M 21 Ἀλέξανδρος] 7,12 27 αὐτοῖς] αὐτῆς M 28 ἴσα] fort, ὅσα 21) εἰ om. Ma μεταβάλλοι a 30 αὐτὴν om. a χαλκοῦν Ma 32. 33 μεταβάλει Ma 34 διότι] διὸ a)
14
[*](p. 339 b 2)

Πρῶτον μὲν οὖν ἀπορήσειεν ἄν τις περὶ τὸν καλούμενον 78v ἀέρα, τίνα τε χρὴ λαβεῖν αὐτοῦ τὴν φύσιν ἐν τῷ περιέχοντι 40 κόσμῳ τὴν γῆν, καὶ πῶς ἔχει τῇ τάξει πρὸς τὰ ἄλλα τὰ λεγόμενα στοιχεῖα τῶν σωμάτων.

Διδάξας καθόλου περὶ τῶν τοῦ κόσμου στοιχείων ὅτι πέντε τὸν ἀριθμόν εἰσιν, ἓν μὲν τὸ τῶν κυκλοφορουμένων, τὰ δὲ λοιπὰ τέσσαρα τῶν ὑπὸ σελήνην, ἐν οἷς πᾶσα γένεσις θεωρεῖται καὶ φθορά (ταῦτα γὰρ εἶπε τὰς ἐξ ἀρχῆς θέσεις, ἃς δεῖ προχείρους ἔχειν πρὶν εἰσβαλεῖν εἰς τὸ προκείμενον) ἀπορίαν τινὰ χρησιμεύουσαν εἰς τὰ λεχθησόμενα προαπορεῖ τε καὶ ἐπιλύεται, ποίων σωμάτων ὁ ἀπὸ γῆς τόπος μέχρι τῆς ἐσχάτης ἐπιφανείας τῆς ἀπλανοῦς πεπλήρωται, πότερον ἑνὸς ἢ πλειόνων, καὶ εἰ πλειόνων, πόσων τε καὶ τίνων καὶ ποίαν ἐχόντων τάξιν πρὸς ἄλληλα. περιεχομένης γὰρ τῆς γῆς ὑπὸ τῶν οὐρανίων καὶ τῆς τοῦ πυρὸς οὐσίας καὶ τοῦ ἀέρος, τῆς δὲ αἰσθήσεως ἡμῶν ἀέρος ἀντιλαμβανομένης καὶ μόνου, ζητήσειεν ἄν τις εἰκότως, τίς ἡ τούτου τοῦ ἀέρος περὶ τἆλλα φύσις καὶ τίς ἡ πρὸς τὰ λοιπὰ τούτου τάξις καὶ μέχρι τίνος διήκει. καλῶς δὲ εἶπε τὰ λεγόμενα στοιχεῖα· οὐ γάρ ἐστι ταῦτα στοιχεῖα κυρίως, ἀλλ’ ἡ ὕλη καὶ τὸ εἶδος, ἐξ ὧν ἁπλῶν ὄντων συνετέθη ταῦτα. τὸ δὲ τίνα χρὴ λαβεῖν αὐτοῦ τὴν φύσιν οἶμαι μὴ περὶ τῆς οὐσίας αὐτοῦ τίς ποτέ ἐστι, λέγειν (οὐδὲ γὰρ φαίνεται τοῦτο νῦν ζητῶν ἐν τῷ Περὶ γενέσεως ἤδη καὶ φθορᾶς εἰρημένον) ἀλλὰ περὶ τοῦ ποσοῦ τοῦ μεγέθους αὐτοῦ, καὶ μέχρι τίνος ἀφικνεῖται, ὡς τὸ συνεχὲς τῆς διδασ|καλίας συμβαίνει. αὐτὸς γὰρ ἤδη τὰ δοκοῦντα [*](79r) κοῦντα περὶ τούτων ἐδίδαξεν, ὡς πέντε μέν εἰσι τοῦ παντὸς κόσμου τὰ στοιχεῖα, καὶ τίς ἡ φύσις αὐτῶν καὶ ὅπως ἔχουσι πρὸς ἄλληλα τάξεως· ἐπειδὴ δὲ ἄλλως περὶ αὐτῶν τινες δοξάζουσιν, εὔλογον ἡγεῖται τὰς ἐκείνων πρότερον ὑπονοίας ἐλέγξαι. ἐκ διαιρέσεως δὲ πρόεισιν ὁ λόγος αὐτῷ. ὁ μὲν γὰρ τῆς γῆς ὄγκος, φησί, δῆλος ὑπάρχει καὶ τὸ ἐν τοῖς κοιλώμασιν αὐτῆς συρρεῦσαν ὕδωρ, ἐξ ὧν ἁπτομένων εἷς ὄγκος γίνεται ἐξ ἀμφοῖν σφαιροειδὴς τὸ τοῦ παντὸς ἐπέχων μέσον. τὸ δὲ μετὰ τοῦτο λοιπὸν ἕως τοῦ ἐσχάτου οὐρανοῦ ἢ πῦρ εἶναι καὶ μόνον ἀνάγκη ἢ ἀέρα μόνον ἢ ἀμφότερα ἀέρα καὶ πῦρ, ἢ τὸ λειπόμενον καὶ αὐτῷ δοκοῦν ἐξ ἀέρος τε καὶ πυρὸς καὶ τρίτου τινὸς ἑτέρου, τοῦ πέμπτου σώματος. ταύτης οὖν οὕτως ἐχούσης τῆς διαιρέσεως δείξει προϊὼν ὡς οὔτε ἐκ μόνου πυρὸς ἀπὸ τῆς γῆς συνέστηκεν οὔτε ἐξ ἀέρος μόνου οὔτε ἐκ μόνων τῶν δύο πυρὸς καὶ ἀέρος, ἀλλὰ τὸν μὲν ἀέρα καὶ τὴν τοῦ πυρὸς ἐφεξῆς οὐσίαν, πῦρ δὲ τὸ στοιχειῶδές φημι, μέχρι σελήνης διήκειν, τὸ δὲ λοιπὸν διάστημα τὸ μέχρι τῶν ἄστρων, ἐκ τοῦ πέμπτου συνεστηκέναι σώματος. τὰ δὲ καθ’ ἕκαστα τῶν ἀποδείξεων τὴν λέξιν ἐπιόντες εἰσόμεθα.

[*](3 ἔχει τάξει Arist. E 6 τὸ om. M 9 λεχθησόμενα] προκείμενα V 11 καὶ εἰ πλειόνων οm. Ma 12 πόσον M τε om. a 20 Περὶ γενέσεως—καὶ φθορᾶς] Β 3 28. 29 σφαιροειδὴς om. a)
15
[*](p. 339 b 6)

Ὁ μὲν γὰρ δὴ τῆ γῆς ὄγκος πηλίκος ἄν τις εἴη πρὸς τὰ 79r περιέχοντα μεγέθη, οὐκ ἄδηλον· ἤδη γὰρ ὦπται διὰ τῶν ἀστρολογικῶν θεωρημάτων ἡμῖν ὅτι πολὺ καὶ τῶν ἄστρων ἐνίων ἐλάσσων ἐστί.

Πρὸς μὲν τὸν πάντα οὐρανὸν σημείου καὶ κέντρου λόγον ἔχουσα δέδεικται. καὶ τὴν περίμετρον αὐτῆς εὗρον· δύο γὰρ ἀστέρας μετριάζον ἀπέχοντας ἀλλήλων διάστημα λαβόντες καὶ τὴν ὑποτείνουσαν τούτους γραμμὴν ἐν τῇ γῇ μετρήσαντες πεντακοσίων σταδίων ἔχουσαν ταύτην εὗρον διάστημα· τοῦ μεγίστου δὲ κύκλου εἰς τριακοσίας ἑξήκοντα μοίρας διαιρουμένου ταύτας ἐπὶ τοὺς πεντακοσίους σταδίους πολυπλασιάσαντες δέκα ὀκτὼ μυριάδων σταδίων τὴν πᾶσαν αὐτῆς περίμετρον εὗρον ὑπάρχουσαν, δηλονότι συναπειλημμένου καὶ τοῦ παντὸς ὕδατος συνερρυηκότος ἐν τοῖς αὐτῆς κοιλώμασιν. Ἀρριανὸς δὲ ἐν τῷ Περὶ μετεώρων φησὶν ὡς Ἐρατοσθένης ὁ Κυρηναῖος ἰσχυρίζεται εἴκοσι καὶ πέντε μυριάδας σταδίων ἔχειν τὴν περίμετρον τοῦ μεγίστου τῆς γῆς κύκλου. εὑρεθείσης δὲ τῆς περιμέτρου καὶ ἡ διάμετρος αὐτῆς ἐστιν δήλη· κύκλου γὰρ παντὸς ἡ περίμετρος τριπλασιεφέβδομός ἐστι τῆς διαμέτρου. ἐξ ὧν καὶ τὸ στερεὸν αὐτῆς ἅπαν κατείληπται. ἀλλ’ ὅμως τηλικαύτη οὖσα μόνου τοῦ ἡλίου πολλῷ λίαν ἐλάττων ὑπάρχουσα δέδεικται καί τινων ἀστέρων τοῦ κυνός, φασί, καὶ τοῦ Κανώβου καὶ εἴ τινες εἶεν ἕτεροι τοὐ μεγέθους αὐτοῦ, οὐ μὴν ἁπάντων ἐλάττων. τῆς γοῦν σελήνης μείζων φαίνεται· εἰς τὸ σκίασμα γὰρ τῆς γῆς ἐμπίπτει πᾶσα καὶ χρόνον ἐν ταῖς ἐκλείψεσιν ἐν αὐτῷ τινα ποιεῖται, μέχρις ἂν αὐτὸ παραλλάξῃ. εἶπον δὲ ἤδη ὅτι συμπεριείληφε τοῖς κοιλώμασιν ἑαυτῆς τὴν οὐσίαν ὅλην τοῦ ὕδατος· ἀφωρισμένον γὰρ ὕδωρ καὶ καθ ἑαυτὸ συνεστὸς ἔξω τοῦ κέντρου οὔτε ἔστιν οὔτε εἶναι τῶν ἐνδεχομένων ἐστί· δεῖται γὰρ στερεμνίου τοῦ συνέχοντος, οὐδὲν δὲ τοιοῦτόν ἐστιν ἕτερον παρὰ τὴν γῆν. ὡς ἓν οὖν τι σῶμα καὶ ὄγκος εἰς τὸ συναμφότερον ἐμετρήθη.

[*](p. 3339 b 13)

Τὸ δὲ δὴ μεταξὺ τῆς γῆς καὶ τῶν ἐσχάτων ἄστρων 30 πότερον ἕν τι νομιστέον εἶναι σῶμα τὴν φύσιν ἢ πλείω, καὶ εἰ πλείω, πόσα, καὶ μέχρι ποῦ διώρισται τοῖς τόποις;

Δήλου φανέντος, φησί, τοῦ ὄγκου τῆς γῆς μετὰ τοῦ συναπειλημμένου ὕδατος, τὸ ἐντεῦθεν μέχρι τῶν ἐσχάτων ἄστρων διάστημα ζητοῦμεν, τίνων 35 πεπλήρωται σωμάτων. ἐσχάτων δὲ ἄστρων ὁ μὲν Ἀλέξανδρος ἀκούει τῶν πρὸς ἡμᾶς ἐσχάτων, τουτέστι τῆς σεληνιακῆς σφαίρας. τοῦτο δὲ οὐκ [*](1 δὴ om. Arist. E 6. 7 ἀλλήλων ἀπέχοντας coll. a 7 λαβόντες ex λαβόντας corr. M1 13 Ἀρριανὸς] cf. F. Susemihl, Griech. Litt. d. Alex. 1 775 20 μεγέθους scripsi: μέγεθος libri 24 ἑαυτοῖς a: ex ἑαυτῆς corr. M1 27 post εἷς add. εἰς Ma Τὸ γε δὴ Μ: Τό τε δὴ a 30 κἂν εἰ Arist. Ἀλ.] 8,13)

16
ἔστιν ἀληθές· καὶ περὶ αὐτῶν γὰρ τῶν οὐρανίων ἐζήτησεν, εἴτε ὅλα συνέστηκεν 79r ἐκ πυρὸς εἴτε τὰ ἄστρα μόνα. ἐσχάτων οὖν ἄστρων ἀκουστέον τὸ μέχρι τῆς κυρτῆς ἐπιφανείας τῆς ἀπλανοῦς. τὸ δὲ καὶ μέχρι ποῦ διώρισται τοῖς τόποις φησίν, ὡς εἰ πλείω εἴη, ζητητέον μέχρι τίνος 5 ἕκαστον αὐτῶν τοῖς τόποις διώρισται.

[*](p. 339 b 21)

Ὁ γὰρ λεγόμενος αἰθὴρ παλαιὰν εἴληφε τὴν προσηγορίαν, ηγορίαν, ὃν Ἀναξαγόρας μὲν τῷ πυρὶ ταὐτὸν ἡγήσασθαί μοι δοκεῖ σημαίνειν· τά τε γὰρ ἄνω πλήρη πυρὸς εἶναι· κἀκεῖνος τὴν ἐκεῖ δύναμιν αἰθέρα καλεῖν ἐνόμισε, τοῦτο μὲν ὀρθῶς νομίσας· τὸ γὰρ ἀεὶ σῶμα θέον ἅμα καὶ θεῖόν τι τὴν φύσιν ἐοίκασιν ὑπολαβεῖν, καὶ διώρισαν ὀνομάζειν αἰθέρα τὸ τοιοῦτον ὡς ὂν οὐδενὶ τῶν παρ᾿ ἡμῖν τὸ αὐτό.

Εἰπὼν ὡσαύτως πάντα τὸν περὶ τὴν ἄνω φορὰν κόσμον τῶν παρ’ ἡμῖν μὲν εἶναι τὸν αὐτὸν οὐδενί, ἑτέρας δέ τινος οὐσίας τῆς κυκλοφορουμένης, καὶ ὅτι ἡ ὑπόληψις αὕτη καὶ τῶν προτέρων γέγονεν ἀνθρώπων, αὐτό γε τοῦτο διὰ τῶν προκειμένων κατασκευάζειν ἐπιχειρεῖ διὰ τῆς ἑτερότητος τοῦ ὀνόματος αὐτοῦ πρὸς τὰ λοιπά. ἀποδέχεται δὲ καὶ Ἀναξαγόραν οὕτως αὐτὸν ὀνομάζοντα, μέμφεται δὲ ὅτι παρὰ τὸ αἴθειν, τουτέστι καίειν, αἰθέρα καλεῖσθαι νενόμικε· τὰ γὰρ ἄνω, τουτέστι τὰ οὐράνια, πλήρη πυρὸς εἶναι λέγει. καίτοι γε οὐ μόνος αὐτός, ἀλλὰ καὶ Πλατῶν ταύτης ἐστὶ τῆς ὑπολήψεως ἐκ πυρὸς μὲν εἶναι τὰ ἄστρα λέγων, τὸν δὲ ὅλον οὐρανὸν ἐκ πλείστου μὲν πυρός, ὀλίγων δὲ τῶν ἄλλων. καὶ Ἡράκλειτος δὲ τῆς τοιαύτης ὑπολήψεως ἦν· οὐδεὶς δὲ τῶν πρὸ Ἀριστοτέλους ἑτέρας οὐσίας εἶναι σώματος τὸν οὐρανὸν εἰρηκὼς φαίνεται. τὴν αὐτῷ οὖν καινοτομηθεῖσαν δόξαν τοῖς πρὸ αὐτοῦ περιτίθησι μάτην. ἔστι δὲ μὴ παρὰ τὸ αἴθειν· καίτοι γε τὰ τῆς ἐτυμολογίας ἐγγίζει μᾶλλον ἐκείνῳ. τοῦτο δέ πως ἕτερον αὐτὸν δείκνυσι τῶν παρ’ ἡμῖν· οὐ γὰρ ἀπὸ τῆς οὐσίας ἡ τοῦ ὀνόματος θέσις, ἀλλ’ ἀπὸ τοῦ ἀεὶ κινεῖσθαι γέγονεν. οὐκ ἀναγκαίως | οὖν ἐκ τοῦ ὀνόματος ἕτερον εἶναι τὸν οὐρανὸν τῶν παρ’ ἡμῖν [*](79v) ὑπονοεῖν αὐτοὺς κατεσκεύασε. τὰς δὲ ἀπὸ τῆς κυκλοφορίας ἐν τῷ πρώτῳ τῶν Περὶ οὐρανοῦ διεσκευασμένας ἐπιχειρήσεις αὐτῷ τοῦ πέμπτης εἶναι σωμάτων οὐσίας τὸν οὐρανὸν ἐν ἑτέροις διελευσόμεθα.

[*](p. 339 b 21)

Οὐ γὰρ δὴ φήσομεν ἅπαξ οὐδὲ δὶς οὐδ’ ὀλιγάκις τὰς αὐτὰς δόξας ἀνακυκλεῖν γινομένας ἐν τοῖς ἀνθρώποις, ἀλλ’ ἀπειράκις.

Συμφώνως μὲν τοῦτο τῇ αὐτοῦ δόξῃ γέγραφεν ἄναρχον εἶναι τὸ πᾶν [*](6 παλαιὰν εἴληφε] πάλαι ἄν ἔλαβε Ma 7 ὃν] ἢν Arist. EF: ἢν καὶ Arist. ΗΝ 9 ἐκεῖ] ἐκείνου Ma post μὲν add. οὖν Ma 10 τι om. Ma 11 ὑπολαμβάνειν Ma διώρησαν M 12 ὂν om. Ma 17 post λοιπὰ add. ὡς γὰρ μηδενὶ τῶν ἄλλων τῶν παρ’ ἡμῖν οὐδὲ ἕν V 18 αὐτὴν M 20 Πλατῶν] cf. Tim. p. 63 B 25 πρὸ om. a 27 ἀπὸ] ἐκ Ma 30. 31 ἐν τῷ πρώτῳ τῶν Περὶ οὐρανοῦ] Α 2. 3)

17
καὶ ἀγένητον ὑποτιθέμενος, οὐκ ᾔσθετο δὲ τοῖς ἑαυτοῦ περιπίπτων [*](79v) δικτύοις. εἰ γὰρ ἀπειράκις διὰ τὸ ἀρχὴν τοῦ εἶναι μὴ ἔχειν τὸν κόσμον αἱ αὐταὶ γίνονται δόξαι, καὶ οὐκ ἀπειράκις μόνον, ἀλλὰ καὶ τοὐ ἀπείρου πολλαπλασιόνως τὰς αὐτὰς ἀνακυκλεῖσθαι δόξας ἀνάγκη. οὐ γὰρ μέχρις Ἀριστοτέλους ἀπειράκις αἱ αὐταὶ δόξαι ἀνεκυκλήθησαν, ἀλλὰ καὶ πρὸ αὐτοῦ λίαν χρόνον πολὺν ἀπειράκις ἦσαν ἀνακυκληθεῖσαι· εἰ γὰρ μὴ ἀπειράκις, ἀρχὴν ἔσχε τὸ πᾶν. εἰ δὲ ἔσχεν ἀρχήν, ὁποῖον ἂν χρόνου μόριον τοῦ παρεληλυθότος λάβοις ἀναποδίζων, ἐπ’ ἄπειρον τὰς αὐτὰς ἀνάγκη πάντως ἀπειράκις ἀνακυκληθῆναι μέχρις ἐκείνου δόξας, οὐ μόνον ὅτι ἄναρχος, ἀλλ’ ὅτι καὶ ἀρχὴν ἔσχεν ὁ κόσμος· καὶ οὕτως ὁ ἑκάτερον δοξάζων ὁμοίως ἐκ τοῦ χρόνου τὸ ἀξιόπιστον ἕξει. δεύτερον εἰ ἄπειρον τὸ παρῳχημένον, προστιθεμένων τῶν ἐφεξῆς αὔξεσθαι τὸ ἄπειρον ἀνάγκη καὶ μηδέποτε λήγειν αὐξόμενον τοῦ χρόνου προἰόντος ἐπ’ ἄπειρον. εἰ οὖν καὶ αὐτὸ μόνον τὸ γεγονέναι τὸ ἄπειρον ἀδύνατον, ὡς αὐτὸς ἔδειξε, πολλῷ μᾶλλον ἀδυνατώτερον τοῦ ἀπείρου μεῖζόν τι γίνεσθαι καὶ ἀπειρότερον. εἰ οὗν ἀδύνατον ἀπειράκις τὰς αὐτὰς ἀνακυκλεῖσθαι δόξας, οὐδεὶς δὲ τῶν πρὸ αὐτοῦ τὴν δόξαν φαίνεται ταύτην προϋποθέμενος, πρῶτος ἄρα ταύτης Ἀριστοτέλης κατήρξατο. ὅτι μὲν οὖν ἑαυτῷ περιπέπτωκεν ἐναργῶς ἐδείχθη· διὰ τούτων δ’ ὅμως ὡς ἀρχαιοτέρα ἐστὶ δόξα τὸ ἑτέρας οὐσίας εἶναι τῶν ὑπὸ σελήνην τὸν οὐρανὸν καὶ ὥς ἐστιν ἀίδιος συλλογίσασθαι βούλεται. τοῦτο γὰρ περὶ αὐτοῦ φησιν· οἱ πρὸ ἡμῶν ὑπολαμβανοντες αἰθέρα τοῦτο τὸ σῶμα προσαορεύουσιν ἐκ τοῦ ἀεὶ θέειν καὶ παῦλαν τῆς κινήσεως μὴ ἔχειν καὶ θεῖον εἶναι οὕτως αὐτὸν ὀνομάσαντες, ὅπερ οὐδενὶ τῶν ὑπὸ σελήνην ἁρμόζει, τὸ ἀεὶ καὶ ἀπαύστως κινεῖσθαι. ταύτης δὲ χρόνῳ, φησί, τῆς δόξης ἀφανισθείσης τὸ ὄνομα μεμένηκεν ἐπ’ ἄλλην σημασίαν, τὸ αἴθειν, ὑπὸ τῶν ὕστερον γενομένων μετενεχθέν, ὡς πῦρ ὄντα τὴν οὐσίαν. οὐ γὰρ μόνον πόλεις τε καὶ ἔθνη, φησίν, ἀρχὰς καὶ τέλη λαμβάνουσιν, ὡς εἰς παντελῆ λήθην ἐκπεσεῖν, ἀλλὰ καὶ δόξαι καὶ τέχναι καὶ ἐπιστῆμαι τοῦτο πάσχουσιν, ἃς συμβαίνει πάλιν ἀνακυκλεῖσθαι τῷ μακρῷ χρόνῳ. καὶ γὰρ ἡ μουσικὴ καὶ ἡ ἀνδριαντοπλαστικὴ καὶ ἕτεραί τινες εὕρηνται μὲν ὑπὸ τῶν πρὸ ἡμῶν, ἠμβλύνθησαν δὲ νῦν καὶ τῷ χρόνῳ πάλιν ἴσως ἀκμάσουσιν· εἰκὸς οὖν καὶ τὰς περὶ τῶν πραγμάτων δόξας τὸ αὐτὸ πάσχειν. λέγουσι δὲ καὶ Ἀλέξανδρον ἐξ Ἰνδῶν Ἀριστοτέλει γράψαι, ὡς ἕτεροί φασιν, ἐκ Βαβυλῶνος ὡς καὶ οἱ ἐνταῦθα σοφοὶ σώματος ἑτέρου φασὶν εἶναι τὸν οὐρανόν. τοῦτο μὲν οὖν ὅπως ἀληθείας ἔχει, λέγειν οὐκ ἔχω· παρ’ Ἐλλησι δὲ τοῦτο φρονῶν φαίνεται τῶν πρὸ Ἀριστοτέλους οὐδείς. ὁ Πλατῶν ἐν τῷ Κρατύλῳ‘ περὶ ὀρθότητος ὀνομάτων διαλεγόμενος τὸν αἰθέρα παρὰ τὸ ἀεὶ θεῖν ἠτυμολόγηκε. τοὺς γὰρ μετὰ τὸν κατακλυσμόν φησιν ὑπολειφθέντας ἐν τοῖς ὑψηλοτάτοις διάγειν ὄρεσι καὶ τέως βοσκηματώδη βίον [*](1 ἀγέννητον a 4 πολλαπλασιόνως scripsi: πολλαπλάσιον ὡς libri 7 post δὲ add. μὴ V χρόνου scripsi: χρόνον libri 13 αὐξόμενον om. M 24 σελήνης a 29 πόλιν M 30 καὶ post μουσικὴ om. M ἡ post καὶ om. V ἡ ἀνδριαντοπλαστικὴ in marg. add. M ηὕρηνται M 37 ἐν τῷ Κρατύλῳ] p. Β 38 φησιν] cf. Cratyl. p. 397 C Comment. in Arist. XIV 1. Philop. Meteor. 2)
18
ζῆν καὶ περὶ τὴν συλλογὴν ἐνασχολεῖσθαι καὶ μόνον τῶν τροφῶν καὶ τῶν [*](79v) ἄλλων τῶν πρὸς τὸ ζῆν ἀναγκαίων, ἀνανήψαντας δὲ τῷ χρόνῳ μικρὸν ἐκ τῆς τοῦ κατακλυσμοῦ ταραχῆς εἰς ἔννοιαν ἐλθεῖν τοῦ εἶναί τι τῶν φαινομένων αἴτιον· κατανοήσαντες δὲ τὰ οὐράνια καὶ ἀεὶ ταῦτα κινούμενα βλέποντες αἰθέρα καὶ θεὸν αὐτὰ ὠνόμασαν, τὸ μὲν παρὰ τὸ αἴθειν, τὸ δὲ παρὰ τὸ ἀεὶ θέειν. καὶ ἐπειδὴ τοῦτον μὲν ἑώρων μήτε γινόμενον μήτε φθειρόμενον, τῇ κινήσει δὲ αὐτοῦ τὰ ἐντὸς μεταβάλλοντα, αἴτιον εἶναι τούτων καὶ δημιουργὸν ὑπετόπασαν. εἶτα τοῦ λόγου κατὰ μέρος προἰόντος ἐπὶ τὸ λεπτότερόν τε καὶ ζητητικώτερον καὶ αὐτοῦ λοιπὸν τοῦ οὐρανοῦ τὸ αἴτιον τῆς τοιᾶσδε κινήσεως τε καὶ διαμονῆς περιεργαζόμενοι ἐπὶ ἰὴν ἀφανῆ καὶ ἀσώματον μετῆλθον αἰτίαν· μηδὲ γὰρ ἂν διαρκεῖν ἐς ἀεὶ σῶμα ὄντα πεπερασμένον μένειν τε καὶ κινεῖσθαι μὴ ὑπὸ δυνάμεως ἀπείρου συνεχόμενον ἀσωμάτου πάντως, οὐχ ὁρωμένης μέν, ἐκ δὲ τῶν ἔργων αὐτῆς νοουμένης· μὴ γὰρ εἶναι δύναμιν ἐν σώμασιν ἄπειρον· καὶ οὕτως ανέδραμον ἐπὶ τὴν μίαν τῶν πάντων ἀρχὴν κἀκείνην τῷ ὀνόματι τοῦ τῶν φαινομένων κρείττονος θεῖον ὠνόμασαν.

[*](p. 339 b 30)

Ὅσοι δὲ πῦρ καθαρὸν εἶναί φασι τὸ περιέχον καὶ μὴ μόνον τὰ φερόμενα σώματα, τὸν δὲ μεταξὺ γῆς καὶ τῶν ἄστρων ἀέρα, θεωρήσαντες ἂν τὰ νῦν δεικνύμενα διὰ τῶν μαθημάτων ἱκανῶς ἴσως ἄν ἐπαύσαντο τῆς παιδικῆς ταύτης δόξης· λίαν γὰρ ἁπλοῦν τὸ νομίζειν μικρὸν τοῖς μεγέθεσιν εἶναι τῶν φερομένων ἕκαστον, ὅτι φαίνεται θεωροῦσιν ἡμῖν ἐντεῦθεν οὕτως.

Ὀτι μὴ ἐκ πυρὸς μόνου συνέστηκε τὸ ἀπὸ τῆς γῆς μέχρι τῆς ἀπλανοῦς, διὰ τῶν ἐν ἀστρονομίᾳ δειχθέντων παρίστησιν. εἰ γάρ τις ἐννοήσειε, φησί, τὴν ὑπερβολὴν τῶν περιεχόντων τὴν γῆν σωμάτων, ῥᾳδίως ἂν συλλογίσαιτο μὴ δύνασθαι πυρὸς ἅπαν εἶναι τὸ περιέχον αὐτήν, ἀσυμμέτρου πρὸς αὐτὴν οὔσης τῆς ὑπερβολῆς τοῦ μεγέθους τῶν περιεχόντων αὐτήν. ὅτι γὰρ βραχυτάτη ἐστὶ καὶ τὸ μηδὲν σχεδὸν πρὸς τὸν ἔσχατον οὐρανόν, δείκνυται μὲν διὰ τῶν ἀστρονομικῶν ἐναργῶς μεθόδων, οὐχ ἥκιστα δὲ καὶ ἐκ τοῦ μικρὰ τῆς γῆς διαστήματα μεγάλας ἡμῖν πρὸς | τὰ φαινόμενα τὰς διαφορὰς ποιεῖν. οἱ γὰρ ἐν Βυζαντίῳ φέρε τῶν ἀστέρων ἀφανεῖς ἐν Ἀλεξανδρείᾳ φαίνονται, ὡς ὁ καλούμενος Κάνωβος ὑπὸ ποσὶν Ὠρίωνος ὤν, πρὸς αὐτῷ κείμενος τῷ νοτίῳ ὁρίζοντι. λαμπρότατος δ’ ἐστὶ καὶ τοῦ κυνὸς μείζων τε καὶ φανότερος, καὶ ταῦτα περὶ αὐτὸν ὢν τὸν ὁρίζοντα καὶ δι’ ὀμιχλώδους ἀέρος φαινόμενος, ἀλλ’ ὅμως τῇ ὑπερβολῇ τῆς λαμπρότητος ἀμφήριστός ἐστι τῷ κυνί. ἐξ οὗ δῆλον ὡς ἐν ἐν Ἑλλάδι ὢν ἠγνόησε [*](2 ἀνανήψαντας scripsi: ἀνανήψαντες libri 6 τοῦτον] τοῦτο V 8 ὑπετώπασαν M 9 ζητικώτερον M 16 κρείττονι a θεῖν Ma 18 τὸν δέ Ma: τὸ δὲ V et Arist. codd., sed cf. p. 21,40 et 22,12 20 τῆς παιδικῆς ταύτης V Arist. F: ταύτης τῆς παιδικῆς Ma Arist. H: ταύτης om. Arist. EN 22 οὕτως] ἴσως Ma 20 ἅπαν om. a τὸ περιέχον —σχεδὸν πρὸς (28) om. a 30 πρὸς τὰ φαινόμενα scripsi: προσαποφαινόμενα libri 32 ὑπὸ τοῖς ποσὶ Ma 34 φανώτερος a 36 ἀμφήριστος scripsi: ἀμφίπρηστος MV: ἀμφίπριστος a)

19
τοῦτον ὁ ποιητὴς περὶ τοῦ κυνὸς εἰπὼν “ὅν τε κύν’ Ὠρίωνος ἐπίκλησιν [*](80r) καλέουσι. λαμπρότατος μὲν ὅ γ’ ἐστί.” πάλιν ἡ ἄρκτος ἐν Βυζαντίῳ φαινομένη μετέωρος λίαν, ὡς δοκεῖν σχεδὸν μεσουρανεῖν, ἐν Ἀλεξανδρείᾳ μὲν παραξέει τὸν ὁρίζοντα, ἐν δὲ τῇ Διοσπόλει πολλοὶ ταύτης ἀστέρες δύνουσιν· ὅπερ οὐκ ἄν συνέβαινεν, εἰ μὴ μικρόν τι τὸ τῆς γῆς μέγεθος ἦν. καὶ τί λέγω μέγεθος, ὅτε πρὸς τὴν ὑπερβολὴν τοῦ μεγέθους τῆς ἐξωτάτω σφαίρας σημείου καὶ κέντρου λόγον ἔχουσα δείκνυται πρὸς αὐτήν; ἔστω γὰρ κύκλος ὁ ΑΒΓ, κέντρον δὲ αὐτοῦ ‘τὸ Δ καὶ διάμετρος ἡ ΑΕ. αὕτη πάντως εἰς δύο τὸν κύκλον ἴσα τέμνει ἡμικύκλια. καὶ ἄλλος δὲ κύκλος περὶ τὸ αὐτὸ κέντρον γραφέσθω ἐλάσσων τοῦ ἐκτὸς δηλονότι. ἔστω δὲ ὁ μὲν ἐκτὸς ἡ ἀπλανής, ὁ δὲ ἐντὸς ἡ γῆ † τῇ ἐπιφανείᾳ τῆς γῆς οὔσης. εἰ ἐξ αὐτῆς εὐθεῖαν ἐξαγάγῃς ἐπί τε τὸν ἀνατολικὸν ὁρίζοντα καὶ ἐπὶ τὸν δυτικὸν τὴν ΖΗ, διαιρήσει [καὶ γὰρ] τὴν ἀπλανῆ εἰς δύο τμήματα ἄνισα, ἔλαττον μὲν ἡμικυκλίου τὸ ὑπὲρ γῆν, εἰ τύχοι, ζῳδίων πέντε, μεῖζον δὲ τὸ ὑπὸ γῆν οἷον ἑπτά, ἡ ὅπως ἂν τύχοιεν, τὸ μὲν ὑπὲρ γῆν τὸ ZBH, τὸ δὲ ὑπὸ γῆν τὸ ΖΓΗ. ἡ μὲν οὖν διὰ τοῦ κέντρου, ἐπειδὴ μηδένα λόγον ἔχει τὸ ἀμερὲς πρὸς τὸ μέγεθος, εἰς δύο ἴσα διεῖλε τὸν; τὸν ἔξωθεν κύκλον, ἡ δὲ τῆς ἐπιφανείας τοῦ ἐντὸς ἀχθεῖσα κύκλου εἰς ἄνισα. οὐκοῦν εἰ ἐν λόγῳ τινὶ τὸ μέγεθος ὑπῆρχε τῆς γῆς πρὸς τὴν ἀπλανῆ, πᾶσα ἦν ἀνάγκη ἔλαττον εἶναι ἡμικυκλίου τὸ ὑπὲρ γῆν τοῦ οὐρανοῦ καὶ ὑφ’ ἡμῶν ὁρώμενον. εἰ δὲ ἐν παντὶ καιρῷ ἓξ ὁρῶμεν ἀκριβῶς ζῴδια ὑπὲρ γῆν, δῆλόν ἐστιν ὅτι ὥσπερ οὐδέν λόγον ἔχει τὸ κέντρον πρὸς τὴν ἀπλανῆ, οὕτως οὐδέ ἡ γῆ πρὸς αὐτὴν ἔχει, καίτοι μεγίστη οὖσα καὶ διὰ τὸ μέγεθος ἤπειρος οἱονεὶ ἄπειρος ὀνομαζομένη, οἷόν ἐστι τὸ “ἤπειρον εἰς ἄπειρον εἰσεπλεύσαμεν”. ὅθεν οὐδὲν ἀποκρύπτει τῆς ἀπλανοῦς, ὡς οὐδὲ τὸ ἀμερὲς σημεῖον· εἰ γὰρ εἶχε λόγον τινὰ τὸ μέγεθος πρὸς τὴν ἀπλανῆ, ἔλαττον τὸ ὑπὲρ γῆν ἡμικυκλίου ὁρᾶν ἐμέλλομεν, τοῦ λοιποῦ μορίου τοῦ τὸ ἄνω πληροῦντος ἡμικύκλιον ὑπὸ τοῦ μεγέθους τῆς γῆς καλυπτομένου, οἷόν ἐστιν ἐπὶ τῶν καταγραφέντων κύκλων ἐν μὲν τῷ ἀνατολικῷ ὁρίζοντι τὸ ἀπὸ τοῦ Α ἕως τοῦ Z, ἐν δὲ τῷ δυτικῷ τὸ ἀπὸ τοῦ E ἕως τοῦ H. εἰ οὖν τὸ μηδὲν ἡ γῆ πρὸς τὸν ἔξωθέν ἐστιν οὐρανόν, οὐκ εὔλογον τὸ ζητεῖν, εἴ τινων ἀστέρων ἐστὶν ἐλάττων, ἀλλ’ εἴ τινων ὅλως ἐστὶ μείζων. ὁ γοῦν ἥλιος ἑκατονταεβδομηκονταπλασίων αὐτῆς εἶναι δείκνυται παρὰ τοῖς μαθηματικοῖς. καὶ τὸν κύνα δέ φασιν αὐτῆς ὑπάρχειν μείζονα, διὰ δὲ τὴν ὑπερβολὴν τοῦ ἀποστήματος μικρὸν οὕτω φαίνεσθαι ὡς καὶ ἡ τοὺ ἡλίου διάμετρος ποδιαία τις εἶναι σχεδὸν τοῖς ὁρῶσι δοκεῖ, καὶ ταῦτα τῆς ἡλιακῆς σφαίρας πολλῷ κατωτέρω τῆς ἀπλανοῦς ὑπαρχούσης. δείκνυται γάρ, φασί, διὰ τῶν μαθημάτων τοῦ διαστήματος τοῦ ἀπὸ τοῦ κέντρου τῆς γῆς μέχρι τῆς κυρτῆς [*](1, 2 ὅν τε—ὅ γ᾿ ἐστί] Il. X 29. 30 διὸς πόλει M 7 καὶ om. M ὁ ἀπλανής Ma τῇ ἐπιφανείᾳ—οὔσης depravata sunt 13 τὸν ζη Ma διαιρήσει om. a καὶ γὰρ delevi 17 ἔξωθεν scripsi: ἔσωθεν libri 19 post ἀνάγκη add. ἢ a 21 καιρῶ ἐξορῶμεν Ma 24 ἤπειρον—εἰσεπλεύσαμεν] cf. Nauck, Trag. Gr. fragm. p. 682 (Eurip. fr. 110) εἰσεπλεύσαμεν] ἐξεπλεύσαμεν Anecd. Paris, vol. 4 p. 183,11: ἐκβάλλων πόδα Suidas s. v. ἤπειρος 25. 26 οὐ γὰρ εἶχε M: οὐ γὰρ εἰ εἶχε a 28 καλυπτόμενον V 31 ἄλογον a)
20
ἐπιφανείας τῆς σεληνιακῆς σφαίρας τὸ ἀπὸ ταύτης μέχρι τοῦ ἡλίου διατεῖνον [*](80r) ἔλαττον μὲν εἶναι ἢ εἰκοσαπλάσιον, μεῖζον δὲ ἢ ἐννεακαιδεκαπλάσιον. ὥστε τὸ ὅλον στερεὸν τὸ ἀπὸ τῆς σελήνης μέχρι τοῦ ἡλίου τοῦτον ἔχει τὸν λόγον πρὸς τὸ ἀπὸ τῆς σελήνης μέχρι τῆς γῆς, ὃν ἔχει τὰ ὀκτακισχίλια πρὸς τὸ ἕν. μετρεῖται γὰρ πᾶν στερεὸν τοῦ μήκους ἐπὶ τὸ πλάτος πολυπλασιασθέντος καὶ τοῦ γενομένου ἀριθμοῦ ἐπὶ τὸ βάθος πάλιν πολυπλασιαζομένου. οἷον ὡς ἐπὶ κύβου, ·εἰ δύο πήχεων ἡ πλευρὰ εἴη τούτου, δύο ἐπὶ δύο πολυπλασιάζων ποιεῖς τέσσαρα, καὶ τὰ τέσσαρα πάλιν ἐπὶ τὸ βάθος καὶ αὐτὸ δύο πήχεων ὑπάρχον, καὶ γίνεται ὁ κύβος ὅλος ὀκτὼ πήχεων στερεῶν. ἐπεὶ οὖν ἑνός τινός ἐστι τὸ ἀπὸ τῆς γῆς μέχρι τῆς σελήνης, καὶ τὸ ὅλον αὐτοῦ στερεὸν ἑνὸς ἔσται· ἅπαξ γὰρ ἓν πάλιν γίνεται ἕν, καὶ τοῦτο ἐπὶ τὸ βάθος ἑνὸς ὂν πάλιν ὁμοίως γίνεται ἓν τῷ βάθει. τὸ δὲ ἀπὸ σελήνης μέχρις ἡλίου ἐπειδὴ τοσούτων ἐστὶν εἴκοσιν, εἰκοσάκις τὰ εἴκοσι τετρακόσια γίνεται, καὶ ταῦτα ἐπὶ τὰ εἴκοσι τοῦ βάθους πολυπλασιαζόμενα ποιεῖ τὰ ὀκτακισχίλια. οὐκοῦν ὃν λόγον ἔχει τὰ ὀκτακισχίλια πρὸς τὸ ἕν, τοῦτον ἔχει τὸν λόγον πρὸς τὸ ἀπὸ τοῦ κέντρου τῆς γῆς μέχρι τῆς σελήνης τὸ ἀπὸ τῆς σελήνης μέχρι τοῦ ἡλίου. τούτων οὕτως ἐχόντων τὸ ἀπὸ τοῦ ἡλίου μέχρι τῆς ἀπλανοῦς εἰς ἄπειρον ἀνάγκη σχεδὸν ἐκτείνεσθαι μέγεθος, ὅπερ διὰ τὴν ὑπερβολὴν οὐδὲ μετρηθῆναι ὑπὸ τῶν ἀστρονομικῶν δεδύνηται μεθόδων. ὅτι δὲ πολλῷ μείζων τῆς γῆς ἐστιν ὁ ἥλιος, ὡς ἄν εἴη δυνατὸν δίχα τῶν μαθηματικῶν μεθόδων, δεικνύειν πειράσομαι. προδεικνύσθω δὲ συντόμως ἡμῖν ὅτι σφαιροειδὲς ἡ γῆ τὸ σχῆμα ἔχει τὸν τρόπον τοῦτον· ἡ νὺξ οὐδὲν ἄλλο ἐστὶν ἢ σκίασμα γῆς· ἐν ᾧ γὰρ ἄν μέρει τῆς γῆς τὰς ἀκτῖνας ὁ ἥλιος προσβάλῃ, κατὰ τὸ ἀντικείμενον τοῦ φωτίζοντος μέρος ἡ σκιὰ γίνεται. καὶ τοῦτο καὶ ἐκ τοῦ λυχνιαίου φωτὸς καὶ ἐκ τῆς σκιᾶς τῶν σωμάτων ὁρᾶν πάρεστιν ἐναργῶς. οὐδὲν δὲ σῶμα φωτιζόμενον κυκλοτερῆ πανταχόθεν ποιεῖ τὴν σκιάν, εἰ μὴ τὸ σφαιροειδὲς καὶ μόνον. προσπίπτουσαι γὰρ αἱ ἀκτῖνες τοῦ φωτίζοντος ταῖς τοῦ φωτιζομένου πλευραῖς ὁμοιόσχημον αὐτῷ τὴν σκιὰν ἀποτελοῦσιν. διὸ καὶ κυλίνδρου τὸ φωτιζόμενον, εἰ μὲν ἐκ τῆς βάσεως προσείη τὸ φῶς, κυκλοτερῆ σκιὰν ἀποτελεῖ διὰ τὸ κυκλοτερὲς εἶναι τῶν περάτων ἑκάτερον· εἰ δὲ ἐκ τῶν πλαγίων ἐπὶ τὸ μῆκος προσίοι τὸ φῶς τοῦ κυλίνδρου, παραλληλόγραμμον ποιεῖ τὴν σκιὰν ὑπὸ παραλ|λήλων εὐθειῶν περιγραφομένην· [*](80v) κατὰ μίαν γὰρ εὐθεῖαν τοῦ κυλίνδρου προσπιπτουσῶν τῶν ἀκτίνων ἀπασῶν, ἀνάγκη καὶ ἀντικειμένην τῷ φωτιζομένῳ σκιὰν ὑπ’ εὐθειῶν περιέχεσθαι. μόνον οὖν, ὡς εἴρηται, τὸ σφαιρικὸν σχῆμα κατὰ πᾶν μέρος αὐτοῦ κυκλοτερῆ τὴν σκιὰν ἀποτελεῖ. τοιαύτη δ’ ἐστὶν ἡ ἀπὸ τῆς γῆς ἀποτελουμένη σκιά, διόπερ ἐν ταῖς ἐκλείψεσιν αὐτῆς ἡ σελήνη, ἀφ’ οἱουδήποτε μέρους [*](7 ἡ πλευρά—δύο πήχεων (9) om. M 9 κύβος scripsi: κύκλος libri 13 τοσούτων scripsi: τοιοῦτον libri εἴκοσιν om. a 19 ἐκτίνεσθαι M 23 post τοῦτον add. ὅτι Ma 24 ἄν supra vers. M 25 μέρους M 27 πανταχόθεν om. V 29 διὸ—ἑκάτερον (31) om. a 30 κυλίνδρου scripsi: κυλινδρεῦσι MV post μὲν add. οὖν MV, sed del. V 32 προσίῃ a 36 μόνον οὑν] καὶ μονονοὺ Ma)
21
ἐκλείπειν ἄρξεται, εἴτε ἐκ τοῦ ἀνατολικοῦ εἴτε ἐκ τοῦ δυτικοῦ εἴτε ἐξ ὁτουοῦν [*](80v) ἄλλου, κατὰ κυκλοτερῆ γραμμὴν ἐκλιμπάνουσα φαίνεται, ὡς ὅτε μηνοειδὴς γίνεται, καὶ οὐδαμοῦ κατ’ εὐθεῖαν, οἵα ἐστὶν ἐν τῇ διχοτόμῳ, ὡς πανταχόθεν τῆς σκιᾶς οὔσης κυκλοτεροῦς. οὐδέποτε γάρ, ὡς εἶπον, τὸ γινόμενον αὐτῆς μέρος ἀφώτιστον ἐκ τῆς ἐμπτώσεως τῆς εἰς τὸ σκίασμα τῆς γῆς κατ’ εὐθεῖαν γραμμὴν ἐκ τοῦ πεφωτισμένου τεμνόμενον φαίνεται. δῆλον οὖν ὡς ἡ τὸ σκίασμα ποιοῦσα γῆ σφαιροειδὲς ἔχει τὸ σχῆμα. τούτου δεδειγμένου προειλήφθω κἀκεῖνο ὡς ὅταν σφαῖρα ὑπὸ σφαίρας φωρίζηται, εἰ μὲν ἴση εἴη ἡ φωτιζομένη τῇ φωτιζούσῃ, κυλινδροειδὴς ἡ σκιὰ γίνεται, τῶν ἀκτίνων κατ’ εὐθείας ἀπαρεγκλίτους προσπιπτουσῶν τῷ φωτιζομένῳ, ὡς μήτε συννεύειν προϊούσας μήτε τοὔμπαλιν ὑπτιάζεσθαι· διόπερ κύλινδρος ἡ σκιά. εἰ δὲ ἔλαττον εἴη τοῦ φωτιζομένου τὸ φωτίζον, τῶν ἀκτίνων ἐζωθουμένων ὑπὸ τοῦ φωτιζομένου καὶ κλωμένων ὑπτίων ἐφ’ ἑκάτερα καὶ οὕτως ἐπὶ τὸ πρόσω φερομένων καὶ διὰ τὴν κλάσιν πρόσω προϊοῦσαν εὐρυνομένων, καὶ εἰς μείζονα τὴν μεταξὺ διάστασιν ἀεὶ χωρούσης αὐτῶν τῆς σχίσεως μέχρι τῆς αὐτῶν συνεμπτώσεως, συμβαίνει καλαθοειδὲς τῆς σκιᾶς γίνεσθαι τὸ σχῆμα ἐκ μικροτέρου πυθμένος εὐρυνομένης μέχρι τῆς τῶν ἀκτίνων συμπτώσεως. εἰ δὲ τοὔμπαλιν τὸ φωτίζον μεῖζον εἴη τοῦ φωτιζομένου, τῶν ἀκτίνων ῥεουσῶν ὑπὲρ τὸ φωτιζόμενον καὶ κατὰ μικρόν, ὅσον προβαίνουσι, συμβαινουσῶν εἰς ἀλλήλας, ἕως ἄν τελείως συμπέσωσι, κῶνος ἡ σκιὰ γίνεται. ὁ δὲ κῶνος κυκλοτερῆ μὲν ἔχει τὴν βάσιν, ἐκ ταύτης δὲ πρόεισιν εἰς ὕψος κατὰ μικρὸν δι’ ἀναλογίας ἐν τῇ προόδῳ στενούμενος, ἄχρις ἂν εἰς σημεῖον τὴν ἑαυτοῦ κορυφὴν ἀποτελευτήσῃ. ὅτι δὲ κωνοειδές ἐστι τὸ σκίασμα τῆς γῆς, πάλιν αἱ τῆς σελήνης δεικνύουσιν ἐκλείψεις. εἰ μὲν γὰρ περιγειοτέρα οὖσα τελείως ἐκλίποι, πλείονα χρόνον τελείως ἀφώτιστος μένει, ὡς εὐρυτέρῳ μέρει τοῦ κώνου προσπίπτουσα, εἰ δὲ ἀπόγειος, ἐλάττονα· ὡς γὰρ στενωτέρᾳ προσβαλοῦσα τῇ σκιᾷ θᾶττον αὐτὴν παραλλάττει. ἔχει γὰρ ὁ τῆς σκιᾶς δηλονότι κῶνος τὴν μὲν βάσιν πρὸς αὐτῇ τῇ γῇ, ὑπερεκπίπτων δὲ τὴν σεληνιακὴν σφαῖραν τὴν κορυφὴν αὐτοῦ τῇ Ἑρμαϊκῇ προσβάλλουσαν ἔχει· εἰ μὴ γὰρ ὑπερέπιπτε τὴν σεληνιακήν, οὐκ ἔμελλεν εἰς αὐτὸν ἐμπίπτειν ἡ σελήνη πᾶσα καὶ χρόνον διατρίβειν ἀφώτιστος, διὰ τὸ τῆς σκιᾶς πλάτος τοῦ λεπτοτάτου μέρους τοῦ κώνου περαιτέρω ταύτης κεχωρηκότος. εἰ οὗν κῶνός ἐστιν ἡ σκιὰ τῆς γῆς, πολλῷ ἄρα ἐστὶ τοῦ ἡλίου ἐλάττων ἡ γῆ. τίς οὖν ἂν εἴη τῷ ἔξωθεν οὐρανῷ παραβαλλομένη, εἰ μὴ τῷ ὄντι σημείῳ; διὰ μὲν οὖν τούτων ἡ τοῦ μεγέθους τῶν περιεχόντων σωμάτων ὑπερβολὴ πρὸς τὴν ἀπὸ τῆς γῆς καὶ τοῦ ὕδατος ἀποτελουμένην σφαῖραν ἐδείχθη. τί δέ ἐστι τὸ ἐκ τούτου τῷ φιλοσόφῳ συγκατασκευαζόμενον, ἴδωμεν τὴν λέξιν αὐτοῦ πάλιν ὑπομνήσαντες· οσοι δὲ πῦρ καθαρὸν εἶναί φασι τὸ περιέχον καὶ μὴ μόνον τὰ φερόμενα σώματα, τὸν δὲ μεταξὺ γῆς καὶ τῶν ἄστρων ἀέρα, θεωρήσαντες ἂν τανῦν δεικνύμενα διὰ τῶν μαθημάτων ἱκανῶς [*](11 συνεύειν Ma 18 μεῖζον om. M 25 ἐκλείποι Ma 27 προβαλοῦσα a 40 ἄστρων] ἄ ineunte v. om. M 41 ἂν τὰ] αὑτὰ V)
22
ἴσως ἄν ἔπαύασντο ταύτης τῆς παιδικῆς δόξης· λίαν γὰρ ἁπλοῦν [*](80r) τὸ νομίζειν μικρὸν τοῖς μεγέθεσι τῶν φερομένων εἰναι ἕκαστον, ὅτι φαίνεται θεωροῦσιν ἐντεῦθεν ἡμῖν οὕτως. ὁ μὲν Ἀλέξανδρος ζητεῖν ἐνταῦθά φησι τὸν φιλόσοφον, εἰ τὰ οὐράνια πάντα πυρός εἰσι καθαροῦ καὶ μὴ τὰ ἄστρα μόνον (τὰ γὰρ φερόμενα σώματα λέγειν τὰ ἄστρα), ἀλλὰ καὶ τὰ μεταξὺ τῶν ἄστρων διαστήματα· τοῖς γὰρ τοῦτο λέγουσιν ἕπεσθαι τὸ πάντα τὰ μετὰ τὴν γῆν καὶ τὸ ὕδωρ μέχρι τῆς σφαίρας τῆς σεληνικῆς ἀέρα λέγειν. ἐμοὶ δὲ οὐ δοκεῖ τοῦτο δηλοῦν ἡ λέξις, ἀλλὰ τὸ μετὰ τὴν γῆν ὅλον συνειλημμένου δηλονότι τοῦ ὕδατος μέχρι τοῦ ἐσχάτου οὐρανοῦ. τί γάρ φησι; καὶ μὴ μόνον τὰ φερόμενα σώματα, τουτέστι πάντα τὰ κυκλοφορούμενα (κυκλοφορεῖται δὲ καὶ τὰ ἄστρα καὶ ὁ πᾶς οὐρανός), ἀλλὰ καὶ τὸν μεταξὺ τῆς γῆς καὶ τῶν ἄστρων ἀέρα, ὡς τοῦ ἀέρος δηλονότι τοῦ μεταξὺ μὴ κυκλοφορουμένου. ψυχρὰ δὲ λίαν ἡ ὑπόθεσις τὸ νομίζειν ἐν μέσῳ διαιτᾶσθαι πυρὸς τὰ χερσαῖα ζῷα καὶ τὰ φυτά. οἱ τοῦτο οὖν ὑποθέμενοι, φησίν, εἴπερ τὰ δεδειγμένα διὰ τῶν μαθημάτων ἐθεώρησαν, ἐπαύσαντο ἂν ἴσως τῆς παιδικῆς ταύτης ὑπονοίας, τοῦ νομίζειν μικρὸν εἶναι τῷ μεγέθει τῶν φερομένων ἕκαστον, ὡς ἐκείνων ἴσως οἰομένων ὅτι κἂν ἐκ πυρὸς εἴη τὰ ἄστρα, οὐ λυμαίνεσθαι τὰ τῇδε διὰ τὴν τοῦ μεγέθους μικρότητα. τί οὖν ἂν εἴποιεν περὶ αὐτῶν τῶν σφαιρῶν, καὶ εἰ μικρὰ ἦν ἐκεῖνα, καὶ ἔτι τοῦ μεταξὺ τῆς γῆς ἀέρος καὶ τῆς σελήνης; ἡ λύσις οὖν τῆς ἀπορίας ἀπὸ μόνων γέγονε τῶν ἄστρων, καὶ ἴσως ἐντεῦθεν ὁ Ἀλέξανδρος οὐ περὶ πάντων τῶν μεταξὺ σωμάτων τὴν ἀπορίαν γινομένην ἐξείληφε. τὸ δὲ ἱκανῶς πρὸς τὸ δεδειγμένα φησίν, ἱκανῶς δεδειγμένα, ἢ πρὸς τὸ θεωρήσαντες, ἱκανῶς θεωρήσαντες, καὶ μὴ παρέργως δηλονότι καὶ ἀτημελῶς. πάλαι γὰρ ἂν κατεφλέχθη, φησί, τὰ μεταξὺ καὶ οὐδ’ ὑποστῆναι τὴν ἀρχὴν ἠδύναντο. καὶ ἡ αἴσθησις δὲ λίαν αὐτοὺς ἐντρέπειν | [*](81r) ὤφειλε· πυρὸς γὰρ οὐδὲ τὴν τυχοῦσαν φέρομεν προσβολήν. ταῦτα δέ φησι καὶ ἐν τοῖς περὶ τὸν ἄνω τόπον θεωρήμασιν εἰρῆσθαι, τουτέστιν ἐν τῇ Περὶ οὐρανοῦ πραγματείᾳ.

[*](p. 340 a 3)

Ἀλλὰ μὴν οὐδ’ ἀέρος γε μόνου πλήρη· πολὺ γὰρ ἂν ὑπερβάλλοι τὴν ἰσότητα τῆς κοινῆς ἀναλογίας πρός τὰ σύστοιχα σώματα, κἀν εἰ δύο στοιχείων πλήρης ὁ μεταξὺ γῆς τε καὶ οὐρανοῦ τόπος ἐστίν· οὐδὲν γὰρ ὡς εἰπεῖν μόριον ὁ τῆς γῆς ἐστιν ὄγκος, ἐν ᾧ συνείληπται πὰν καὶ τὸ τοῦ ὕδατος πλῆθος, πρὸς τὸ περιέχον μέγεθος.

Ἀνελὼν ὅτι μὴ πυρός ἐστι περιέχοντα τὴν γῆν καὶ τὸ ὕδωρ σώματα, μέτεισιν ἐπὶ τὸ δεῖξαι ὅτι μηδὲ μόνου ἀέρος ἅπαντα δυνατὸν εἶναι· πρῶτον [*](2 φαινομένων V 3 Ἀλέξανδρος] p. 8,25 5 φερόμενα ex φαινόμενα corr. M 6 τὰ om. a 17 ἴσως om. M 18 εἱομένων a 23 ἐξείληφε] ἐξέλιπε a 28 τὸν ἄνω τόπον ex corr. V: τῶν ἄνω τόπων Ma 28 εἰρεῖσθαι M 20 ἐν τῇ Περὶ οὐρανοῦ πραγματείᾳ] cf. Β 7 31 πρὸς τὸ a 32 τε om. Ma Arist. E 36 Ἀνελὼν] Διεξελθὼν a)

23
μὲν οὖν, ὅτι χωλεύσει τὸ πᾶν μὴ ἔχον τὸ κάλλιστον καὶ ζῳογονικώτατον [*](81r) τῶν στοιχείων, λέγω τὸ πῦρ. τὸ γὰρ θερμὸν τῆς ζωῆς ἁπάντων ζῴων τε καὶ φυτῶν αἴτιον φαίνεται· πόθεν οὖν ἡ τοιαύτη φύσις ἐν ἡμῖν, εἰ μὴ τοὐ παντὸς ἦν καὶ τοῦτο στοιχεῖον, ὡς καὶ τῆς τῶν λοιπῶν μετειλήφαμεν ἰδιότητος; οὐ γὰρ ἐν τοῖς ἀτόμοις μὲν τὸ στοιχειῶδες εἶναί τις λέξειε πῦρ, ἐν τῷ παντὶ δὲ μηκέτι. εἰ γὰρ γῆς ὕδατός τε καὶ ἀέρος ὑπάρχουσιν ὁλότητες, πῶς οὐκ ἀνάγκη καὶ τοῦ στοιχειώδους εἶναι πυρὸς ὁλότητα; ποῦ γὰρ αἰ ξηραὶ καὶ καπνώδεις χωρήσουσιν ἀναθυμιάσεις; εἰ γὰρ τῶν ἄλλων ἕκαστον στοιχείων ἐκ τῶν ἀτόμων διακρινόμενον εἰς τὴν ὁλότητα χωρεῖ τὴν αὐτοῦ, ἡ μὲν γεώδης ὡς ἡ τέφρα εἰς γῆν καὶ ἡ ἀτμὶς εἰς τὸ ὕδωρ, δῆλον ὅτι καὶ αἱ ξηραὶ καὶ καπνώδεις ἀναθυμιάσεις, οἷαί εἰσιν αἱ ἐκ θυμιωμένων ἀναδιδόμεναι καὶ τῶν καιομένων ξύλων καὶ λίθων εἰς ὁλότητά τινα χωροῦσι πυρός. εἰ οὖν περὶ γῆν ὁλότης πυρὸς οὐ φαίνεται, λείπεται πάντως μετὰ τὴν τοῦ ἀέρος αὐτὴν συνεστάναι. τὸ γὰρ παρ’ ἡμῖν πῦρ οὐ στοιχειῶδες, ἀλλ’ ὡς ὁ κρύσταλλός ἐστιν ὑπερβολὴ ψυχροῦ καὶ ἡ τέφρα ξηροῦ πάλιν ἐστὶν ὑπερβολή, οὕτω τὸ διακονικὸν πῦρ, τὴν φλόγα λέγω τὴν παρ’ ἡμῖν, ὑπερβολὴ τοῦ στοιχειώδους ἐστὶ θερμοῦ. δεῖ οὖν πάντως ὁλότητα τοῦ στοιχείου εἶναι τούτου, ἥτις ἐστὶ τὸ ὑπέκκαυμα, καὶ ὥσπερ δύο βαρέων ὄντων, ὕδατός τε καὶ γῆς, τὸ βαρύτερον ὑπεχώρησε τῷ ἧττον τοιούτω, οὕτω καὶ δύο κούφων ὄντων, ἀέρος τε καὶ πυρός, τὸ κουφότερον τῷ ἧττον ἐπεπόλασε τοιούτῳ. πᾶσα οὗν ἀνάγκη μετὰ τὸν ἀέρα τὴν τοῦ στοιχειώδους πυρὸς ὑπάρχειν ὁλότητα. οὕτω μὲν οὖν ἡμεῖς· ὁ δ’ Ἀριστοτέλης ἐκ τοῦ μηδεμίαν εἶναι συμμετρίαν πρὸς τὰ λοιπὰ τοῦ ἀέρος, εἰ οὕτως ἔχει, ποιεῖται τὸν ἔλεγχον. οὐδεμίαν γὰρ ἰσότητα σχήσει πρὸς αὐτά, φησίν, εἴπερ ἡ πᾶσα γῆ μετὰ τοῦ συνειλημμένου ὕδατος σημείου καὶ κέντρου λόγον ἔχουσα δέδεικται πρὸς τὸ πᾶν· ὥστε ὑπερβάλλει τὴν συμμετρίαν τῶν ἄλλων ὁ ἀήρ, ὅπερ ἄτοπον· τὸ πᾶν γὰρ οὕτως ἀπολεῖται, μᾶλλον δὲ οὐδὲ συστήσεται ἰὴν ἀρχήν. ἡ γὰρ τῶν στοιχείων συμμετρία καὶ τοῦ γενέσθαι καὶ τοῦ τὰ γενόμενα σώζεσθαι ὡς ὕλη αἰτία ἐστίν, ὡς καὶ τὰ ἐξ αὐτῶν συνεστῶτα δηλοῖ σώματα· εἰ γὰρ ὑπερβάλοι τούτων ὁτιοῦν ἐν ἡμῖν, λύσις εὐθὺς τοῦ συνεστῶτος γίνεται· νόσοι γὰρ ἐντεῦθεν ἡμῖν παρακολουθοῦσι καὶ θάνατοι. τὸ αὐτὸ δ’ ἂν ἄτοπον συμβαίνοι, φησί, καὶ εἰ ἐκ δύο στοιχείων ἀέρος καὶ πυρὸς εἴη τὸ διάστημα τὸ μετὰ τὴν γῆν ἄχρι τοῦ ἐσχάτου οὐρανοῦ. οὐδὲν γὰρ ἧττον ἡ ἀσυμμετρία τούτῳ πρὸς τὰ λοιπὰ δύο γῆν καὶ ὕδωρ δειχθήσεται· μεταβαλεῖ γὰρ ἅπαν τὸ ὑπερέχον πρὸς ἑαυτὸ τὰ λοιπά, καὶ οὕτως ὁ κόσμος φροῦδος ἔσται. μεταξὺ δὲ γῆς καὶ οὐρανοῦ τόπον εἶπε, φησὶν ὁ Ἀλέξανδρος λέγων καλῶς, τὸν μεταξὺ τῆς γῆς καὶ τῆς ἐξωτάτω περιφορᾶς· οὐρανὸν γὰρ τὴν ἀπλανῆ [*](5 οὐ om. a 9 στοιχείων ex στοιχεῖον corr. V 10 post γεώδης fort. addendum οὐσία εἰς τὸ] ὡς τὸ Ma 12 θυμιωμένων] τῶν ἀναθυμιάσεων Ma 14 συνιστάναι M 19 τὸ ἧττον M 30 ὑπερβάλλοι a 32 δ’ ἄν] δέ a συμβαίνοι scripsi: συμβαίνη MV: συμβαίνει a 36 λοιπά om. sed in marg. add. τά λοιπά οὕτως] οὗτος Ma 37 Ἀλέξανδρος] p. 9,25)
24
σφαῖραν ὠνόμασεν. οὐκοῦν καὶ ὅτε ἐζήτει, εἰ πῦρ καθαρὸν εἴη τὸ μεταξὺ [*](81r) τῆς γῆς καὶ τῶν ἄστρων, οὐ τὸν μέχρι τῆς σελήνης ἔλεγεν, ἀλλὰ τὸν ἀπὸ γῆς μέχ‘ρι τῆς ἀπλανοῦς. δῆλον δέ φησιν ὁ Ἀλέξανδρος ὅτι ἀέρος καὶ πυρὸς ὑποτιθέμενος εἶναι τοῦτο τὸ διάστημα τὴν ἀπλανῆ σφαῖραν προσνέμοι ἂν τῷ πυρί· οὕτω δ’ ἂν καὶ τὰ λοιπὰ τῷ ἀέρι προσάψειεν. ἀλλ’ οὐδ’ εἰ αἱ σφαῖραι μὲν ἐξ ἀέρος ἦσαν μόνου καὶ τὸ λοιπὸν τὸ μέχρι τῆς γῆς, μόνα δὲ τὰ ἄστρα ἐκ πυρός, ἐνεδέχετο ἂν τὴν πρὸς τὰ λοιπὰ σώζεσθαι συμμετρίαν· ἀπειροπλασίων γὰρ ὕδατος καὶ γῆς ὁ τοῦ πυρὸς ὑπῆρχεν ὄγκος, εἴ γε μόνος ὁ ἥλιος ἑκατονταεβδομηκονταπλασίων ἐστὶ τῆς γῆς. τί ἂν οὑν εδρασε μετὰ τῶν λοιπῶν ἄστρων, εἰ πύριος ἢν;

[*](p. 340 a 8)

Ὁρῶμεν δὲ οὐκ ἐν τοσούτῳ μεγέθει γινομένην τὴν ὑπεροχὴν τῶν ὄγκων, ὅταν ἐξ ὕδατος ἀὴρ γίνηται διακριθέντος ἡ πῦρ ἐξ ἀέρος. ἀνάγκη δὲ τὸν αὐτὸν ἔχειν λόγον ὃν ἐχεῖτό τοσόνδε καὶ μικρὸν ὕδωρ πρὸς τὸν ἐξ αὐτοῦ γινόμενον αέρα, καὶ τὸν πάντα πρὸς τὸ πᾶν ὕδωρ.

Εἰπὼν ὡς οὐκ ἐνδέχεταί τι τῶν στοιχείων τὴν πρὸς τὰ λοιπὰ συμμετρίαν ὑπερβαλεῖν, εἰ δέοι σωθῆναι δηλονότι τὸ πᾶν καὶ μένειν ὡς ἔχει φύσεως, αὐτό γε τοῦτο ἐπ’ αὐτῶν δείκνυσι τῶν στοιχείων διὰ τῆς κατὰ μόρια τούτων εἰς ἄλληλα μεταβολῆς. εὔλογον γάρ, φησίν, οἶμαι δὲ καὶ ἀναγκαῖον, ὃν ἔχει λόγον κατὰ τὸν ὄγκον ὁ ἐξ ὕδατός τινος ἐν τῇ μεταβολῇ γενόμενος ἀήρ, τὸν αὐτὸν ἔχειν καὶ τὸν ὅλον ἀέρα πρὸς τὸ ὕδωρ ἅπαν, οἷον εἰ κυαθιαῖον ὕδωρ εἰς δεκαπλασίονα τυχὸν ἀέρος ὄγκον μεταβάλοι, καὶ τὸν ὅλον ἀέρα δεκαπλασίονα τοῦ. παντὸς εἶναι ὕδατος. τὸ αὐτὸ δὲ καὶ ἐπὶ ἀέρος καὶ πυρός· εἰ γὰρ ὁ ξεστιαῖος ἀὴρ μεταβαλὼν εἰς πῦρ εἰκοσαπλασίονα φέρε πυρὸς ὄγκον ποιήσει, καὶ τὸ πῦρ ὅλον ἀνάγκη τοῦ ἀέρος εἰκοσαπλάσιον εἶναι. καὶ ἐπὶ πάσης αὐτῶν τῆς εἰς ἄλληλα μεταβολῆς ὁμοίως· τὰ παχύτερα γὰρ ἐν τῇ διακρίσει καὶ μανώσει αὐτῶν εἰς λεπτότερα ποιούμενα τὴν μεταβολὴν πάντως μὲν ὄγκον ἀποτελεῖ μείζονα, λόγον δέ τινα καὶ συμμετρίαν πρὸς τὸν ἐξ οὗ μτέβαλεν ἔχοντα, | ὡς [*](81ν) αὐτὴ τούτων ἡ πρὸς ἄλληλα μεταβολὴ δέδειχεν. εἰ γὰρ τὸ κυαθιαῖον ὕδωρ δεκαπλασίονα πεποίηκεν ἀέρα, δῆλον ὡς εἰ καὶ τὸ ὅλον ὕδωρ οἶόν τε ἦν εἰς ἀέρα μεταβαλεῖν, ἐν τῷ δεκαπλασίονι πάντως ἂν ὄγκῳ μετέβαλεν. οὐκοῦν καὶ ἡ πρώτη γένεσις αὐτῶν ἐν ὄγκῳ τοσούτῳ τὴν ὑπεροχὴν ἔσχε πρὸς ἄλληλα. ἀλλὰ μὴν ὁ τῆς γῆς ἅμα καὶ τοῦ ὕδατος ὄγκος ἐν οὐδενι λόγῳ σχεδὸν πρὸς τὸ περιέχον ἐστίν. οὐδενὸς ἄρα στοιχείου τὸ μετὰ τὴν γῆν ἅπαν διάστημα οὐδὲ δύο καὶ μόνων εἶναι πλῆρες δυνατόν· ὡς ἐντεῦθεν λοιπὸν συνάγειν ἀέρος μὲν καὶ πυρὸς πλῆρες εἶναι μέχρι σελήνης, τρίτου δέ τινος τὸ μετὰ τοῦτο. περὶ δὲ τούτων ἁπάντων ἑτέρωθι τὰ δοτῆς [*](2 ante γῆς om. Ma 3 Ἀλέξανδρος] p. 9,27 8 πυρὸς scripsi: ἀέρος libri 10 πύρειος a 12 γένηται Ma Arist. EFH 17 καὶ μένειν in lit. M 18 post τοῦτο add. οὕτως ἔχον Ma αὐτῶν ex αὐτόν corr. M 23. 24 τὸ δ’ αὐτὸ a 33 τὴν om. M 35 οὐδ’ ἑνὸς M: οὔθ’ ἑνὸς a 36 μόνον M 38 τὸ scripsi: τοῦ libri μετὰ τούτου M)

25
τὰς παρεκβάσεις νῦν ποιώμεθα.

[*](p. 340 a 13)

Διαφέρει δ’ οὐδὲν οὐδ’ εἴ τις φήσει μὲν μὴ γίγνεσθαι ταῦτα ἐξ ἀλλήλων, ἴσα μέντοι τὴν δύναμιν εἶναι· καὶ τοῦτον γὰρ τὸν τρόπον ἀνάγκη τὴν ἰσότητα τῆς δυνάμεως ὑπάρχειν τοῖς μεγέθεσιν αὐτῶν, ὥσπερ κἂν εἰ γενόμενα ἐξ ἀλλήλων ὑπῆρχε.

Πρὸς Ἐμπεδοκλέα νένευκεν αὐτῷ τὰ λεγόμενα· ἐκεῖνος γὰρ ἀμετάβλητα μὲν εἰς ἄλληλα τὰ στοιχεῖα μένειν ἔλεγεν, ὡς ἐν τῷ δευτέρῳ τοῦ Περὶ γενέσεως ἐλέγχων αὐτοῦ τὴν δόξαν ὁ φιλόσοφος ἔγραψεν, ἴσα μέντοι εἶναι κατὰ τὰς δυνάμεις ἀλλήλοις ἅπαντα. ἐπεὶ οὗν αὐτὸς ἐκ τῆς εἰς ἄλληλα τούτων μεταβολῆς τὴν προκειμένην ὑπόθεσιν ἤλεγξεν, Ἐμπεδοκλῆς δὲ οὐ μεταβάλλειν εἰς ἄλληλα ταῦτα βούλεται, οὐδὲν διαφέρειν τοῦτό φησι πρὸς τὸν ἔλεγχον τῶν ὑποθέσεων, ἐν ὅσῳ τὰ τῆς δυνάμεως αὐτῶν ἴσα φησὶν εἶναι, δηλονότι καὶ τῶν ὄγκων αὐτῶν ἀναλογίαν ἐχόντων πρὸς ἀλλήλους. εἰ οὖν κατὰ τὴν ὑπόθεσιν ἑνὸς ἢ δύο στοιχείων τὸ μεῖά τὴν γῆν εἴη μέχρι τῆς ἀπλανοῦς, οὐχ ἔξει συμμετρίαν πρὸς τὴν γῆν ὁ τοῦ ἑνὸς ἢ τῶν δύο στοιχείων ὄγκος, ὡς τῶν δυνάμεων τοῖς ὄγκοις δηλονότι συναυξομένων. ὅπερ οὐκ ἔστιν ἀληθές· οὐ γὰρ εἰ κέραμον ὕδατος ἐκ τῆς Μαιώτιδος λίμνης ἀρύσαις, ἀνάγκη τοῦ ἀρυσθέντος ὕδατος τοσοῦτον ταῖς δυνάμεσιν ὑπερέχειν, τῇ ὑγρᾶ λέγω καὶ τῇ ψυχρᾷ, τὸ τῆς λίμνης ἅπαν ὕδωρ, ὅσον καὶ τῷ ὄγκῳ τοῦ μεγέθους ὑπερβέβηκεν· οὐδὲ εἰ δαλὸν ἕνα πυρκαιᾶς ἀφέλῃς μεγίστης, δεῖ τοσοῦτον αὐτοῦ θερμοτέραν εἶναι τὴν ὅλην πυρκαιάν, ὅσον ἐστὶ τῷ μεγέθει μεῖζον τοῦ ἀφαιρεθέντος. ὁμοίως καὶ ἐπὶ ὄξους φέρε καὶ οἴνου λευκοῦ τε σώματος ἢ μέλανος καὶ τῶν παραπλησίων ἁπάντων· ἐν οὐδενὶ γὰρ τούτων τοῦ ἀφαιρεθέντος ἐξ αὐτῶν μορίου ἀνάγκη μεῖζον εἶναι τὸ ὅλον ταῖς δυνάμεσι τοσοῦτον, ὅσον καὶ τῷ ὄγκῳ μεῖζόν ἐστι τὸ ὅλον τοῦ μέρους.

[*](p. 340 a 17)

Ὅτι μὲν οὖν οὔτε ἀὴρ οὔτε πῦρ συμπεπλήρωκε μόνον τὸν μεταξὺ τόπον, φανερόν ἐστι· λοιπὸν δὲ διαπορήσαντας εἰπεῖν, πεῖν, πῶς τέτακται τὰ δύο πρὸς τὴν τοῦ πρώ τοῦ σώματος θέσιν, λέγω δ’ ἀέρα τε καὶ πῦρ, καὶ διὰ τίν’ αἰτίαν ἡ θερμότης ἀπὸ τῶν ἄνωθεν ἄστρων γίνεται τοῖς περὶ τὴν γῆν τόποις. περὶ ἀέρος οὖν εἰπόντες πρότερον, ὥσπερ ὑπεθέμεθα, λέγωμεν οὕτω καὶ περὶ τούτων πάλιν.

Δύο τινὰ προθεὶς ἐν τοῖς ἔμπροσθεν εἰς ἐξέτασιν, πρῶτον μὲν ἐκ ποίων καὶ ἐκ πόσων σωμάτων ὁ τόπος ὁ μεταξὺ τῆς γῆς καὶ τῆς κυρτῆς ἐπιγιγνόμενα [*](6 Arist. 8. 9 ἐν τῷ δευτέρῳ τοῦ Περὶ γενέσεως] c. 6 21 ὅσω V 22 εἶναι om. M 24 παραπλησίον 31 25 ἐν om. Ma 31 τε om. a 33 πρότερον] πρῶτον Arist. 35 προσθεὶς Ma 35.36 ποίων τε καὶ M)

26
φανείας τῆς ἀπλανοῦς συμπεπλήρωται, πότερον ἐκ μόνου πυρὸς ἢ ἀέρος [*](81v) μόνου ἡ ἐξ ἀμφοῖν ἢ μετὰ τούτων καὶ ἐκ τρίτου τινὸς ἑτέρου, δεύτερον δὲ ποίαν ἔχουσι τάξιν πρὸς ἄλληλα τὰ μεταξὺ σώματα ταῦτα (τὴν γὰρ τῆς γῆς καὶ. τοῦ ὕδατος οὐσίαν καὶ τὸν ἐξ ἀμφοῖν ἕνα συντελούμενον ὄγκον ἐξ αὐτῆς ὁμολογούμενον ἔχομεν τῆς αἰσθήσεως), καὶ ὅτι οὔτε ἐκ μόνου πυρὸς οὔτε ἐκ μόνου ἀέρος οὔτε ἐκ τῶν δύο μόνων, ἀλλ’ ἐκ τούτων τῶν δύο καὶ τρίτου μετὰ ταῦτα, καὶ περὶ τοῦ πέμπτου σώματος συμπεριλαβὼν τοῖς ἐλέγχοις, καὶ ὡς οὐχὶ τὰ μὲν ἄστρα ἐκ μόνου πυρός, αὐτὰ δὲ τὰ χύματα τῶν σφαιρῶν ἐξ ἀέρος, ἐπὶ τὸ δεύτερον νυνὶ πρόβλημα μέτεισιν. ἐπειδὴ γὰρ ἔδειξεν ὅτι τὸ οὐράνιον ἅπαν οὔτε πῦρ ἐστιν οὕτε ἀήρ, εἰκότως ζητεῖ, πῶς ἔχουσι πρὸς τοῦτο τάξεως τὰ λοιπὰ δύο πῦρ καὶ ἀήρ, καὶ εἰ μὴ πύριά ἐστι τὰ οὐράνια σώματα, πόθεν ἡ ἐξ αὐτῶν εἰς τὰ τῇδε γενομένη θερμασία. πρῶτον δὲ τὸν περὶ τοῦ δευτέρου ποιεῖται λόγον ἐντεῦθεν ἀρχόμενος.