Artemidori Geographia (Epitome Marciani)

Marcianus, of Heraclea

Marcianus, of Heraclea, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

9. Τέγεστρα, οὐδετέρως, πόλις Ἰλλυρίας πρὸς τῇ Ἀκυληίᾳ, [ἀπὸ Τεγέστρου]. Ἀρτεμίδωρος δʼ ἐν Ἐπιτομῇ τῶν ἕνδεκα Τέργεστρον αὐτὴν καὶ κώμην οἶδεν « Ἀπὸ Τεργέστρου κώμης καὶ τοῦ μυχοῦ ἐπὶ τὸν Ἀδρίαν στάδιοι εκε΄. »

10. Φλάνων, πόλις καὶ λιμὴν περὶ τὴν Ἄψυρτον νῆσον. Ἀρτεμίδωρος ἐν Ἐπιτομῇ τῶν ια΄. « Μετὰ δὲ τὴν Ἄλωον λιμήν ἐστι Φλάνων καὶ πόλις Φλάνων, καὶ πᾶς ὁ κόλπος οὗτος Φλανωνικὸς καλεῖται. »

11. Ἀψυρτίδες, νῆσοι πρὸς τῷ Ἀδρίᾳ, ἀπὸ Ἀψύρτου παιδὸς Αἰήτου ἐν μιᾷ δολοφονηθέντος ὑπὸ τῆς ἀδελφῆς Μηδείας. Οἱ νησιῶται Ἀψυρτεῖς καὶ Ἄψυρτοι. (Ἔστι καὶ τόπος ἐν τῷ Εὐξείνῳ πόντῳ Ἄψαρος, Ἄψυρτος πρότερον λεγόμες.) Ἀρτεμίδωρος ἐν Ἐπιτομῇ καὶ πόλιν [καὶ] νῆσον Ἄψυρτον ἱστορεῖ.