Periplus maris exteri

Marcianus, of Heraclea

Marcianus of Heraclea. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

30. Οἱ πάντες ἀπὸ τοῦ Σηκοάνα ποταμοῦ μέχρι τοῦ Ῥήνου ποταμοῦ, [τουτέστι] τοῦ λεγομένου δυσμικοῦ στόματος αὐτοῦ, τοῦ περίπλου παντὸς τῆς Βελγικῆς παραλίας σὺν Γερμανίᾳ τῇ ἄνω καὶ τῇ κάτω εἰσὶν οὐ πλείους σταδίων γων΄, οὐχ ἧττον σταδίων γρπ΄.

31. Ἡ Γερμανία ἡ μεγάλη περιορίζεται ἀπὸ μὲν ἄρκτων τῷ καλουμάνῳ Γερμανικῷ ὠκεανῷ, ἀπὸ δὲ ἀνατολῶν τοῖς Σαρματικοῖς ὄρεσι, καὶ [μέρει Σαρματίας τῷ] μετὰ τὰ ὄρη [μέχρι] τῆς κεφαλῆς τοῦ Οὐῖστούλα ποταμοῦ καὶ ἔτι αὐτῷ τῷ ποταμῷ, ἀπὸ δὲ μεσημβρίας τοῦ Δανουβίου ποταμοῦ τῷ δυσμικῷ μέρει ( ἔστι δὲ ὁ Δανούβιος

555
ἀρχόμενος μέν μεγέθους α΄, εἶτα β΄, καὶ ἑξῆς μεγέθους γ΄, ἀμείβων καὶ τὸ ὄνομα καὶ Ἴστρος καλούμενος), ἀπὸ δὲ δύσεως τῷ Ῥήνῳ ποταμῷ. Καὶ ἡ μὲν ὅλη περιγραφὴ τῆς χώρας οὕτως ἔχει τὰ δὲ κατὰ μέρος λέξομεν.

32. Ἀπὸ τῶν ἐκβολῶν τοῦ Ῥήνου ποταμοῦ, τουτέστιν ἀπὸ τοῦ λεγομένου δυσμικοῦ στόματος αὐτοῦ, εἰς Οὐίδρου ποταμοῦ ἐκβολὰς στάδιοι τπ΄, [στάδιοι---]. Ἀπὸ δὲ Οὐίδρου ποταμοῦ εἰς Μαραρμανὸν λιμένα στάδιοι τέ, στάδιοι σν΄. Ἀπὸ δὲ Μαραρμανοῦ λιμένος εἰς Ἀμασίου ποταμοῦ ἐκβολὰς εἰσὶ στάδιοι χνε΄, στάδιοι υο΄. Ἀπὸ δὲ τῶν τοῦ Ἀμασίου ποταμοῦ ἐκβολῶν εἰς τὰς πηγὰς τοῦ αὐτοῦ ποταμοῦ στάδιοι βτν΄, στάδιοι στ΄. Ἀπὸ δὲ Ἀμασίου ποταμοῦ ἐκβολῶν εἰς Οὐῖσούργιος ποταμοῦ ἐκβολὰς στάδιοι φξ??, [στiδιcι ---]. Ἀπὸ δὲ τῶν ἐκβολῶν τοῦ Οὐϊσούργιος ποταμοῦ ἐπὶ τὰς πηγὰς τοῦ αὐτοῦ ποταμοῦ στάδιοι αψπ΄, στάδιοι αχ΄. Ἀπὸ δὲ Οὐϊσούργιος ποταμοῦ εἰς Ἄλβιος ποταμοῦ ἐκβολὰς στάδιοι χκε΄, [στάδιοι ---]. ἀπὸ δὲ τῶν ἐκβολῶν τοῦ Ἄλβιος ποταμοῦ ἐπὶ τὰς πηγὰς τοῦ αὐτοῦ ποταμοῦ στάδιοι ετό, στάδιοι γτ΄. Κατὰ τοῦτο τὸ μέρος κεῖνται νῆσοι αἱ καλούμεναι Σαξόνων. Εἰσὶ δʼ ἐπʼ αὐτὰς ἀπὸ τῆς ἐκβολῆς τοῦ Ἄλβιος ποταμοῦ στάδιοι ψν΄, [στάδιοι ---].