Periplus maris exteri
Marcianus, of Heraclea
Marcianus of Heraclea. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.
26. Οἱ πάντες ἀπὸ τῶν ἐκβολῶν τοῦ Λίγηρος ποταμοῦ μέχρι τῶν ἐκβολῶν τοῦ Σηκοάνα ποταμοῦ τοῦ περίλπου τῆς παραλίας Λουγδουνησίας στάδιοι γτο΄, στάδιοι γξε΄.
27. Ἡ Βελγικὴ σὺν ταῖς δύο Γερμανίαις περιορίζὲται ἀπὸ μὲν ἄρκτων τῷ ἀρκτῴῳ ὠκεανῷ τῷ παρὰ τὴν
28. Ἡ γὰρ ἀπὸ μὲν θαλάσσης μέχρι τοῦ Ὀβρίγκα ποταμοῦ καλεῖται Γερμανία ἡ κάτω, ἡ δὲ ἀπὸ τοῦ Ὀβρίγκα ποταμοῦ καλεῖται Γερμανία ἡ ἄνω.
29. Ἔστι δὲ τῆς Βελγικῆς σὺν ταῖς δύο Γερμανίαις τὸ μῆκος ἀπὸ τῶν τοῦ Φρούδιος ποταμοῦ ἐκβολῶν ἀρχόμενον, καὶ περαιούμενον πρὸς ἀνατολὰς τῷ Ῥήνῳ ποταμῷ τῷ παρὰ τὴν μεγάλην Γερμανίαν ἕως τῆς κεφαλῆς τοῦ ποταμοῦ, ὠς εἶναι τοῦ μήκους σταδίους βχπε΄. Τὸ δὲ πλάτος αὐτῆς ἔρχεται μὲν ἀπὸ τοῦ Ἀδούλα ὄρους καὶ τοῦ κοινοῦ πέρατος τῶν Ἄλπεων, καταλήγει δὲ εἰς τὸ δυσμικὸν τοῦ Ῥήνου ποταμοῦ στόμα, ὡς γίνεσθαι τοῦ πλάτους σταδίους δτοε΄. Ἔστι δὲ τῆς Βελγικῆς [σὺν ταῖς δύο Γερμανίαις] ὁ πᾶς τῆς ἐπαρχίας κατὰ γῆν περιορισμὸς σταδίων α ερξ΄,. σταδίων α βτ΄. Ἔχει δὲ ἡ Βελγικὴ σὸν ταῖς Γερμανίαις ἔθνη κδ΄ , πόλεις ἐπισήμους λη΄, ὄρη ἐπίσημα β΄, ποταμοὺς ἐπισήμους ζ΄, ἀκρωτήριον ἐπίσημον α΄.
30. Οἱ πάντες ἀπὸ τοῦ Σηκοάνα ποταμοῦ μέχρι τοῦ Ῥήνου ποταμοῦ, [τουτέστι] τοῦ λεγομένου δυσμικοῦ στόματος αὐτοῦ, τοῦ περίπλου παντὸς τῆς Βελγικῆς παραλίας σὺν Γερμανίᾳ τῇ ἄνω καὶ τῇ κάτω εἰσὶν οὐ πλείους σταδίων γων΄, οὐχ ἧττον σταδίων γρπ΄.
31. Ἡ Γερμανία ἡ μεγάλη περιορίζεται ἀπὸ μὲν ἄρκτων τῷ καλουμάνῳ Γερμανικῷ ὠκεανῷ, ἀπὸ δὲ ἀνατολῶν τοῖς Σαρματικοῖς ὄρεσι, καὶ [μέρει Σαρματίας τῷ] μετὰ τὰ ὄρη [μέχρι] τῆς κεφαλῆς τοῦ Οὐῖστούλα ποταμοῦ καὶ ἔτι αὐτῷ τῷ ποταμῷ, ἀπὸ δὲ μεσημβρίας τοῦ Δανουβίου ποταμοῦ τῷ δυσμικῷ μέρει ( ἔστι δὲ ὁ Δανούβιος