Periplus maris exteri

Marcianus, of Heraclea

Marcianus of Heraclea. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

18. Καὶ ὁ μὲν τῆς Ταρρακωνησίας περίπλους τῶν πρὸς τῷ ὠκεανῷ κειμένων αὐτῆς μερῶν κατὰ τὴν δυτικὴν καὶ ἀρκτῴαν πλευρὰν εἴρηται· τὸ δὲ λειπόμενον

550
αὐτῆς μέρος παρὰ τὸ Βαλιαρικὸν πέλαγος, ἀρχόμενον μέν ἀπὸ τοῦ Πυρηναίου ὄρους καὶ τοῦ ἀκρωτηρίου αὐτοῦ, ἐφʼ οὗ τὸ [ἱερὸν τῆς] Ἀφροδίτης ἐγκεῖσθαι προειρήκαμεν, καταλῆγον δὲ εἴς Οὐρκὴν, μεθʼ ἢν ἐκδέχεται ἡ Βαιτικὴ ἐπαρχία, ἧστινος τὰ μέρη τὰ πρὸς τῷ Ἡρακλείῳ πορθμῷ καὶ τῷ δυτικῷ ὠκεανῷ ἐν ἀρχῇ διεξήλθομε, [ἐν τῆ ἐπιτομῇ τῆς Ἀρτεμιδώρου γεωγραφίας ἤτοι περίπλου σαφῶς διεξήλλθομεν.] Οἱ πάντες ἀπὸ τῶν τοῦ Δορίου ποταμοῦ ἐκβολῶν ἐπὶ τὸ ἀκρωτήριον τῆς Πυρήνης τὸ Οἰάσσω λεγόμενον τοῦ περίπλου τῆς παρὰ τὸν ὠκεανὸν παραλίας τῆς Ταρρακωνησίας εἰσὶ στάδιοι οὐ πλεῖον ατκζ΄, οὐκ ἔλαττον σταδίων ηιβ΄. C8 δὲ σύμπαντες ἀπὸ τοῦ ὄρους Κάλπης τοῦ πρὸς τῷ Ἡρακλείῳ πορθμῷκειμένου μέχρι τοῦ Οἰάσσω ἀκρωτηρίου τῆς Πυρήνης τοῦ περίπλου παντὸς τῆς Ἰβηρίας τῆς παρὰ τὸν ὠκεανὸν κειμένης οὐ πλεῖον σταδίων α Ϛωμε΄, οὐκ ἔλαττον σταδίων α γσπβ΄. Ὁ μὲν οὖν τῆς Ἰβηρίας περίπλους ὁ παρὰ τὸν ὠκεανὸ τὸν δυτικὸν καὶ τὸν ἀρκτῶον τυγχάνων ἀπὸ τῆς Κάλπης τοῦ ὄρους καὶ τοῦ Ἡρακλείου πορθμοῦ μέχρι τῆς Πυρήνης τοῦ ὄρους καὶ τοῦ πέρατος αὐτοῦ τοῦ ἀρκτῴου, τοῦ καλουμένου Οἰάσσω, τοῦτον ἔχει τὸν τρόπον· ἐπὶ δὲ τὰ ἑξῆς χωρήσομεν.

19. Ἡ καλουμένη Κελτογαλατία διήκει μέν ἐπὶ πλεῖστον καὶ κατὰ γῆν καὶ [κατὰ] θάλασσαν· διῄρηται δὲ εἰς ἐπαρχίας δ΄, Γαλλίαν Ἀκυτανίαν καὶ Γαλλίαν quattuor, Λουγδουνησίαν καὶ Γαλλίαν Βελγικὴν καὶ [Γαλλίαν] Ναρβωνησίαν. Ἀλλʼ αἱ μέν προειρημέναι τρεῖς ἐπαρχίαι προσοικοῦσι τῷ ὠκεανῷ πρὸς τὰς ἄρκτους ἐστραμμέναι, ἡ δὲ Ναρβωνησία ἐν τῆ καθʼ ἡμᾶς καὶ ἐντὸς κεῖται θαλάσσῃ πρὸς τήν μεσημβρίαν ὁρῶσα. Λέξομεν

551
τοίνυν τὸν περίπλουν, ἀκολούθως ἀπὸ τῆς Ἀκυτανίας ἀρξάμενοι τῶν παρὰ τὸν ὠκεανὸν τὸν ἀρκτῷον τῆς Κελτογαλατίας παροικούντων ἐθνῶν· τοῦτον γὰρ τὸν περίπλουν ἀναγράψειν ὑπεσχόμεθα· τῆς γὰρ βωνησίας τὸν περίπλουν ἐν τῇ ἐπιτομῇ τῆς Ἀρτεμιδώρου γεωγραφίας ἤτοι περίπλου σαφῶς διεξήλθομεν, εἰ καὶ ὁ προειρημένος Ἀρτεμίδωρος τὴν διαίρεσιν τῶν ἐν [τῇ Κελτογαλατίᾳ, ὡς καὶ τῶν ἐν τῇ] Ἰβηρίᾳ ἐπαρχιῶν οὐκ ἐποιήσατο.

20. Ἡ Ἀκυτανία περιορίζεται ἀπὸ μὲν ἄρκτων μέρει τῆς ἐχομένης Λουγδουνησίας ἐπαρχίας καὶ τῷ μετʼ ἐκείνην ὠκεανῷ ἀρκτῴῳ, ἀπὸ δὲ ἀνατολῶν ὁμοίως μέρει τῆς Λουγδουνησίας κατὰ τὸν Λίγηρα ποταμὸν μέχρι τῶν πηγῶν αὐτοῦ, καὶ μέρει τῆς Ναρβωνησίας μέχρι τοῦ πρὸς τῇ Πυρήνη πέρατος, ἀπὸ δὲ δυσμῶν τῷ Ἀκυτανικῷ ὠκεανῷ, ἀπὸ δὲ μεσημβρίας μέρει τε τῆς Πυρήνης κατὰ τὸ Οἰάσσω ἀκρωτήριον τῷ πρὸς τὸν ὠκεανὸν νενευκότι, καὶ μέρει τῆς Ναρβωνησίας ἐπαρχίας ἀπὸ τῆς κεφαλῆς τοῦ Αίγηρος μέχρι τοῦ εἰρημένου πρὸς τῆ Πυρήνῃ πέρατος. Καὶ ἡ μὲν ὅλη περιγραφὴ τοῦ ἔθνους τοιαύτη, τὰ δὲ κατὰ μέρος τῆς παραλίας κατὰ τὸν Ἀκυτανικὸν ὠκεανὸν οὕτως ἔχει.