Periplus maris exteri

Marcianus, of Heraclea

Marcianus of Heraclea. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

18. Καὶ ὁ μὲν τῆς Ταρρακωνησίας περίπλους τῶν πρὸς τῷ ὠκεανῷ κειμένων αὐτῆς μερῶν κατὰ τὴν δυτικὴν καὶ ἀρκτῴαν πλευρὰν εἴρηται· τὸ δὲ λειπόμενον

550
αὐτῆς μέρος παρὰ τὸ Βαλιαρικὸν πέλαγος, ἀρχόμενον μέν ἀπὸ τοῦ Πυρηναίου ὄρους καὶ τοῦ ἀκρωτηρίου αὐτοῦ, ἐφʼ οὗ τὸ [ἱερὸν τῆς] Ἀφροδίτης ἐγκεῖσθαι προειρήκαμεν, καταλῆγον δὲ εἴς Οὐρκὴν, μεθʼ ἢν ἐκδέχεται ἡ Βαιτικὴ ἐπαρχία, ἧστινος τὰ μέρη τὰ πρὸς τῷ Ἡρακλείῳ πορθμῷ καὶ τῷ δυτικῷ ὠκεανῷ ἐν ἀρχῇ διεξήλθομε, [ἐν τῆ ἐπιτομῇ τῆς Ἀρτεμιδώρου γεωγραφίας ἤτοι περίπλου σαφῶς διεξήλλθομεν.] Οἱ πάντες ἀπὸ τῶν τοῦ Δορίου ποταμοῦ ἐκβολῶν ἐπὶ τὸ ἀκρωτήριον τῆς Πυρήνης τὸ Οἰάσσω λεγόμενον τοῦ περίπλου τῆς παρὰ τὸν ὠκεανὸν παραλίας τῆς Ταρρακωνησίας εἰσὶ στάδιοι οὐ πλεῖον ατκζ΄, οὐκ ἔλαττον σταδίων ηιβ΄. C8 δὲ σύμπαντες ἀπὸ τοῦ ὄρους Κάλπης τοῦ πρὸς τῷ Ἡρακλείῳ πορθμῷκειμένου μέχρι τοῦ Οἰάσσω ἀκρωτηρίου τῆς Πυρήνης τοῦ περίπλου παντὸς τῆς Ἰβηρίας τῆς παρὰ τὸν ὠκεανὸν κειμένης οὐ πλεῖον σταδίων α Ϛωμε΄, οὐκ ἔλαττον σταδίων α γσπβ΄. Ὁ μὲν οὖν τῆς Ἰβηρίας περίπλους ὁ παρὰ τὸν ὠκεανὸ τὸν δυτικὸν καὶ τὸν ἀρκτῶον τυγχάνων ἀπὸ τῆς Κάλπης τοῦ ὄρους καὶ τοῦ Ἡρακλείου πορθμοῦ μέχρι τῆς Πυρήνης τοῦ ὄρους καὶ τοῦ πέρατος αὐτοῦ τοῦ ἀρκτῴου, τοῦ καλουμένου Οἰάσσω, τοῦτον ἔχει τὸν τρόπον· ἐπὶ δὲ τὰ ἑξῆς χωρήσομεν.