Periplus maris exteri

Marcianus, of Heraclea

Marcianus of Heraclea. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

10. Ἔστι δὲ τῆς Βαιτικῆς πάσης τὸ μῆκος ἀρχόμενον μὲν ἀπὸ τῶν ἐκβολῶν τοῦ Ἄνα ποταμοῦ, περαιούμενον δὲ ἕως τῶν πηγῶν τοῦ αὐτοῦ Ἄνα ποταμοῦ, ὡς εἶναι τοῦ μήκους κατὰ τὴν μείζονα γραμμὴν σταδίους γψθ΄. Τὸ δὲ πλάτος τῆς Βαιτικῆς ἄρχεται μὲν ἀπὸ τῶν πηγῶν τοῦ αὐτοῦ ποταμοῦ, καταλήγει δὲ πρὸς μεσημβρίαν ὡς ἐπὶ τὸν προειρήμενον ναὸν τῆς Ἥρας ἤτοι Βελῶνα τὴν πόλιν ἢ Πόρτον μάγνον, ὡς εἶναι τοῦ πλάτους τὸ διάστημα κατὰ τήν μείζονα γραμμήν σταδίους αρνη΄. Ἔστι δὲ τῆς Βαιτικῆς ὁ περιορισμὸς τῆς μεσογείας σταδίων Ϛψθ΄, σταδίων ερμ΄. Ἔχει δὲ ἔθνη ε΄, πόλεις ἐπισήμους πε, ὄρη ἐπίσημα γ΄, ποταμοὺς ἐπισήμους ε΄, ἀκρωτήρια ἐπίσημα β΄, λιμένα ἐπίσημον α΄.

11. Οἱ πάντες τοῦ περίπλου τῆς μὲν Βαιτικῆς πάσης ἀθροίζονται στάδιοι οὐ πλεῖον δτμέ, [οὐχ ἧττον σταδίων ---]· τοῦ δὲ μέρους τῆς Βαιτικῆς, οὗ καὶ τὸν περίπλουν πεποιήμεθα, ἀπὸ Κάλπης τοῦ ὄρους καὶ στήλης μέχρι τῶν τοῦ Ἄνα ποταμοῦ ἐκβολῶν τῆς παρὰ τὸν ὠκεανὸν αὐτῆς παραλίας, στάδιοι οὐ πλεῖον βτπ΄, οὐχ ἧττον σταδίων ασμε΄.