Periplus maris exteri

Marcianus, of Heraclea

Marcianus of Heraclea. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

44. Ἀκολούθως τοίνυν καὶ τῆς Ἀλβίωνος νήσου τὸν ἄη. περίπλουν ἐκθήσομεν. Ἡ Ἀλβίων νῆσος ἡ Πρεττανικὴ περιορίζεται ἀπὸ μὲν ἄρκτων ῷ ὠκεανῷ τῷ καλουμένῳ Δουηκαληδονίῳ, ἀπὸ δὲ ἀνατολῶν τῷ Γερμανικῷ ὠκεανῷ, ἀπὸ δὲ δύσεως τῷ τε Ἰουερνικῷ ὠκεανῷ, μεθʼ ὃν ἡ Ἰουερνία νῆσος, ἔτι μὴν καὶ τῷ Οὐεργιουίῳ ὠκεατῷ ἀπὸ δὲ μεσημβρίας τῷ Πρεττανικῷ ὠκεανῷ καὶ ταῖς προειρημέναις τῆς Γαλλίας ἠπείροις καὶ ἔθνεσι. Καὶ ἡ μὲν ὅλη περγραφὴ τῆς νήσου τοῦτον ἔχει τὸν τρόπον· [τὰ δὲ κατὰ μέρος οὕτως ἔχει·]--- St(ephanus)B(yzantius)

Λινδόνιον, πόλις τῆς Βρεττανία. Μαρκιανὸς ἐν Περίπλῳ αὐτῆς.

45. Ἔστι δὲ τῆς Ἀλβίωνος νήσου τῆς Πρεττανικῆς τὸ μῆκος ἀρχόμενον μὲν ἀπὸ τοῦ δυτικοῦ ὁρίζοντος κατὰ τὸ Δαμνόνιον ἄκρον τὸ καὶ Ὄκριον καλούμενον, περαιούμενον δὲ ἕως Ταρουεδούνου τῆς καὶ Ὀρκάδος καλουμένης ἄκρας, ὡς εἶναι τοῦ μήκους τοῦ μεγίστου σταδίους εσκε΄. Τὸ δὲ πλάτος αὐτῆς ἄρχεται μὲν κατὰ τὸ Δαμνόνιον ἄκρον τὸ καὶ Ὄκριον καλούμενον, καταλήγει δὲ εἰς τὴν τῶν Νεουάντων χερσόνησον καὶ τὸ ὁμώνυμον ἀκρωτήριον, ὡς εἶναι τοῦ πλάτους κατὰ τὴν μεγίστην γραμμὴν σταδίους γπγ΄. Ἔχει δὲ ἐν αὑτῇ ἔθνη λγ΄, πόλεις ἐπισήμους νθ΄, ποταμοὺς ἐπισήμους μ΄, ἀκρωτήρια ἐπίσημα ιδ΄ χερσόνησον ἐπίσημον α΄, κόλπους ἐπισήμους ε΄, λιμένας ἐπισήμους γ΄. Οἱ πάντες τοῦ περίπλου παντὸς τῆς νήσου τῆς Ἀλβίωνος οὐ πλεῖον σταδίων β ηχδ΄, οὐχ ἧττον σταδίων βφκϚ΄.

562