Periplus maris exteri

Marcianus, of Heraclea

Marcianus of Heraclea. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

38. Ἡ ἐν τῇ Εὐρώπη Σαρματία περιορίζεται ἀπὸ μὲν ἄρκτων τῷ τε Σαρματικῷ ὠκεανῷ κατὰ τὸν Οὐενδικὸν κόλπον, καὶ μέρει τῆς ἀγνώστου γῆς, ἀπὸ δὲ ἀνατολῶν τῷ τε [ἀπὸ τοῦ Καρκινίτου ποταμοῦ] ἰσθμῷ καὶ τῇ Βύκῃ λίμηῃ, καὶ τῷ μέρει τῆς Μαιώτιδος λίμνης μέχρι τοῦ Τανάϊσος ποταμοῦ, καὶ ἐφεξῆς αὐτῷ [τῷ] Τανάῖδι ποταμῷ, καὶ ἔτι τῷ ἀπὸὸ τῶν πηγῶν τοῦ Ταναῖδος ποταμοῦ ἐπὶ τὴν ἄγνωστον γῆν μεσημβρινῷ ἀπὸ δὲ δυσμῶν τῷ τε Οὐῖστούλᾳ ποταμῷ καὶ τῇ Γερμανίᾳ τῇ μεγάλῃ μετὰ τὰ Σαρματικὰ ὄρη, καὶ αὐτοῖς τοῖς ὄρεσιν· ἀπὸ δὲ μεσημβρίας τοῖς τε Ἰάζυξι τοῖς Μετανάσταις ἀπὸ τοῦ νοτίου τῶν Σαρματικῶν δρῶν πέρατος μέχρι τῆς ἀρχῆς τοῦ Καρπάθου ὄρους, καὶ ἔτι τῇ Δακίᾳ μέχρι τῶν Βορυσθένους τοῦ ποταμοῦ ἐκβολῶν, καὶ τῇ ἀπὸ τούτου τοῦ Εὐξείνου Πόντου παραλίῳ μέχρι τοῦ μυχοῦ τοῦ Καρκινίτου κόλπου. Καὶ ἡ μὲν ὅλη περιγραφή τοιαύτη· τὰ δὲ κατὰ μέρος τῆς Σαρματίας κεφαλαιωδέστερον ἐτάξαμεν, μή προσθέντες τῶν σταδίων

559
τὸν ἀριθμὸν τῷ τὸν ἀκριβῆ περίπλουν τοῦ ἀρκτικοῦ τούτου ὠκεανοῦ σχεδὸν ἄγνωστον τυγχάνειν, πλησιάζοντος μὲν κατὰ τὰς ἄρκτους τῇ ἀγνώστῳ γῇ, ἥτις ὑπέρκειται τῆς Μαιώτιδος λίμνης, μὴ ῥᾳδίως γνωριζομένη τῷ πλείστῳ μέρει τῶν ἀνθρώπων, μάλισθʼ ὅτε καὶ ὁ Πρωταγόρας παραλελοιπέναι τούτων τῶν σταδίων τὸν ἀριθμὸν δοκεῖ. Καὶ ἡ περγραφὴ δὲ τῶν τόπων κατὰ μόνας τὰς ἐκβολὰς τῶν ποταμῶν ῥηθήσεται διὰ τὰς αὐτὰς αἰτίας.

39. Μετὰ τὰς ἐκβολὰς τοῦ Οὐῖστούλα ποταμοῦ ἐκδέχονται Χρόνου τοῦ ποταμοῦ ἐκβολαί· ἀπὸ δὲ Κρόνου τοῦ ποταμοῦ ἑξῆς εἰσὶ Ῥουδῶνος ποταμοῦ ἐκβολαί. Οὗτοι δὲ οἱ ποταμοὶ εἰς τὸν Οὐεν δικὸν κόλπον ἐξίασιν, ὅστις ἀπὸ τοῦ Οὐῖστούλα ποταμοῦ ἄρχεται παρήκων ἐπὶ πλεῖστον. Ἀπὸ δὲ τοῦ Ῥοωδῶνος ποταμοῦ ἑξῆς εἰσὶ Τουρούντου ποταμοῦ ἐκβολαί· ἀπὸ δὲ Τουρούντου ποταμοῦ ἐκδέχεται Χέσυνος ποταμὸς, καὶ αἱ τούτου ἐκβολαί. Μετὰ δὲ τὸν Χέσυνον ποταμὸν ὁ ἄγνωστος καὶ Ὑπερβόρειος ἑξῆς ἐστὶν ὠκεανὸς συνέπτων τῇ Ὑπερβορείῳ καὶ ἀγνώστῳ γῇ. Παροικοῦσι τὸν Χέσυνον ποταμὸν οἱ Ἀγαθουρσοὶ τὸ ἔθνος τῆς ἐν Εὐρώπῃ Σαρματίας ὄντες. Καταφέρονται δὲ ὅ τε Χέσυνος ποταμὸς καὶ ὁ Τουρούντης ἐκ τῶν ὑπερκειμένων ὀρῶν, ἅτινα καλεῖται Ῥίπαια ὄρη, κατὰ τὴν μεσόγειον μεταξὺ τῆς Μαιώτιδος λίμνης καὶ τοῦ Σαρματικοῦ ὠκεανοῦ κείμενα. Ὁ δὲ Ῥούδων ποταμὸς ἐκ τοῦ Ἀλανοῦ ὄρους φέρεται· παροικεῖ δὲ τό τε ὄρος καὶ τὴν χώραν ταύτην ἐπὶ πολὺ διῆκον τὸ τῶν Ἀλανῶν Σαρμάτων ἔθνος, παρʼ οἷς τοῦ Βορυσθένους ποταμοῦ τοῦ εἰς τὸν Πόντον ἐξιόντος αἱ πηγαὶ τυγχάνουσι. Τὴν δὲ περὶ τὸν Βορυσθένην χώραν παροικοῦσι μετὰ τοὺς Ἀλανοὺς οἱ καλούμενοι Χουνοὶ οἱ ἐν τῇ Εὐρώπῃ.

40. Ἔστι δὲ τὸ μῆκος τῆς Σαρματίας σταδίων ζψ΄, τὸ δὲ πλάτοι σταδίων ζχν΄. Ἔχει [δὲ] ἔκνη νϚ΄, πόλεις ἐπισήμους νγ΄, ὄρη ἐπίσημα θ΄, ποταμοὺς ἐπισήμους

560
δ΄, ἀκρωτήρια ἐπίσημα γ, λιμένας ἐπισήμους γ΄, κόλπους ἐπισήμους δ΄, τόν τε Οὐενδικὸν τὸν εἰρημένο κόλπον καὶ ἄλλου τρεῖς. Τῆς μέν οὖν Εὐρώπης τῶ δεξιῶν μερῶν τὸν περίπλουν, ὥσπερ ὑπεσχόμεθα, μετὰ τῆς προσηκούσης ἐπιμελείας πεποιήμεθα· μεταβησόμεθα δὲ ἐπὶ τὰς Πρεττανικὰς νήσους.

41. Αἱ Πρεττανικαὶ νῆσοι δὺο εἰσὶν, ἥ τε καλουμένη Ἀλβίων καὶ ἡ Ἰουερνία. Ἀλλ᾿ ἡ μὲν Ἀλβίων μείζων κατὰ πολὺ τυγχάνει· κεῖται δὲ καταντικρὺ τῆς Κελτογαλατίας, παρά τε τὴν Λουγδουνησίαν καὶ τὴν Βελγικὴν μέχρι τῆς μεγάλης Γερμανίας ἐκτεινομένη. Οὐ γάρ ἐστι συνεστραμμένη, καθάπερ αἱ ἄλλαι νῆσοι, ἀλλʼ ὅσπερ διῃρημένη καὶ διεσπαρμένη, κατὰ πλείστου μέρους διήκει τοῦ ἀρκτῴου ὠκεανοῦ, δύο μάλιστα μακροτάτους ἰσθμοὺς ὥσπερ πόδας τινὰς ἔχουσα· ὧν ὁ μὲν μείζων [μέχρι τῆς Κιμβρικῆς Χερσονήσου], ὁ δὲ ἐλάττων μέχρι τῆς Ἀκυτανίας διήκει. Ἡ δὲ ἑτέρανῆσος ἡ Ἰουερνία ὑπέρ αὐτήν κειμένη, δυτικωτέρα δὲ τυγχάνουσα, ἐλάσσων τέ ἐστι τῷ μεγέθει, καὶ τὴν ἴσην ἔχει θέσιν τῆ προειρημένῃ. Ταύτης τοίνυν τῆς προτέρας τὸν περίπλουν ἀναγράψομεν, εἶθ᾿ οὕτως ἐπὶ τὴν μείζονα ἐλευσόμεθα.

42. Ἡ Ἰουερνία νῆσος ἦ Πρεττανικὴ περιορίζεται ἀπὸ μὲν τῶν ἄρκτων τῷ ὑπερκειμένῳ καὶ καλουμένῶ Τπερβορείῳ ὠκεανῶ, ἀπὸ δὲ ἀνατολῶν τῷ ὠκεανῷ τῷ καλουμένῳ Ἰουερνικῷ, ἀπὸ δὲ δυσμῶν τῷ δυτικῷ ὡκεανῷ, ἀπὸ δεμεσημβρίαςτῷ καλουμένῳ Οὐεργιουίῳ ώκεααυ νῦ.Καὶἡ μέν ὅλη θέσις τῆς νήσουτοῦτονέχειτὸντρόποντὰ [δὲ κατὰ μέρος οὕτως ἔχει]. Stephan. B.

Aἰβοῦδαι, νῆσοι πέντε τῆς Πρεττανικῆς, ὡς Μαρκιανὸς ἐν Περίπλῳ.

43. Ἐστι δ τῆς Ἰουερνίας νήσου τῆς Πρεττανικῆς τὸ μέν μῆκος μέγιστον ἀπὸ τοῦ Νοτίου ἀκρωτηρίου ἄρχόμεενον, καὶ καταλῆγον ἐπὶ τὸ ʼοβόγδιον ἄκρον, ὡς εἶναι τῆς νήσου τὸ μῆκος σταδίων βρα. Τὸ δὲ πλάτος ἄρχεται μὲν ἀπὸ τοῦ Ἱεροῦ ἄκρου, περαιοῦται δὲ εἰς τὸ οβόγδιον κρον, ὡς εἰναι τῆς νήσου τὸ πλάτος εο σταδίων αωλδʼ. Τῷ δὲ ἔκρα αὐτῆς ἐπὸ τίῶν ὅριζόντων διέστηκε τὸν τρόπον τοῦτον· τὸ μὲν ἀρκτῷον αὐτῆς ἀκρον ἀπὸ τοῦ ἀρκτῴου ὁρίζοντος σταδίους ,α δονʼ τὸ δὲ δυτικὸν αὐτῆς ἄκρον [ἀπὸ τοῦ δυτικοῦ ὁρίζοντος σταδίους ---, τὸ δὲ νότιον ἄκρον] ἀπὸ τῆς ἰσημερίας

561
σταδίους γ ητιζ· τὸ δὲ ἀνατολικὸν ἀπὸ τῆς ἀνατολῆς σταδίους δ τιζ΄. Ἔχει δὲ ἔθνη ιϚ΄, πόλεις ἐπισήμους ια΄, ποταμοὺς ἐπισήμους ιε΄, ἀκρωτήρια ἐπίσημα ε΄, νήσους ἐπισήμους Ϛ΄. Οἱ πάντες τοῦ περίπλου τῆς Ἰουερνίας οὐ πλεῖον σταδίων θπε΄, οὐχ ἧττον σταδίων Ϛωμε΄.