Periplus maris exteri

Marcianus, of Heraclea

Marcianus of Heraclea. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

38. Ἡ ἐν τῇ Εὐρώπη Σαρματία περιορίζεται ἀπὸ μὲν ἄρκτων τῷ τε Σαρματικῷ ὠκεανῷ κατὰ τὸν Οὐενδικὸν κόλπον, καὶ μέρει τῆς ἀγνώστου γῆς, ἀπὸ δὲ ἀνατολῶν τῷ τε [ἀπὸ τοῦ Καρκινίτου ποταμοῦ] ἰσθμῷ καὶ τῇ Βύκῃ λίμηῃ, καὶ τῷ μέρει τῆς Μαιώτιδος λίμνης μέχρι τοῦ Τανάϊσος ποταμοῦ, καὶ ἐφεξῆς αὐτῷ [τῷ] Τανάῖδι ποταμῷ, καὶ ἔτι τῷ ἀπὸὸ τῶν πηγῶν τοῦ Ταναῖδος ποταμοῦ ἐπὶ τὴν ἄγνωστον γῆν μεσημβρινῷ ἀπὸ δὲ δυσμῶν τῷ τε Οὐῖστούλᾳ ποταμῷ καὶ τῇ Γερμανίᾳ τῇ μεγάλῃ μετὰ τὰ Σαρματικὰ ὄρη, καὶ αὐτοῖς τοῖς ὄρεσιν· ἀπὸ δὲ μεσημβρίας τοῖς τε Ἰάζυξι τοῖς Μετανάσταις ἀπὸ τοῦ νοτίου τῶν Σαρματικῶν δρῶν πέρατος μέχρι τῆς ἀρχῆς τοῦ Καρπάθου ὄρους, καὶ ἔτι τῇ Δακίᾳ μέχρι τῶν Βορυσθένους τοῦ ποταμοῦ ἐκβολῶν, καὶ τῇ ἀπὸ τούτου τοῦ Εὐξείνου Πόντου παραλίῳ μέχρι τοῦ μυχοῦ τοῦ Καρκινίτου κόλπου. Καὶ ἡ μὲν ὅλη περιγραφή τοιαύτη· τὰ δὲ κατὰ μέρος τῆς Σαρματίας κεφαλαιωδέστερον ἐτάξαμεν, μή προσθέντες τῶν σταδίων

559
τὸν ἀριθμὸν τῷ τὸν ἀκριβῆ περίπλουν τοῦ ἀρκτικοῦ τούτου ὠκεανοῦ σχεδὸν ἄγνωστον τυγχάνειν, πλησιάζοντος μὲν κατὰ τὰς ἄρκτους τῇ ἀγνώστῳ γῇ, ἥτις ὑπέρκειται τῆς Μαιώτιδος λίμνης, μὴ ῥᾳδίως γνωριζομένη τῷ πλείστῳ μέρει τῶν ἀνθρώπων, μάλισθʼ ὅτε καὶ ὁ Πρωταγόρας παραλελοιπέναι τούτων τῶν σταδίων τὸν ἀριθμὸν δοκεῖ. Καὶ ἡ περγραφὴ δὲ τῶν τόπων κατὰ μόνας τὰς ἐκβολὰς τῶν ποταμῶν ῥηθήσεται διὰ τὰς αὐτὰς αἰτίας.