Periplus maris exteri

Marcianus, of Heraclea

Marcianus of Heraclea. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

34. Κατοικεῖ δὲ τὸν μὲν αὐχένα τῆς χερσονήσου τὸ ἔθνος τῶν καλουμένων Ἀξόνων, αὐτὴν δὲ τὴν χερσόνησον ἔθνη πλεῖστα. Ὑπὲρ δὲ τὴν χερσόνησον κεῖνται νῆσοι γ΄ Ἀλοκίαι καλούμεναι· εἰσὶ δʼ ἐπʼ αὐτὰς ἀπὸ τῆς χερσονήσου στάδιοι φν΄, στάδιοι φ΄. Ἀπʼ ἀνατολῶν δὲ τῆς χερσονήσου κεῖνται νῆσοι δ΄ αἱ καλούμεναι Σκανδίαι, τρεῖς μὲν μικραὶ, ὧν εἰς τὴν μέσην ἀπὸ τῆς χερσονήσου εἰσὶ στάδιοι β, στάδιοι αψ΄, μία δὲ μεγίστη καὶ ἀνατολικωτάτη, καλεῖται δὲ ἰδίως καὶ αὐτὴ Σκανδία, κειμένη κατὰ τὰς ἐκβολὰς τοῦ Οὐϊστούλα ποταμοῦ, ἀφʼ ὧν εἰσὶν εἰς αὐτὴν στάδιοι αχ΄, στάδιοι ασ΄. Ἔστι δὲ ὁ πᾶς τῆς Σκανδίας περίπλους σταδίων βφ΄, σταδίων β΄.

35. Ἀπὸ δὲ τῆς πρὸς ἀνατολὰς ἐπιστροφῆς τῆς χερσονήσου ἐπὶ Συήβου ποταμοῦ ἐκβολὰς στάδιοι ασξ΄, [στάδιοι---]. Ἀπὸ [δὲ] Συήβου ποταμοῦ ἐπὶ Οὐιάδου ποταμοῦ ἐκβολὰς στάδιοι ων΄, [στάδιοι ---]. Ἀπὸ δὲ Οὐιάδου ποταμοῦ ἐκβολῶν εἰς Οὐῖστούλα ποταμοῦ ἐκβολὰς εἰσὶ στάδιοι ψ΄, [στέδιοι ---]. Ἀπὸ δὲ τῶν ἐκβολῶν τοῦ ποταμοῦ τοῦ Οὐϊστούλα ἐπὶ τὴν κεφαλὴν τοῦ αὐτοῦ ποταμοῦ εἰσὶ στάδιοι β, στάδιοι αων΄.