Periplus maris exteri

Marcianus, of Heraclea

Marcianus of Heraclea. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

4. Πρώτη δὲ ἡ νῆσος ἐν δεξιᾷ τὰ Γάδειρα κειμένη τυγχάνει, ἔνθα τὰς Ἡρακλείους στήλας εἶναι συνέστηκεν. Οἱ μὲν γὰρ κατὰ Κάλπην τὸ ὄρος, ὅπερ ἐνδοτέρω τῶν Ἡρακλείων στενῶν κεῖται, τὰς στήλας εἶναί φασιν· οἱ δὲ κατὰ Γάδειρα τὴν νῆσον, ὥσπερ καὶ Ἀρτεμίδωρος ὁ γεωγράφος· κωλύει δὲ οὐδὲν ἀπὸ τῆς Κάλπης τοῦ ὄρους, ἣν οἱ πλεῖστοι στήλην Ἡρακλέους εἶναι βούλονται, τὸν περίπλουν τῆς Ἰβηρίας ποιήσασθαι. Ἔστι δὲ τῆς μὲν Βαιτικῆς καλουμένης ἐπᾶρχίας ἡ Κάλπη, τέλος δὲ τοῦ ἔθνους τούτου καὶ ὅριον ὁ Ἄνας ποταμὸς ὑπάρχει, κατὰ τὸν ἑσπέριον ὠκεανὸν τὰς ἐκβολὰς ποιούμενος, μεθʼ ὃν τὰ ἐχόμενα τῆς Ἱσπανίας ἔθνη κατὰ τὴν ἔξω θάλασσαν καὶ τὸν ὠκεανὸν κείμενα τυγχάνει. Ἔσται τοίνυν ὁ περίπλους τήν ἀρχὴν ἔχων ἀπὸ τῆς ἐν Ἰβηρία Κάλπης καὶ [τούτου] τοῦ μέρους τῆς βαιτικῆς πα ἐπαρχίας.

5. ἐκειδὴ δὲ πολλοὶ τῶν ταῦτα τὰ μέρη περιπλευσάντων περὶ τὸν τῶν σταδίων ἀριθμὸν διεσφάλησαν, καίτοιγε τὰς αἰτίας ἡμεῖς τῆς τοιαύτης πλάνης ἐν τῷ προτέρῳ βιβλίῳ διεξήλθομεν· ὅμως ἕνεκεν ἀκριβείας μείζονος διπλοῦν ὡς ἐπίπαν τὸν ἀριθμὸν τῶν σταδίων προσγράψαι προειλόμεθα, τό τε μή πλεῖον καὶ τὸ μὴ ἔλαττον κατὰ γραμμήν ὑποτείνουσαν προστιθέντες, ἅστε τὸ μεταξὺ τῶν ἀριθμῶν ἐκατέρων ὥσπερ ὅρον τινὰ τῆς ἀληθείας κεῖσθαι τοῖς τὴν ἀκρίβειαν ἐπιζητοῦσι. Τοῦτο γὰρ σαφῶς καὶ Πρωταγόρας ἐν τῇ γεωγραφία ποιήσας δοκεῖ τὴν περὶ τοὺς σταδίους πλάνην ἐκπεφευγέναι.

6. Ἡ Ἰβηρία ἥτις καὶ Ἱσπανία καλεῖται, ἄρχεται μὲν ἀπὸ τῶν Πυρηναίων δρῶν, διήκει δὲ ἰπὶ πλιῖστον, ὑφʼ ἑκατέρων τῶν θαλασσῶν περιεχομένη, τοῦ τε ὠκεανοῦ τοῦ ἀρκτῴου καὶ δυτικοῦ καὶ τῆς καθʼ ἡμᾶς θαλάσσης. ʼἩ δὲ Πuρήνη τὸ ὄρος ἀπὸ τῆς καθʼ ἡμᾶς dρξαμένη

544
θαλάσσης διατείνει μέχρι τοῦ ἀρκτῴου ὠκεανοῦ. Καὶ τὸ μὲν ἓν πέρας τοῦ ὄρους εἰς τὴν ἡμετέραν ἔκκειται θάλασσαν, τὸ δὲ ἕτερον πέρας αὐτοῦ πρὸς τὰς ἄρκτους καὶ τὸν ἀρκτῷον ὠκεανὸν προβέβληται. Διαζεύγνυσι δὲ καὶ διαιρεῖ τὴν Ἰβηρίαν πρὸς τὴν ἐχομένην Κελτογαλατίαν, ὡς δοκεῖν εἶναι τὴν Ἰβηρίαν μεγίστην χερσόνησον κατὰ τὸν αὐχένα τῇ Πυρήνῃ προσεχομένην. Κυρτοῦται δέ πως τὸ ὄρος ὡς ἐπὶ τὴν Ἱσπανίαν.

7. Πρότερον μὲν οὖν ἡ Ἰβηρία διήρητο ὑπὸ Ῥωμαίων εἰς ἐπαρχίας δύο, νυνὶ δὲ εἰς τρεῖς, εἰς Ἱσπανίαν Βαιτικὴν καὶ εἰς Ἱσπανίαν Λουσιτανίαν καὶ Ἱσπανίαν Ταρρακωνησίαν. Τῆς μὲν Βαιτικῆς τὸ πλεῖστον πρὸ τῆς καθʼ ἡμᾶς κεῖται θαλάσσης τῶν Ἡρακλείων ἐντὸς στηλῶν, μέρος δέ τι παρὰ τὸν δυτικὸν ὠκεανόν. Τῶν δὲ λειπομένων ἐθνῶν δύο ἡ μὲν Λουσιτανία πᾶσα κατὰ τὸν δυτικὸν ὠκεανὸν τυγχάνει κειμένη, ἡ δὲ Ταρρακωνησία μέρει μὲν πλείστῳ τῷ ἀρκτῴῳ ὠκεανῷ πρόσκειται, μέρει δέ τινι καὶ τῇ καθʼ ἡμᾶς θαλάσσῃ, ἐφ’ ἑκατέρας ἐκ τῆς μεσημβρίας διήκουσα τὰς θαλάσσας μέχρι τῶν Πυρηναίων ὀρῶν. Γράψομεν τοίνυν τὸν περίπλουν τῶν παρὰ τὸν ὠκεανὸν τῆς Ἰβηρίας μερῶν· τοῦτο γὰρ ποιήσειν δπεσχόμεθα.