Periplus maris exteri

Marcianus, of Heraclea

Marcianus of Heraclea. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

25. Ἔστι δὲ τῆς Περσίδος τὸ μὲν μῆκος στάδιοι δ, τὸ δὲ πλάτος αυ΄. Ἔχει δὲ ἔθνη ἢ σατραπείας, ι΄, πόλεις δὲ ἐπισήμους καὶ κώμας λβ΄, ποταμοὺς ἐπισήμους γ΄, ἀκρωτήριον ἐπίσημον α΄, χερσόνησον ἐπίσημον α΄, νήσους ἐπισήμους β΄. Οἱ πάντες ἀπὸ τοῦ Ὀροάτιος μέχρι τῶν τοῦ Βαγράδα ποταμοῦ ἐκβολῶν τοῦ παράπλου τῆς τῶν Περσῶν χώρας στάδιοι γυ΄.

26. Ἡ Καρμανία μέρει μέν τινι κατὰ τὸν Περσικὸν κεῖται κόλπον, μέρει δὲ παρὰ τὸ Ἰνδικὸν πέλαγος [τὸ] μετὰ τὸν κόλπον τὸν Περσικόν. Περιορίζεται

531
δὲ ἀπὸ μέν ἄρκτων τῆ ἐρήμῳ Καρμανίᾳ, ἀπὸ δὲ δύσεως τῇ προρρηθείσῃ Περσίδι καὶ τῶ προειρημένῳ Βαγράδᾳ ποταμῷ καὶ ἔτι τῷ λειπομένῳ μέρει τοῦ Περσικοῦ κόλπου, (διὰ τὸ πρὸς δύσιν δρᾶν αὐτὸν) καλουμένῳ Καρμανικῷ· ἀπὸ δὲ ἀνατολῶν Γεδρωσίᾳ τῷ ἔθνει παρὰ τὰ Παρσικὰ ὄρη· ἀπὸ δὲ μεσημβρίας μετὰ τὰ στενὰ τοῦ Περσικοῦ κόλπου τῷ Ἰωδικῷ πελάγει. Καὶ ἡ μὲν ὅλη τῆς χώρας περιγραφὴ τοιαύτη· ὁ δὲ κατὰ μέρος περίπλους οὕτως ἔχει.