Periplus maris exteri

Marcianus, of Heraclea

Marcianus of Heraclea. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

19. Ἔστι δὲ τῆς Εὐδαίμονος Ἀραβίας τὸ μέν μῆκος σταδίων α αψ΄, τὸ δὲ πλάτος σταδίων ηων΄. Ἔχει ι,φoo, δὲ ἔθνη ἤτοι σατραπείας νδ΄, πόλεις δὲ ἐπισήμους καὶ κώμας ρξδ΄, ὄρη ἐπίσημα ιε΄, ποταμοὺς ἐπισήμους δ΄, λιμένας ἐπισήμους Ϛ΄, κόλπους ἐπισήμους ε΄, αἰγιαλοὺς μεγάλους δύο, νήσους ἐπισήμους τὰς ἐν τῷ β, περίπλῳ εἰρημένας λε΄. Οἰ πάντες ἀπὸ τοῦ Ἀσαβῶν ἀκρωτηρίου μέχρι τοῦ Μαισανίτου κόλπου τοῦ παρ τὴν Εὐδαίμονα Ἀραβίαν τυγχάνοντος στάδιοι ερμ΄. Οἱ δέ σύμπαντες ἀπὸ τοῦ Αἰλανίτου μυχοῦ τοῦ ἐν τῷ Ἀραβίῳ κόλπῳ μέχρι τοῦ Μαισανίτου κόλπου καὶ τοῦ

529
πρὸς τῇ Ἐρήμῳ πέρατος τοῦ Περσικοῦ κόλπου καὶ ἔτι τῶν ἐκβολῶν τοῦ Τίγριδος ποταμοῦ τοῦ περίπλου παντὸς τῆς παραλίας τῆς τῶν Εὐδαιμόνων Ἀράβων γῆς εἰσι στάδιοι γ, ηρν΄.

20. Ἡ Σουσιανὴ κεῖται μὲν ἐν τῷ Περσικῷ κόλπῳ· περιορίζεται δὲ ἀπὸ μὲν ἄρκτων τῇ Ἀσσυρίᾳ, ἀπὸ δὲ δύσεως τῇ προειρημένῃ Βαβυλωνίᾳ παρὰ τὸ τοῦ Τίγριδος ποταμοῦ μέρος τὸ μέχρι θαλάσσης, ἀπὸ δὲ ἀνατολῆς νῇ Περσίδι, ἀπὸ δὲ μεσημβρίας τῷ Περσικῷ κόλπῳ ἀπὸ τῶν ἐκβολῶν τοῦ Τίγριδος ποταμοῦ μέχρι τῶν ἐκβολῶν τῶν εἰς τὸν Περσικὸν κόλπον τοῦ Ὀροάτιος ποταμοῦ. Καὶ ἡ μὲν ὅλη τῆς χώρας περιγραφὴ τοιαύτη· ὁ δὲ κατὰ μέρος παράπλους οὕτω πως ἔχε.

21. Ἀπὸ τοῦ ἀνατολικοῦ στόματος τοῦ Τίγριδος ποταμοῦ ἐπὶ Χάρακα Πασίνου στάδιοι π΄. Κατὰ τοῦτο τὸ μέρος νῆσος κεῖται Ἀπφάνα λεγομένη· ταύτην δέ τινες τῷ περίπλῳ τῆς Εὐδαίμονος Ἀραβίας προσνέμουσιν, ἐν ταῖς λε΄ νήσοις ἀριθμοῦντες. Ἀπὸ δὲ τοῦ Χάρακος Πασίνου ἐπὶ Μωγαίου ποταμοῦ ἐκβολὰς στάδιοι ψ΄ . Ἀπὸ δὲ Μωγαίου ποταμοῦ ἐπὶ Πηλώδη κόλπον λεγόμενον στάδιοι υ΄. Παροικοῦσι δὲ τὸν κόλπον τοῦτον καὶ τοὺς περὶ αὐτὸν τόπους Ἐλυμαῖοι, τῆς Σουσιανῆς ὄντες χώρας. Κατὰ δὲ τὸν κόλπον τοῦτον νῆσος κεῖται, Ταξίανα λεγομένη. Ἀπὸ δὲ τοῦ κόλπου ἐτὶ τὰς τοῦ Εὐλαίου ποταμοῦ ἐκβολὰς στάδιοι χ??. Κατὰ τοῦτον τὸν ποταμὸν ἐν τῇ μεσογείᾳ πόλις κεῖται τῆς Σουσιανῆς μητρόπολις τὰ Σοῦσα. Ἀπὸ δὲ τοῦ Εὐλαίου ποταμοῦ εἰς Τέναγος [ἀμμῶδες στάδιοι ρι΄. Ἀπὸ δὲ Τενάγους] ἀμμώδους ἐπὶ τὰς τοῦ Ὀροάτιος ποταμοῦ ἐκβολὰς στάδιοι αυν΄.

530

22. Ἔστι δὲ τῆς Σουσιανῆς τὸ μὲν μῆκος στάδιοι γφ, τὸ δὲ πλάτος στάδιοι βιν΄. Ἔχει δὲ ἔθνη ἤτοι σατραπείας Ϛ΄, πόλεις δὲ ἐπισήμους καὶ κώμας ιζ΄, ποταμοὺς ἐπισήμους δ΄ , Πηλώδη κόλπον, Τέναγος ἀμμῶδες, Ἡρακλέους στήλας. Οἱ πάντες ἀπὸ τοῦ στόματος τοῦ Τίγριδος ποταμοῦ μέχρι τῶν ἐκβολῶν τοῦ Ὀροάτιος ποταμοῦ τοῦ παράπλου τῆς Σουσιανῆς χώρας στάδιοι γυλ΄.