Periplus maris exteri

Marcianus, of Heraclea

Marcianus of Heraclea. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

36. Μετὰ δὲ τὸ Βόρειον τοίνυν ἀκρωτήριον ἡ ὅλη περιγραφή καὶ ὁ περίπλους τῆς Ταπροβάνης νήσου τὸν τρόπον ἔχει τοῦτον· κατὰ μέν διάμετρον τῷ μήκει στὰ διοι θφ΄, τῷ δὲ πλάτει στάδιοι ζφ΄. Ἔχει δὲ ἔθνη ἤτοι σατραπείας ιγ΄, πόλεις δὲ ἐπισήμους καὶ ἐμπόρια κβ΄, ὄρη ἐπίσημα β΄, ποταμοὺς ἐπισήμους ε΄, ἀκρωτήρια ἐπίσημα ή, λιμένας ἐπισήμους δ΄, κόλπους μεγάλους β΄, αἰγιαλὸν μέγαν α΄. Οἱ πάντες τοῦ περίπλου τῆς Ταπροβάνης νήσου στάδιοι β Ϛιπε΄. Καὶ περὶ μέν τῆς Ταπροβάνης νήσου τοσαῦτα εἰρήσθω. Πάλιν δὲ ἐπανήξομεν ἐπὶ τὸν παράπλουν τῆς ἐντὸς Γάγγου Ἰνδικῆς. [Λείπει τὰ κατὰ μέρος]

37. Ἀπὸ τοῦ Ἀφετηρίου τούτου ἐκδέχεται ὁ Γαγγητικὸς καλούμενος κόλπος μέγιστος ὢν σφόδρα, οὗ κατὰ

536
τὸν μυχὸν ὁ Γάγγης ἐξίησι ποταμὸς, πέντε στόμασι τὴν ἐκβολὴν ποιούμενος, ὃν ἔφαμεν ὅριον εἶναι τῆς ἐντὸς Γάγγου Ἰνδικῆς καὶ τῆς ἐκτός.

38. Ἔστι δὲ τῆς ἐντὸς Γάγγου ποταμοῦ Ἰνδικῆς τὸ μὲν μῆκος, ᾗ μακροτάτη τυγχάνει, ἀπὸ τοῦ πέμπτου στόματος τοῦ Γάγγου ποταμοῦ λεγομένου Ἀντιβολὴ ἕως τοῦ Ναυστάθμου λιμένος, τοῦ ἐν τῷ Κάνθι κόλπῳ, σταδίων α ησ??΄· τὸ δὲ πλάτος, ἀπὸ τοῦ ἀκρωτηρίου τοῦ καλουμένου Ἀφετηρίου ἕως τῶν πηγῶν τοῦ Γάγγου ποταμοῦ, σταδίων α γ. Ἔχει δὲ ἔθνη ἤτοι σατραπείας νδ΄, πόλεις δὲ καὶ κώμας καὶ ἐμπόρια ἐπίσημα σις΄, ὄρη ἐπίσημα Ϛ΄, ποταμοὺς ἐπισήμους κγ΄, ἀκρωτήρια ἐπίσημα β΄, λιμένα ἐπίσημον α΄, κόλπους ἐπισήμους ε΄, στόματα ἐπίσημα ποταμῶν ιβ΄, ἀφετήριον ἐπίσημον α΄, συμβολὰς ποταμῶν ἐπισήμων ι΄, νήσους ἐπισήμους θ΄.

39. Οἱ πάντες ἀπὸ τοῦ Ἀφετηρίου μέχρι τοῦ πέμπτου ὅς. στόματος τοῦ Γάγγου ποταμοῦ τοῦ καλουμένου Ἀντιβολὴ τοῦ περίπλου τοῦ μέρους τοῦ Γαγγητικοῦ κόλπου στάδιοι ??χξ΄. Οἱ δὲ σύμπαντες ἀπὸ τοῦ Ναυστάθμου λιμένος ἕως τοῦ πέμπτου στόματος τοῦ Γάγγουυ ποταμοῦ, ὃ καλεῖται Ἀντιβολὴ, τοῦ περίπλου παντὸς τῆς ἐντὸς Γάγγου ποταμοῦ Ἰνδικῆς στάδιοι γ ε χ ?? ε΄.

40. Ἡ Ἰνδικὴ ἡ ἐκτὸς Γάγγου ποταμοῦ περιορίζεται ἀπὸ μὲν ἄρκτων τοῖς μέρεσι τῆς Σκυθίας καὶ τῆς Σηρικῆς, ἀπὸ δὲ δύσεως αὐτῷ τῷ Γάγγῃ ποταμῷ, ἀπὸ δὲ ἀνατολῶν τοῖς Σίναις μέχρι τοῦ καλουμένου Μεγάλου κόλπου καὶ αὐτῷ τῷ κόλπῳ, ἀπὸ δὲ μεσημβρίας τῷ τε Ἰνδικῷ πελάγει καὶ μέρει τῆς Πρασώδους θαλάσσης, ἥτις ἀπὸ τῆς Μενουθιάδος νήσου ἀρξαμένη διατείνει κατὰ παράλληλον γραμμὴν μέχρι τῶν ἀντικειμένων μερῶν τῷ Μεγάλῳ κόλπῳ, καθὰ προειρήκαμεν.[Λείπει τὰ κατὰ μέρος.]