Periplus maris exteri

Marcianus, of Heraclea

Marcianus of Heraclea. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

35. Τῷ ἀκρωτηρίῳ τῆς Ἰωδικῆς τῷ καλουμένῳ Κῶρυ ἀντίκειται τὸ τῆς Ταπροβάνης νήσου ἀκρωτήριον καλούμενον Βόρειον. Ἡ δὲ Ταπροβάνη νῆσος πρότερον μὲν ἐκαλεῖτο Παλαισιμούνδου, νῦν δὲ Σαλική. Τοῦτο δὲ τὸ ἀκρωτήριον τῆς νήσου τὸ ἀντικείμενον τῶ Κῶρυ, ὅπερ ἔφαμεν καλεῖσθαι Βόρειον ἄκρον, ἀπέχει ἀπὸ μέν τοῦ ἀνατολικοῦ ὁρίζοντος σταδίους β Ϛυξ΄, ἀπὸ δὲ τοῦ δυτικοῦ ὁρίζοντος σταδίους Ϛ καὶ αχκϚ΄, ἀπὸ δέ μεσημβρίας καὶ ἰσημερίας ὡς πρὸς ἄρκτους σταδίους Ϛτν΄. [Λείπει τὰ κατὰ μέρος]

ΑΠΟΣΠΑΣΜΑ.

[Μάργανα, πόλις τῆς Ἰνδικῆς. Μαρκιανὸς ἐν Περίπλῳ. Ἔστι καὶ Μαργάναι πληθυντικῶς.]

36. Μετὰ δὲ τὸ Βόρειον τοίνυν ἀκρωτήριον ἡ ὅλη περιγραφή καὶ ὁ περίπλους τῆς Ταπροβάνης νήσου τὸν τρόπον ἔχει τοῦτον· κατὰ μέν διάμετρον τῷ μήκει στὰ διοι θφ΄, τῷ δὲ πλάτει στάδιοι ζφ΄. Ἔχει δὲ ἔθνη ἤτοι σατραπείας ιγ΄, πόλεις δὲ ἐπισήμους καὶ ἐμπόρια κβ΄, ὄρη ἐπίσημα β΄, ποταμοὺς ἐπισήμους ε΄, ἀκρωτήρια ἐπίσημα ή, λιμένας ἐπισήμους δ΄, κόλπους μεγάλους β΄, αἰγιαλὸν μέγαν α΄. Οἱ πάντες τοῦ περίπλου τῆς Ταπροβάνης νήσου στάδιοι β Ϛιπε΄. Καὶ περὶ μέν τῆς Ταπροβάνης νήσου τοσαῦτα εἰρήσθω. Πάλιν δὲ ἐπανήξομεν ἐπὶ τὸν παράπλουν τῆς ἐντὸς Γάγγου Ἰνδικῆς. [Λείπει τὰ κατὰ μέρος]