Periplus maris exteri

Marcianus, of Heraclea

Marcianus of Heraclea. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

6. Ἔστι δὲ πρώτη μὲν τῶν ἠπείρων μεγέθους ἕνεκεν ἡ Ἀσία, δευτέρα δὲ ἡ Λιβύη, τρίτη δὲ ἡ Εὐρώπη. Τῶν δὲ τριῶν θαλασσῶν τῷ μεγέθει τυγχάνει πρώτη μὲν ἡ κατὰ τὸ Ἰνδικὸν πέλαγος· δευτέρα δὲ ἡ καθʼ ἡμᾶς ἡ μεταξὺ Λιβύης καὶ Εὐρώπης, ἀρχομένη μὲν ἀπὸ Γαδείρων ἤτοι τοῦ Ἡρακλείου πορθμοῦ, διήκουσα δὲ μέχρι τῆς Ἀσίας τρίτη δὲ ἡ Ὑρκανία. Μέγεθος δέ τῆς οἰκουμένης, τὸ μὲν ἀπὸ ἀνατολῆς ἐπὶ δύσιν ἀναμεμέτρηται σταδίων M. ζ΄, ηφμε΄· τοῦτο δέ

521
ἐστι τὸ ἀπὸ Γάγγου ποταμοῦ ἐκβολῶν, τοῦ ἐν Ἰνδοῖς ἀνατολικωτάτου ποταμοῦ, ἐπὶ τὸ δυτικώτατον τῆς ὅλης οἰκουμένης ἀκρωτήριον, ὃ καλεῖται μὲν Ἱερὸν ἄκρον, τῆς δὲ Ἰβηρίας ἐστὶ τῶν Λυσιτανῶν ἔθνους. Τοῦτο δὲ Γαδείρων ἤτοι τῶν Ἡρακλέους στηλῶν δυτικώτερον τυγχάνει ὡς σταδίους γ. Τοῦ δὲ πλάτους ἡ εὐθεῖα, ᾗ πλατυτάτη τυγχάνει οὖσα, ἀναμεμέτρηται M. δ΄, γ ξ΄· τοῦτο δέ ἐστι τὸ ἀπὸ μεσημβρίας ἐπὶ τοὺς ἄρκτους, οἷον ἀπὸ τῆς Αἰθιοπικῆς θαλάσσης μέχρι Θούλης τῆς νήσου.

7. Τῶν δὲ μεγίστων κόλπων πρῶτος μέν ἐστιν ὁ Γαγγητικὸζ, δεύτερος δὲ ὁ Περσικὸς, τρίτος δὲ ὁ καλούμενος οὕτω Μέγας, τέταρτος δὲ ὁ Ἀράβιος, πέμπτος δὲ ὁ Αἰθιοπικὸς, ἕκτος δὲ ὁ τοῦ Πόντου, ἕβδομος δὲ ὁ τοῦ αἰγαίου πελάγους, ὄγδοος δὲ ὁ τῆς Μαιώτιδος λίμνης, ἔννατος δὲ ὁ Ἀδρίας ἤτοι Ἰόνιος κόλπος, δέκα. τος δὲ ὁ τῆς Προποντίδος.

8. Τῶν δὲ μεγίστων νήσων ἢ χερσονήσων, καὶ τῆς πρώτης τάξεως, πρώτη μέν ἦ Ταπροβάνη νῆσος ἡ Παλαισιμούνδου καλουμένη πρότερον, νῦν δὲ Σαλική· δευτέρα δὲ τῶν Πρεττανικῶν ἡ Ἀλβίων, τρίτη δὲ ἡ Χρυσῆ χερσόνησος, τετάρτη δὲ τῶν Πρεττανικῶν ἡ Ἰουερνία, πέμπτη δὲ ἡ Πελοπόννησος, ἕκτη δὲ [ἡ] Σικελία, ἑβδόμη δὲ ἡ Σαρδὼ, ὀγκόη δὲ [ἡ] Κύρνος, ἐννάτη [ἡ] Κρήτη, δεκάτη [ἡ] Κύπρος. Καὶ ταῦτα μέν ἐπὶ τοσοῦτον· ἐπὶ δέ τὰ προκείμενα μεταβησόμεθα.

522