Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

1) ὅπως ὁ Μέτελλος τοὺς τῶν πολεμίων κατασκόπους ἐφώρασεν. ὅτι πολέμου Ῥωμαίοις καὶ Καρχηδονίοις συρραγέντος ἐνίκησαν οἱ Ῥωμαῖοι καὶ τοὺς ἐλέφαντας αὐτῶν ἀνεῖλον. ὅπως τοὺς ἐλέφαντας οἱ Ῥωμαῖοι διεπεραίωσαν τὸν πορθμὸν καὶ εἰς Ρώμην ἀπήγαγον.

Ὅτι πρέσβεις εἰς Ῥώμην οἶ Καρχηδόνιοι ἔπεμψαν καὶ αὐτὸν τὸν Ῥηγοῦλον τὸν ὕπατον, εἰ- ρήνην αἰτοῦντες. ὅσα Ῥωμαίοις ὁ Ῥηγοῦλος συνεβούλευσε, γνώμην δοῦναι ἐπιτραπείς, καὶ ὅπως ἀνακομισθεὶς ἑκὼν εἰς Καρχηδόνα , ἔνα μὴ ἐπιορκήσῃ, ὠμότατα διεφθάρη. στρατεία Ῥωμαίων εἰς τὴν Λιβύην καὶ πολιορκία τοῦ Λιλυβαίου. 2) ὅσα οἶ Ῥωμαῖοι ἐν τῇ πολιορκίᾳ τοῦ Λιλυβαίου παρὰ τῶν Καρχηδονίων ὑπέστησαν.

ὅτι ἀφῆκαν οἶ Ῥωμαῖοι τὸ ναυμαχεῖν. ὅτι μετέστησαν πρὸς Ῥώμην οἱ Γαλάται τοῖς Καρχηδο- νίοις συμμαχοῦντες, καὶ ὅτι αὖθις ναυτικὸν οἶ Ῥωμαῖοι συνεστήσαντο, καὶ ναυμαχίᾳ τοὺς Καρχηδονίους ἐνίκησαν.

ὅτι τὸν σφέτερον στρατηγὸν οἶ Καρχηδόνιοι ἀνεσταύρωσαν καὶ σπείσασθαι Ῥωμαίοις ᾔτουν. ὅτι οἱ ἐν τῇ Ῥώμῃ φυσηθέντες διὰ τὴν νίκην βαυτέρας τὰς τῶν σπονδῶν συνθήκας τοῖς Καρχηδονίοις ἐπήνεγκαν , καὶ οὕτως ὁ πόλεμος ἔληξε σφίσιν.

[*](1) Nulla sunt ad c. 1 — 13 in codice aigumenta. 2) Λιλυβαίου] λϋβαίου ut mox.)
314

Πόλεμοι ῾Ρωμαίων πρὸς ἔθνη. ὅτι τὴν Σαρδῶ ἔλαβον οἱ ῾Ρωμαῖοι ἐκ τῶν Καρχηδονίων καὶ χρήματα. πόλεμοι ῾Ρωμαίων πρὸς Γαλάτας καὶ Λίγυας καὶ Κυρνίους. πόλεμοι ῾Ρωμαίων πρὸς Σαρδονίους καὶ Κυρνίους καὶ Λίγυας. ὅτι πολέμιοι τοῖς ῾Ρωμαίοις ἐκρίθησαν Καρχηδόνιοι. κηρύκιον ἡ τοῦ κήρυκος ῥάβδος. μάχαι πρὸς Σαρδῶνας καὶ Κυρνίους.

Ὅπως Ἀμίλκας ἐνικήθη παρὰ Ἰβήρων καὶ ἐφθάρη. περὶ Βοουΐων καὶ Γαλατῶν. περὶ Ἵσσης τῆς νήσου καὶ ὅπως οἱ κάτοικοι ταύτης ῾Ρμαίοις προσεχώρησαν καὶ περὶ τῆς ἀρχούσης αὐτῶν γυναικός. ποῖαι χῶραι καλοῦνται Ἰλλυρικόν.

Ἰνσούβρων ἐπίθεσις κατὰ ῾Ρωμαίων καὶ μάχη καὶ ἧττα. τέρατα συμβεβηκότα Ῥωμαίοις. ὅτι τοὺς ὑπάτους οἱ ῾Ρωμαῖοι μετεπέμψαντο, οἱ δὲ οὐκ ἀπῆλθον, ἕως τὸ πὰν ἤνυσαν. ἑτέρα στρατεία κατὰ Ἰνσούβρων. περὶ Δημητρίου τοῦ Σαρδιαίων ἄρχοντος, ὅπως ὑπὸ Ῥωμαίων ἐκολάσθη.

Ὅτι αὖθις πόλεμοι μεταξὺ ῾Ρωμαίων ἀνερράγησαν καὶ Καρχηδονίων Ἀννίβου στρατηγοῦντος αὐτῶν τοῦ Ἀμίλκου παιδός. περὶ τῆς ἐν Εὐρώπῃ Ἰβηρίας ὅπου ἐστὶ καὶ μέχρι τίνος διήκει. ὅτι ὁ Ἀννίβας ἐπολιόρκει τοὺς ἐν Ἰβηρίᾳ Ζακυνθίους. ἅλωσις τοῦ περιβόλου τῶν Ζακυνθίων. ὅτι ἔκαυσαν οἱ Ζακύνθιοι τὰ τιμιώτερα τῶν χρημάτων αὐτῶν καὶ αὐτοὶ σὺν ἀπονοίᾳ τοῖς ἐναντίοις συμμίξαντες κατε- κόπησαν.

Ὅτι πόλεμος ἐψηφίσθη ῾Ρωμαίοις κατὰ Καρχηδονίων. ὅτι πρέσβεις ἐπέμφθησαν εἰς Καρχηδονίους. περὶ σημείων γενομένων πρὸ τῆς μάχης τῶν

315
Ῥωμαίων καὶ τῶν Καρχηδονίων καὶ περὶ ὀνείρου τῷ Ἀννίβᾳ φανέντος.

ὅτε οἱ Ῥωμαῖοι τῶν ὑπάτων τὸν μὲν εἰς Σικελίαν ἔπεμψαν, τὸν δὲ εἰςἸβηρίαν, καὶ ὅπως ὁ Ἀννίβας ἐπεραιώθη τὸν Ῥοδανόν. ὅτι οἱ πεμφθέν- τες παρὰ τῶν ἀντιμαχομένων εἰς κατασκοπὴν συνήν- τησαν ἀλλήλοις καὶ ἐμαχέσαντο. καὶ ὅτι ὁ Ἀννίβας ἄτριπτον ἴ’) ὁδὸν δι’ ὀρῶν διαβὰς ἐκακοπάθησε καὶ πολλοὺς ἀπώλεσε τῶν οἰκείων. μάχαι διάφοροι Ῥω μαίων καὶ Καρχηδονίων τοῦ Ἀννίβου αὐτῶν στρα- τηγοῦντος.

ὅτι κατεστρατήγησε τῶν Ῥωμαίων ὁ Ἀωωίβας καὶ πολλοὺς ἀνεῖλε καὶ οὐ μείους ἐζώγρησε, καὶ ἐπὶ τὴν "Ρώμην ἠπείγετο. ὅσα ἐποίουν οἱ ἐν τῇ Ῥώμῃ μαθόντες τὰ κατὰ τὸν Ἀννίβαν. ὅτι περιέκλεισαν 2) τοὺς πολεμίους οἱ Ῥωμαῖοι εἰς τὴν Καμπανίαν.

Μηχάνημα τοῦ Ἀννίβου. ὅπως οἶ Ῥωμαῖοι ἐσφάλησαν ἐκ κακοβουλίας τοῦ σφῶν στρατηγοῦ. ὅτι εἰς κίνδυνον κατέστησαν οἱ περὶ τὸν Ῥοῦφον ἐξ ἀβουλίας αὐτοῦ καὶ ὅτι ταχὺ μετεβάλετο καὶ τῷ δικτάτωρι 3) ὑπετάγη.