Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

Περὶ Λατίνων. περὶ Ῥουτούλων. ὅπως ὁ Αἰνείας ἐνομίσθη θεός. περὶ Ἄλβας τῆς πόλεως καὶ ὅπως οὕτως ἐκλήθη. πόθεν Τίβερις ὁ ποταμὸς τὴν ὀνομασίαν ἔσχεν. ὅπως ὁ Ἀμούλιος ἐθεοποίει ἑαυτόν. ὅτι ἀπὸ Νομέτορος 1) καὶ Ἀμουλίου ἔσχε τὰ τῶν Ῥωμαίων ἀρχήν. ὅτι δίδυμοι ἦσαν ‘ρῶμός τε καὶ Ῥωμύλος, οἱ καὶ γεγόνασιν ἔκθετοι, καὶ ὅτι παρὰ λυκαίνης ἐτράφησαν, καὶ οἴαν φασὶ τὴν λύ- καιναν.

Ὁποῖοι ἦσαν Ῥῶμός τε καὶ Ῥωμύλος. ὁ ἀνα- γνωρισμὸς Ῥώμου καὶ Ῥωμύλου. ἀναίρεσις Ἀμουλίου

Θάνατος Ῥώμου , καὶ ὅθεν ἐπικίνδυνον ἐνομίσθη τὸ τὴν τάφρον τοῦ στρατοπέδου τινὰ διελ- θεῖν, ἀφέντα τὴν συνήθη ὁδόν. ὅπως διεγράφη τὸ τεῖχος τῆς Ῥώμης. ἅτι τὰ τείχη ἱερά, οὐ μὴν καὶ αἱ πύλαι. ποίᾳ ἡμέρᾳ ἡ Ῥώμη ἐκτίσθη, καὶ πόθεν κατ’ ἀρκὴν 2) τὸ Παλάτιον ἐκλήθη, καὶ περὶ λεγεῶνος. ἅτι ἑκατὸν ἦσαν οἱ βουλευταί, οἷ καὶ πατρίκιοι ἐκα- λοῦντο, καὶ 30 διὰ τί ἐκλήθησαν πατρίκιοι. ὅπως ἥρπασαν τὰς τῶν Σαβίνων θυγατέρας οἱ Ῥωμαῖοι· οἱ δὲ Σαβῖνοι Λακεδαιμονίων εἰσὶν ἄποικοι. ὅτι ὑπὸ τῶν Σαβίνων ἑάλω ἡ Ῥώμη παρὰ γυναικὸς προ- δοθεῖσα, ὑπόσχεσιν λαβοῦσα 4) τοὺς βραχιονιστῆρας [*](1) Νομίτορος] νομήτορος 2) κατ’ ἀρχὴν addidi ex cod., qui καταρ, quod aut ἀρχὴν est aut ἀρχάς 3) καὶ om. 4) ita codex quoque.)

309
Σαβίνων, οὓς μετὰ τὴν προδοσίαν ἐπιρρίπτοντες τῇ προδούσῃ ἀπέκτειναν αὐτήν.