Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

Περὶ Ποντίου Πιλάτου. περὶ Ἡρώδου τοῦ τετράρχου καὶ τῆς πόλεως Τιβεριάδος. περὶ τῆς τῶν Ἰουδαίων ἐνστάσεως. πότε ἐφάνη ὁ Χριστὸς ἐν Ἰουδαίᾳ καὶ οἷά φησιν ὁ Ἰώσηπος περὶ αὐτοῦ. ἔτι περὶ Χριστοῦ φησιν ὁ Ἰώσηπος.

Περὶ τῆς Ῥωμαίας Παυλίνης. ὅτι μέγα τὸ τῶν ἱππέων ἀξίωμα. περὶ τῆς πονηρίας Ἴδης. ὅπως ἡ Παυλῖνα τῷ ἐρῶντι αὐτῆς συνεγένετο, οἰομένη τοῦτον θεόν. ὅπως τὸ κατὰ τῆς Παυλίνης σκέμμα ἐξήτασε Τιβέριος καὶ ἐκόλασε τοὺς τοῦτο συνεργή- σαντας. περὶ τῆς βάρεως τῆς μετονομασθείσης ’ Αντωνίας.

Περὶ Φιλίππου, ὅτι καὶ καθ’ ὁδὸν ἔκρινε καὶ ὁ θρόνος αὐτοῦ ἐπιφερόμενος ἐτίθετο κατὰ τὸν τόπον ἔνθα καθήμενος ἠκροᾶτο. περὶ τοῦ θανάτου τοῦ βαπτιστοῦ Ἰωάννου οἷά φησιν ὁ Ἰώσηπος. περὶ τῆς τοῦ Τιβερίου τελευτῆς, ὃν διεδέξατο Γάιος.

Περὶ ’Αγρέππα, ὅπως εὐηργετήθη παρὰ [*](1) διάδημα περιέθετο] διέθετο διάδημα)

304
Ἡρωδιάδος τῆς ἀδελφῆς. διὰ τί πρέσβεσιν οὐ προσωμίλει συχνοῖς. διὰ τί τοὺς ἐν ἀρχῇ οὐ παρέλυε, καὶ περὶ τοῦ παραδείγματος τούτων.

Περὶ Ἀντωνίας, καὶ ὅπως ἐτίμα αὐτὴν 1) Τιβέριος. περὶ ὧν τις προεῖπεν ἔσεσθαι οἰωνοσκοπήσας. ὅπως τὸν Γάιον διάδοχον ἑαυτοῦ κατέλιπε Τιβέριος.

ὅτι ἀρχαῖον τὸ τοὺς ἐξορίστους ἀκειρεκόμου 2) εἶναι. ὅπως ἔλυσε τῶν δεσμῶν τὸν Ἀγρίππαν Γάιος καὶ βασιλέα ἀπέδειξεν. ὅπως κατὰ Ἡρώδου Ἀγρίππας ἐπέστειλε τῷ Γαΐῳ. ὅτι τὸ ὅπλα ἔχειν τοὺς ἄρχοντας οὐκ ἀνύποπτον.

Ὁ Γάιος μὴ ὡς θεὸς παρὰ Ἰουδαίων τιμώμενος ὠργίζετο καὶ τὸν Φίλωνα ὑπεραπολογούμενον οὐκ ἐδέχετο. ὅπως οὐ παρεχώρησαν Ἰουδαῖοι στῆναι ἀνδριάντα Γαΐου ἐν τῇ πόλει αὐτῶν. ὅτι ὁ Ἀγρίππας ἔπεισε Γάιον συγχωρῆσαι μὴ στῆναι ἐν Ἰουδαίᾳ τὸν οἰκεῖον ἀνδριάντα. ὅτι ἀνῃρέθη Γάιος καὶ Κλαύδιος αὐτὸν διεδέξατο.

ὅτι χρυσῆν ἅλυσιν Γάιος τῷ Ἀγρίππᾳ ἐδωρήσατο ἀνθ’ ἧς κατεκρίθη σιδηρᾶς, ἣν καὶ ἀνέθετο Ἀγρίππας τῷ θεῷ. ὅτι ὁ ὕπαρχος ἀρχὴ ἦν παρὰ Ῥωμαίοις. ὅτι Δωρῖται ἔθνος εἰσίν. ὅτι εὐεργετικὸς ὁ Ἀγρίππας. ὅτι ὁ Στράτωνος πύργος ἐστὶν ἡ ἐν Παλαιστίνῃ Καισάρεια. περὶ τῆς ἐξ ἀργύρου στολῆς λαμπρὸν ἀποστιλβούσης. ὅπως ὁ Ἀγρίππας τέθνηκεν.

Περὶ τῆς ἐγκυμονούσης γυναικός, ἧς ἐκ τῆς κοιλίας ἔδοξε φωνὴν γενέσθαι, λέγουσαν τὴν τοῦ ἐμβρύου τύχην. ὅπως ὁ Ἰζάτης μετετέθη εἰς τὴν [*](1) αὐτὴν pro αὐτὴν ὁ 2) ἀκειρεκόμης pro ἀκειροκόμους.)

305
Ἰουδαϊκὴν θρησκείαν , καὶ ἡ τούτου μήτηρ Ἑλένη ὁμοίως, καὶ εἰς Ἱεροσόλυμα ἀπῆλθεν εἰς τὸ τοῦ θεοῦ ἱερόν. περὶ Ἀρταβάνου τοῦ Παρθῶν βασιλέως, ὅπως εἰς Ἰζάτην ἦλθε δεόμενος. ὅτι ἀποκατέστη πάλιν ὁ Ἀρταβάνης εἰς τὴν Παρθῶν βασιλείαν.

Πόλεμοι Ἀράβων πρὸς Ἰζάτην τὸ πρῶτον ἐκ προδοσίας τῶν οἰκείων, εἶτα ἧττα Ἀράβων. περὶ τοῦ γόητος Θευδᾶ. ἡ ἴλη ἱππέων σύλλογος. περὶ ἀλαβαρχίας. περὶ τῶν φευγόντων ἐκ τοῦ ἱεροῦ διὰ τὸ στενὸν τῆς ἐξόδου καταπατηθέντων καὶ θανόντων. ὅπως ἐτιμωρήθη ὁ εἰς τοὺς νόμους Μωσέως ἐνυβρίσας.

ὅτι μέγα 1) τὸ ἡγεμονεύειν Συρίας. ὅτι πυρ- φόρον ἦν τὸ Βέσβιον ὅρος. τελευτὴ Κλαυδίου.

ὅτι Νέρων Κλαύδιον διεδέξατο. οἷα καὶ νῦν οἶ ἀρχιερεῖς ποιοῦσι τοὺς οἰκείους ἀδικοῦντες κληρικούς.

Περὶ τῶν σικαρίων λῃστῶν. περὶ Ἰακώβου τοῦ ἀδελφοθέου. πόσοι ἐξ Ἀαρὼν μέχρι Φινεὲς γεγόνασι κατὰ συγγένειαν ἀρχιερεῖς.

Ὅτι Οὐεσπασιανὸς 2) ἀπεστάλη κατὰ τῆς Ἰουδαίας παρὰ Νέρωνος. περὶ τῆς πόλεως Ἰωταπάτων καὶ τοῦ Ἰωσήπου. ὅτι ὁ Νέρων ἀνεῖλεν ἑαυτὸν καὶ Γάλβας ἦρξε μετ’ αὐτόν, καὶ αὐτὸς μετὰ μικρὸν ἀνῃρέθη, καὶ ἦρξαν 3) Ὄθων καὶ Οὐιτέλλιος καὶ ἀλλήλοις ἐπολέμουν. ἀνάρρησις Οὐεσπασιανοῦ.

Τίτου πολιορκία κατὰ τῆς Ἱερουσαλήμ. ὅτι τρίτειχος ἦν ἡ Ἱερουσαλήμ. περὶ τοῦ μηχανήματος τῶν κριῶν τόν κατὰ τῆς πόλεως ἐπαχθέντων. περὶ τῶν ξυλίνων πύργων, οὑς ὁ Τίτος ἐποίησεν.

[*](1) μέγα pro μετὰ 2) Οὐεσπασιανὸς] οὐεσπεσιανὸς hic et infra 3) ἦρξαν pro ἤρξαντο et οὐιτέλιος pro Οὐιτέλλιος.)
306

Περὶ τῆς ἐπινοίας τοῦ Ἰουδαίου Κάστορος,1) δι’ ἧς ὑπερετέθη ἡ κατὰ τοῦ πύργου ἐπιβουλὴ τῶν Ῥωμαίων. ὅτι ὁ Τίτος φιλανθρωπότερον περὶ τοὺς Ἰουδαίους διέκειτο, καὶ νικῶν αὐτούς. ὅτι τριπλῶς ἡ πόλις τετείχιστο. περὶ ὧν ἐκακούργουν οἱ στασιασταί, καὶ μάλιστα λιμώττοντες. περὶ ὧν ἐποίει κακῶν ὁ λιμὸς τοῖς Ἰουδαίοις.

Περὶ τῶν διὰ χωμάτων ἑλεπόλεων. περὶ τῆς ἐπινοίας τῶν Ἰουδαίων, δι’ ἧς καθῃρέθησαν ἀθρόον αἱ ἑλεπόλεις τῶν Ῥωμαίων εὐμηχάνως. ὅτι ἑτέρῳ τείχει τοὺς Ἰουδαίους ἔξωθεν Τίτος περιέ- κλεισεν. ὅπως ὁ λιμὸς τοὺς Ἰουδαίους διέθετο. περὶ τῶν αὐτομολούντων Ἰουδαίων, καὶ ὅτι ἀπὸ τοῦ λιμοῦ ἐμπιπλάμενοι διερρήγνυντο. καὶ ὅτι τινὲς αὐτῶν εὑρέθησαν ἔχοντες εἰς τὰς γαστέρας χρυσόν· διὸ καὶ πολλοὺς αὐτῶν καὶ πρὸ τοῦ θνήσκειν ἀνῄ- ρουν οἱ Ῥωμαῖοι ἀνηλεῶς.

ὅτι ζῴων κόπρειος ἤσθιον. ὅτι τοῦ τείχους καταπεσόντος ἕτερον εὑρέθη ἐντός. περὶ τοῦ εἰσελ- θόντος διὰ τοῦ τείχους Ῥωμαίου ἀνδρὸς ἀρίστου. ὅτι ἥλους εἶχον οἱ Ῥωμαῖοι ἐν τοῖς ὑποδήμασιν. ὅτι καὶ διὰ τῆς νυκτὸς ἐπολέμουν, καὶ ὅτι καὶ ἡ Ἀντωνία ὁ πύργος κατεσείσθη. 2) περὶ τῆς γυναικός, ἥτις τὸ οἰκεῖον τέκνον εἰς τροφὴν οἰκείαν ἀπέσφαξεν.

ὅτι αἶ πύλαι τοῦ ἱεροῦ ἐνεπρήσθησαν , ἀργυραῖ οὖσαι. ὅτι ἔδοξε τοῖς Ῥωμαίοις τοὺς εἰς τὸ ἱερὸν καταφυγόντας σώζεσθαι Ἰουδαίους , εἰ μὴ ἀνταμύνονται, καὶ ὅτι ὁ Τίτος τὴν τοῦ ναοῦ οὐκ ἐβού- λετο καταστροφήν. ὅτι καὶ χρυσᾶς εἶχε θυρίδας ὁ [*](1) Κάστωρος] καςρ cum compeudio ultimae 2) μετεσείσθη] κατεσ. scripsi ex p. 300, A.)

307
ναός. ὅτι ὁ Τίτος παντοίως ἐσπούδαζε μὴ καυθῆναι τὸν ναόν. ὅτι κατὰ τὸν αὐτὸν μῆνα καὶ τὴν αὐτὴν ἡμέραν συνέπεσε γενέσθαι τὸν ἐμπρησμὸν τοῦ ναοῦ ὑπὸ Βαβυλωνίων πρότερον καὶ ὕστερον ὑπὸ Ῥωμαίων.

Περὶ τοῦ τοίχου , οὗ τὸ εὖρος πήχεις ἡ. περὶ τῶν ἐν τῷ γαζοφυλακίῳ χρημάτων. περὶ τῶν γενομένων σημείων τῆς ἀλώσεως. οἷον τὸ μέγεθος τῆς πύλης. περὶ τοῦ βοῶντος πρὸ μακροῦ τὰ τῆς ἁλώσεως καὶ ὅπως καὶ οὗτος ἀπώλετο. 1) ὅτι Ῥωμαῖοι Τίτον ἀπέφηναν αὐτοκράτορα. περὶ τόν Ἰδουμαίων. περὶ τῶν χρυσῶν κειμηλίων. περὶ τῆς ἀρχιερατικῆς στολῆς. ὅτι θαυμάσας ὁ Τίτος τὴν τῆς πόλεως ὀχυρότητα σὺν θεῷ εἶπε πολεμῆσαι, καὶ ταῦτα Ἕλλην ὄν, καὶ ὅτι πύργους κατέλιπε δύο ἀκατασκάπτους διὰ θαῦμα, καὶ ὅτι ὁ ἀριθμὸς τῶν αἰχμαλώτων ἦν μυριάδες θ’ καὶ λ΄ καὶ τῶν ἀπολλυ- μένων μυριάδες ρί. ὅπως ὁ Σίμων τοὺς ὑπονόμους ὑπέδυ καὶ ὅπως ὕστερον ἀναδὺς μετὰ καιρὸν ἀγχόνῃ ἔθανεν. ὅτι καὶ τὰ τοῦ ναοῦ ἀνωρύχθη θεμέλια. ὅτι κατὰ τὸν καιρὸν τῆς ἁλώσεως Ἱερουσαλὴμ πανταχοῦ οἱ κατεσπαρμένοι Ἰουδαῖοι ἐκακοῦντο. ὅτι τὸ φρούριον ἡ Μαχαιροῦς λίαν ἦν ὀχυρόν. περὶ τοῦ εὐμεγέθους δένδρου. περὶ τοῦ φυτοῦ τοῦ λεγομένου ὃ καὶ ὂ λέγεται, καὶ περὶ τῆς τούτου δυνάμεως. ὅπως ἑάλω τὸ φρούριον ἡ Μαχαιροῦς. περὶ τοῦ χωρίου Ἀμμοὺς ὅτι ἀπέχει Ἱεροσολύμων στάδια λ΄. ὅτι τὸ κατὰ κέλευσιν τοὺς Ἰουδαίους τελεῖν ἀρχαῖον ἦν. περὶ τοῦ ἐκ ξύλων τείχους, ὅπερ ὀχυρὸν μὲν ἦν , πυρὶ δὲ ὕστερον κα- [*](1) Sequentia usque ad p. 308, 4 ὑφάντου addidi ex cod.) [*](2) κυνόσπαστον] κυνόπαστον.)

308
τηνάλωτο. ὅτι ἐξ ἀπογνώσεως ἀλλήλους ἀνῄρουν οἶ ἐν τῷ φρουρίῳ πρότερον τὴν ὕπαρξιν κατακαύσαν- τες. ὅπως ἑάλω τὸ φρούριον ἡ Μασαδά. περὶ τοῦ πονηροῦ ὑφάντου.