Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

Οἷος ἦν τὸ ἦθος ὁ Κωνσταντῖνος καὶ τὴν διαγωγήν. περὶ τῶν θυγατέρων τοῦ βασιλέως καὶ τῶν ἐκτομιῶν αὐτοῦ θεραπόντων. περὶ Πατζινάκων. ὅπως ταῖς εἰσπράξεσιν ὁ βασιλεὺς οὗτος ἐξέτριψε τὸ ὑπήκοον. ὅπως τὸν Ἀργυρόπωλον1) Ῥωμανὸν γαμ- βρὸν εἰς τὴν θυγατέρα ὁ βασιλεὺς ἐποιήσατο, τὴν ἐκείνου σύμβιον ἀποκαρῆναι ποιήσας. καὶ Καίσαρα τοῦτον ἀνεῖπε καὶ διάδοχον τῆς βασιλείας κατέλι- πεν. τελευτὴ τοῦ βασιλέως Κωνσταντίνου.

Ὅτι ἐξέκοψε τὸ ἀλληλἐγγυον καὶ ἐπηύξησε τὴν ῥόγαν τῶν κληρικῶν τῆς μεγάλης ἐκκλησίας καὶ χρεοκοπίαν ἐποίησεν. ὅτι ὁ Προυσιανὸς ὑποπτευ- θεὶς ἐπὶ τυραννίδι ἐτυφλώθη. καὶ ὁ Διογενὴς Κωνσταντῖνος ὁμοίᾳ αἰτίᾳ καθείρχθη. ὅτι ἐσπείσατο τοῖς Ἀβασγοῖς καὶ τὴν ἰδίαν ἀνεψιὰν νύμφην ἔδωκεν. ὅτι οἶ Ἀγαρηνοὶ καιροῦ2) λαβόμενοι τῶν πόλεων ἐπελάβοντο , ἃς παρὰ τοῦ Φώκα καὶ τοῦ Τζιμισκῆ ἀφῃρέθησαν. ὅτι ἐστράτευσε κατὰ τοῦ3) χαλεπ’, καὶ προσῆλθεν αὐτῷ πρεσβεία εἰρήνην αἰτοῦσα, ὁ δὲ οὐκ ἐσπείσατο. ὅτι Ἄραβες ἀθρόον τῷ χάρακι ἐπελ- θόντες ἐτρέψαντο τοὺς Ῥωμαίους, καὶ ὁ βασιλεὺς ἔφυγε, καὶ τὸ στρατόπεδον διηρπάγη.

Ὅτι ἐπανελθὼν ὁ βασιλεὺς εἰς τὴν πόλιν βαρέως τοῖς ὑπ’ αὐτὸν προσεφέρετο. περὶ τῆς παρὰ πλ [*](1) Ἀργυρὀπωλον] ἀργυρο 2) καιροῦ pro καιρὸν 3) του pro τὸ.)

372
τοῦ Ῥωμανοῦ δομηθείσης μονῆς. περὶ τοῦ υἱοῦ τοῦ Χαλεπίτου. περὶ Κωνσταντίνου τοῦ Διογενοῦς. περὶ διαφόρων ἐθνῶν τὰ ὑπὸ Ῥωμαίους ληιζομένων.1) περὶ τῆς αὐτογράφου ἐπιστολῆς τοῦ Χριστοῦ. περὶ τῶν μεταναστευόντων διὰ τὸν λιμόν. περὶ σεισμῶν.

Ὅτι πρότερον ὁ βασιλεὺς κατέτεινεν ἑαυτὸν περὶ μίξιν παιδοποιίας ἐφιέμενος, ἀπογνοὺς δὲ ταύτης, οὐ συνεχῶς προσῄει τῇ βασιλίσσῃ, ἡ δὲ αὐτὸν ἐμίσησεν. ὅπως ὁ Παφλαγὼν Μιχαὴλ προσελήφθη παρὰ τοῦ βασιλέως, καὶ ὡς ἠράσθη αὐτοῦ ἡ Ζωή, καὶ ὅτι διὰ τὸν ἔρωτα ὁ βασιλεὺς Ρωμανὸς ἐπεβου- λεύθη καὶ τέθνηκε. τελευτὴ τοῦ βασιλέως Ῥωμανοῦ. 2)]

Οἵως διετέθη πρὸς τὴν βασιλίδα ὁ Μιχαήλ. οἶος ἦν τὸ ἦθος ὁ τοῦ βασιλέως ἀδελφὸς Ἰωάννης. περὶ τῆς νόσου τοῦ βασιλέως Μιχαὴλ. περὶ τοῦ Δαλασσηνοῦ καὶ διὰ τίνα αἰτίαν καθείρχθη. περὶ τοῦ ἐξ Ἀφρικῆς στόλου. περὶ Παγκρατίου τοῦ ἄρχοντος Ἀβασγίας. περὶ Σκυθῶν. περὶ Ἀράβων.2)]

ὅτι μετὰ τῶν Αἰγυπτίων οἱ Ῥωμαῖοι ἐσπεί- σαντο. ὅτι ὁ Μανιάκης τὴν Σικελίαν ὑπὸ Σαρακηνῶν κατεχομένην Ῥωμαίοις ὑπέταξε. ὅπως ὑπὸ Ἀράβων ἐπεβουλεύθη ἡ Ἔδεσα, καὶ ὅπως ἐγνώσθη τὰ3) τῆς ἐπιβουλῆς. ὅτι ὁ Καρχηδόνιος 4) κρατῶν κατὰ τῆς Σικελίας ἐπῆλθε. καὶ ὅπως ἡττήθη παρὰ τοῦ Μανιάκη καὶ ἔφυγε, καὶ ὅπως ὁ Μανιάκης δέ- σμιος ἐκεῖθεν ἀχθεὶς καθείρχθη. ὅτι ἡ Σικελία αὖ- θις ἐλήφθη ὑπὸ τῶν Ἀγαρηνῶν ἄνευ μιᾶς πόλεως τῆς Μεσήνης. ὅτι ἐφίετο τοῦ πατριαρχείου ὁ ὀρφανοτρόφος. ὅπως πρὸς τὸ ὑπήκοον διέκειτο ὁ ὀρφα1) [*](1)ληιζομένων] addit 2) τελ.—Ῥ. et περὶ Ἀράβων addit Duc. 3) τὰ pro τὸ 4) Καρχηδόνιος pro Καρχηδόνος.)

373
Νοτρόφος καὶ ἡ ἀδελφὴ αὐτοῦ. ὅτι ἐπεβουλεύθη Παρὰ τῆς βασιλίδος Ζωῆς ὁ ὀρφανοτρόφος.

Ὅτι ἡ νόσος τῆς παραφορᾶς κατεκράτησε Σφόδρα τοῦ βασιλέως. ὅπως ἔσχε περὶ τὴν βαςίλισσαν ὁ βασιλεὺς Μιχαήλ. ὅτι καὶ ὑδέρῳ περιέπεσεν ὁ βασιλεὺς Μιχαήλ. ὅτι καὶ ὑδέρῳ περιέπεσεν ὁ βασιλεὺς Μιχαήλ. ὅτι ὁ Καλαφάτης Μιχαὴλ υἱοθετήθη Τῇ βασιλίσςῃ καὶ Καῖσαρ ἀνηγορεύθη.

Ὅπως ἀπεστάτησε πάλιν τὸ τῶν Βουλγάρων ἔθνος, καὶ ὅπως εἰς δύο ἀρχηγοὺς περιέστη, καὶ ὅπως ὁ εἷς τὸν ἄλλον διέφθειρε, παρασκευάσας τὸ πλῆθος λιθολευστῆσαι αὐτόν. ὅτι ὁ βασιλεὺς ὑδεριῶν ἐξεστράτευσε κατὰ Βουλγάρων. ὅπως ὁ Ἀλουσιανὸς ἔφυγεν ἐκ τῶν Ῥωμαίων εἰς τοὺς Βουλγάρους, καὶ ὅπως ἐγνωρίσθη τοῦ Ἀαρὼν εἶναι νἱός. Καὶ ὅπως τὸν Δολιανὸν κατασχὼν ἀπετύφλωσεν. ὅτι Προςῆλθεν ὁ Ἀλουσιανὸς τῷ βασιλεῖ. ὅπως ἀπῆλθεν ὁ βασιλεὺς εἰς τὴν μονὴν τῶν ἁγίων Ἀναργύρων, καὶ ἀπεκάρη. Τελευτὴ τοὺ βασιλέως Μιχαὴλ τοῦ Παφλαγόνος.

Ὅτι εἰσῆλθεν εἰς τὰ βαςίλεια ὁ Καῖσαρ Μιχαήλ. ἀνάρρησις εἰς βασιλέα τοῦ Καίσαρος, καὶ οἷος ἦν τὸ ἦθος ὁ Μιχαήλ. ὅπως διετέθη πρὸς τὸν θεῖον αὐτοῦ τὸν ὀφανοτρόφον. ἐξορία τοῦ ὀρφανοτρόφου. ὅτι τοὺς οἰκείους συγγενεῖς ὁ Μιχαὴλ ἐξευνούχισε.1)

Ὅτι αἰτιάσεις κατὰ τῆς βασιλίδος Ζωῆς Πλαςάμενος ὁ Μιχαὴλ ἀποκείρει αὐτὴν πρότερον εἰς Τὴν τοῦ Πρίγκιπος νῆσον περιορίσας αὐτήν.2) ὅτι Διὰ τὴν στάσιν ἀνεκομίσθη ἡ βασιλίς, καὶ ὁ λαὸς [*](1) ἐξευνούχισε, sed mediis syllabis duabus evanidis, pro ὑβρίζει 2) ὅτι αἰοτιόσεις — αὐτὴν bis in fine paginae et initio sequentis.)

374
μελενδυτοῦσαν ἰδὼν αὐτὴν εἰς πλέον τεθύμωται. ὅτι πρὸς τὴν τῆς Ζωῆς ἀδελφὴν τὴν Θεοδόραν τὸ πλῆθος τραπὲν Αὐγοῦσταν αὐτὴν ἀνηγόρευσεν ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ, καὶ ὅτι εἰς τὴν μονὴν τοῦ Στουσίου ὁ Μιχαὴλ καὶ ὁ θεῖος αὐτοῦ ὁ Κωνσταντῖνος ἀπῆλθον. ὅτι ἐτυφλώθησαν ὁ βασιλεὺς Μιχαὴλ καὶ ὁ θεῖος αὐτοῦ ὁ νωβελλίσιμος Κωνσταντῖνος, εἶτα καὶ ὑπερωρίσθησαν.

Ὅτι ἄνδρα ἡ βασιλὶς Ζωὴ ἐμνηστεύετο. ὅπως ἀπεδοκιμάσθη ὁ Δαλασσηνός. περὶ τοῦ Μονομάχου, καὶ ὅπως παρὰ τῆς βασιλίσσης Ζωῆς ᾑρέθη πρὸς βασιλείαν καὶ πρὸς συνοίκησιν. ὅτι ἐστέφθη ὁ Μονομάχος.

Οἷος ἦν τὴν γνώμην ὁ Μονομάχος. περὶ τοῦ Βοϊσθλάβου καὶ ὅσα παρ’ ἐκείνου ἐγένοντο. περὶ τοῦ Μονομάχου καὶ τῆς Σκληραίνης τοῦ πρὸς ἀλλήλους ἔρωτος. ὅτι ἐπανήχθη ἐκ τῆς Μιτυλήνης ἡ Σκλήραινα, καὶ ὅπως αὐτῇ ἐχρήσατο ὁ βασιλεύς. τελευτὴ τῆς Σκληραίνης.

Περὶ τῆς τοῦ Μανιάκη ἀποστασίας καὶ ὅπως διελύθη. ἀποστασία τοῦ Ἐρωτικοῦ. περὶ πατριαρχῶν. ὅτι ἐτυφλώθη ὁ γεγονὼς ὀρφανοτρόφος Ἰωάννης. ἀποστασία τοῦ Τορνικίου Λέοντος.

Ὅτι ἐτυφλώθησαν ὁ Τορνίκιος καὶ ὁ Βατάτζης.

Περὶ τῶν ῾Ρὼς1) κατὰ τῆς βασιλίδος τῶν πόλεων ἐπελεύσεως. ναυμαχία κατὰ τῶν ῾Ρὼς καὶ ἧττα αὐτῶν.

ὅπως οἱ Τοῦρκοι κατὰ τῆς ὑποκειμένης ῾Ρωμαίοις ἑῴας μοίρας ἐχώρησαν, καὶ τίνες οὗτοι. ὅπως [*](1) ῾Ρὼς] ῥῶς hic et lnοx.)

375
οἶ Τοῦρκοι ταῖς ὑπὸ Ῥωμαίους ἐπῆλθον χώραις. περὶ τῆς κωμοπόλεως τοῦ Ἄρτζε. πόλεμοι Ῥωμαίων συμμαχομένων1) Ἴβηρσι πρὸς τοὺς Τούρκους καὶ ἅλωσις τοῦ Λιπαρίτου ἄρχοντος τῶν Ἰβήρων. ὅτι αὐτὸς ὁ Σουλτὰν κατὰ Ῥωμαίων ἐχώρησε.

Περὶ Πατζινάκων καὶ ὅπως εἰς τὰ παρίστρια διέβησαν. περὶ τῆς τῶν Σκυθῶν προσελεύσεως. περὶ τῆς τῶν ἑτέρων Σκυθῶν ἐπελεύσεως, καὶ ὅπως ἑάλωσαν. ὅπως οἱ Σκύθαι τῆς ὑπὸ Ῥωμαίους δουλείας ἀφηνίασαν, εἶτα ἐσπείσαντο.

Περὶ ἐπιβουλῆς ἣν ὁ Βοΐλας καὶ οἶος ἦν ἐκεῖνος. ὅτι οὐ κατὰ λόγον ἀναλίσκων τὰ δημόσια χρήματα εἰς πόρους ἀπεῖδεν οὐκ εὐαγεῖς ὁ Μονομάχος.

Τελευτὴ τῆς βασιλίδος Ζωῆς. περὶ τῆς ἐξ Ἀλανῶν παλλακευομένης τῷ βασιλεῖ. περὶ τῆς νό- σου ἤ τῶν νόσων τοῦ Μονομάχου. περὶ τοῦ λογο- θέτου τοῦ δρόμου Ἰωάννου. περὶ τοῦ Λειχούδου Κωνσταντίνου. ὅτι τὸν πρωτεύοντα ἠβουλήθη ὁ βασιλεὺς καταλιπεῖν διάδοχον τῆς ἀρχῆς.

ὅτι εὐτυχῶς3) ἤνυσε τὴν ἀρχὴν ἡ Θεοδώρα. ὅτι ὁ Στρατιωτικὸς Μιχαὴλ εἰς τὴν τῆς βασιλείας ἀνήχθη περιωπήν. τελευτὴ τῆς βασιλίδος Θεοδώρας.