Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

ὅτι τὸν παρακοιμώμενον Βασίλειον τοῖς τῆς βασιλείας ἐπέστησε πράγμασιν. ὅτι ἐκωλύθη ὁ Τζιμισκῆς εἰσελθεῖν εἰς τὴν ἐκκλησίαν. πότε ἐστέφθη ὁ Τζιμισκῆς. πότε οἱ Μανιχαῖοι ἐκ τῆς ἑῴας εἰς τὰ ἑσπέρια μετηνέχθησαν. περὶ πατριαρχῶν. περὶ τῶν Ἀγαρηνῶν. ὅτι οἶ Ῥὼς μετακληθέντες κατὰ τῶν Βουλγάρων, καὶ αὐτοὺς καταγωνισάμενοι , ἐπανελ- θεῖν εἰς τὰ ἴδια οὐκ ἤθελον, καὶ περὶ τοῦ Καλοκυροῦ. ὅτι ὁ Σκληρὸς Βάρδας ἐστάλη κατὰ τῶν Ῥώς. ὅπως ὁ Σκληρὸς τοὺς Ῥὼς κατηγωνίσατο καὶ τοὺς συμμαχοῦντας αὐτοῖς.

Ὅπως ὁ Φωκᾶς Βάρδας τυραννίδι ἐπικεχεί- ρηκε, καὶ ὁ πατὴρ αὐτοῦ καὶ ὁ ἀδελφὸς ἀποδρᾶναι μελετήσαντες ἐγνώσθησαν. ὅτι τοῦ Σκληροῦ ἐπελ- θόντος τῷ Φωκᾷ οἱ σὺν ἐκείνῳ προσῆλθον τῷ Σκλη- ρῷ, καὶ ὁ Φωκᾶς τῷ βασιλεῖ προσεχώρησε, καὶ ἐκάρη κληρικὸς καὶ περιωρίσθη εἰς Χίον. ὅτι ἔγημεν ὁ βασιλεὺς τὴν θυγατέρα τοῦ βασιλέως Κωνσταντίνου. ὅτι ἐξεστράτευσε κατὰ τῶν Ῥώς, καὶ πόλεις καὶ φρούρια ὑπ’ αὐτῶν κατεχόμενα ἔλαβεν. ἅλωσις τῆς Περσθλάβας. πολιορκία τοῦ Δοροστόλου ἤτοι τῆς Δρίστρας, καὶ ὅπως γέγονεν ἡ πολιορκία.

Ἡ τελευταία μάχη πρὸς Σφενδοσθλάβον καὶ τοὺς Ῥώς. ὅτι καὶ τῆς ἐκ θεοῦ βοηθείας ἔτυχον οἶ Ῥωμαῖοι. ἅλωσις τῆς Δρίστρας. ὅπως ἐγνώσθη ὅτι ὁ ἅγιος Θεόδωρος τῷ βασιλεῖ συνεμάχησε. ὅτι προσῆλθε τῷ βασιλεῖ ὁ Σφενδοσθλάβος καὶ προσεδέχθη.

369

Ὅτι ἐπανελθὼν ὁ βασιλεὺς ἐθριάμβευσε. περὶ τοῦ ἐν τοῖς Χαλκοῖς ναοῦ τοῦ σωτῆρος. περὶ πατριαρχῶν. ὅτι ἀποστατησάντων τῶν ἑῴων βαρβάρων ἐξεστράτευσεν ὁ βασιλεὺς κατ’ αὐτῶν, καὶ ὅθεν ὁ παρακοιμώμενος ἠρεθίσθη ἐπιβουλεῦσαι αὐτῷ1) καὶ ὅπως ἐπεβούλευσεν. τελευτὴ Ἰωάννου τοῦ Τζιμισκῆ. ὅτι αὖθις ὁ Φωκᾶς Λέων καὶ ὁ υἱὸς αὐτοῦ Νικηφόρος μελετήσαντες ἐπιθέσθαι τῇ βασιλείᾳ ἐτυ- φλώθησαν.

ὅτι ἀνεκλήθη ἐκ τῆς ὑπερορίας ἡ μήτηρ τῶν βασιλέων. ὅτι ἀπεστάτησεν ὁ μάγιστρος Βάρδας ὁ Σκληρός , καὶ ὅσα ἐν τῇ ἀποστασίᾳ αὐτοῦ γεγό- νασι. πῶς ὁ Σκληρὸς τῆς Νικαίας ἐκράτησεν. ὅτι τῷ Φωκᾷ Βάρδᾳ τὸν κατὰ τοῦ Σκληροῦ ἐνεπίστευσε πόλεμον ὁ παρακοιμώμενος. ὅπως ἐμονομάχησαν ὁ Σκληρὸς καὶ ὁ Φωκᾶς καὶ ὅπως οἱ περὶ τὸν Σκλη- ρὸν ἐτράπησαν εἰς φυγήν. φυγὴ τοῦ Σκληροῦ πρὸς Βαβυλῶνα καὶ κάθειρξις αὐτοῦ καὶ τῶν μετ’ αὐτοῦ.

Περὶ πατριαρχῶν. περὶ Βουλγάρων καὶ τοῦ Σαμουὴλ καὶ τῶν ἀδελφῶν αὐτοῦ. ὅτι ὁ βασιλεὺς ἐξεστράτευσε κατὰ Βουλγάρων καὶ τὴν Τριάδιτζαν ἔμελλε πολιορκεῖν. ὅπως ὁ Κοντοστἐφανος ἀπάτῃ μετῆλθε τὸν βασιλέα καὶ πέπεικεν ἀναζεῦξαι, καὶ ὅσα οἱ Βούλγαροι τοῖς Ῥωμαίοις ἐποίησαν2) ἀναζευ- γνύουσι. ὅτι ὁ Φωκᾶς βασιλεὺς ἀνερρήθη. ὅτι ὁ Σκληρὸς καὶ οἶ παρὰ τοῖς Ἀγαρηνοῖς Ῥωμαῖοι ἀνείθησαν τῶν δεσμῶν καὶ ἐπανελθεῖν εἰς τὰ Ῥωμαίων ὅρια ἠδυνήθησαν. ὅτι κοινωνίαν θέσθαι μετὰ τοῦ Φώκα ἐπὶ τῇ τυραννίδι ἠθέλησεν ὁ Σκληρός, καὶ ὅπως κατεσχέθη καὶ ἐδεσμήθη.

[*](1) αὐτῷ] αὐτοῦ 2) ἐποίησαν τοῖς Ῥ.] invertit. )
370

ὅτι πρὸ τοῦ δεσμηθῆναι λάθρᾳ ὡς αὐτό- μολον ἔπεμψε τὸν ὒ ἰὸν αὐτοῦ πρὸς τὸν βασιλέα ὁ Σκληρός. περὶ τοῦ Δελφῖνά. ὅπως ἑάλω καὶ ἀνεσκολοπίσθη. ὅπως ὁ Φωκᾶς κατέστρεψε τὴν ζωήν. οἷος ὁ βασιλεὺς Βασίλειος τὸ ἦθος ἐγένετο μετὰ τὴν κατά- λυσιν τοῦ Φώκα. ὅπως τὸν παρακοιμώμενον ὁ βασιλεὺς ἀπεσκευάσατο, καὶ ὅπως πρὸς ἐκεῖνον διετέθη. τελευτὴ τοῦ παρακοιμωμένου. οἶος ἦν ὁ βασιλεὺς πρὸ τοῦ τῆς ἐξουσίας ἐπιλαβέσθαι, καὶ οἶος μετὰ ταῦτα ἐγένετο καὶ ὅπως ἐκέχρητο τῷ ἀδελφῷ, καὶ οἶος ἦν ἐκεῖνος τὸ ἦθος. ὅτι αὖθις ὁ Σκληρὸς τῆς τυραννίδος εἴχετο καὶ ὅπως ἐσπείσατο, καὶ προσῆλθε τῷ βασιλεῖ καὶ ἐδέχθη. ὅτι κληρονόμος τῆς Ἰβηρίας καταλειφθεὶς ὁ βασιλεὺς ἀπῆλθεν ἐκεῖ. ἵσα ἐν Ἰβηρίᾳ καὶ Φοινίκῃ κατώρθωσε.

Περὶ πατριαρχῶν. περὶ τοῦ Σαμουὴλ καὶ τῶν Βουλγάρων, καὶ ὅσα κατ’ αὐτόν ὁ βασιλεὺς ἐστήσατο τρόπαια, τὰ μὲν δι’ ἑαυτοῦ, τὰ δὲ διὰ τῶν στρατηγῶν, καὶ ὅσας πόλεις εἷλε καὶ φρούρια. οἷα ὁ βασιλεὺς ἐδογμάτισεν. οἷος ἦν ὁ βασιλεὺς οὗτος τὸ ἦθος. καὶ οἷος ἦν περὶ χρήματα καὶ ὅσα συνῆξε καὶ ἐθησαύρισεν.