Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

ὅτι καὶ τρίτην γαμετὴν ὁ έν ἠγάγετο. ὅτι καὶ τετάρτῃ ὡμίλησε γυναικί. περὶ πατριαρχῶν. ὅτι ἐν τῇ εἰς τὸν ἅγιον Μώκιον προελεύσει ἐπλήγη ὁ βασιλεὺς τὴν κεφαλήν. περὶ τῆς προρρήσεως τοῦ μοναχοῦ Μάρκου. ὅτι ἀποδιδράσκων ὁ Σαμωνᾶς κατελήφθη. ὅτι ἐξώρισε τὸν πατριάρχην Νικόλαον ὁ Λέων.

ὅτι ἐξ ἐπιβουλῆς τοῦ Σαμωνᾶ ὁ δοὺξ Ἀνδρόνικος τοῖς Ἀγαρηνοῖς προσελήλυθεν. οἷα ἐμη- χανᾶτο ὁ Σαμωνᾶς κατὰ τοῦ Ἀνδρονίκου τοῦ δουκός. ὅτι διέδρα Κωνσταντῖνος ὁ τοῦ Ἀνδρονίκου υἱός, καὶ ὅσα ἐλθόντι αὐτῷ ὁ βασιλεὺς προεφοίβασεν. ὅτι ἔστεψεν ὁ Λέων τὸν οἰκεῖον ὒ ἰόν, ὅσα κα- τεῖπεν ὁ Σαμωνᾶς τοῦ ἐκτομίου Κωνσταωτίνου, καὶ ὅσα εἰς ἐκεῖνον ἐγένετο. ἐξώθησις ἐκ τῶν βασιλείων τοῦ Σαμωνᾶ. τελευτὴ τοῦ βασιλέως Λέοντος.

Ὅτι τὸν ἀνεψιὸν Κωνσταντῖνον ἐκτομίαν ποιῆσαι ὁ 1) Ἀλέξανδρος ἐβούλετο. τελευτὴ τοῦ Ἀλε- ξάνδρου. τίνας ἐπιτρόπους κατέλιπε τῷ ἀνεψιῷ ὁ Ἀλέξανδρος.

[*](1) ὁ] addit.)
365

Ἀποστασία Κωνσταντίνου τοῦ δουκός. ἀναίρεσις1) τοῦ Δούκα Κωνσταντίνου. ὅτι πολλοὺς οἱ τοῦ βασιλέως ἐπίτροποι τῶν συναραμένων τῷ ἀποστάτῃ ἐκόλασαν. ὅτι διεφέροντο ἀλλήλων οἱ τοῦ βασιλέως ἐπίτροποι. ὅτι ἀνήχθη τοῦ βασιλέως μήτηρ εἰς τὰ βασίλεια καὶ τῆς διοικήσεως εἴχετο.

ὅπως ὁ Λακαπηνὸς παρὰ τοῦ βασιλέως Κωνσταντίνου εἰς ἐπικουρίαν προσελήφθη. ὅπως ὁ παρακοιμώμενος κατεσχέθη παρὰ τοῦ Λακαπηνοῦ ὅτι ὁ βασιλεὺς κατενεγκεῖν 2) τὴν ἑαυτοῦ μητέρα τοῦ παλατίου ἐπεχείρει, τοῖς δὲ δάκρυσιν ἐκείνης μαλαχθεὶς ἀφῆκεν αὐτήν. ὅτι τὴν ἑαυτοῦ θυγατέρα ἐμνηστεύσατο ὁ Λακαπηνὸς τῷ βασιλεῖ Κωνσταντίνῳ. ὅτι ὁ Φωκᾶς Λέων τυραννίδι ἐπικεχείρηκε καὶ ἁλοὺς ἐτυφλώθη. ἐπιβουλὴ κατὰ τοῦ βασιλέως.

ὅτι ἥλω παρὰ τῶν Βουλγάρων ἡ Ἀδρανούπολις. ὅτι ὁ ἐκ Τριπόλεως στόλος ἀπώλετο. ὅτι ὡμίλησαν ἀλλήλοις ὁ βασιλεὺς Ῥωμαίων καὶ ὁ Συμεών, οὐκ εἰρήνευσαν δέ. μετάθεσις τῶν ἀρχιερέων. ὅτι Πέτρος ὁ τοῦ Συμεὼν υἱὸς ἐσπείσατο)) καὶ συν- ήφθη αὐτῷ ἡ τοῦ βασιλέως ἐγγόνη.

ὅπως καὶ τὸν υἱὸν αὐτοῦ Χριστοφόρον προεβίβασε τοῦ βασιλέως Κωνσταντίνου , εἶτα τοὺς λοιποὺς δύο. περὶ πατριαρχῶν. τελευτὴ τοῦ βασιλέως Χριστοφόρου.·

ὅτι διαδόσεις ἐποίει ὁ βασιλεὺς Ῥωμανός, ἐξιλεούμενος τὸν θεὸν διὰ τὴν ἐπιορκίαν καὶ τὰ χρέα τῶν ἐν τῇ πόλει ἀπέτισεν. περὶ τοῦ ἁγίου [*](1) ἀναίρεσις — 20, 4, μειρακίων] om. 2) κατενεγκεῖν] καταγαγεῖν sic dicit, ut alii recentiorum, Zonaras paullo ante cum genitivo, cui hoc loco addit praep. ἐκ. 3) ἐσπείσατο Duc., ἐπείσατο Wolf.)

366
μανδιλίου. περὶ τῶν συμφυῶν μειρακίων. καθαί- ρεσις ἐκ τῆς βασιλείας 1) Ῥωμανοῦ τοὐ Λακαπηνοῦ. δίκαιος εἶ, κύριε , καὶ εὐθεῖς 2) αἶ κρίσεις σου.