Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

ὅτι καὶ ὁ Κάσσιος καὶ ὁ Βροῦτος τοῖς ξίφεσιν, οἷς ἀνεῖλον τὸν Καίσαρα, ἀνῃρέθησαν. ὅτι ἐν Ῥώμῃ τῷ Καίσαρι διηνέχθη ἡ τοῦ Ἀντωνίου γυνὴ καὶ ὁ ἀδελφὸς ἐκείνου ὑπατεύων. ὅτι ἡ στά- σις μέσον τοῦ δήμου καὶ τῶν στρατιωτῶν ἐγένετο. ὅτι ἔσπευσεν ὁ Καῖσαρ σπείσασθαι τῷ Σέξτῳ καὶ τῶν σπονδῶν διήμαρτε.

Οἶα ἐν Ἀσίᾳ ὁ Ἀντώνιος ἔπραξε, καὶ ὅπως ἐδουλώθη 2) τῆς Κλεοπάτρας τῷ ἔρωτι. περὶ Λαβιηνοῦ 3) καὶ Πακόρου. ὅτι ἐπολεμώθη τῷ Καίσαρι ὁ Ἀντώνιος διὰ τὴν Φουλβίαν, καὶ ὅτι ἐκείνης θανούσης ἐσπείσαντο. ὅτι κοινῶς μαχέσασθαι τῷ Σέξτῳ συνέθεντο ὁ Καῖσαρ καὶ ὁ Ἀντώνιος. ὅτι ἐστασίαζον οἱ ἐν τῇ Ῥώμῃ διὰ τὸν λιμὸν καὶ ᾔτουν τῷ Σέξτῳ σπείσασθαι, καὶ ἐφ’ αἷς συνθήκαις ἐσπείσαντο. ὅτι εἱστίασεν ὁ Σέξτος τὸν Ἀντώνιον καὶ τὸν Καίσαρα ἐν τῇ νηὶ αὐτοῦ, καὶ δυνάμενος αὐτοὺς κατασχεῖν οὐκ ἠθέλησε.

ὅσα ὁ Ἀντώνιος εἰς τὴν Ἑλλάδα πλεύσας ἐποίησεν. περὶ Βεντιδίου καὶ Λαβιηνοῦ καὶ τῶν [*](1) σῆ — αὐτοῦ] addit 2) ἐδουλώθη] ἐδηλώθη 3) Λαβιηνοῦ] λαβηινοῦ, ut iu textu, sed infra λαβιηνοῦ.)

327
Παρθῶν. ὅτι τὸ πλῆθος πρὸς τοὺς τελώνας ἐστασίασαν. 1) ὅτι τὴν Λιβίαν ἔγημεν ὁ Καῖσαρ ἔγκυον οὖσαν, τοῦ ἀνδρὸς αὐτῆς ταύτην ἐκδόντος αὐτῷ. τίσι πάλαι τῶν Ῥωμαίων δακτυλίοις κοσμεῖσθαι ἐξῆν. διὰ τίνας αἰτίας ὁ Καῖσαρ καὶ ὁ Σέξτος ἐπολέμησαν.

Ὅτι ἡ Ὀκταβία ἡ τοῦ Καίσαρος ἀδελφὴ τῷ Ἀντωνίῳ συνῴκησεν. ὅτι ἑαυτοῖς ὁ Καῖσαρ καὶ ’ Ανώνιος τὰς ἡγεμονίας ἐπέτρεπον. ὅτι ἐσφάλη ὁ Καῖσαρ στόλῳ τῇ Σικελίᾳ προσβαλών. ναυμαχία τοῦ Σέξτου καὶ τῶν τοῦ Καίσαρος. μάχη Σέξτου καὶ τοῦ Καίσαρος.

ὅτι διηνέχθη ὁ Καῖσαρ καὶ ὁ Λέπιδος. ἧττα Σέξτου. φυγὴ Σέξτου. ὅτι οἶ τοῦ Λεπίδου ηὐτομόλησαν πρὸς τὸν Καίσαρα, καὶ αὐτὸς ὁ Λέπιδος προσῆλθεν αὐτῷ. περὶ τῶν στρατιωτῶν στασιαζόντων καὶ ὅπως αὐτοὺς ὁ Καῖσαρ μετῆλθε. περὶ Σέξτου. ὅσα ἐνενόει ὁ Σέξτος. ἀναίρεσις Σέξτου.

Νίκη κατὰ Παρθῶν. περὶ Ὀρώδου καὶ ὅπως ἀνῄρητο. περὶ Παρθῶν καὶ Μηδῶν καὶ τοῦ Ἀντωνίου πολεμοῦντος αὐτοῖς. οἷον ἦν τὸ τῆς χελώνης πάλαι σύνταγμα καὶ ὅτε τούτῳ Ῥωμαῖοι ἐκέχρηντο.

Περὶ τοῦ ἔθνους τῶν Παννονίων οἷοί εἰσι καὶ ὅπου οἰκοῦσιν. ὅτι δόλῳ συνέσχε τὸν Ἀρμένιον ὁ Ἀντώνιος. ὅτι καὶ τὸν Ἀρμένιον καὶ τοὺ ’ς αὐτοῦ τῇ Κλεοπάτρᾳ ὁ Ἀντώνιος ἐχαρίσατο καὶ ὅτι ἀταπείνωτοι πρὸς αὐτὴν ἐκεῖνοι ἔμειναν. ὅτι τὴν μὲν δημοκρατίαν οἱ Ῥωμαῖοι ἀπώλεσαν, οὔπω δὲ ἐς φαἐστασίασαν [*](1) pro ἐστασίασε et mox ἔγγυον.)

328
νερὰν περιέστησαν μοναρχίαν. αἰτίαι δι’ ἃς ὁ Καῖσαρ καὶ ὁ Ἀντώνιος ἐχθροὶ ἀλλήλων ἐγένοντο. ὅτι πολλὰ τοῦ Ἀντωνίου ὁ Καῖσαρ παρὰ Ῥωμαίοις κατηγόγησε. καὶ ὅτι τὰς διαθήκας τοῦ Ἀντωνίου λαβὼν δημοσίᾳ ἀνέγνω καὶ ἐξέμηνε κατ’ ἐκείνου πάντας. 1) ὅπως ἡ Κλεοπάτρα τὸν Ἀντώνιον ἐδουλώσατο ἢ ἐκ γοητειῶν ἢ ἐξ ἔρωτος. ὅτι ἡτοιμάζοντο εἰς τὸν κατ’ ἀλλήλων πόλεμον ὁ Καῖσαρ καὶ ὁ Ἀντώνιος, καὶ περὶ σημείων τότε συμβάντων.

Περὶ τοῦ καλουμένου Γλυκέος λιμένος. συνέλευσις Ἀντωνίου καὶ Καίσαρος. ναυμαχία καὶ νίκη τῶν τοῦ Καίσαρος. ὅτι ἡ Κλεοπάτρα ἀπᾶραι εἰς Αἴγυπτον συνεβούλευσε τῷ Ἀντωνίῳ. ωαυμαχία τῶν τοῦ Καίσαρος καὶ τοῦ 2) Ἀντωνίου καὶ τῆς Κλεοπάτρας ἔκπλους καὶ Ἀντωνίου αὐτῇ ἀκολού- θησις. ἧττα παντελὴς τοῦ ναυτικοῦ Ἀντωνίου.

ὅτι μετὰ τὴν ἧτταν τοῦ Ἀντωνίου μόναρχος ὁ Καῖσαρ ἐλογίζετο. περὶ Νικοπόλεως καὶ περὶ τοῦ φάσματος ὃ πρὸ τῆς ναυμαχίας ἐφάνη τῷ Καίσαρι. ὅτι ἡ Κλεοπάτρα εἰς Αἴγυπτον γενομένη παρεσκευάζετο εἰς πόλεμον σὺν τῷ Ἀντωνίῳ. ὅσα ὁ Καῖσαρ τῇ Κλεοπάτρᾳ ἐμήνυσε. μάχη τῶν τοῦ Καίσαρος καὶ τοῦ Ἀντωνίου. ὅτι ἑαυτὸν ἀπέκτεινεν ὁ Ἀντώνιος καὶ ὅσα ἡ Κλεοπάτρα ἐποίησεν ἐκείνου θανόντος.

Ὅπως ἐζωγρήθη ἡ Κλεοπάτρα. ὅτι ἀπῆλθε πρὸς τὴν Κλεοπάτραν ὁ Καῖσαρ καὶ ὅτι ἠπάτησεν αὐτὸν ἐκείνη ὡς φιλοψυχοῦσα καὶ ὅπως ἀπέθανεν ἀσπίδος, ὡς εἰκάσθη, δήγματι ἢ ἄλλῳ τινὶ φαρμάκῳ. [*](1) ὅτι πολλὰ — πάντας] addit 2) τοῦ pro τῶν, ut 30.)

329
κνῆστις ἡ μάχαιρα. ὅτι ὁ Καῖσαρ τὸν τοῦ ’ Αλεξάνσρου εἶδε νεκρόν. ὅπως διετέθησαν οἱ Ῥωμαῖοι πρὸς τὸν Καίσαρα ἐπανελθόντα εἰς Ῥώμην.

ὅσα τότε οἱ Ῥωμαῖοι ἐνίκησαν ἔθνη. ὅτι ἔκτοτε μοναρχεῖσθαι ἤρξαντο οἶ Ῥωμαῖοι. ὅσα τοῖς ἐν τῇ Ῥώμῃ ὁ Καῖσαρ ἐποίησεν. ὅτι ἐσκήπτετο ὁ Καῖσαρ παραιτεῖσθαι τὴν μοναρχίαν. οἶ δὲ τῆς βουλῆς τὴν σκῆψιν γινώσκοντες ἐβίαζον δῆθεν αὐτὸν μοναρχεῖν. ὅτι ἐπὶ δέκα ἔτη τὴν ἀρχὴν ἔλεγε καταδέχεσθαι ὁ Καῖσαρ. καὶ παρελθούσης δ’ αὐτῆς αὖθις ἦρχεν εἰς τὸ ἑξῆς. τί δηλοῖ τὸ Αὔγουστος. ὅθεν ἡ κατοικία τῶν αὐτοκρατόρων ὠνομάσθη Παλάτιον.

ὅπως ἦρχεν ὁ Καῖσαρ. ὅτι ἐνόσησεν ὁ Αὔ- γουστος καὶ ὅπως ἀνερρώσθη. ὅτι δικτάτωρ ὁ Καῖσαρ ψηφισθεὶς τὴν κλῆσιν παρῃτήσατο.

ὅτι τὸν Ἀγρίππαν ὁ Καῖσαρ τῇ ἰδίᾳ θυγατρὶ τῇ Ἰουλίᾳ συνῴκισιν. ὅσα ὁ Καῖσαρ ὁ Αὔγουστος ἐποίησε διαφόροις ἔθνεσι. περὶ νόμων. 1) θάνατος Ἀγρίππα. οἶος ἦν ὁ Ἀγρίππας. ὅπως ὁ Καῖσαρ ᾠκειώσατο τὸν Τιβέριον. περὶ φάσματος. τελευτὴ τοῦ Δρούσου. 2) 2).

Περὶ τῶν ἐγγόνων τοῦ Καίσαρος.

Ὅπως οἶ τοῦ Καίσαρος ἐτελεύτησαν ἔγγονοι. ὁπόσαι 3) δραχμαὶ ποιοῦσι νόμισμα. ὅτι υἱοθετήσατο τὸν Τιβέριον ὁ Καῖσαρ καὶ τὸν Γερμανικόν. ὅσα ἡ Λιβία περὶ τῶν ἐπιβουλευσάντων τῷ Αὐγούστῳ συνεβούλευσεν.

Ὅτι ὁ Τιβέριος κατὰ τῶν Παννονικῶν ἐστάλη ἐθνῶν. ὅτι ἐνίκησαν οἱ Ῥωμαῖοι καὶ τοὺς Παννο [*](1) περὶ νόμων] addit 2) τελευτὴ τοῦ Δρούσου] addit) [*](3) ὁπόσαι] αἱπόσαι sic.)

330
’ν ἴου ’ς καὶ τοὺς Δαλμάτας. ὅσα ἐν τῇ Κελτικῇ οἱ Ῥωμαῖοι ἔπαθον τῶν βαρβάρων ἐπιθεμένων αὐτοῖς.

Περὶ τοῦ τέλους τοῦ Αὐγούστου Καίσαρος. ὅτι ἀρχαῖόν ἐστι τὸ τὰς σφραγῖδας τῶν διαθηκῶν τοὺς σφραγίσαντας ἐπισκέπτεσθαι. οἷος ἦν ὁ Αὔγουστος Καῖσαρ. περὶ Ἀθηνοδώρου ἀνδρὸς σοφοῦ.

Πότε ἐτέχθη ἐνανθρωπήσας ὁ κύριος ἡμῶν καὶ θεὸς Ἰησοῦς Χριστός.