Epitome Historiarum

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volumes 1-4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1868-1871.

Τῶ δ’ ἐξῆς ἔτει Λόλιός τις ἀνὴρ Σαυνίτης ὁμηρεύων ἐν Ῥώμῃ καὶ ἐκδρὰς δύναμιν συνελέξατο, καὶ χωρίον τι καρτερὸν ἐν τῇ οἰκείᾳ καταλαβὼν ἐλῄστευεν. [*](P) ἐφ’ ὃν Κύιντός τε Γάλλος καὶ Γάιος Φάβιος στρατεύσαντες αὐτὸν μὲν καὶ τοὺς σὺν αὐτῷ σύγκλυδας καὶ ἀόπλους τοὺς πλείονας ὄντας συνέσχον, χωρήσαντες δ’ ἐπὶ Καρκίνους , παρ’ οἶς τὴν λείαν ἐκεῖνοι ἀπετέθειντο, πράγματα ἔσχον. καὶ τέλος νυκτὸς ὑπ’ αὐτομόλων ὑπερβάντες πῃ τοῦ τείχους ἐκινδύνευσαν ἀπολέσθαι διὰ σκότος, οὐχ ὡς ἀσελήνου τῆς νυκτὸς οὔσης, ἀλλ’ ὅτι σφοδρότατα ἔνιφεν· ἐκφανείσης δὲ τῆς σελήνης ἀθρόον ἐκράτησαν τοῦ χωρίου.

Πόλλα δὲ χρήματα τότε τῇ Ῥώμῃ ἐγένετο , ὥστε καὶ ἀργυραῖς δραχμαῖς χρήσασθαι.

Εἶτα εἰς τὴν νυν καλουμένην Καλαβρίαν ἐστράτευσαν, προφάσει μὲν ὅτι τὸν Πυρρὸν ὑπεδέξαντο καὶ τὴν συμμαχίδα κατέτρεχον , τῇ δ’ ἀληθείᾳ ὅτι [*](C) ἐβούλοντο οἰκειώσασθαι τὸ Βρεντέσιον, ὡς εὐλίμενον καὶ προσβολὴν καὶ κάταρσιν ἐκ τῆς Ἰλλυρίδος καὶ τῆς Ἑλλάδος τοιαύτην ἔχον ὥσθ’ ὑπὸ τοῦ αὐτοῦ πνεύματος καὶ ἐξανάγεσθαί τινας καὶ καταίρειν. καὶ εἷλον αὐτό , καὶ ἀποίκους ἔπεμψαν εἰς αὐτό τε καὶ εἰς ἕτερα. ταῦτα δ' ἀνύοντες καὶ ἐπὶ μείζον’ αἰρόμενοι οὐχ ὑπερεφρόνουν , ἀλλὰ Κύιντον Φάβιον βουλευτὴν Ἀπολλωνιάταις τοῖς ἐν τῶ Ἰονίῳ κόλπω ἐξέδωκαν, ὅτι πρέσβεις αὐτῶν ὕβρισεν. οἷ δὲ λαβόντες [*](D) αὐτὸν ἀπέπεμψαν οἴκαδε ἀπαθῆ.

Ἐπὶ δὲ Κθΐντου Φαβίου καὶ Αἰμιλίου ὑπάτων πρὸς Οὐλσινίους ἐστράτευσαν ἐπ’ ἐλευθερίᾳ αὐτῶν· ἔνσπονδοι γὰρ ἦσαν αὐτοῖς. οἱ ἀρχαιότατοι Τυρση- [*](Cap. 7. Dionis Historiae Romanae libri perditi: fragmentum 42.)

194
νῶν ὄντες ἰσχύν τε περιεποιήσαντο καὶ τεῖχος κατεσκεύασαν ὀχυρώτατον , πολιτείᾳ τε εὐνομουμένῃ ἐκέχρηντο, καὶ δι’ αὐτὰ πολεμοῦντές ποτε τοῖς Ῥωμαίοις ἐπὶ πλεῖστον ἀντέσχον. ὡς δ’ ἐχειρώθησαν, αὐτοὶ μὲν ἐξώκειλαν εἰς ἁβρότητα , τὴν δὲ διοίκησιν τῆς πόλεως τοῖς οἰκέταις ἐπέτρεψαν , καὶ τὰς στρατείας δι’ ἐκείνων ὡς τὸ πολὺ ἐποιοῦντο · καὶ τέλος ἐς τοῦτο προήγαγον σφᾶς ὡς καὶ δύναμιν τοὺς οἰκέτας καὶ φρόνημα ἔχειν καὶ ἐλευθερίας ἑαυτοὺς ἀξιοῦν. προἰ·όντος δὲ τοῦ χρόνου καὶ ἔτυχον ταύτης δι’ ἑαυτῶν, καὶ τὰς σφῶν δεσποίνας ἠγάγοντο καὶ τοὺς δεσπότας διεδέχοντο , καὶ εἰς τὴν βουλὴν ἐνεγράφοντο καὶ τὰς ἀρχὰς ἐλάμβανον καὶ αὐτοὶ τὸ σύμπαν κῦρος εἶχον, καὶ τά τε ἄλλα καὶ τὰς ὕβρεις τὰς ὑπὸ τῶν δεσποτῶν αὐτοῖς γινομένας ἰταμώτερον εἰς αὐτοὺς ἐκείνους ἀνταπεδείκνυντο. οὔτ’ οὖν φέρειν σφᾶς οἱ ἀρχαῖοι πολῖται οὔτε καθ’ ἑαυτοὺς δεδυνημένοι ἀμύνασθαι , λάθρᾳ πρέσβεις εἰς τὴν Ῥώμην ἀπέστειλαν. οἳ καὶ δι’ ἀπορρήτων νυκτὸς τὴν γερουσίαν [*](P) εἰς ἰδιωτικὴν οἰκίαν ἐλθεῖν, ἵνα μηδὲν ἐξαγγελθῇ, παρεκάλεσαν· καὶ ἔτυχον. καὶ οἶ μὲν ὡς οὐδενὸς ἐπακούοντος ἐβουλεύοντο , Σαυνίτης δέ τις παρὰ τῷ κυρίῳ τῆς οἰκίας ἐπιξενούμενος καὶ νοσῶν ἔλαθε κατὰ χώραν μείνας , καὶ ἔμαθεν ἃ ἐψηφίσαντο καὶ ἐμήνυσε τοῖς τὴν αἰτίαν ἔχουσι. κἀκεῖνοι τοὺς πρέσβεις ἐπανιόντας κατέσχον καὶ ἐβασάνισαν· καὶ μαθόντες τὰ δρώμενα αὐτούς τε ἀπέκτειναν καὶ τῶν ἄλλων τοὺς πρώτους. δι’ οὖν ταῦθ’ οἶ Ῥωμαῖοι τὸν Φάβιον ἐπ’ αὐτοὺς ἔστειλαν. καὶ ὃς τούς τε ἀπαντήσαντας αὐτῷ ἐξ ἐκείνων ἐτρέψατο καὶ πολλοὺς ἐν τῆ φυγῇ φθείρας κατέκλεισε τοὺς λοιποὺς εἰς τὸ τεῖχος, καὶ πρόσ’ ἔβαλε τῇ πόλει. καὶ ὁ μὲν ἐνταῦθα
195
τρωθεὶς ἀπέθανε, θαρσήσαντες δ’ ἐπὶ τούτῳ ἐπεξῆλθον. [*](C) καὶ ἡττηθέντες αὖθις ἀνεχώρησαν καὶ ἐπολιορκοῦντο· καὶ εἰς ἀνάγκην λιμοῦ ἐμπεσόντες παρέδωκαν ἑαυτούς. ὁ δὲ ὕπατος τοὺς μὲν ἀφελομένους τὰς τῶν κυρίων τιμὰς αἰκισάμενος ἔκτεινε καὶ τὴν πόλιν κατέσκαψε, τοὺς δὲ αὐθιγενεῖς, καἰ εἰ τινες τῶν οἰκετῶν χρηστοὶ περὶ τοὺς δεσπότας ἐγένοντο, ἐν ἑτέρῳ κατῴκισε τόπῳ.

Ἐντεῦθεν ἤρξαντο οἱ Ῥωμαῖοι διαποντίων ἀγώνων· ναυτικῶν γὰρ οὔτι πάνυ πεπείραντο · θαλαττουργοὶ δὲ γενόμενοι καὶ ἐπὶ τὰς νήσους τάς τε ἄλλας ἠπείρους ἐπεραιώθησαν. Καρχηδονίοις δὲ πρώτοις ἐπολέμησαν , οὐδὲν αὐτῶν οὖσιν ἥττοσιν οὔτε πλούτῳ οὔτε ἀρετῇ χώρας, καὶ ἠσκημένοις τὰ ναυτικὰ [*](D) πρὸς ἀκρίβειαν, καὶ παρεσκευασμένοις ἱππικαῖς τε δυνάμεσι καὶ πεζαῖς καὶ ἐλέφασι, καὶ ἄρχουσι Λιβύων, τήν τε Σαρδῶ καὶ τῆς Σικελίας τὰ πλείω κατέχουσιν· ὅθεν καὶ τὴν Ἰταλίαν χειρώσασθαι δι’ ἐλπίδων πεποίηντο. τά τε γὰρ ἄλλα σφᾶς φρονηματίζεσθαι ἔπειθον, καὶ τῷ αὐτονόμῳ λίαν ἐτύγχανον ἐπαιρόμενοι, τὸν γὰρ βασιλέα ἑαυτοῖς κλῆσιν ἐτησίου ἀρχῆς, ἀλλ’ οὐκ ἐπὶ χρονίῳ δυναστείᾳ προυβάλλοντο, καὶ ὡς αὐτοῖς πονούμενοι προθυμότατα ὤργων.

Σκήψεις δὲ τοῦ πολέμου ἐγένοντο Ῥωμαίοις μὲν ὅτι Καρχηδόνιοι τοῖς Ταραντίνοις ἐβοήθησαν , Καρχηδονίοις δὲ ὅτι φιλίαν Ῥωμαῖοι συνέθεντο τῷ Ἱέρωνι· τὸ δ' ἀληθές , ὅτι ἀλλήλους ὑφωρῶντο , καὶ μίαν σωτηρίαν τῶν οἰκείων ἑκάτεροι ᾤοντο εἰ τὰ τῶν ἄλλων προσκτήσαιντο. οὕτω διανοουμένοις αὐ- [*](Cap. 8. Dionis Historiae Romanae libri perrditi: fragm. 43, 1 seq.)

196
τοῖς συμπεσόν τι τὰς σπονδάς τε διέλυσε καὶ ἐς τὸν πόλεμον αὐτοὺς ἐξηρέθισε· τὸ δ’ ἦν τοιοῦτον.

Οἱ Μαμερτῖνοι ἐκ Καμπανίας ποτὲ πρὸς Μεσσήνην ἀποικίαν στειλάμενοι , τότε δ’ ὑπὸ Ἱέρωνος πολιορκούμενοι , ἐπεκαλέσαντο τοὺς Ῥωμαίους οἶα σφίσι προσήκοντας. κἀκεῖνοι ἑτοίμως ἐπικουρῆσαι αὐτοῖς ἐψηφίσαντο, εἰδότες ὅτι, ἂν τῆς συμμαχίας αὐτῶν οἱ Μαμερτῖνοι μὴ τεύξωνται, πρὸς τοὺς Καρχηδονίους [*](P) τραπήσονται , κἀκεῖνοι τῆς τε Σικελίας ὅλης κρατήσουσι καὶ ἐς τὴν Ἰταλίαν ἐξ αὐτῆς διαβήσονται. ἡ γὰρ νῆσος αὕτη βραχὺ τῆς ἠπείρου διέχει, ὡς μυθεύεσθαι ὅτι ποτὲ καὶ αὐτὴ ἠπείρωτο. ἥ τε οὖν νῆσος οὕτω τῇ Ἰταλίᾳ ἐπικειμένη ἐδόκει τοὺς Καρχηδονίους ἐκκαλέσασθαι καὶ τῶν ἀντιπέραν ἀντιποιήσασθαι, ἄν γε ταύτην κατάσχωσι , καὶ ἡ Μεσσήνη παρεῖχε τοῖς κρατοῦσιν αὐτῆς καὶ τοῦ πορθμοῦ κυριεύειν.

Ψηφισάμενοι δὲ βοήθειαν οἱ Ῥωμαῖοι τοῖς Μαμερτίνοις, οὐ ταχέως αὐτοῖς ἐπεκούρησαν διά τινας ἐπισυμβάσας αἰτίας. ὅθεν ἀνάγκῃ πιεζόμενοι οἱ Μαμερτῖνοι [*](C) Καρχηδονίους ἐπεκαλέσαντο. οἱ δὲ καὶ ἑαυτοῖς καὶ τοῖς ἐπικαλεσαμένοις εἰρήνην κατεπράξαντο πρὸς Ἱέρωνα , ἵνα μὴ οἶ Ῥωμαῖοι ἐς τὴν νῆσον περαιωθῶσι, καὶ τὸν πορθμὸν δὲ καὶ τὴν πόλιν ἐφύλασσον, Ἄννωνος σφῶν ἡγουμένου. κἀν τούτῳ Γάιος Κλαύδιος χιλιαρχῶν ναυσὶν ὀλίγαις ὑπὸ Ἀππίου Κλαυδίου προπεμφθεὶς εἰς τὸ Ῥήγιον ἀφίκετο. διαπλεῦσαι δὲ οὐκ ἐθάρρησε, πολὺ πλεῖον τὸ τῶν Καρχηδονίων ὁρῶν ναυτικόν. ἀκατίῳ δ’ ἐμβὰς [*](D) προσέσχε τῇ Μεσσήνῃ καὶ διειλέχθη αὐτοῖς ὅσα ὁ καιρὸς ἐδίδου. ἀντειπόντων δὲ τῶν Καρχηδονίων, τότε μὲν μηδὲν πράξας ἀνεκομίσθη, μετὰ ταῦτα δὲ

197
γνοὺς τοὺς Μαμερτίνους ἐν στάσει ὄντας , οὔτε γὰρ τοῖς Ῥωμαίοις ὑπείκειν ἐβούλοντο καὶ τοὺς Καρχηδονίους ἐβαρύνοντο, ἔπλευσεν αὖθις, καὶ ἄλλα τε εἶπεν ἐπαγωγὰ καὶ ὡς ἐπ’ ἐλευθερώσει τῆς πόλεως ἥκει, καὶ ἐπειδὰν κατασταῖεν τὰ πράγματα, ἀποπλεύσει· καὶ τοὺς Καρχηδονίους ἢ ἀποχωρῆσαι ἐκέλευσεν ἤ , εἴ τι δίκαιον ἔχοιεν , τοῦτο εἰπεῖν. ὡς δ’ οὔτε τῶν Μαμερτίνων τις ὑπὸ δέους ἐφθέγγετο, καὶ οἱ Καρχηδόνιοι βίᾳ τὴν πόλιν κατέχοντες οὐδὲν αὐτοῦ ἐφρόντιζον, αὔταρκες ἔφη “ μαρτύριον παρ’ ἀμφοτέρων ἡ σιωπή, τῶν μὲν ὅτι ἀδικοῦσιν , εἰ γάρ τι ὑγιὲς ἐφρόνουν, ἐδικαιολογήσαντο ἄν, τῶν δὲ ὅτι τῆς ἐλευθερίας ἐφίενται· ἐπαρρησιάσαντο γὰρ ἄν, εἰ τὰ τῶν Καρχηδονίων προῄρηντο.” καὶ ἐπηγγέλλετο βοηθήσειν αὐτοῖς. θορύβου δὲ καὶ ἐπαίνου παρὰ τῶν Μαμερτίνων ἐπὶ τούτοις γενομένου εὐθὺς ἀνέπλευσε πρὸς τὸ Ῥήγιον, καὶ μετ’ ὀλίγον παντὶ τό ναυτικῷ βιασάμενος τὸν διάπλουν, τὸ μέν τι ὑπὸ τοῦ πλήθους καὶ τῆς τέχνης τῶν Καρχηδονίων, τὸ δὲ πλεῖστον διὰ τὴν τοὐ ῥοῦ χαλεπότητα καὶ χειμῶνα ἐξαίφνης γενόμενον , τινάς τε τῶν τριήρων ἀπέβαλε καὶ ταῖς λοιπαῖς μόλις εἰς τὸ Ῥήγιον ἀπεσώθη.

[*](P)

Οὐ μέντοι τῆς θαλάσσης οἱ Ῥωμαῖοι διὰ τὴν ἧτταν ἀπέσχοντο , ἀλλ’ ὁ μὲν Κλαύδιος τὰς ναῦς ἐπεσκεύαζεν, Ἄννων δὲ τὴν αἰτίαν τῆς τῶν σπονδῶν διαλύσεως εἰς τοὺς Ῥωμαίους τρέψαι βουλόμενος καὶ τὰς ἁλούσας τριήρεις τῷ Κλαυδίῳ ἔπεμψε καὶ τοὺς αἰχμαλώτους ἀπεδίδου καὶ πρὸς τὴν εἰρήνην προεκαλεῖτο αὐτόν. ἐπεὶ δ’ οὐδὲν ἐδέξατο , ἠπείλησε μηδ’ ἀπονίψασθαί ποτε τὰς χεῖρας ἐν τῇ θαλάσσῃ [*](Cap. 9. Dionis Historiae Romanae libri perditi: fragm. 43, 7 86 seq.)

198
τοὺς ῾Ρωμαίους ἐάσαι. ὁ Κλαύδιος δὲ τὴν τοῦ πορθμοῦ φύσιν κατανοήσας ἐτήρησε τὸν ῥοῦν καὶ [*](C) τὸν ἄνεμον ἐκ τῆς Ἰταλίας εἰς τὴν Σικελίαν ἅμα φέροντας, καὶ οὕτως ἔπλευσεν εἰς τὴν νῆσον, μηδενὸς ἐναντιωθέντος. εὑρὼν οὖν ἐν τῷ λιμένι τοὺς Μαμερτίνους, ὁ γὰρ Ἄννων προϋποπτεύσας αὐτοὺς ἐν τῇ ἀκροπόλει καθῆστο φυλάττων αὐτήν, ἐκκλησίαν συνήγαγε, καὶ διαλεχθεὶς αὐτοῖς ἔπεισε μεταπέμψασθαι τὸν Ἄννωνα. ὁ δὲ καταβῆναι οὐκ ἤθελε φοβηθεὶς δὲ μὴ οἱ Μαμερτῖνοι ὡς ἀδικοῦντος αὐτοῦ 10 νεωτερίσωσιν, ἦλθεν εἰς τὴν ἐκκλησίαν. καὶ πολλῶν ὑπ᾿ ἀμφοῖν μάτην λεχθέντων συνήρπασέ τις τῶν ῾Ρωμαίων αὐτὸν καὶ ἐνέβαλεν εἰς τὸ δεσμωτήριον, συνεπαινούντων τῶν Μαμερτίνων.

Καὶ ὁ μὲν οὕτως ὅλην ἀνάγκῃ τὴν Μεσσήνην ἐξέλιπεν, οἱ Καρχηδόνιοι δὲ ἐκόλασαν μὲν τὸν Ἄννωνα, κήρυκα δὲ τοῖς ῾Ρωμαίοις ἔπεμψαν τήν τε Μεσσήνην ἐκλιπεῖν κελεύοντες καὶ ἐκ πάσης ἀπελθεῖν Σικελίας ἐν ἡμέρᾳ ῥητῇ· καὶ στρατιὰν ἀπεστάλκασιν. ὡς δ᾿ οὐκ ἐπείθοντο οἱ ῾Ρωμαῖοι, τούς τε μισθοφοροῦντας παρ᾿ αὐτοῖς ἐξ Ἰταλίας ἀπέκτειναν καὶ τῇ Μεσσήνῃ προσέβαλον, συνῆν δὲ καὶ ὁ Ἱέρων αὐτοῖς, καἰ τὴν πόλιν ἐπολιόρκουν καὶ τὸν πορθμὸν ἐφύλασσον, ὡς μήτε στράτευμα μήτε σῖτος αὐτοῖς κομισθῇ. ὃ μαθὼν ὁ ὕπατος ἤδη πλησιάζων, ὡς εὗρε συχνοὺς αὐτῶν πολλαχῇ κατὰ πρόφασιν ἐμπορίας ἐλλιμενίζοντας, ἐξηπάτησε σφᾶς ὅπως διέλθῃ τὸν πορθμὸν ἀσφαλῶς, καὶ ἔλαθε νυκτὸς τῇ Σικελίᾳ προσορμισάμενος. καὶ προσπλεύσας οὐ πόρρω τοῦ στρατοπέδου τοῦ Ἱέρωνος αὐτίκα συνέμιξε, νομίζων 30 φοβερώτατος αὐτοῖς ἐκ τοῦ ἀθρόου φανήσεσθαι. ἀντεπεξελθόντων δ᾿ αὐτῶν τὸ μὲν τῶν ῾Ρω-

199
μαίων ἱππικὸν ἠλαττώθη , τὸ δ’ ὁπλιτικὸν ὑπερέσχε. καὶ ὁ Ἱέρων τότε μὲν εἰς τὰ ὄρη , ἐς δὲ τὰς Συρακούσας ὕστερον ἀπεχώρησεν.

Ὁ οὖν Κλαύδιος, ἀποχωρήσαντος τοῦ Ἱέρωνος καὶ τῶν Μαμερτίνων διὰ τὴν παρουσίαν αὐτοῦ ἀναθαρσησάντων, ἐπῆλθε τοῖς Καρχηδονίοις μονωθεῖσιν ἤδη , καὶ τῷ σφῶν προσέβαλε χαρακώματι , ὄντι οἶον ἐν χερρονήσῳ. ἐντεῦθεν μὲν γὰρ ἡ θάλασσα τοῦτο [*](P) συνεῖχεν, ἐντεῦθεν δ’ ἴλη τινὰ δυσδιάβατα· ἐπὶ δὲ τὸν αὐχένα , δι’ οὗπερ μόνου εἰσῄεσαν στενοτάτου τυγχάνοντος , ἐπεποίητο διατείχισμα. βιαζόμενοι οὖν πρὸς ταῦτα οἱ Ῥωμαῖοι ἐταλαιπώρησαν καὶ βαλλόμενοι ἀνεχώρησαν. οἱ δὲ Λίβυες θαρσήσαντες ἐπεξῆλθον, καὶ ὡς φεύγοντας ἐπιδιώκοντες ἔξω προεληλύθεισαν τῶν στενῶν · κἀνταῦθα ἐπιστραφέντες οἱ Ῥωμαῖοι αὐτοὺς ἐτρέψαντο καὶ πολλοὺς ἀπέκτειναν, ὥστε αὐτοὺς μηκέτι τοῦ στρατοπέδου προελθεῖν παρ’ ὅσον ἦν ἐν Μεσσήνῃ ὁ Κλαύδιος. ὁ δὲ βιάσασθαι τὴν πρόσοδον μὴ τολμῶν, πρὸς τὰς Συρακούσας καὶ τὸν [*](C) Ἱέρωνα ἐτράπετο, φυλακὴν ἐν τῇ Μεσσήνῃ καταλιπών. καὶ προσέβαλλέ τε αὐτὸς τῷ ἄστει κἀκεῖνοί ποτε ἐπεξῄεσαν· καὶ ὅτε μὲν ἐκράτουν , ὅτε δ’ ἐκρατοῦντο τοῦντο ἑκάτεροι. καί ποτε ἐν χωρίῳ στενῷ ὁ ὕπατος γεγονὼς ἑάλω ἄν , εἰ μὴ πρὸ τοῦ περισχεθῆναι ἔπεμψε πρὸς τὸν Ἱέρωνα , εἰς συμβάσεις δή τινας αὐτὸν προκαλούμενος. οὕτω γὰρ ἐλθόντος τινὸς πρός ὃν ἔμελλε συμβήσεσθαι, διελέγετό τε αὐτῷ καὶ ὑπαπῄει, μέχρις οὗ πρὸς τὸ ἀσφαλὲς ἀπεχώρησε. τῆς δὲ πόλεως ῥᾳδίως ἁλῶναι μὴ δυναμένης, καὶ τῆς προσεδρείας ἀπόρου διὰ σπάνιν οὔσης σιτίων καὶ διὰ νόσον τῆς στρατιὰς , ἀπανέστη · καὶ οἱ Συρακούσιοι [*](D) εἵποντο καὶ ἐς λόγους τοῖς σκεδαννυμένοις ᾔεσαν,

200
καὶ ἐσπείσαντο ἄν, εἰ καὶ ὁ Ἱέρων συμβῆναι ἠθέλησεν. ὁ δὲ ὕπατος φρουρὰν ἐν τῇ Μεσσήνῃ καταλιπὼν ἀπέπλευσεν εἰς τὸ Ῥήγιον.

Οἰ Ῥωμαῖοι δέ, ἐπεὶ τὰ Τυρσηνικὰ καθειστήκει καὶ τὰ ἐν τῇ Ἰταλίᾳ ἀκριβῶς εἰρήνουν, τὰ δὲ τῶν Καρχηδονίων ἐπὶ πλέον συνίστατο, ἄμφω τοὺς ὑπάτους ἐς τὴν Σικελίαν ἐκστρατεῦσαι ἐκέλευσαν. περαιωθέντες οὖν ὅ τε Μάξιμος Οὐαλέριος καὶ Ὁτακίλιος Κράσσος, καὶ διὰ τῆς νήσου ὁμοῦ τε καὶ διχῆ πορευόμενοι, πολλοὺς ὁμολογίᾳ παρεστήσαντο. ὡς δὲ τὰ πλείω ᾠκείωντο, πρὸς τὰς Συρακούσας ὥρμησαν. καὶ ὁ Ἱέρων φοβηθεὶς διεκηρυκεύσατο σφίσι, τὰς πόλεις τε ἃς ἀφῄρηντο ἀποδιδοὺς καὶ χρήματα ὑπισ- χνούμενος καὶ τοὺς αἰχμαλώτους ἐλευθερῶν. καὶ ἔτυχεν ἐπὶ τούτοις σπονδῶν· οἱ γὰρ ὕπατοι ῥᾷον μετ’ αὐτοῦ καταστρέψασθαι τοὺς Καρχηδονίους ἐνόμισαν. συμβάντες δ’ αὐτῷ πρός τὰς λοιπὰς πόλεις ὑπὸ Καρχηδονίων φρουρουμένας ἐτράποντο. καὶ τῶν μὲν ἄλλων ἀπεκρούσθησαν, Ἔγεσταν δ’ ἑκουσίαν ἔλαβον. διὰ γὰρ τὴν πρὸς Ῥωμαίους οἰκείωσιν οἱ ἐν αὐτῇ, ἀπὸ τοῦ Αἰνείου λέγοντες γεγονέναι, προσεχὠρξσαν αὐτοῖς, τοὺς Καρχηδονίους.

Καὶ οἶ μὲν ὕπατοι διὰ τὸν χειμῶνα εἰς τὸ Ῥήγιον ἀπῆραν, Καρχηδόνιοι δὲ εἰς Σαρδῶ τὸ πλείον’ ἐκόμισαν τοῦ στρατοῦ, ἔν ἐκεῖθεν τῇ Ῥώμῃ ἐπίθωνται, καὶ ἢ τέλεον οὕτω τῆς Σικελίας ἐκστήσωσιν ἢ διαπεραιωθέντας ἀσθενεστέρους ποιήσωσιν. ἀλλ’ οὔτε τούτου οὔτε μὴν ἐκείνου ἐπέτυχον· οἱ γὰρ Ῥωμαῖοι τήν τε οἰκείαν ἐφύλαττον, καὶ ἀξιόμαχον εἰς Σικελίαν δύναμιν ἔπεμψαν μετὰ Ποστουμίου Ἀλβίνου καὶ [*](Cap. 10. Dionis Historiae Romanae libri perditi.)

201
μετὰ Αἰμιλίου Κυΐντου. ἐλθόντες δὲ εἰς οἱ ὕπατοι ἐπ’ Ἀκράγαντα ὥρμησαν, κἀνταῦθα Ἀννίβαν [*](C) τὸν Γίσγωνος ἐπολιόρκουν. ὃ οἶ ἐν Καρχηδόνι πυθόμενοι Ἄννωνα αὐτῷ σὺν πολλῇ χειρὶ συμμαχήσοντα ἔπεμψαν. ὁ δὲ ἐς Ἡράκλειαν ἐλθὼν οὐ πόρρω οὖσαν Ἀκράγαντος ἐπολέμει. καὶ μάχαι πλείους, οὐ μεγάλαι δ᾿ ἐγίνοντο· καὶ τὰ μὲν πρῶτα τοὺς ὑπάτους προυκαλεῖτο εἰς πόλεμον, εἶθ’ ὕστερον ἐκεῖνον οἱ Ῥωμαῖοι προυκέκληντο. ἕως μὲν γὰρ ἄφθονον εἶχον οἱ Ῥωμαῖοι τροφήν, οὐκ ἐτόλμων μάχεσθαι, τῷ πλήθει ἐλαττούμενοι, λιμῷ δὲ τὴν πόλιν αἱρήσειν ἤλπιζον· ἐπεὶ δὲ σίτου ἐσπάνιζον, αὐτοὶ μὲν ἀποκινδυνεύειν προεθυμοῦντο, ὁ Ἄννων δὲ [*](D) ὤκνει, ὑποπτεύσας διὰ τὴν προθυμίαν ἐνεδρευθήσεσθαι. διὸ οἴ τε ἄλλοι τὰ τῶν Ῥωμαίων θεραπεύειν ἠξίουν ὡς ἀκμὴν νενικηκότων, καὶ ὁ Ἱέρων, ἀπροθύμως αὐτοῖς συναιρόμενος πρότερον, τότε σῖτον αὐτοῖς ἔπεμψεν, ὥστε καὶ τοὺς ὑπάτους ἀναθαρσῆσαι.

Ἄννων δὲ ἐπεχείρησε μάχην συνάψαι, ἐλπίσας καὶ τὸν ᾿Αννίβαν ἐκ τοῦ τείχους κατὰ νώτου προσπεσεῖσθαι. ὃμαθόντες οἱ ὕπατοι ἡσύχαζον, ὥστε τὸν Ἄννωνα καταφρονήσαντα τῷ ταφρεύματι προσελθεῖν. ἔπεμψαν δέ τινας κατόπιν αὐτοῦ ἐνεδρεύσοντας. ἐκείνου δὲ πρὸς ἐσπέραν ἀδεῶς καὶ καταφρονητικῶς ἐπανάγοντος, ἔκ τε τῆς ἐνέδρας καὶ ἐκ τοῦ χαρακώματος αὐτῷ οἶ Ῥωμαῖοι προσέμιξαν, καὶ φόνον πολὺν καὶ αὐτῶν καὶ τῶν ἐλεφάντων εἰργάσαντο. ὁ δ’ Ἀννίβας ἐν τούτῳ ταῖς σκηναῖς τῶν Ρωμαίων ἐπελθὼν ἐξεκρούσθη ὑπὸ τῶν φυλαττόντων τῶν αὐτάς. ὁ δ᾿ Ἄννων εἰς τὴν Ἡράκλειαν κατέφυγε, τὸ στρατόπεδον ἐκλιπών. καὶ ὁ Ἀννίβας νυκτὸς ἐκδρᾶναι τοῦ Ἀκράγαντος βουλευσάμενος αὐτὸς μὲν

202
ἔλαθεν, οἱ δ’ ἄλλοι γνωσθέντες οἱ μὲν ὑπὸ τῶν Ῥωμαίων, συχνοὶ δὲ καὶ ὑπὸ τῶν Ἀκραγαντίνων ἐκτάνθησαν. οὐ μέντοι συγγνώμης ἔτυχον οἱ Ἀκραγαντῖνοι, ἀλλὰ καὶ τὰ χρήματα σφῶν διηρπάσθησαν καὶ αὐτοὶ ἐπράθησαν ἄπαντες.

[*](P)

Καὶ οἱ μὲν ὕπατοι πρὸς τὴν Μεσσήνην διὰ τὸν χειμῶνα ἀνεχώρησαν· ὠργίζοντο δ᾿ οἱ κατὰ Ἄννωνος, καὶ Ἀμίλκαν ἀντ’ αὐτοῦ τὸν Βαρκίδην ἀπέστειλαν, ἄνδρα τῶν ὁμοφύλων πλὴν τοῦ Ἀννίβου τοῦ υἱέος ἐν στρατηγίᾳ κρείττονα. καὶ αὐτὸς μὲν τὴν Σικελίαν ἐφύλαττεν, Ἀννίβαν δὲ ναυαρχοῦντα ἐς Ἰταλίαν ἔπεμψε τὰ παράλια αὐτῆς κακουργήσοντα, ἵνα τοὺς ὑπάτους πρὸς ἑαυτὸν ἀλλ’ οὐκ ἔτυχε τοῦ σκοποῦ· καταστήσαντες ἀντ’ ἐς γὰρ ἐκεῖνοι φρουρὰς ἑκασταχόθι τῆς παραλίας, εἰς Σικελίαν ἦλθον. οὐδὲν δὲ μνήμης ἔπραξαν ἄξιον.

[*](C)

ὁ δὲ Ἀμίλκας τοὺς Γαλάτας τοὺς μισθοφόρους, ὅτι μὴ ἐντελῆ δέδωκεν αὐτοῖς τὸν μισθὸν ἀγανακτήσαντας, φοβηθείς μὴ προσχωρήσωσι τοῖς Ῥωμαίοις διέφθειρε, πέμψας αὐτοὺς εἴς τινα τῶν ὑπὸ Ῥωμαίους πόλιν παραληψομένους αὐτὴν ὡς τάχα προδιδομένην καὶ διαρπάσαι αὐτὴν ἐπιτρέψας, στείλας δὲ πρὸς τοὺς ὑπάτους ψευδαυτομόλους τὴν τῶν Γαλατῶν προμηνύοντας ἔλευσιν· ὅθεν οἱ Γαλάται μὲν πάντες ἐνεδρευθέντες ἐφθάρησαν, πολλοὶ δὲ καὶ τόν Ῥωμαίων ἀπέθανον.

Ἀπελθόντων δὲ τῶν ὑπάτων οἴκαδε ὁ Ἀμίλκας καὶ τὴν Ἰταλίαν ἐπόρθει προσπλέων καὶ ἐν τῇ Σικελίᾳ πόλεις τινὰς ὑπηγάγετο. πυθόμενοι δὲ ταῦτα οἶ Ρωμαῖοι ναυτικὸν συνεστήσαντο, καὶ Γάιον αὐτῷ Δουί- [*](D) τὸν ἕτερον τῶν ὑπάτων ἐπέστησαν, τὸν δὲ τούτου συνάρχοντα Κορνήλιον Γάιον εἰς Σικελίαν ἔπεμψαν.

203
ὃς τοῦ κατὰ γῆν πολέμου ὃν ἐκεκλήρωτο ἀμελήσας ταῖς προσούσαις αὐτῷ ναυσὶν ἐς Λιπάραν ἔπλευσεν ὡς προδιδομένην αὐτῷ· τοῦτο δ’ ἐκ δόλου τῶν Καρχηδονίων ἐγένετο. ὡς οὖν ἐς τὴν Λιπάραν καθωρμίσατο, Βόδης αὐτὸν ὁ τοῦ Ἀννίβου περιεστοίχισεν ὑποστράτηγος. παρασκευαζομένου δὲ τοῦ Γαΐου πρὸς ἄμυναν, δείσας ἐκεῖνος τὴν ἀπόνοιαν αὐτῶν προεκαλέσατο αὐτοὺς εἰς σπονδάς· καὶ πείσας ἀνε- βίβασεν εἰς τὴν ἑαυτοῦ τριήρη τόν τε ὕπατον καὶ τοὺς χιλιάρχους ὡς τῷ ναυάρχῳ ἐντ’ εὐξομένους. καὶ τούτους μὲν εἰς Καρχηδόνα ἀπέπεμψαν, τοὺς δὲ λοιποὺς

οὐδὲ ἀραμένους τὰ ὅπλα εἷλον.

Εἶτα Ἀννίβας μὲν Ἰταλίαν ἐπόρθει, Ἀμίλκας κἀς δὲ Ἔγεσταν ἐστράτευσεν, ἐν ᾗ τὸ πλεῖστον τοὐ πεζοῦ τοῖς Ῥωμαίοις ἦνοἶς ἐπικουρῆσαι Γάϊον Καικίλιον χιλίαρχον ἐθελήσαντα λοχήσας πολλοὺς ἐφόνευσε τῶν αὐτοῦ. ταῦτα δὲ μαθόντες οἶ ἐν Ῥώμῃ τὸν μὲν ἀστυνόμον εὐθὺς ἐξέπεμψαν καὶ τὸν Δουίλιον ἐπέσπευσαν· ὁ δὲ ἐς τὴν Σικελίαν ἐλθών, καὶ καταμαθὼν τὰς ναῦς τῶν Καρχηδονίων τῆ μὲν παχύτητι καὶ τῷ μεγέθει τῶν σφῶν ἐλαττουμένας , τῷ τάχει δὲ τῆς εἰρεσίας καὶ τῇ ποικιλίᾳ τοῦ πλοῦ προεχούσας, μηχανὰς ἐπὶ τῶν τριήρων ἀγκύρας τε καὶ χεῖρας περικόντους σιδηρᾶς καὶ ἄλλα τοιαῦτα Β κατεσκεύασεν , ὅπως ταῖς πολεμίαις ναυσὶν ἐπιρριπτοῦντες αὐτὰ συνάπτοιντο σφίσι, καὶ μεταβαίνοντες εἰς αὐτὰς εἰς χεῖρας ἴοιεν τοῖς Καρχηδονίοις καὶ ὡς ἐν πεζῇ μάχῃ τούτοις συρρήγνυνται. συμμίξαντες οὖν οἱ Καρχηδόνιοι ταῖς τῶν Ρωμαίων ναυσὶ περιέπλεον σφᾶς, συντόνῳ χρώμενοι εἰρεσίᾳ, καὶ ἐκ [*](Cap. 11. Dionis Historiae Romanae libri perditi: fragm. 43, 18.)

204
τοῦ αἰφνιδίου προσέβαλλον. χρόνον μὲν οὖν τινα ἰσοπαλὴς ἡ ναυμαχία ἐγίνετο, εἶθ᾿ οἶ ῾Ρωμαῖοι ἐπικρατέστεροι γεγονότες πολλοὺς μὲν κατέδυσαν, συνέσχον δὲ καὶ πολλούς. ὁ δ᾿ Ἀννίβας ἐπὶ ἑπτήρους ναυμαχῶν, συσχεθείσης τῆς αὐτοῦ νηὸς τριήρει τινί, φοβηθεὶς μὴ ἁλῷ, τὴν ἐπτήρη τε ἐγκατέλιπε καὶ μεταβὰς εἰς ἑτέραν διέφυγε.

C Τῆς μὲν οὖν ναυμαχίας τοῦτο τέλος ἐγένετο καὶ λάφυρα πολλὰ ἐλήφθη· τὸν δ᾿ Ἀννίβαν οἱ Καρχηδόνιοι διὰ τὴν ἧτταν ἀπέκτειναν ἄν, εἰ μὴ εὐθὺς ἐπηρώτησε σφὰς, ὡς ἀκεραίων ἔτι τῶν πραγμάτων ὄντων, εἰ ναυμαχῆσαι κελεύουσιν ἢ μή. συνθεμένων γὰρ αὐτῶν ναυμαχῆσαι, ὡς τῷ ναυτικῷ προέχειν ἐπαιρομένων, ὑπεῖπεν ὅτι “οὐδὲν ἄρα ἠδίκηκα ὅτι τὰ αὐτὰ ὑμῖν ἐλπίσας συνέβαλον· τῆς γὰρ γνώμης, ἀλλ᾿ οὐ τῆς τύχης ἐτύγχανον κύριος.” καὶ ὁ μὲν ἐσώθη, τὴν δὲ ἡγεμονίαν ἀφῃρέθη· Δουίλιος δὲ τὸ [*](D) πεζὸν προσλαβὼν τούς τε Ἐγεσταίους ἐρρύσατο, μηδ᾿ εἰς χεῖρας αὐτῷ τοῦ Ἀμίλκου ἐλθεῖν ὑπομείναντος, καὶ τὰ φίλια τὰ ἄλλα ἐβεβαιώσατο, καὶ εἰς τὴν ῾Ρώμὴν τοῦ θέρους παρελθόντος ἀνεκομίσθη. ἀπάραντος δ᾿ αὐτοῦ ὁ Ἀμίλκας τό τε Δρέπανον κεκλημένον, ἔστι δὲ λιμὴν ἐπίκαιρος, ἐκρατύνατο καὶ ἐς αὐτὸν τὰ πλείστου κατέθετο ἄξια, καὶ τοὺς Ἐρυκίνους ἅπαντας μετανέστησε, καὶ τὴν πόλιν αὐτῶν κατέσκαψεν, ἵνα μὴ οἱ Ῥωμαῖοι καρτερὰν αὐτὴν οὖσαν καταλαβόντες ὁρμητήριον τοῦ πολέμου ποιήσωνται, καὶ πόλεις εἷλε τὰς μὲν βίᾳ, τὰς δὲ προδοσίᾳ· καὶ εἰ μὴ Γάιος Φλῶρος αὐτὸν ἐπέσχεν ἐκεῖ χειμάσας, τὴν Σικελίαν ἂν κατεστρέψατο ἅπασαν.

Λούκιος δὲ Σκιπίων ὁ συνάρχων αὐτῷ ἐπὶ Σαρδὼ καὶ ἐπὶ Κύρνον ἐστράτευσε, κεῖνται δὲ ἐν τῷ Τυρ-

205
σηνικῷ πελάγει ἀλλήλων ὀλίγον ἀπέχουσαι, ὡς μίαν αὐτὰς πόρρωθεν εἶναι δοκεῖν, καὶ προτέρᾳ τῇ Κύρνῳ προσβαλὼν τὴν μὲν Οὐαλερίαν τὴν κρατίστην αὐτῆς πόλιν βίᾳ εἷλεν, ἀπόνως δὲ τὰ λοιπὰ ἐχειρώσατο. ἐς δὲ τὴν Σαρδῶ πλέων κατ’ εἶδέ τι ναυτικὸν Καρχηδόνιον, καὶ ἐπ’ αὐτὸ ἐτράπετο. καὶ οἱ μὲν ἔφυγον πρὶν ἢ συμμίξαι, αὐτὸς δ’ ἐπὶ πόλιν Ὀλβίαν ἦλθεν· ἔνθα τῶν Καρχηδονίων μετὰ τῶν νεῶν ἐπιφανέντων φοβηθείς, οὐ γὰρ εἶχε τὸ πεζὸν ἀξιόμαχον, ἐπ’ οἴκου ἀπῆρεν.

[*](P)

Ἐν δὲ τῷ τότε χρόνῳ ἄλλοι τε τῶν ἁλόντων καὶ ἐν τῷ ἄστει δουλευόντων , καὶ οἱ Σαυνῖται, συχνοὶ γὰρ πρὸς τὴν τοῦ ναυτικοῦ παρασκευὴν ἀφίκοντο, συνέθεντο τῇ Ῥώμῃ ἐπιβουλεῦσαι. μαθὼν δὲ τοῦτο Ἑριος Ποτίλιος ὁ τῆς βοηθείας ἄρχων προσεποιήσατο συμφρονεῖν αὐτοῖς, ἵνα ἀκριβώσῃ πᾶν τὸ δεδογμένον αὐτοῖς, καὶ ἐπεὶ μὴ οἷός τ' ἦν καταμηνῦσαι τὸ βού- λευμα, πάντες γὰρ περὶ αὐτὸν ἦσαν οἱ Σαυνῖται, ἔπεισεν αὐτοὺς βουλῆς ἀγομένης εἰς τὴν ἀγορὰν ἀθροισθῆναι καὶ καταβοῆσαι αὐτοῦ ὡς· περὶ τὸν σῖτον ἀδικουμένους ὅνπερ ἐλάμβανον. τῶν δὲ τοῦτο ποιησάντων μεταπεμφθεὶς ὡς αἴτιος τοῦ θορύβου ἐξέφηνεν αὐτοῖς τὴν ἐπιβουλήν. καὶ τότε μὲν ἡσυχάσαντας [*](C) ἀπέπεμψαν, νυκτὸς δὲ συνέλαβον συνέλαβον τῶν ἐχόντων δούλους τινὰς ἐξ αὐτῶν ’ καὶ οὕτως ἡ πάσα ἐλύθη συνωμοσία.

Τῷ δ’ ἐπιγενομένῳ θέρει ἴν τε τῇ Σικελίᾳ καὶ τῇ Σαρδοῖ ἅμα ἐπολέμησαν οἱ Ῥωμαῖοί τε καὶ οἱ Καρχηδόνιοι. καὶ μετὰ τοῦτ' Ἀτίλιος Λατῖνος ἐς τὴν Σικελίαν ἐλθών, καὶ Μουτίστρατον πόλιν ὑπὸ τοῦ Φλώρου πολιορκουμένην εὑρών , τῇ παρασκευῇ ἐκείνου ἐχρήσατο. καὶ προσβολὰς περὶ τὸ τεῖχος

206
αὐτοῦ ποιουμένου πρῶτον μὲν οἱ ἐπιχώριοι μετὰ τῶν Καρχηδονίων ἠμύνοντο κραταιῶς, τῶν δὲ γυναικῶν καὶ τῶν παίδων ἐς δάκρυα καὶ ἐς οἰμωγὰς προαχθέντων [*](D)οὐκ ἀντέσχον. ὑπεξελθόντων δὲ νυκτὸς τῶν Καρχηδονίων ἅμα τῇ ἕῳ τὰς πύλας ἐθελονταὶ οἶ ἐπιχώριοι ἀνεπέτασαν. εἰσιόντες δὲ οἱ Ρωμαῖοι πάντας ἐφόνευον, ἕως ἐκήρυξεν ὁ Ἀτίλιος τὴν λοιπήν τε λείαν καὶ τοὺς ἀνθρώπους τοῦ λαβόντος εἶναι . ἔκτοτε γὰρ τοὺς λοιπούς τε ἐζώγρησαν καὶ τὴν πόλιν προδιαρπάσαντες κατέπρησαν.

Ἐκεῖθεν δ’ ἐπὶ Καμάριναν ἀπερισκέπτως γενόμενοι ἐς χωρία προλελοχισμένα ἐνέπεσον· καὶ πανσυδὶ ἂν ἐφθάρησαν, εἰ μὴ Μάρκος Καλπούρνιος χιλιαρχῶν σοφίᾳ μετῆλθε τὸ δυστύχημα. ἰδὼν γάρ τινα τῶν πέριξ λόφων μόνον ὑπὸ τοῦ κρημνώδους μὴ προκατειλημμένον, ὁπλίτας τριακοσίους παρὰ τοῦ ὑπάτου ᾐτήσατο, καὶ σὺν αὐτοῖς ἐπ’ ἐκεῖνον ὥρμησεν, ἴν οἱ πολέμιοι πρὸς αὐτοὺς τράπωνται, κάντεῦθεν οἶ λοιποὶ διαφύγωσι. καὶ ἔσχεν οὕτως· ὡς γὰρ τὴν ὁρμὴν αὐτῶν εἶδον οἱ ἐναντίοι, ἐκπλαγέντες τὸν μὲν ὕπατον καὶ τοὺς περὶ αὐτὸν ὡς ἤδη ἑαλωκότας κατέλιπον , ἐπὶ δὲ τὸν Καλπούρνιον συνέδραμον. καὶ μάχης ἰσχυρᾶς γεγονυίας πολλοὶ μὲν κἀκείνων, πάντες δ’ οἱ τριακόσιοι ἔπεσον· μόνος δὲ περιεσέσωστο ὁ Καλπούρνιος, τρωθεὶς μέν, λαθὼν δ’ ἐν τοῖς νεκροῖς κείμενος ὑπὸ τῶν τραυμάτων ὡς τευνηκώς, ἔνθα ζωὸς εὑρεθεὶς ἐσώθη. ἐν ᾧ δ' οἱ τριακόσιοι [*](P) ἐμάχοντο , ὁ ὕπατος ἀπεχώρησε. διαφυγὼν δ’ οὕτως τήν τε Καμάριναν καὶ ἄλλας πόλεις τὰς μὲν βίᾳ, τὰς δὲ καὶ ὁμολογίᾳ παρεστήσατο. ἐντεῦθεν [*](Cap. 12. Dionis Histroiae Romanae libri perditi: fragm. 43, 19, 20.)

207
ἐπὶ τὴν Λιπάραν ὥρμησεν ὁ Ἀτίλιος. νυκτὸς δὲ λαθὼν προκατέσχεν αὐτὴν ὁ Ἀμίλκας, καὶ ἐπεξελ- θὼν αἰφνιδίως πολλοὺς διέφθειρε.

Γάιος δὲ Σουλπίκιος τῆς τε Σαρδοῦς τὰ πλείστα κατέδραμε καὶ ὑπερφρονήσας ἐκ τούτου ὧ́ρμησεν ἐπὶ τὴν Λιβύην. καὶ ἀπῆραν μὲν καὶ οἶ Καρχηδό- νιοι σὺν τῷ Ἀννίβᾳ περὶ τοῖς οἴκοι δεδιότες, ἀντι- πνεύσαντος δὲ πνεύματος σφίσιν ἄμφω ἐπέστρεψαν. καὶ μετὰ ταῦτα ἴσφηλε διά τινων ψευδ αὐτομόλων τὸν Ἀννίβαν ὁ Ἀτίλιος ὡς ἐς τὴν Λιβύην αὖθις πλευσόμενος. σπουδῇ τε οὖν αὐτῷ ἐξαναχθέντι ἐπῖ- [*](C) πλεύσας ὁ Σουλπίκιος τὰς μὲν πλείους τῶν νεόν ἀγνοούσας ὑπὸ ὁμίχλης ἐπὶ πολὺ τὸ γινόμενον καὶ ταραττομένας κατέδυσε, τὰς δὲ λοιπὰς καταφυγού— σὰς ἐς τὴν γῆν κενὰς εἷλεν. ὁ γὰρ Ἀννίβας οὐκ ἀσφαλῆ τὸν λιμένα ὁρῶν, καταλιπὼν αὐτὰς ὑπεχό- ρησεν εἰς πόλιν Σουλκούς· ἔνθα στασιασάντων πρὸς αὐτὸν Καρχηδονίων προῆλθέ τε ἐς αὐτοὺς μόνος καὶ ἀπώλετο. ἀδεέστερον δ’ ἐκ τούτου τὴν χώραν κατα- τρέχοντες οἱ Ῥωμαῖοι ἡττήθησαν ὑπὸ Ἄννωνος. ταῦτα ἐν τῷ ἴτει τούτῳ ἐγένετο. καὶ συνεχῶς λίθοι ἐξ οὐρανοῦ ἐς τὴνῬώμην ἅμα πολλοί, ὡς καὶ χαλάζῃ ἐοικέναι, ἔπεσον ’ καὶ ἐς τὸ Ἀλβανὸν καὶ ἄλλοθι λί- [*](D) θους ὁμοίως συνέβη κατενεχθῆναι.

Οἱ δ’ ὕπατοι ἐπὶ Σικελίαν ἐλθόντες ἐπὶ Λιπά- ’ρᾶν ἐστράτευσαν. ἐπεὶ δ’ ὑπὸ τὴν ἄκραν τὴν Τυν- δαρίδα καλουμένην ναυλοχοῦντας ᾔσθοντο τοὺς Καρ- χηδονίους, διχῇ τὸν πλοῦν ἐποιοῦντο. καὶ θατέρου τῶν ὑπάτων τῷ ἡμίσει τοῦ ναυτικοῦ τὸ ἀκρωτήριον περιβαλόντος, νομίσας ὁ Ἀμίλκας μόνους εἶναι, ἔξα- νήχθη- ὡς δὲ καὶ οἱ λοιποὶ ἐπεγένοντο, πρὸς φυγὴν ἐχώρησε καὶ τοῦ ναυτικοῦ πλεῖστον ἀπέβαλεν. ἐπαρ-

208
θέντες δ’ οἱ Ῥωμαῖοι Σικελίαν μὲν ὡς ἤδη σφετέραν οὖσαν κατέλιπον , τῇ δὲ Λιβύῃ τῇ τε Καρχηδόνι ἐπιχειρήσαι ἐτόλμησαν. ἡγοῦντο δὲ αὐτῶν ὅ τε Ῥηγοῦλος ὁ Μάρκος καὶ Λούκιος Μάλλιος , ἐξ ἀρετῆς προκριθέντες. καὶ οἱ μὲν εἰς τὴν Σικελίαν πλεύσαντες τὰ ἐκεῖ τε καθίστων καὶ τὸν ἐς τὴν Λιβύην ηὐτρέπιζον πλοῦν, Καρχηδόνιοι δὲ οὐκ ἀνέμειναν αὐτοὺς ἐπιπλεῦσαι σφίσιν, ἀλλὰ παρασκευασάμενοι πρὸς Σικελίαν ἠπείχθησαν. καὶ παρὰ τῇ Ἡρακλειώτιδι ἐς χεῖρας ἀλλήλοις ἦλθον. ἰσορρόπου δὲ τῆς ναυμαχίας ἐπὶ πολὺ γινομένης, τέλος ὑπερέσχον Ῥωμαῖοι. Ἀμίλκας δὲ ἀντιστῆναι αὐτοῖς οὐκέτι ἐτόλμα, Ἄννωνα δὲ πρὸς αὐτοὺς ἔπεμψεν ὡς ὑπὲρ [*](P) εἰρήνης, βουλόμενος τόν καιρὸν τρίβειν ’ ἤλπιζε γὰρ στράτευμά οἶ πεμφθήσεσθαι οἴκοθεν. Ἄννων δέ, βοώντων τινῶν συλλαβεῖν αὐτὸν ὅτι καὶ Καρχηδό- νιοι ἀπάτῃ συνέλαβον τὸν Κορνήλιον, “ ἂν τοῦτο ποιήσητε” εἶπεν, ‘‘οὐδὲν ἔτι κρείττους τῶν Διβύων ἔσεσθε.” ἐκεῖνος μὲν οὖν εὐκαιρότατα θωπεύσας οὐδὲν ἔπαθεν, οἱ δὲ καὶ αὖθις τοῦ πολέμου εἴχοντο. καὶ οἱ μὲν ὕπατοι ἐκ τῆς Μεσσήνης ἔπλεον, Ἀμίλκας δὲ καὶ Ἄννων διαιρεθέντες ἀμφοτέρωθεν αὐτοὺς περισχεῖν ἐμελέτων. ἀλλ’ ὁ Ἄννων οὐχ ὑπέστη προσιόντας αὐτούς, προκαταπλεύσας δ’ εἰς Καρχηδόνα ταύτην ἐφύλασσεν . ὁ δὲ Ἀμίλκας πυθόμενος τοῦτο κατὰ χώραν ἔμενεν. ἐκβάντες δ’ εἰς τὴν γῆν [*](C) οἶ Ῥωμαῖοι ἐπὶ τὴν Ἀσπίδα τὴν πόλιν ἐχώρησαν. οὓς ἰδόντες προσιόντας οἱ ἐπιχώριοι προυπεξῆλθον· καὶ ἀμαχεὶ κατασχόντες αὐτὴν οἱ Ῥωμαῖοι τοῦ πολέμου ὁρμητήριον ἐποιήσαντο, κἀντεῦθεν τήν τε γῆν ἐπόρθουν καὶ πόλεις τὰς μὲν ἐθελουσίας , τὰς δὲ φόβῳ προσεκτῶντο, λείαν τε πολλὴν ἐλάμβανον καὶ
209
αὐτομόλους πλείστους ἐδέχοντο, καὶ τῶν οἰκείων συχνοὺς τῶν ἐν τοῖς πρὶν πολέμοις ἁλόντων ἐκομί- ζοντο.

Χειμῶνος δὲ ἐπιγενομένου Μάλλιος μὲν εἰς Ῥώμην σὺν τῇ λείᾳ ἀπέπλευσε, Ῥηγοῦλος δ’ ἐν τῇ Λιβύῃ ὑπέμεινε. καὶ οἱ Καρχηδόνιοι ἐν παντὶ κακοῦ γεγόνασι, [*](D) τῆς χώρας τε πορθουμένης αὐτῶν καὶ τῶν περιοίκων ἀλλοτριουμένων , καὶ κατειληθέντες εἰς τὸ τεῖχος ἡσύχαζον. Ῥηγούλῳ δὲ παρὰ τὸν Βαγράδαν ποταμὸν στρατοπεδευομένῳ δράκων ἐπεφάνη ὑπερμεγέθης, οὐ τὸ μῆκος λέγεται εἶναι ποδῶν ἑκατὸν πρὸς τοῖς εἴκοσι· καὶ γὰρ ἡ λεβηρὶς αὐτοῦ εἰς τὴν Ῥώμην κεκόμιστο δι’ ἐπίδειξιν· ἀνάλογον δὲ καὶ τὸν ἄλλον ὄγκον εἶχε τοῦ σώματος. ὃς συχνοὺς τῶν στρατιωτῶν τοὺς μὲν πελάζοντας αὐτῷ , τοὺς δὲ καὶ πίνοντας ἐκ τοῦ ποταμοῦ διέφθειρε. κατ’ εἶργ’ ἄσατο δ’ αὐτὸν ὁ Ῥηγοῦλος πλήθει στρατιωτῶν καὶ μηχαναῖς λιθοβόλοις. καὶ τὸν μὲν οὕτως ἔφθειρεν, τῷ δέ Ἀμίλκᾳ ἐπὶ μετεώρου καὶ ὑλώδους στρατοπεδευομένῳ χωρίου νύκτωρ προσέμιξε, καὶ πολλοὺς μὲν ἐν ταῖς εὐναῖς, πολλοὺς δ’ ἐξεγερθέντας διώλεσεν· εἰ δέ τινες καὶ διέφυγον, τοῖς τὰς ὁδοὺς τηροῦσιν ἐμπίπτοντες ὤλλυντο. καὶ οὕτω τῶν τε Καρχηδονίων μέρος ἀναλώθη πολ(??) καὶ πόλεις αὐτῶν συχναὶ πρὸς Ῥωμαίους μεθίσταντο. φοβηθέντες δ’ οἱ ἐν τῇ πόλει μὴ ἁλῶσι διεκηρυκεύσαντο πρὸς τὸν ὕπατον, ὄπως ὁμολογίᾳ τινὶ ἐπιεικεῖ ἀποπέμψαντες αὐτὸν τὸ παραυτίκα δεινὸν ὑπεκφύγωσιν. ἐπεὶ δὲ πολλὰ ἀπῃτοῦντο [*](Cap. 13. Dionis Historiae Romanae libri perditi: fragm. 43, 20, b. (quod faciendum 21, b, quum 21 sit apud Zonaram ρ. 208, 17, et 22 hic ρ. 209, 25), 24 seqq. )

210
[*](P) καὶ φορτικά , ὡς ἅλωσιν αὐτῶν ἀκριβῆ νομίζεσθαι τὰς σπονδάς, πολεμεῖν μᾶλλον εἵλοντο.

Ὁ μέντοι Ῥηγοῦλος μέχρι τότε εὐτυχῶν αὐχήμα- τος μεστὸς ἐγένετο καὶ φρονήματος, ὥστε καὶ γράφειν εἰς τὴν Ῥώμην ὅτι κατεσφραγισμένας ἔχει τὰς τῶν Καρχηδονίων πύλας ὑπὸ τοῦ φόβου ’ τὰ ἴσα δὲ καὶ οἱ σὺν αὐτῶ καὶ οἶ ἐν τῇ Ῥώμῃ ἐφρόνουν. ὅθεν καὶ ἐσφάλησαν. ἦλθον μὲν γὰρ τοῖς Καρχηδονίοις καὶ ἕτεροι σύμμαχοι, ἦλθε δὲ καὶ ἐκ Λακεδαίμονος Ξάνθιππος. οὗτος τὴν αὐτοκράτορα τῶν Καρχηδονίων ἀρχὴν εἰληφάς. ὅ τε γὰρ δῆμος αὐτῷ τὰ πράγματα [*](C) προθύμως ἐπέτρεψε καὶ ὁ Ἀμίλκας καὶ οἱ λοιποὶ οἶ ἐν τέλει ἑκουσίως ἐξέστησαν· τά τε ἄλλα παρεσκεύασευ εὖ, καὶ ἀπὸ τῶν μετεώρων τοὺς Καρχηδονίους, ἐν οἶς ὑπὸ δέους ἦσαν, κατήγαγεν εἰς τὸ ὁμαλόν, ἐν ᾧ ἥ τε ἱππεία αὐτῶν καὶ οἱ ἐλέφαντες πλεῖστον ἰσχύσειν ἔμελλον. καὶ τὸν μὲν ἄλλον χρόνον ἡσύχαζε, τηρήσας δέ ποτε τοὺς Ρωμαίους καταφρονητικῶς αὐλιζομένους , μέγα γὰρ τῇ νίκῃ φρονοῦντες καὶ τὸν Ξάνθιππον ὡς Γραικὸν ὑπερορῶντες . οὕτω γὰρ καλοῦσι τοὺς Ἕλληνας, καὶ εἰς ὄνειδος δυσγενείας τῷ προσρήματι κατ’ αὐτῶν χρῶνται . τὰς στρατοπεδείας ἀπερισκέπτως πεποίηντο , οὕτως οὖν τοῖς Ρωμαίοις διακειμένοις ὁ Ξάνθιππος ἐπελθών, καὶ τὸ ἱππικὸν αὐτῶν διὰ τῶν ἐλεφάντων τρεψάμενος, πολλοὺς [*](D) μὲν κατέκοψε , πολλοὺς δὲ καὶ ἐζώγρησε καὶ αὐτὸν τὸν Ρηγοῦλον. καὶ ἐν φρονήματι διὰ ταῦτα ἦσαν οἱ Καρχηδόνιοι . τοὺς δὲ ἁλόντας περιέσωσαν, ἕνα μὴ καὶ οἶ παρὰ τῶν Ῥωμαίων πρότερον ἐξ αἰχμαλωτισθέντες κτανθῶσι. τοὺς μὲν οὖν ἄλλους [*](8 Dionis fragm. 43, 2429.)

211
τῶν ἑαλωκότων Ῥωμαίων ἐν θεραπείᾳ εἶχον, τὸν δὲ Ῥηγοῦλον ἐν πάσῃ κακουχίᾳ πεποίηντο , τροφήν τε αὐτῷ ὅσον ἀποζῆν προσῆγον, καὶ ἐλέφαντα προσέφερον συνεχῶς, συνεχῶς, ὅπως ὑπ’ αὐτοῦ δειματούμενος μήτε τῷ σώματι μήτε τῇ διανοίᾳ ἡσυχάζοι. ἐπὶ συχνὸν δὲ κακώσαντες οὕτως αὐτὸν εἰς δεσμωτήριον ἔθεντο.

Τοὺς δὲ σφετέρους συμμάχους οἶ Καρχηδόνιοι δεινότατα μετεχειρίσαντο. οὐ γὰρ εὐποροῦντες ἀποδοῦναι αὐτοῖς ἃ προυπέσχοντο , ἀπέπεμψαν αὐτοὺς ὡς καὶ τὸν μισθὸν αὐτοῖς οὐκ ἐς μακρὰν ἀποδώσοντες. ἐκέλευσαν δὲ τοῖς κομίζουσι σφάς εἰς ἐρήμην τινὰ νῆσον ἐκβιβάσαι καὶ λάθρᾳ ἀποπλεῦσαι. καὶ τὸν Ξάνθιππον δὲ οἱ μέν φασι καταποντίσαι αὐτοὺς ἀποπλεύσαντι ἐπιπλεύσαντας, οἶ δὲ ναῦν αὐτῶ δοῦναι παλαιὰν μηδὲν στέγουσαν , νέον καταπιττώσαντας ἔξωθεν , ἵν αὐτὴ ἐφ’ ἑαυτῆς καταποντισθῇ· τὸν δὲ γνόντα τοῦτο εἰς ἑτέραν ἐμβῆναι καὶ οὕτω διασωθῆναι. ταῦτα δ’ ἐποίουν, ἵνα μὴ δοκοῖεν πρὸς ἐκείνου σεσῶσθαι· ἐνόμισαν γὰρ ἀπολωλότος αὐτοῦ καὶ τὴν τῶν ἔργων δόξαν συναπολέσθαι.

[*](P)

Οἱ δ’ ἐν τῇ Ρώμῃ ἤλγουν μὲν διὰ τὸ συμβάν, καὶ πλέον ὅτι τοὺς Καρχηδονίους ἐπὶ τὴν Ρώμην αὐτὴν προσεδόκων πλευσεῖσθαι. διὰ ταῦτα τήν τε Ἰταλίαν ἐν φυλακῇ ἐποιήσαντο καὶ ἐπὶ τοὺς ἐν Σικελίᾳ τῇ τε Λιβύῃ ὄντας Ῥωμαίους σπουδῇ τοὺς ὑπάτους ἔπεμψαν, Μάρκον Αἰμίλιον καὶ Φούλβιον Πλαίτινον. οἱ ἐς Σικελίαν πλεύσαντες, καὶ φρουρήσαντες τὰ ἐκεῖ, πρὸς Λιβύην ὡρμήκεσαν· καὶ χειμῶνι λη- φθέντες κατηνέχθησαν ἐς Κόρσουραν. πορθήσαντες δὲ τὴν νῆσον καὶ φρουρᾷ παραδόντες ἔπλεον αὖθις. [*](C) [*](Cap. 14. Dionis Historiae Romanae libri perditi. )

212
κἀν τούτῳ ἰσχυρὰ ναυμαχία πρὸς Καρχηδονίους ἐγένετο. ἠγωνίζοντο γὰρ οἱ μὲν παντελῶς τοὺς Ῥωμαίους ἐκ τῆς οἰκείας ἐκβαλεῖν, Ῥωμαῖοι δὲ τοὺς ἐγκαταλειφθέντας σφῶν ἐν τῇ πολεμίᾳ ἀνασώσασθαι. ἀγχωμάλως δὲ μαχομένων οἱ ἐν τῇ Ἀσπίδι ὄντες Ῥωμαῖοι κατὰ νώτου τοῖς Καρχηδονίοις ἐξαίφνης ἐπέπλευσαν, καὶ ἀμφιβόλους αὐτοὺς καταλαβόντες ἐνίκησαν. καὶ μετὰ τοῦτο καὶ τῷ πεζῷ οἱ Ρωμαῖοι ἐκράτησαν, καὶ εἷλον πολλούς . οὑς διὰ τὸν Ῥηγοῦλον καὶ τοὺς μετ’ αὐτοῦ ἁλόντας περιεσώσαντο. ἁρπαγὰς [*](D) δέ τινας ποιησάμενοι ἐς Σικελίαν ἔπλεον. χειμῶνι δὲ περιπεσόντες καὶ πολλοὺς ἀποβαλόντες, οἴκοι ταῖς ναυσὶ ταῖς περισωθείσαις ἀπέπλευσαν.

Οἱ δὲ Καρχηδόνιοι καὶ τὴν όρσουραν ἔλαβον καὶ ἐς Σικελίαν ἐπεραιώθησαν . καὶ εἰ μὴ τὸν Κολλατῖνον καὶ Γναῖον Κορνήλιον ἔμαθον πολλῷ προσπλέοντας ναυτικῷ, πᾶσαν ἄν αὐτὴν ἐχειρώσαντο. οἱ γὰρ Ρωμαῖοι ναυτικόν τε ἄριστον ταχέως ἐξήρτυσαν καὶ καταλόγους βελτίστους ἐπεποιήκεσαν , καὶ οὕτως ἐρρώσθησαν ὥστε τρίτῳ μηνὶ ἐς τὴν Σικελίαν ἐπανελθεῖν. πεντακοσιοστὸν δ’ ἦν ἔτος ἀφ’ οὗπερ ἡ Ρώμη συνέστη. καὶ τὴν μὲν κάτω τοῦ Πανόρμου πόλιν οὐ χαλεπῶς εἷλον, τῇ δὲ ἄκρᾳ προσεδρεύοντες ἐκακοπάθησαν , μέχρις οὗ τοὺς ἐν αὐτῇ ἐπέλιπεν ἡ τροφή. τότε γὰρ προσεχώρησαν τοῖς ὑπάτοις. οἱ δὲ Καρχηδόνιοι τὰς ναῦς αὐτῶν οἴκαδε πλεούσας τηρήσαντες εἷλον συχνὰς χρημάτων μεστάς.

Εἶτα Σερουίλιός τε Καιπίων καὶ Γάιος Σεμπρώνιος ὕπατοι τοῦ μὲν Λιλυβαίου πειράσαντες ἀπεκρούσθησαν, ἐς δὲ τὴν Λιβύην ἐπεραιώθησαν , καὶ τὴν παραλίαν ἐπόρθουν. ὡς δ' ἐκομίζοντο οἴκαδε, χειμῶνι ἐνέτυχον καὶ ἐβλάβησαν. διὸ νομίσας ὁ δῆμος

213
ἐξ ἀπειρίας τῶν ναυτικῶν βλάπτεσθαι, τῆς μὲν ἄλλης θαλάσσης ἀπέχεσθαι ἐψηφίσαντο, ναυσὶ δ’ ὀλίγαις τὴν Ίταλίαν φρουρεῖν.

Τῷ δ' ἐπιγενομένῳ ἔτει Πούπλιος Γάιος καὶ Αὐρήλιος Σερουίλιος ἐς τὴν Σικελίαν ἦλθον , καὶ ἄλλα τέ τινα κατεστρέψαντο καὶ Ἱμέραν ’ οὐ μέντοι τινὰ συνέσχον τῶν ἐν αὐτῇ· νυκτὸς γὰρ αὐτοὺς οἱ Καρχηδόνιοι ἐξεκόμισαν. μετὰ δὲ τοῦτο Αὐρήλιος [*](P) ναῦς τε παρὰ Ἱέρωνος εἰληφὼς καὶ ὅσοι τῶν Ῥωμαίων ἦσαν ἐκεῖ συμπαραλαβὼν ἔπλευσεν εἰς Διπάραν, καὶ ἐν αὐτῇ χιλίαρχον Κύιντον Κάσσιον καταλιπὼν προσεδρεύσοντα μάχης ἄνευ, ἀπῆρεν οἴκαδε. Κύιντος δὲ μὴ φροντίσας τῆς ἐντολῆς προσέμιξε τῇ πόλει καὶ πολλοὺς ἀπέβαλεν. ὁ μέντοι Αύρήλιος μετὰ ταῦτα ἐκείνους ἐλῶν πάντας ἀπέκτεινε καὶ τὸν Κάσσιον τῆς ἀρχῆς ἔπαυσε.

Καρχηδόνιοι δὲ τὰ δόξαντα τοῖς Ῥωμαίοις περὶ τοῦ ναυτικοῦ μαθόντες, ἔπεμψαν εἰς Σικελίαν, πᾶσαν ὑποτάξαι τότε ἐλπίσαντες. καὶ ἕως μὲν ἄμφω παρῆσαν ’σαν οἱ ὕπατοι Καικίλιος Μέτελλος καὶ Γάιος Φούριος, ἠρέμουν ὧς δὲ πρὸς τὴν Ῥώμην ἀπῆρεν ὁ [*](C) Φούριος, κατεφρόνησαν τοῦ Μετέλλου καὶ πρὸς τὸ Πάνορμον ἦλθον. ὁ δὲ Μέτελλος κατασκόπους ἐλθεῖν μαθὼν ἐκ τῶν πολεμίων , ἤθροισε τοὺς ἐν τῇ πόλει πάντας , καὶ διαλεχθεὶς αὐτοῖς ἀλλήλων λαβέσθαι σφίσιν ἐκέλευσε ’ καὶ οὕτως ἕκαστον ἀνακρίνων ὅστις τε εἴη καὶ ὅ,τι πράττοι, κατεφώρασε τοὺς πολεμίους. Καρχηδόνιοι δὲ παρετάξαντο ὡς μαχούμενοι, καὶ Μέτελλος δεδιέναι προσεποιεῖτο. τούτου δ' ἐπὶ πλείΠούλιος [*](6 Γάιος καὶ Αύρήλιος Σερουίλιος] Αὐρήλιος Γάιος καὶ Σερουίλιος Πούπλιος recte ρ. 219, 1.)

214
οὑς ἡμέρας γινομένου οἱ Καρχηδόνιοι ἐφρονηματίσθησαν καὶ προσέβαλλον θρασύτερον. καὶ τότε ὁ Μέτελλος σημεῖον τοῖς Ῥωμαίοις ἦρε· κἀκ τούτου [*](D) ἐξαπιναίως ἐκεῖνοι κατὰ πάσας τὰς πύλας ἐπεκδραμόντες ῥᾳδίως ἐκράτησαν, καὶ ἐς στενὸν αὐτοὺς κατέκλεισαν, ὥστε μηκέτ’ ἀναχωρῆσαι δι’ αὐτοῦ δυνηθῆναι. στενοχωρούμενοι γάρ, ἅτε καὶ αὐτοὶ πολλοὶ ὄντες καὶ πολλοὺς ἐλέφαντας ἔχοντες, ἐταράττοντο. κἀν τούτῳ τὸ ναυτικὸν τὸ Λιβυκὸν προσπλεῦσαν αὐτοῖς ἐγένετο φθορᾶς αἰτιώτατον. ἰδόντες γὰρ τὰς ναῦς ὥρμησαν εἰς αὐτὰς καὶ ἐμβαίνειν ἐξεβιάζοντο, καὶ οἱ μὲν εἰς τὴν θάλασσαν ἐνέπιπτον καὶ ἐφθείροντο, οἶ δὲ ὑπὸ τῶν ἐλεφάντων ἐμπελαζομένων ἀλλήλοις τε καὶ τοῖς ἀνθρώποις ἀπώλλυντο , οἱ δὲ ὑπὸ τῶν Ρωμαίων ἐκτείνοντο , πολλοὶ δὲ καὶ ζῶντες ἑάλωσαν ἄνδρες τε καὶ ἐλέφαντες. ἐπειδὴ γὰρ ἄνευ τῶν συνήθων σφίσιν ἀνδρῶν ὄντες ἠγριαίνοντο, κήρυγμα τοῖς αἰχμαλώτοις ὁ Μέτελλος ἐποιήσατο σωτηρίαν καὶ ἄδειαν τοῖς συλλαβοῦσιν αὐτοὺς διδοῦν . καὶ οὕτως προσελθόντες τινὲς τοῖς σφῶν πρᾳοτάτοις ἐκείνους τε διὰ τὴν συνήθειαν ἐχειρώσαντο καὶ τοὺς ἄλλους προσεπεσπάσαντο. οὓς καὶ εἰς τὴν Ῥώμην ἐκόμισαν ἑκατὸν ὄντας καὶ εἴκοσιν, οὕτως αὐτοὺς τὸν πορθμὸν περαιώσαντες. πίθους πολλοὺς συνδήσαντες ἀλλήλοις καὶ ξύλοις διαλαβόντες σφᾶς, ὥστε μήτ’ ἀπαρτᾶσθαι σφᾶς μήτε συμπίπτειν, δοκοὺς ἐπ’ αὐτῶν ἐπέτειναν καὶ ὕλην καὶ γῆν ἐπεφόρησαν, φράξαντές τε πέριξ τὸ χωρίον, ὡς αὐλῇ τινι ἐοικέναι, εἰς τοῦτο αὐτοὺς ἐπεβίβασαν, καὶ διεπόρθμευσαν [*](P) οὐδ’ αἰσθανομένους ὅτι πλέοιεν. ὁ μὲν οὖν Μέτελλος οὕτως ἐνίκησεν, ὁ δ’ Ἀσδρούβας ὁ τῶν Καρχηδονίων
215
στρατηγὸς σωθεὶς τότε ὕστερον ὑπὸ τῶν οἴκοι Καρχηδονίων ἐκλήθη καὶ ἀνεσκολοπίσθη.

Οἱ Καρχηδόνιοι δὲ διεκηρυκεύσαντο τοῖς Ῥωμαίοις ὄις διά τε τἄλλα καὶ τὸ πλῆθος τῶν αἰχμαλώτων, καὶ τοῖς πρέσβεσι καὶ αὐτὸν τὸν Ῥηγοῦλον συνέπεμψαν, πᾶν δι’ αὐτοῦ οἰηθέντες κατωρθωκέναι διὰ τὴν ἀρετὴν καὶ τὸ ἀξίωμα τοῦ ἀνδρός , ὥρκωσάν τε αὐτὸν ἧ μὴν ἐπανήξειν. καὶ ὃς τά τε ἄλλα ὡς εἷς τῶν Καρχηδονίων ἔπραττε καὶ οὔτε τὴν γυναῖκα εἰς λόγους ἐδέξατο οὔτε τὴν πόλιν εἰσῆλθε, καὶ ταύτα καλούμενος, [*](C) μένος, ἀλλ’ ἔξω τοῦ τείχους τῆς βουλῆς ἀθροισθείσης, ὡς ἔθος ἦν χρηματίζειν τῶν πολεμίων τοῖς πρέσβεσιν, εἰσαχθεὶς εἰς τὸ συνέδριον εἶπεν “ ὦ πατέρες , πρὸς ὑμᾶς Καρχηδόνιοι ἔπεμψαν . ἐκεῖνοι γάρ με ἐστάλκασι, ἐπεὶ δοῦλος αὐτῶν νόμῳ πολέμου γεγένημαι ’ καὶ ἀξιοῦσι μάλιστα μὲν καὶ τὸν πόλεμον λύσασθαι ἐπὶ συνθήκαις ταῖς δοκούσαις ἀμφοῖν, εἰ δὲ μή, τῶν αἰχμαλώτων ποιήσασθαι ἄλλαγμα.” ταῦτα εἰπὼν μετέστη μετὰ τῶν πρέσβεων, ὡς ἂν ’ ἑαυτοὺς τοὺς οἱ Ῥωμαῖοι βουλεύσωνται. κελευόντων δὲ αὐτὸν τῶν ὑπάτων συμμετασχεῖν σφίσι τῆς διαγνώμης, οὐ πρὶν ἐπείσθη πρὸ τοῦ παρὰ τῶν Καρχηδονίων ἐπιτραπῆναι. ὁ δὲ τέως μὲν ἐσιώπα· ἐπεὶ δ’ οἱ βουλευταὶ [*](D) εἰπεῖν αὐτὸν γνώμην ἐκέλευον, εἶπεν " εἰμὶ μὲν εἶς ἐξ ὑμῶν, ὠ πατέρες , κἂν μυριάκις ἀλῶ ’ τὸ μὲν γὰρ σῶμά μου Καρχηδονίων , ἡ δὲ ψυχή μου ὑμετέρα ἐστίν· ἐκεῖνο μὲν γὰρ ὑμῶν ἠλλοτρίωται, τᾶι, ταύτην δὲ οὐδεὶς δύναται μὴ οὐχὶ Ῥωμαίαν εἶναι ποιῆσαι· καὶ ὡς μὲν αἰχμάλωτος Καρχηδονίοις [*](Cap. 15. Dionis Historiae Romanae libri perditi: fragm. 43, 26, 30.)

216
προσήκω, ἐπεὶ δ᾿ οὐκ ἐκ κακέας, ἀλλ᾿ ἐκ προθυμίας ἐδυστύχησα, καὶ ῾Ρωμαῖός εἰμι καὶ φρονῶ τὰ ὑμέτερα. καὶ οὐδ᾿ ἐξ ἑνὸς τρόπου λυσιτελεῖν ὑμίν τὰς καταλλαγὰς νομίζω.

Ταῦτα ὁ ῾Ρηγοῦλος εἰπὼν καὶ τὰς αἰτίας προσέθῆκε δι᾿ ἃς τὰς συμβάσεις ἀπηγόρευε, καὶ ἐπήγαγεν ὡς “οἶδα μὲν ὅτι προὖπτός μοι ὄλεθρος πρόκειται· ἀδύνατον γὰρ λαθεῖν αὐτοὺς ἃ συνεβούλευσα· ἀλλὰ καὶ οὕτως τῆς ἐμαυτοῦ σωτηρίας τὸ κοινῇ συμφέρον προτίθημι. εἰ δέ τις φήσει, τί οὑν οὐκ ἐκδιδράσκεις ἢ ἐνταῦθα καταμένεις; ἀκούσεται ὅτι ὀμώμοκα αὐτοῖς ἐπανήξειν, καὶ οὐκ ἀν᾿ παραβαίην τοὺς ὅρκους, οὐδ᾿ εἰ πρὸς πολεμέους γεγόνασι, καὶ δι᾿ ἄλλα, μάλιστα δὲ ὅτι τὸ δεινὸν ἐμπεδορκήσας μὲν μόνος πείσομαι, ἂν δ᾿ ἐπιορκήσω, πάσα ἡ πόλις ἀναπλησθήσεται.”

Ἡ γερουσία δὲ τῆς ἐκείνου σωτηρίας ἕνεκεν καὶ τὴν εἰρήνην ποιήσασθαι καὶ τοὺς αἰχμαλώτους ἀντιδοῦναι προτεθύμητο. γνοὺς οὖν τοῦτο αὐτός, ἵνα μὴ τὸ συμφέρον δι᾿ αὐτὸν καταπρόωνται, ἐπλάσατο πεπωκέναι φάρμακον δηλητήριον, καὶ μέλλειν πάντως [*](P) ὑπ᾿ αὐτοῦ ἀπολέσθαι. καὶ οὔτε ἡ σύμβασις γέγονεν οὔτε τῶν αἰχμαλώτων ἡ ἀμοιβή. ἀπιόντος δ᾿ αὐτοῦ σὺν τοῖς πρέσβεσιν ἀντελάβοντο ἄλλοι τε καὶ οἱ παῖδες καὶ ἡ γυνή· οἱ δ᾿ ὕπατοι μήτ᾿ ἐθέλοντα καταμεῖναι αὐτὸν ἐκδώσειν ἔφασαν μήτ᾿ ἀπιόντα κατασχεῖν. καὶ οὕτω προτιμήσας μὴ παραβῆναι τοὺς ὅρκους ἀνεκομίσθη. καὶ αἰκισθεὶς ὑπ᾿ αὐτῶν, ὡς ἡ φήμη λέγει, ἀπέθανε. τὰ γὰρ βλέφαρα αὐτοῦ περιτεμόντες, καὶ χρόνον τινὰ ἐν σκότει καθείρξαντες, εἶτα εἰς σκεῦός τι σύμπηκτον κέντρα πανταχόθεν ἔχον ἐμβαλόντες αὐτὸν καὶ τρἐψαντες πρὸς τὸν ἥλιον, οὕτως ὑπὸ κακοπαθείας καὶ ἀγρυπνίας μὴ δυνάμε-

217
νόν πῃ κλιθῆναι διὰ τά κέντρα διέφθειραν. ἃ πυθόμενοι [*](C) οἱ ῾Ρωμαῖοι τοὺς πρώτους τῶν παρ᾿ αὐτοῖς αἰχμαλώτων παρέδοσαν τοῖς ἐκείνου παισὶ καὶ ἀνταικίσασθαι καὶ ἀνταποκτ εἶναι.

Τοὺς δ᾿ ὑπάτους ἐς τὴν Λιβύην στρατεύσασθαι ἐψηφέσαντο τόν τε Γάιον τὸν Ἀτίλιον τὸν τοῦ Ῥηγού- λου ἀδελφὸν καὶ τὸν Μάλλιον τὸν Λούκιον. οἳ ἐς τὴν Σικελίαν ἐλθόντες τῷ Λιλυβαίῳ προσέβαλον, καί τι μέρος τῆς τάφρου συγχῶσαι εἰς τὴν τῶν μηχανημάτων προσαγωγὴν ἐπεχείρησαν. καὶ οἱ Καρχηδόνιοι ὑπορύσσοντες τὸν χοῦν ὑφεῖλκον ἐπεὶ δ᾿ ἠλαττοῦντο τῇ πολυχειρίᾳ, τεῖχος ἕτερον ἔνδον μηνοειδὲς φ᾿ κοδόμησαν. καὶ οἱ μὲν ὑπονόμους ὑπὸ τὸν κύκλον εἰργάζοντο, ὅπως κατὰ τὸ διάκενον αὐτῶν ἱζήσαντος τοῦ τείχους εἰσπέσωσιν· οἱ Καρχηδόνιοι [*](D) δὲ ἀντορύσσοντες πολλοὺς μὲν ἀγνοοῦντας τὸ γινόμενον ἐκδεχόμενοι ἔκτεινον, πολλοὺς δὲ καὶ πῦρ ἐν φρυγάνοις εἰς τὰ ὀρύγματα ἐμβάλλοντες ἔφθειρον. ἐπεὶ δέ τινες τῶν συμμάχων, τῇ τε παρατάσει τῆς πολιορκιbς ἀχθόμενοι καὶ τῷ μὴ τὸν μισθὸν αὐτοῖς ἐντελῆ καταβάλλεσθαι , προδοῦναι τὸ χωρίον τοῖς ῾Ρωμαίοις διεκηρυκεύοντο, ἐφρασεν ὁ Ἀμέλκας τὸ βουλευόμενον, οὐκ ἐξέφηνε δέ, ἵνα μὴ πολεμώσῃ αὐτούς· χρήματα δὲ τοῖς ἀρχουσιν αὐτῶν παρασχὼν καὶ τῷ πλήθει προσυποσχόμενος ἕτερα, οὕτως αὐτοὺς ᾠκειώσατο ὥστε μηδ᾿ ἀρνήσασθαι τὴν προδοσίαν, ἀλλὰ καὶ τοὺς τελευταίους πρέσβεις ἐπανιόντας ἀπώσασθαι. οἲ πρὸς τοὺς ὑπάτους αὐτομολήσαντες γῆν τε ἐν Σικελέᾳ καὶ ἕτερ᾿ ἄττα ἔλαβον. Ἀκούσαντες δὲ ταῦτα οἱ οἴκοι Καρχηδόνιοι πέμπουσιν Αρδέβαν σὺν ναυσὶ πλείσταις εἰς τὸ Λιλύβαιον σῖτον ἀγούσαις καὶ χρήματα. καὶ ὃς χειμῶνα ἐπιτη-

218
ρήσας εἰσέπλευσε. κἀκ τούτου καὶ ἄλλοι συχνοὶ καταίρειν ὁμοίως ἐτόλμων· καὶ οἱ μὲν ἐπετύγχανον , οἶ δὲ ἀπώλλυντο.

ως μὲν οὖν ἄμφω παρῆσαν οἱ ὕπατοι, ἰσοπαλεῖς οἱ ἀγῶνες ἐγίνοντο ’ νόσου δὲ καὶ λιμοῦ τρυχόντων αὐτούς, καὶ τοῦ ἑτέρου οἴκαδε διὰ ταῦτα σὺν τοῖς ἀμφ’ αὐτὸν στρατιώταις ἀναχωρήσαντος , Ἀμίλκας θαρρήσας ἐπεξῄει καὶ τὰς μηχανὰς ἐνεπίμπρα καὶ τοὺς ἐπαμύνοντας αὐταῖς ἔφθειρε, καὶ ἡ ἵππος αὐτοῦ [*](P) ἐκ τοῦ Δρεπάνου ὁρμωμένη τά τε ἐπιτήδεια κομίξεσθαι τοὺς Ῥωμαίους ἐκώλυε καὶ τὴν αὐτῶν συμμαχίδα κατέτρεχε , καὶ ὁ Ἀρδέβας ποτὲ μὲν τῆς Σικελίας, ποτὲ δὲ τῆς Ἰταλίας τὰ παράλια ἔκειρεν· ὅθεν οἱ Ῥωμαῖοι ἐν ἀπορίᾳ κατέστησαν. τέως μέντοι Δούκιος Ἰούνιος ἡτοίμαζε ναυτικόν , Κλαύδιος δὲ Ποῦλχρος εἰς τὸ Λιλύβαιον ἐπειχθεὶς καὶ τριήρεις πληρώσας συνέλαβε δι’ αὐτῶν Ἄννωνα τὸν Καρχηδόνιον ἐκπλέοντα πεντήρει· καὶ παράδειγμα τοῖς Ῥωμαίοις τῆς κατασκευῆς τῶν νηῶν ἐγένετο.

Πολλάκις δὲ τοῦ ναυτικοῦ κινδυνεύοντος ἐβαρύνοντο [*](C) οἶ Ῥωμαῖοι τῇ συνεχεῖ τῶν νεῶν φθορᾷ· ἄνδρας γὰρ συχνοὺς καὶ χρήματα πλεῖστα ἐν ταύταις ἀπώλλυσαν· οὐ μέντοι γε καὶ ἐνέδοσαν, ἀλλὰ καί τινα φθεγξάμενον περὶ καταλλαγῶν πρὸς Καρχηδονίους ἐν τῇ βουλῇ διεχρήσαντο , καὶ λεχθῆναι δικτάτωρα ἐψηφίσαντο. καὶ δικτάτωρ μὲν ὁ Κολατῖνος ἐλέχθη, ἱππάρχησε δέ γε ὁ Μέτελλος· οὐδὲν δὲ μνήμης ἔπραξαν ἄξιον. ἐν ᾧ δ’ ὁ Κολλατῖνος δικτάτωρ ἐλέγετο, ἐν τούτῳ τόν Ἔρυκα παρεστήσατο ὁ Ἰούνιος, καὶ ὁ Καρθάλων κατέσχεν Αίγίθαλλον καὶ ἐζώγρησε τὸν Ἰούνιον.

219

Τῷ δ’ ἐξῆς ἔτει Αὐρήλιος Γάιος καὶ Σερουίλιος Πούπλιος τὴν ἀρχὴν λαβόντες τό τε Λιλύβαιον καὶ τὸ Δρέπανον ἐλύπουν καὶ τοὺς Καρχηδονίους τῆς γῆς [*](D) ἀπεῖργον καὶ τὴν αὐτῶν συμμαχίδα κατέκειρον. ὁ οὖν Καρθάλων πολυτρόπως ἐπιχειρήσας κατ’ αὐτόν, ὡς οὐδὲν ἤνυσεν, εἰς Ἰταλίαν ὥρμησεν, ἵν οὕτω τοὺς ὑπάτους μεταγάγῃ ἐκεῖ ἢ τέως τὴν χώραν κακώσῃ καὶ πόλεις αἱρήσῃ. ἀλλ’ οὐδ’ ἐνταῦθά τι αὐτῷ προ- εχώρησε· τὸν γὰρ στρατηγὸν τὸν ἀστυνόμον μαθὼν πλησιάζοντα , εἰς Σικελίαν ἀνέπλευσεν. ἔνθα τῶν μισθοφόρων στασιασάντων διὰ τὸν μισθόν, συχνοὺς μὲν ἐς νήσους ἐρήμους ἐκβιβάσας κατέλιπε, πολλοὺς δὲ καὶ ἐς τὴν Καρχηδόνα ἀπέστειλεν. ὃ γνόντες οἱ λοιποὶ ἠγανάκτησαν καὶ νεωτερίσειν ἔμελλον. ὧν Ἀμίλκας, διαδεξάμενος τὸν Καρθάλωνα, πολλοὺς μένι νυκτὸς κατέκοψε, πολλοὺς δὲ καὶ κατεπόντωσεν. ἐν τοσούτῳ δ’ οἶ Ῥωμαῖοι φιλίαν ἀίδιον πρὸς Ἱέρωνα διεπράξαντο , καὶ προσαφῆκαν ὅσα παρ’ αὐτοῦ ἐπετείως ἐλάμβανον.

Τῷ δ’ ἐξῆς ἔτει τοῦ θαλαττίου πολέμου δημοσίᾳ μὲν οἶ Ῥωμαῖοι ἀπέσχοντο διὰ τὰς ἀτυχίας καὶ διὰ τὰ ἀναλώματα , ἰδίᾳ δέ τινες νῆας αἰτήσαντες, ὥστ’ ἐκείνας μὲν ἀποκαταστῆσαι, τὴν λείαν δὲ οἰκειώσασθαι, ἄλλα τε τοὺς πολεμίους ἐκάκωσαν, καὶ ἐς Ἱππῶνα Λιβυκὴν πόλιν εἰσπλεύσαντες τά τε πλοῖα πάντα καὶ πολλὰ τῶν οἰκοδομημάτων κατέπρησαν. τῶν δ’ ἐπιχωρίων τὸ στόμα τοῦ λιμένος διαλαβόντων ἁλύσεσιν, ἐν περιστάσει ἐγένοντο, σοφίᾳ δὲ καὶ τύχῃ [*](P) περιεγένοντο. σπουδῇ γὰρ ταῖς ἁλύσεσι Προσπεόντες, ἐπεὶ προσάψασθαι αὐτῶν ἔμελλον οἶ ἔμβολοι τῶν [*](Cap. 16. Dionis Historiae Romanae libri perditi.)

220
νηόν, μετέστησαν ἐς τὰς πρύμνας οἶ τοῦ πληρώματος, καὶ οὕτως αἱ πρῷραι κουφισθεῖσαι ὑπερῆραν τὰς ἁλύσεις, αὖθις δ’ ἐς τὰς πρῴρας αὐτῶν μεταπηδησάντων αἱ πρύμναι τῶν σκαφῶν ἐμετεωρίσθησαν. καὶ διεξέδραμον , καὶ μετὰ τοῦτο περὶ τὸ Πάνορμον ναυσὶ Καρχηδονίους ἐνίκησαν.

Οἱ δ’ ὕπατοι, Μέτελλος μὲν Καικίλιος περὶ τὸ Λιλύβαιον ἦν, Νουμέριος δὲ Φάβιος τῷ Δρεπάνῳ προσήδρευε καὶ ἐπεβούλευσε τῇ νησῖδι τῇ Πελιάδι καλουμέηῃ, [*](C) προκατειλημμένῃ παρὰ Καρχηδονίων, στρατιώτας πέμψας νυκτός, οἱ τοὺς φρουροὺς κτείναντες τὴν νῆσον εἷλον. ὃ μαθὼν Ἀμίλκας ἕωθεν τοῖς διαβεβηκόσιν ἐπέθετο ’ οἶς οὐκ ἔχων ἀμῦναι ὁ Φάβιος τῷ Δρεπάνῳ προσέμιξεν, ὡς ἢ τὴν πόλιν δι’ ἐρημίαν αἱρήσων ἢ τῆς νήσου τὸν Ἀμίλκαν ἀπάξων. καὶ ἠνύσθη τὸ ἔν· φοβηθεὶς γὰρ ὁ Ἀμίλκας ἀνεχώρησεν εἰς τὸ τεῖχος. καὶ ὁ Φάβιος τὴν Πελιάδα κατέσχε, καὶ τὸ μεταξὺ ταύτης καὶ τῆς ἠπείρου στενὸν καὶ τεναγῶδες τυγχάνον συγχώσας ἠπείρωσε , καὶ ῥᾷον προσεπολέμει τοῦ τείχους ἐκεῖ ὄντος ἀσθενεστέρου. καὶ οἱ Καρχηδόνιοι συχνὰ παρελύπουν αὐτοὺς εἰς Σικελίαν [*](D) λίαν τε περιπλέοντες καὶ εἰς τὴν Ἰταλίαν περαιούμενοι. τοὺς δ’ αἰχμαλώτους ἀλλήλων ἄνδρα ἀντ’ ἀνδρὸς ἠλλάξαντο· τοὺς δὲ λοιπούς, ἐπεὶ μὴ ἦσαν ἰσοπληθεῖς , ἀργυρίου οἱ Καρχηδόνιοι ἐκομίσαντο.

Ἔκτοτε δὲ διάφοροι μὲν ὑπάτευσαν, οὐδὲν δὲ ἱστορίας ἔπραξαν ἄξιον ’ μέγιστον γὰρ οἱ Ῥωμαῖοι ἐσφάλλοντο ὅτι κατ’ ἐνιαυτὸν ἄλλους, εἶθ’ ἑτέρους ἄρχοντας ἔπεμπον, ἄρτι δὲ τὴν στρατηγίαν μανθάνοντας τῆς ἀρχῆς ἔπαυον , ὥσπερ εἰς ἄσκησιν σφᾶς, ἀλλ’ οὐκ εἰς χρῆσιν αἱρούμενοι.

Οἱ Γαλάται δὲ τοῖς Καρχηδονίοις συμμαχοῦντες,

221
καὶ μισοῦντες αὐτοὺς ὅτι κακῶς μετεχειρίζοντο σφᾶς, φρουρίου τινὸς φυλακὴν ἐμπιστευθέντες, τοῖς Ῥωμαίοις αὐτὸ προήκαντο ἐπὶ χρήμασι. μεταστάντας δὲ ἀπὸ τῶν Καρχηδονίων Γαλάτας καὶ ἄλλους τῶν σφῶν συμμάχων τινὰς οἶ Ῥωμαῖοι ἐπὶ μισθοφορᾷ προσελάβοντο, μήπω πρότερον τρέφοντες ξενικόν. τούτοις οὖν ἐπαιρόμενοι, καὶ ὅτι οἶ τὰς ναῦς ἔχοντες ἰδιῶται τὴν Λιβύην ἐπόρθησαν, οὐκέτι ἀμελεῖν τῆς θαλάσσης ἤθελον, ἀλλὰ καὶ αὗθις ναυτικὸν συνεστήσαντο.

Καὶ Δουτάτιος Κατύλος ὕπατος ᾑρέθη, καὶ τούτῳ συνεξεπέμφθη Κύιντος Οὐαλέριος Φλάκκος ἀστυνομῶν. οἳ ἐς Σικελίαν ἐλθόντες καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν τῷ Δρεπάνῳ προσέβαλον, καί τι τοῦ τείχους κατήρειψαν. καὶ εἷλον ἂν αὐτό, εἰ μὴ τοῦ ὑπάτου τρωθέντος περὶ ἐκεῖνον οἱ στρατιῶται ἀπησχολήθησαν. [*](P) κἀν τούτῳ μαθόντες τοὺς πολεμίους οἴκοθεν ἥκειν ναυτικῷ πλήθει, Ἄννωνος ναυαρχοῦντος, πρὸς ἐκείνους ἐτράποντο. καὶ ἀντιπαραταξαμένων αὐτῶν ἄστρον τι λαμπαδῶδες ὕπερθεν τῶν Ῥωμαίων φανὲν ἐξ ἀριστερὰς εἰς τοὺς Καρχηδονίους ἀρθὲν ἐγκατέσκηψεν. ἐγένετο δ’ ἡ ναυμαχία καὶ ἐπ’ ἀμφοῖν καρτερὰ δι’ ἄλλα τε καὶ ἵνα οἱ μὲν Καρχηδόνιοι ἐς τελείαν ἀπόγνωσιν τοὺς Ῥωμαίους τοῦ ναυτικοῦ καταστήσωσιν, οἶ δ’ ἵνα καὶ τὰς προτέρας ἀνακαλέσωνται συμφοράς. ὅμως δ’ οὖν οἶ Ῥωμαῖοι τὴν νίκην ἤραντο ’ τὰ γὰρ τῶν Καρχηδονίων σκάφη, [*](C) φορτία φέροντα πρὸς τοῖς ἄλλοις καὶ σῖτον καὶ χρήματα, ἐβαρύνοντο.

Ὁ δ’ Ἄννων διαφυγὼν εὐθὺς εἰς τὴν Καρχηδόνα ἠπείχθη. οἱ Καρχηδόνιοι δὲ θυμῷ ληφθέντες καὶ [*](cap. 17. Dionis Historiae Romanae libri perditi.)

222
φόβῳ τὸν μὲν ἀνεσταύρωσαν, πρέσβεις δὲ πρὸς εἰρήνην τῷ Κατύλῳ πεπόμφασι. καὶ τῷ πρὸς βουλῆς ἢν τὸν πόλεμον καταλύσασθαι, ὅτι ἐπ᾿ ἐξόδῳ οὔσης αὐτῷ τῆς ἀρχῆς οὔτε δι᾿ ὀλίγου ἐξαιρήσειν τὴν Καρχηδόνα ἤλπιζεν οὔτε τοῖς διαδόχοις τὴν δόξαν τόν ἑαυτοῦ πόνων καταλιπεῖν ἤθελε. διὸ ἀνακωχὴν ἐποιήσαντο, καὶ χρήματα καὶ σῖτον καὶ ὁμήρους αὐτῷ δόντες, ἵν᾿ [*](D) ἐς τὴν ῾Ρώμην πρεσβεύσωνται ἐπὶ τῷ τῆς Σικελίας τε αὐτοὺς πάσης ἐκστῆναι ᾿Ρωμαίοις καὶ πάσας τὰς πέριξ νήσους ἐκλιπεῖν καὶ μήτε τῷ Ἱέρωνι πολεμεῖν καὶ χρήματα τὰ μὲν ἅμα τῷ σπείσασθαι δοῦναι, τὰ δὲ καὶ ὕστερον, καὶ τοὺς μὲν ἐκείνων αὐτομόλους καὶ αἰχμαλώτους προῖκα ἐκπέμψαι, τοὺς δ᾿ ἑαυτῶν πρίασθαι.

Τοιαύτη μὲν οὖν ἡ σύμβασις ὡμολόγητο· μόνην γὰρ τὴν τοῦ ζυγοῦ ἀτιμίαν ὁ Ἀμίλκας παρῃτήσατο. καὶ ὁ μὲν ταῦτα συνθέμενος καὶ τοὺς στρατιώτας ἐκ τῶν τειχῶν ἐξαγαγὼν ἀπέπλευσεν οἴκαδε πρὶν τοὺς ὅρκους ἐπενεχθῆναι, οἱ δ᾿ ἐν τῇ ῾Ρώμῃ τήν τε νίκην διὰ βραχέος ἔμαθον καὶ ἐπήρθησαν ὡς κεκρατηκότες. καὶ τῶν πρέσβεων ἐλθόντων οὐκέτι κατέχειν ἑαυτοὺς ἠδύναντο, καὶ τὴν Λιβύην ἔχειν ἅπασαν ἤλπιζον. διὸ οὐδὲ ταῖς τοῦ ὑπάτου ὁμολογίαις ἐν ἔμειναν, ἀλλὰ καὶ χρήματα αὐτοὺς πολλῷ πλείω τῶν ὑπεσχημένων ἐπράξαντο· καὶ ἀπηγόρευσαν σφίσι μήτε τὴν Ἰταλίαν μήτε τὴν ἔξω συμμαχίδα σφῶν μακραῖς ναυσὶ παραπλεῖν ἢ μισθοφόροις τισὶν ἀπ᾿ αὐτῶν κεχρῆσθαι.

Ὁ μὲν οὖν πρῶτος τοῖς Καρχηδονίοις πόλεμος τοῖς ῾Ρωμαίοις εἰς τοῦτο κατέληξε τετάρτῳ ἔτει καὶ εἰκοστῷ, καὶ ἐπ᾿ αὐτῷ ἤγαγεν ὁ Κατύλος τὰ ἐπινίκια, Εύιντος δὲ Λουτάτιος ὑπατεύσας ἀπῆλθεν ἐς Σικε-

223
λίαν καὶ μετὰ τοῦ ἀδελφοῦ Κατύλου πάντα τὰ ἐκεῖ κατεστήσατο ’ καὶ τὰ ὅπλα τῶν ἐν αὐτῇ ἀφείλοντο. [*](P) Σικελία μὲν οὖν οὕτως ὑπὸ Ῥωμαίων δεδούλωτο πλὴν τῆς ἀρχῆς τοῦ Ἱέρωνος, ἐκ δὲ τούτου πρὸς τοὺς Καρχηδονίους φιλία ἢν αὐτοῖς.

Ἄμφω δ' αὖθις εἰς πολέμους ἑτέρους χωρὶς μετ’ ὀλίγον κατέστησαν. τοῖς γὰρ Καρχηδονίοις οἵ τε περίλοιποι τῶν μισθοφορησάντων σφίσι καὶ τὸ δουλεῦον τὸ ἐν τῇ πόλει καὶ τόν ὁμορούντων πολλοὶ πρὸς τὰς συμφορὰς αὐτῶν συνεπέθεντο. οἵ γε μὴν Ρωμαῖοι, ἐπικαλεσαμένων αὐτοὺς τῶν πολεμούντων ἐκείνοις , οὔθ’ ὑπήκουσαν , ἀλλὰ καὶ ἀντιπρεσβευσάμενοι καὶ μὴ δυνηθέντες καταλλάξαι αὐτούς, καὶ τοὺς αἰχμαλώτους τόν Καρχηδονίων ὅσους εἶχον [*](C) ἀφῆκαν προῖκα, καὶ σῖτον ἔπεμψαν καὶ μισθοφόρους ἐκ τῆς οἰκείας συμμαχίδος αὐτοῖς ἐπαγαγέσθαι ἐπέτρεψαν, δόξαν ἐπιεικείας θηρώμενοι μᾶλλον ἢ τοῦ συμφέροντος αὐτοῖς προμηθούμενοι. ὅθεν πράγματα ἕψον εἰσέπειτα· ὁ γὰρ Ἀμίλκας ἐκεῖνος ὁ Βαρχίδης, ἐπεὶ τοὺς ἐναντίους ἐνίκησεν, ἐπὶ μὲν τοὺς Ῥωμαίους, καίπερ κάρτα μισῶν αὐτούς, οὐκ ἐτόλμησε στρατεῦσαι, ἐς δὲ τὴν Ἰβηρίαν παρὰ γνώμην τῶν οἴκοι τελῶν ἀπῆρεν.

Ἀλλὰ ταῦτα μὲν ἐγένετο ὕστερον, τότε δὲ καὶ οἱ Ῥωμαῖοι Φαλίσκοις ἐπολέμησαν, καὶ Μάλλιος Τουρκουάτος τὴν χώραν αὐτῶν ἐδῄωσε. καὶ συμμίξας αὐτοῖς ἐσφάλη μὲν τῷ ὁπλιτικῷ, τοῖς δ' ἱππεῦσιν [*](D) ἐκράτησε. καὶ αὖθις αὐτοῖς μαχεσάμενος ἐνίκησε, καὶ τά τε ὅπλα αὐτῶν καὶ τὴν ἵππον καὶ τὰ ἔπιπλα καὶ τὸ δουλεῦον καὶ τὸ ἥμισυ τῆς χώρας ἀφείλετο. [*](Cap. 18. Dionis Historiae Romanae libri perditi: fragm. 45, 46.)

224
ὕστερον δὲ ἡ μὲν ἀρχαία πόλις εἰς ὄρος ἐρυμνὸν ἱδρυμένη κατεσκάφη, ἑτέρα δ’ ᾠκοδομήθη εὐέφοδος. μετὰ δὲ τοῦτο ἐπολέμησαν αὖθις πολέμους πρός τε Βοουίους καὶ πρὸς Γαλάτας ἐκείνοις πλησιοχώρους καὶ πρὸς Λιγύων τινάς. τοὺς μὲν οὖν Λίγυας Σεμπρώνιος Γράκχος μάχῃ νικήσας ἐκάκου, καὶ τοῖς Γαλάταις Πούπλιος Οὐαλέριος συμβαλὼν τὸ μὲν πρῶτον ἡττήθη, εἶτα πυθόμενος εἰς ἐπικουρίαν αὐτοῦ τινας ἐκ τῆς Ῥώμης ἥκειν , ὁμόσε αὖθις τοῖς Γαλάταις ἐχώρησεν, ἔν ἢ καθ’ ἑαυτὸν νικήσῃ ἢ ἀποθάνῃ· τοῦτο γὰρ μᾶλλον ἢ ζῶν αἰσχύνην ὀφλεῖν προείλετο ’ καί πὼς κατὰ τύχην ἐκράτησε.

Τότε μὲν οὖν ταῦθ’ οὕτως τοῖς Ῥωμαίοις συνήντησαν, καὶ Σαρδῶ παρὰ τῶν Καρχηδονίων ἀμαχεὶ χρήματά τε αὖθις ἔλαβον, ἐγκαλέσαντες αὐτοῖς βλάπτειν σφῶν τοὺς πλέοντας· οὔπω γὰρ κρατυνθέντες οἱ Καρχηδόνιοι τὰς ἀπειλὰς αὐτῶν ἐδεδοίκεσαν ’ τῷ δ' ἐξῆς ἔτει Λούκιος Λέντουλος καὶ Κύιντος Φλάκκος ἐπὶ τοὺς Γαλάτας στρατεύσαντες, ἕως μὲν ὁμοῦ διῆγον, ἦσαν ἀνανταγώνιστοι, ἐπεὶ δὲ διχῇ πορθεῖν τινα [*](P) ἤρξαντο, ὡς οὕτω πλείω λείαν περιβαλούμενοι, ἐς κίνδυνον τὸ τοῦ Φλάκκου κατέστη στρατόπεδον, νυκτὸς κυκλωθέν. ἀλλὰ τότε μὲν οἶ βάρβαροι ἀνεκόπησαν, προσλαβόμενοι δὲ συμμάχους χειρὶ πολλῇ ἐπὶ τοὺς Ῥωμαίους αὖθις ἐχώρησαν. ἀπαντησάντων δὲ σφίσι Πουπλίου τε Δεντούλου καὶ Λικινίου Οὐάρου ἤλπισαν αὐτοὺς διὰ τὸ πλῆθος τὸ σφέτερον καὶ ἄνευ μάχης κατ’ ἀπ’ λῆξε ἱν· καὶ πέμψαντες τήν τε χώραν τὴν περὶ τὸ Ἀρίμινον ἀπῄτουν καὶ τῆς πόλεως ὡς αὐτῶν οὔσης ἐξοικισθῆναι ἐκέλευον. οἱ δ’ ὕπατοι μήτε συμβαλεῖν θαρροῦντες δι’ ὀλιγότητα μήτε τι προέσθαι τολμῶντες ἀνοχὰς ἔπραξαν, ὡς ἐς τὴν

225
Ῥώμην πρεσβεύσωνται. οἶ δ’ ἐπὶ τὴν βουλὴν ἐλθόντες τὰ αὐτὰ εἶπον. ὡς δ’ οὐδενὸς οἱ πρέσβεις [*](C) ὄν ᾔτουν ἐτύγχανον, εἰς τὸ στρατόπεδον ἀνεχώρησαν. καὶ εὗρον ἐφθαρμένα σφίσι τὰ πράγματα ’ τινὲς γὰρ τῶν συμμάχων αὐτῶν μεταγνόντες καὶ διὰ φόβου τοὺς Ῥωμαίους πεποιημένοι ἐτράποντο ἐπὶ τοὺς Βοουίους, καὶ συχνοὶ ἀπώλοντο ἀμφοτέρωθεν, κἀντεῦθεν ἀπῆλθον οἴκαδε οἱ λοιποί , καὶ οἱ Βοούιοι σπονδὰς ἐπὶ μέρει πολλῷ τῆς χώρας σφῶν ἐποιήσαντο.

Ἤδη δὲ τῶν Γαλατικῶν λυθέντων πολέμων ὁ Λέντουλος ἐστράτευσεν ἐπὶ Λίγυας, καὶ τοὺς προσπίπτοντας ἠμύνετο καί τινα ἐρύματα παρεστήσατο. Οὔαρος δὲ ἐπὶ Κύρνον ὁρμήσας, καὶ μὴ δυνηθεὶς ἀπορίᾳ πλοίων περαιωθῆναι , Κλαύδιόν τινα Κλινέαν [*](D) σὺν δυνάμει προέπεμψε. κἀκεῖνος τοὺς Κυρνίους καταπλήξας ἐς λόγους ἦλθε , καὶ ὡς αὐτοκράτωρ τυγχάνων ἐσπείσατο. Οὔαρος δὲ τῶν συνθηκῶν μὴ φροντίσας ἐπολέμησε τοῖς Κυρνίοις, ἕως αὐτοὺς ἐχειρώσατο. οἱ δὲ Ρωμαῖοι τὸ παρασπόνδημα ἀποπροσιούμενοι ἔπεμψαν αὐτοῖς ἐκδιδόντες τὸν Κλαύδιον. ὡς δ’ οὐκ ἐδέχθη, ἐξήλασαν αὐτόν. ἐπὶ δὲ Καρχηδονίους μέλλοντες στρατεύσειν, ὡς τοῖς σφόν ἐμπόροις λυμαινομένους , τοῦτο μὲν οὐκ ἐποίησαν, χρήματα δ' ἐπιπραξάμενοι ἀνενεώσαντο τὰς σπονδάς. ἔμελλον δὲ μηδ’ ὣς ἐς μακρὰν αἱ συνθῆκαι μένειν. τὰ μὲν οὖν τῶν Καρχηδονίων ἀνεβέβλητο, ἐπὶ δὲ τοὺς Σαρδονίους μὴ πειθομένους αὐτοῖς ἐστράτευσαν. καὶ ἐνίκησαν. μετὰ ταῦτα δὲ ἔπεισαν τοὺς Σαρδονίους οἱ Καρχηδόνιοι κρύφα τοῖς Ῥωμαίοις ἐπαναστῆναι. καὶ τούτοις οἶ Κύρνιοι προσαπεστησαν καὶ οἶ Λίγυες οὐχ ἡσύχασαν.

226

Τῷ δ’ ἐπιγενομένῳ ἔτει τριχῇ τὰς δυνάμεις διελόμενοι Ῥωμαῖοι, ἔν ἅμα πολεμούμενοι πάντες μὴ συμβοηθοῖεν ἀλλήλοις, Ποστούμιον μὲν Ἀλβῖνον εἰς τὴν Λιγυστικήν, Σπούριον δὲ Καρουίλιον ἐπὶ τοὺς Κυρνίους , ἐς δὲ τὴν Σαρδῶ τὸν ἀστυνόμον Πούπλιον Κορνήλιον ἔπεμψαν. καὶ οἱ μὲν ὕπατοι [*](P) οὐκ ἀπόνως μέν, οὐ βραδέως δὲ τὰ προσταχθέντα σφίσι κατέπραξαν ’ τοὺς δὲ Σαρδονίους μή τι φρονοῦντας μέτριον ἰσχυρᾷ μάχῃ ὁ Καρουίλιος κατεστρέψατο· ὁ γὰρ Κορνήλιος καὶ τῶν στρατιωτῶν πολλοὶ ὑπὸ νόσου ἐφθάρησαν. ἐπεὶ δ' οἶ Ῥωμαῖοι ἐκ τῆς χώρας αὐτῶν ἀπηλλάγησαν , ἀπέστησαν αὐθις οἱ Σαρδόνιοι καὶ οἱ Λίγυες. Κύιντος μὲν οὖν Φάβιος Μάξιμος ἐπέμφθη πρὸς Λίγυας , ἐς δέ γε τὴν Σαρδῶ Πομπώνιος Μάνιος. τούς γε μὴν Καρχηδονίους ὡς αἰτίους αὐτοῖς τῶν πολέμων ὄντας πολεμίους ἔκριναν, καὶ πέμψαντες πρὸς αὐτοὺς χρήματά τε ἀπῄτουν καὶ ἁπασῶν ἐκπλεῖν τῶν νήσων ἐπέταττον ὡς αὐτοῖς διαφερουσῶν. ἐκφαίνοντες δὲ καὶ τὴν σφετέραν [*](C) διάνοιαν δόρυ αὐτοῖς ἐπέστειλαν καὶ κηρύκιον, ἓν ἑλέσθαι κελεύοντες ὁποῖον ἂν ἐθελήσωσιν. οἱ δὲ μηδὲν ὑποπτήξαντες τά τε ἄλλα τραχύτερον ἀπεκρίναντο καὶ τόν πεμφθέντων σφίσιν αἱρεῖσθαι μὲν εἶπον οὐδ’ ἕτερον, δέχεσθαι δ’ ἑτοίμως ὁπότερον καταλείψουσιν. ἐντεῦθεν ἐμίσουν μὲν ἀλλήλους , ὤκνουν δὲ πολέμου κατάρξασθαι.

Κινηθέντων δ’ αὖθις τῶν Σαρδονίων ἐπ’ αὐτοὺς οἶ ὕπατοι ἄμφω ἐστρατεύσαντο Μάρκος τε Μαλέολος καὶ Μάρκος Αἰμίλιος. καὶ πολλὰ μὲν λάφυρα ἔλαβον, παρὰ δὲ τόν Κυρνίων προσσχόντες αὐτοῖς αὐτὰ ἀφῃρέθησαν. διὸ μετὰ ταῦτα ἐπ’ ἀμφοτέρους οἱ [*](D) Ῥωμαῖοι ἐτράποντο. καὶ Μάρκος μὲν Πομπώνιος

227
Σαρδόνας ἔφερε, καὶ μαθὼν τοὺς πλείονας αὐτῶν ἐς σπήλαια ὑλώδη καὶ δυσεξεύρετα καταδύντας, μὴ δυνάμενός τε αὐτοὺς εὑρεῖν, κύνας ἐκ τῆς Ἰταλίας μετεπέμψατο εὔρινας, καὶ δι’ ἐκείνων τὴν στίβον καὶ τῶν ἀνθρώπων καὶ τόν βοσκημάτων εὑρὼν πολλὰ ἀπετέμετο· Γάιος δὲ Παπείριος ἐκ μὲν τῶν πεδίων τοὺς Κυρνίους ἀπήλασε, βιαζόμενος δὲ πρὸς τὰ ὄρη συχνοὺς ἐξ ἐνέδρας ἀπέβαλε, πλείους τε ἂν ὕδατος ἀπορίᾳ ἀπώλεσεν , εἰ μή που "δωρ ὀψέ ἀνεφάνη καὶ ἔπεισε τοὺς Κυρνίους ὁμολογῆσαι.

Κατὰ τοῦτον τὸν χρόνον καὶ Ἀμίλκας ὁ τῶν Καρχηδονίων στρατηγὸς πρὸς Ἰβήρων νικηθεὶς ἔθανεν. ἀντιπαραταξαμένου γὰρ σφίσιν ἁμάξας δᾴδων καὶ πίσσης μεστὰς πρὸ τοῦ στρατοῦ τόν Καρχηδονίων προήγαγον , καὶ πλησιάσαντες ἀνῆψαν αὐτάς, καὶ τὰ ἕλκοντα αὐτὰς ὑποζύγια ἐπισπέρχοντες οἴστρησαν. κἀκ τούτου συνταραχθέντων τῶν ἐναντίων διασπασθέντων τε καὶ τραπομένων ἑπόμενοι κἀκεῖνον καὶ ἄλλους πλείστους ἐφόνευσαν. καὶ ὁ μὲν ἐπὶ πλεῖστον ἀνθήσας οὕτως ἐτελεύτησε , τελευτήσαντα δὲ αὐτὸν Ἀσδρούβας ὁ γαμβρὸς διεδέξατο. καὶ τῆς Ἰβηρίας πολλὰ προσεκτήσατο, πόλιν τε ἐν αὐτῇ Καρχηδόνα ὁμώνυμον τῇ πατρίδι ἔκτισε.

Τῶν δέ γε Βοουίων καὶ τῶν ἄλλων Γαλατῶν πολλὰ μὲν καὶ ἄλλα , πλείστους δὲ καὶ αἰχμαλώτους πωλούντων , δείσαντες οἱ Ῥωμαῖοι μήποτε κατ’ αὐτῶν [*](P) τοῖς χρήμασι χρήσονται, ἀπεῖπον μηδένα ἀνδρὶ Γαλάτῃ μήτ’ ἀργύριον μήτε χρυσίον διδόναι. ἐντεῦθεν οἱ Καρχηδόνιοι μαθόντες τοὺς ὑπάτους Μάρκον Αἰμίλιον καὶ Μάρκον Ἰούνιον εἰς τὴν Λιγυστικὴν ἀπά- [*](Cap. 19. Dionis Historiae Romanae libri perditi: fragm. 49.)

228
ῥαντὰς, παρεσκευάζοντο εἰς τὴν Ῥώμην ἐλάσαι. γνόντων δὲ τοῦτο τῶν ὑπάτων , καὶ ἐπ’ αὐτοὺς ἀθρόον ὡρμηκότων, ἐξεπλάγησαν καὶ ἀπήντησαν αὐτοῖς ὡς φίλιοι. κἀκεῖνοι δὲ ὑπεκρίθησαν ὅτι οὐκ ἐπ’ ἐκείνους ἀπῄεσαν , ἀλλὰ διὰ τῆς χώρας αὐτῶν ἐς τοὺς Λίγυας.

Ῥωμαῖοι δὲ τόν τε Ἰόνιον ἐπεραιώθησαν καὶ τῆς ἠπείρου τῆς Ἑλληνικῆς ἥψαντο· πρόφασις δ’ αὐτοῖς [*](C) τοῦ πλοῦ ἐγένετο ἥδε. Ἴσσα νῆσός ἐστιν ἐν τῷ Ἱονίῳ κόλπῳ κειμένη. οἶ γοῦν ταύτης κάτοικοι Ἱσσαῖοι καλούμενοι ἐθελονταὶ τοῖς Ῥωμαίοις παραδεδώκασιν ἑαυτούς, τῷ σφῶν κρατοῦντι ἀχθόμενοι Ἄγρωνι τῷ τῶν Σαρδιαίων βασιλεῖ, γένους Ἱλλυρικοῦ. πρὸς ὃν οἱ ὕπατοι πρέσβεις ἔπεμψαν. ἐκείνου δὲ τεθνεῶτος ἐπὶ υἱῷ διαδόχῳ παιδὶ ἔτι , ἡ ἐκείνου γυνή, τοῦ δὲ παιδὸς μητρυιά, τὴν τῶν Σαρδιαίων διεῖπεν ἀρχήν. ἡ τοῖς πρέσβεσιν οὐδὲν μέτριον ἐχρημάτισε, παρρησιασαμένους δὲ τοὺς μὲν ἔδησε, τοὺς δὲ ἀπέκτεινε. τῶν δὲ Ῥωμαίων πόλεμον ψηφισαμένων αὐτῇ κατέπτηξε , καὶ τούς τε σωζομένους τῶν πρέσβεων ἀποδώσειν ὑπέσχετο καὶ τοὺς θανόντας [*](D) ἔλεγεν ὑπὸ λῃστῶν πεφονεῦσθαι. τῶν δὲ Ῥωμαίων τοὺς αὐτόχειρας ἐξαιτησαμένων οὔτε τινὰ ἐκδώσειν ἔφη καὶ ἐπὶ τὴν Ἴσσαν ἔστειλε στράτευμα. εἶτα αὖθις δείσασα Δημήτριόν τινα πρὸς τοὺς ὑπάτους ἔπεμψεν, ὡς ἑτοίμη πρὸς πᾶν ὑπακοῦσαι αὐτῶν. καὶ σπονδαὶ πρὸς τὸν πεμφθέντα ἐγένοντο, τὴν Κέρκυραν αὐτοῖς παρασχόμενον. τῶν δὲ πρὸς τὴν νῆσον περαιωθέντων ἀνεθάρσησεν αὖθις, οἶα γυνὴ κούφην ἔχουσα γνώμην καὶ εὐμετάβολον , καὶ πρὸς Ἐπίδαμνον καὶ Ἀπολλωνίαν ἐξέπεμψε στρατιάν. τῶν δὲ Ρωμαίων τὰς πόλεις τε ῥυσαμένων καὶ πλοῖα αὐτῆς

229
κατασχόντων μετὰ χρημάτων ἐκ Πελοποννήσου προσπλέοντα, πλέοντα, καὶ τὰ χωρία πορθησάντων τὰ πάραλα, καὶ τοῦ Δημητρίου διὰ τὴν ἐμπληξίαν ἐκείνης πρὸς Ρωμαίους μεθεστηκότος καὶ ἄλλους αὐτομολῆσαι πεπεικότος, κατέδεισε καὶ ἀπέσχετο τῆς ἀρχῆς. καὶ τὴν μὲν ὁ Δημήτριος ὡς τῷ παιδὶ ἐπιτροπεύσων εἰλήφει, οἶ δὲ Ῥωμαῖοι διὰ ταῦτα παρὰ Κορινθίων ἐπῃνέθησαν, καὶ τοῦ Ἰσθμικοῦ μετέσχον ἀγῶνος, καὶ στάδιον ἐν αὐτῷ ὁ Πλαῦτος ἐνίκησε. καὶ πρὸς Ἀθηναίους δὲ φιλίαν ἐπεποιήκεσαν καὶ τῆς πολιτείας σφῶν τῶν τε μυστηρίων μετέσχον.

Τὸ δ’ Ἰλλυρικὸν ὄνομα πάλαι μὲν ἐν ἄλλοις ἐπεκέκλητο, ὕστερον δὲ ἐς τὴν ἄνω μεταβέβηκεν ἤπειρον καὶ ὑπὲρ τὴν Μακεδονίαν τήν τε Θρᾴκην τὴν [*](P) ἐντὸς του Αἵμου καὶ τὴν πρὸς τῇ Ῥοδόπῃ, καὶ ἔστιν ἐν τό μέσῳ τούτων τῶν ὀρῶν καὶ τῶν Ἄλπεων τοῦ τε Αἴνου ποταμοῦ καὶ τοῦ Ἴστρου μέχρι τοῦ Εύξείνου πόντου καί πῃ καὶ ἐπέκεινα τοῦ Ἴστρου νέμεται.

Λογίου δέ ποτε τοῖς Ῥωμαίοις ἐλθόντος Ἕλληνας καὶ Γαλάτας τὸ ἄστυ καταλήψεσθαι, Γαλάται δύο καὶ Ἕλληνες ἕτεροι ἔκ τε τοῦ ἄρρενος καὶ τοῦ θήλεος γένους ζῶντες ἐν τῇ ἀγορᾷ κατωρύγησαν, ἵν οὕτως ἐπιτελὲς τὸ πεπρωμένον γενέσθαι δοκῇ, καί τι κατέχειν τῆς πόλεως κατορωρυγμένοι νομίζωνται.

Μετὰ δὲ τοῦτο Σαρδόνιοι ἐν δεινῷ ποιούμενοι ὅτι στρατηγὸς Ῥωμαίων ἀεὶ καθειστήκει αὐτοῖς, ἐπανέστησαν· αὖθις δὲ ἐδουλώθησαν.

[*]()[*](C)

Ἱνσοῦβροι δὲ Γαλατικὸν γένος , συμμάχους ἐκ τῶν ὑπὲρ τὰς Ἄλπεις ὁμοφύλων προσειληφότες, ὅπλα [*](19. Dionis fragm. 47.) [*](Cap. 20. Dionis Historiae Romanae libri perditi: fragm. 50, 4; 53.)

230
τοῖς Ῥωμαίοις ἐπήνεγκαν . διό καὶ αὐτοὶ ηὐτρεπίζοντο. ληισαμένων δὲ τόν βαρβάρων τινά, τελευταῖον χειμῶνος μεγάλου νυκτὸς συμβάντος ὑπετόπησαν τὸ θεῖον ἐναντιοῦσθαι αὐτοῖς καὶ ἠθύμησαν , καὶ καταπτήξαντες φυγῇ τὴν σωτηρίαν πορίσασθαι ἐπεχείρησαν. ’σαν. καὶ ὁ Ῥηγοῦλος αὐτοὺς κατεδίωξε, καὶ τοῖς ὀπισθοφυλακοῦσι προσμίξας ἡττήθη τε καὶ ἀπέθανεν ’ Αἰμίλιος δὲ λόφον τινὰ κατασχὼν ἡσύχαζεν. ἀντικατασχόντων δὲ καὶ τῶν Γαλατῶν ἕτερον, ἐπί τινας μὲν ἡμέρας ἠρέμουν , ἔπειτα οἱ μὲν ὀργῇ τοῦ γεγονότος, [*](D) αὐχήματι δὲ τῆς νίκης οἱ βάρβαροι, καταδραμόντες ἀπὸ τῶν μετεώρων συνέβαλον. καὶ ἐπὶ πολὺ μὲν ἰσορρόπως ἐμάχοντο , τέλος δ’ οἶ Ῥωμαῖοι τῷ ἱππικῷ περισχόντες αὐτοὺς κατέκοψαν , καὶ τὸ στρατόπεδον αὐτῶν εἷλον καὶ τὰ λάφυρα ἐκομίσαντο. καὶ μετὰ ταῦτα τοῖς τῶν Βοουίων ὁ Αἰμίλιος ἐλυμήνατο, καὶ τὰ ἐπινίκια ἤγαγε, τούς τε πρώτους τῶν ἁλόντων ὡπλισμένους μένους ἐπὶ τὸ Καπιτώλιον ἀνεκόμισεν, ἐπισκώπτων αὐτοῖς ὡς ὀμωμοκόσι μὴ πρότερον τοὺς θώρακας ἀποδύσασθαι πρὶν ἀνελθεῖν εἰς τὸ Καπιτώλιον. ἐκ δὲ τούτου τήν τε τῶν Βοουίων ἅπασαν προσεκτήσαντο καὶ τὸν Ἠριδανὸν τότε πρῶτον ἐπὶ τοὺς Ἰνσούβρους διέβησαν καὶ τὴν χώραν αὐτῶν ἐπόρθουν.

Τεράτων δ’ ἐν τούτῳ γενομένων ἐς μέγα δέος οἶ ἐν τῇ Ῥώμῃ κατέστησαν ’ ποταμός τε γὰρ ἐν τῷ Πικηνῷ αἱματώδης ἐρρύη κἀν τῇ Τυρσηνίδι καίεσθαι τοῦ οὐρανοῦ πολὺ ἔδοξε, καὶ ἐν τῷ Ἀριμίνῳ φῶς νύκτωρ ἡμέρᾳ προσεοικὸς ἔλαμψε, καὶ πολλαχόθι τῆς Ἰταλίας τρεῖς σελῆναι νυκτὸς ἐφαντάσθησαν, κἀν τῇ ἀγορᾷ γὺψ ἐφ’ ἡμέρας πλείονας ἐνιδρύθη. διά τε γοῦν τὰ τέρατα ταῦτα καὶ ὅτι τινὲς παρανόμως

231
ἔλεγον τοὺς ὑπάτους αἱρεθῆναι, μετεπέμψαντο αὐτούς. δεξάμενοι δὲ τὰ γράμματα οἱ ὕπατοι οὐκ εὐθὺς αὐτὰ ἀνέγνων, ἄρτι πρὸς πόλεμον καθιστάμενοι , ἀλλὰ [*](P) προσυμβαλόντες ἐκράτησαν. μετὰ δὲ τὴν μάχην ἀναγνωσθείσης. τῆς ἐπιστολῆς ὁ μὲν Φούριος ἑτοίμως ἐπείθετο , ὁ δέ γε Φλαμίνιος ἐπαιρόμενος τῇ νίκῃ τήν τε αἵρεσιν αὐτῶν ἀπεδείκνυ δι’ αὐτῆς ὀρθῶς ἔχουσαν καὶ διὰ τὸν πρὸς αὐτὸν φθόνον ἐνέκειτο καὶ τοῦ θείου τοὺς δυνατοὺς καταψεύδεσθαι. οὔτ’ οὖν ἀπαναστῆναι πρὶν τὸ πᾶν καταστήσασθαι ἤθελε καὶ διδάξειν καὶ τοὺς οἴκοι ἔφη μήτ’ ὄρνισι μήτ’ ἄλλῳ δή τινι τοιούτῳ προσέχοντας ἀπατᾶσθαι. καὶ ὁ μὲν κατὰ χώραν μένειν ἤθελε καὶ τόν συνάρχοντα κατέχειν ἐπειρᾶτο, ἐπειρᾶτο, Φούριος δ' οὐκ ἐπείθετο. τῶν δὲ μετὰ τοῦ Φλαμινίου μελλόντων καταλειφθήσεσθαι [*](C) φοβηθέντων μὴ μονωθέντες πάθωσί τι παρὰ τῶν ἐναντίων, καὶ δεηθέντων ἡμέρας τινὰς προσμεῖναι, ἐπείσθη, οὐ μέντοι καὶ ἔργου ἥψατο. Φλαμίνιος δὲ περινοστῶν τὴν χώραν ἔτεμνε καὶ ἐρύματά τινα κατεστρέψατο, τά τε λάφυρα πάντα τοῖς στρατιώταις, θεραπεύων αὐτούς, ἐχαρίσατο. ὀψὲ δ' οἴκαδε ἐπανελθόντες ὑπὸ μὲν τῆς γερουσίας αἰτίαν τῆς ἀπειθείας ἔσχον , διὰ γὰρ τὴν πρὸς τὸν Φλαμίνιον ὀργὴν ἠτίμασαν καὶ τὸν Φούριον, τὸ δὲ πλῆθος ἀντιφιλονεικῆσαν ὑπὲρ τοῦ Φλαμινίου ἐψηφίσαντο τὰ νικητήρια. καὶ ἀγαγόντες αὐτὰ ἐξέστησαν τῆς ἀρχῆς.

Ἕτεροι δὲ ὕπατοι Κλαύδιος Μάρκελλος καὶ Γναῖος Σκιπίων ἀνθαιρεθέντες ἐστράτευσαν ἐπὶ τοὺς Ἰνσούβρους. [*](D) εἰρήνην γὰρ αὐτοῖς αἰτήσασιν οὐκ ἐψηφίσαντο. καὶ ἄμφω μὲν πρῶτον πολεμοῦντες τὰ πλείω ἐκράτουν, ἔπειτα τὴν συμμαχίδα λεηλατουμένην μαθόντες διῃρέθησαν. καὶ Μάρκελλος μὲν ἐπὶ τοὺς

232
ληιζομένους τὴν σύμμαχον διὰ ταχέων ἐλθὼν οὐ κατέλαβε σφᾶς ἐκεῖ, φεύγοντας δ’ ἐπεδίωξε καὶ ὑποστάντας ἐνίκησε, Σκιπίων δὲ κατὰ χώραν μείνας Ἀκέρας ἐπολιόρκει , καὶ λαβὼν αὐτὰς ὁρμητήριον τοῦ πολέμου πεποίηκεν , οὔσας ἐπικαίρους καὶ εὐερκεῖς. κἀντεῦθεν ὁρμώμενοι τό τε Μεδιόλανον καὶ κωμόπολιν ἑτέραν ἐχειρώσαντο. ἁλόντων δὲ τούτων καὶ οἱ λοιποὶ Ἱνσοῦβροι ὡμολόγησαν αὐτοῖς, χρήματα καὶ μέρος τῆς γῆς δόντες.

Εἶτα Πούπλιός τε Κορνήλιος καὶ Μάρκος Μινούκιος ἐπ’ Ἴστρου ἐστράτευσαν , καὶ πολλὰ τῶν ἐκεῖ ἐθνῶν τὰ μὲν πολέμῳ , τὰ δὲ ὁμολογίαις ὑπέταξαν. Λούκιος δὲ Οὐετούριος καὶ Γάιος Δουτάτιος ἦλθον μέχρι τῶν Ἄλπεων, ἄνευ δὲ μάχης πολλοὺς ᾠκειώσαντο. ὁ μέντοι τῶν Σαρδιαίων ἄρχων Δημήτριος, ὡς ἄνω που εἴρηται, τοῖς ἐπιχωρίοις ἐπαχθὴς ἦν καὶ τὰ τῶν πλησιοίκων ἐκακούργει καὶ ἐδόκει τῇ Ῥωμαίων φιλίᾳ ἀποχρώμενος ἀδικεῖν. αἰσθόμενοι δὲ τοῦτο οἱ ὕπατοι Αἰμίλιος Παῦλος καὶ Μάρκος Διούιος [*](P) μετεπέμψαντο αὐτόν. ὡς δ’ οὐχ ὑπήκουσεν, ἀλλὰ καὶ τῆς συμμαχίδος σφῶν ἥπτετο, ἐστράτευσαν ἐπ’ αὐτὸν ἐν τῇ Ἴσσῃ ὄντα. καὶ προμαθόντες ὅτι ὑφώρμει που τῶν κατάρσεων , μέρος τῶν νεῶν εἰς τὰ ἐπὶ θάτερα τῆς νήσου προσμίξαι ἔπεμψαν. κἀκ τούτου τῶν Ἰλλυριῶν ἐπ’ ἐκείνους ὡς καὶ μόνους ὄντας τραπομένων, αὐτοὶ κατὰ σχολὴν προσπλεύσαντες ἐν ἐπιτηδείῳ τε ἐστρατοπεδεύσαντο καὶ προσπεσόντας σφίσιν αὐθημερὸν τοὺς ἐπιχωρίους ὀργῇ τῆς ἀπάτης ἀπεώσαντο. τοῦ δὲ Δημητρίου ἐς Φάρον ἑτέραν νῆσον διαφυγόντος, καὶ ἐπ’ ἐκείνην ἔπλευσαν καὶ [*](16 ἄνω που] ρ. 228, 12 δέη.)

233
τῶν ἀντικαταστάντων ἐκράτησαν καὶ τὴν πόλιν ἐκ προδοσίας εἷλον , τοῦ Δημητρίου διαδράντος. ὃς τότε [*](C) μὲν εἰς Μακεδονίαν μετὰ πολλόν χρημάτων πρὸς Φίλιππον τὸν βασιλέα αὐτῆς ἐλθὼν ὑπ’ ἐκείνου μὲν οὐκ ἐξεδόθη , πρὸς δὲ τοὺς Ἰλλυριοὺς ἐπανελθὼν συνελήφθη ὑπὸ Ῥωμαίων καὶ ἐδικαιώθη.

Τῷ δ’ ἐχομένῳ ἔτει περιφανῶς οἱ Ῥωμαῖοι τοῖς Καρχηδονίοις ἐξεπολεμώθησαν , καὶ ὁ πόλεμος οὗτος τῷ μὲν χρόνῳ πολὺ ἐλάσσων τοῦ προτέρου συμβέβηκε, τοῖς δ' ἔργοις τοῖς τε παθήμασι καὶ μείζων καὶ χαλεπώτερος. ἐπῆρε δὲ τοῦτον μάλιστα ὁ Ἀννίβας στραταρχῶν τῶν Καρχηδονίων. ὁ δ’ Ἀννίβας [*](D) οὕτος παῖς τοῦ Ἀμίλκου τοῦ Βαρχίδου ἐγένετο, καὶ ἐκ παίδων εὐθὺς ἐπὶ τοὺς Ῥωμαίους ἠσκήθη. πάντας τὰς γὰρ τοὺς υἱεῖς ὁ Ἀμίλκας ὥσπερ τινὰς σκύμνους ἐπ’ αὐτοὺς τρέφειν ἔλεγεν , ἐκεῖνον δὲ πολύ τῇ φύσει προφέροντα ὁρῶν καὶ ὥρκωσε πολεμήσειν αὐτοῖς καὶ διὰ τοῦτο τά τε ἄλλα καὶ τὰ πολέμια ἔτι μᾶλλον αὐτὸν ἐξεδίδασκε , πεντεκαιδεκαέτη ὄντα . ὅθεν οὐκ ἠδυνήθη θανόντος αὐτῷ τοῦ πατρὸς τὴν στρατηγίαν διαδέξασθαι. ἐπεὶ δὲ ὁ Ἀσδρούβας ἐτελεύτησεν, οὐκέτι ἐμέλλησεν, ἒξ τότε καὶ εἴκοσιν ἐτῶν γεγονώς, ἀλλὰ τό τε στράτευμα ἐν τῇ Ἰβηρίᾳ αὐτίκα προκατέλαβε καὶ στρατηγὸς ὑπ’ αὐτῶν ἀναδειχθεὶς διῳκήσατο καὶ παρὰ τῶν οἴκοι τελῶν βεβαιωθῆναι αὐτῷ τὴν ἡγεμονίαν. πράξας δὲ ταῦτα προφάσεως εὐπρεποῦς ἐδεῖτο εἰς τὴν κατὰ Ῥωμαίων ὁρμήν, καὶ ταύτην ἐποιήσατο τοὺς ἐν τῇ Ἰβηρίᾳ Ζακυνθίους. οὗτοι γὰρ οὐ πόρρω τοῦ ποταμοῦ οἰκοῦντες τοῦ Ἴβηρος, ἄνω τῆς θαλάσσης βραχύ, τοῖς Ῥωμαίοις προσέ- [*](Cap. 21. Dionis Historiae Romanae libri perditi: fragm. 56, 2.)

234
κεῖντο, κἀκεῖνοι καὶ ἐτίμων αὐτοὺς καὶ ἐν ταῖς πρὸς τοὺς Καρχηδονίους συνθήκαις ἐξαιρέτους ἐπεποιήκεσαν. διὰ ταῦτ᾿ οὖν ὁ Ἀννίβας πόλεμον ἤρατο πρός αὐτούς, εἰδὼς ὅτι ἢ ἐπικουρήσουσιν οἶῬωμαῖοι τοῖς Ζακυνθίοις ἢ καί τι παθοῦσι τιμωρήσουσι. διά τε οὖν ταῦτα καὶ ὅτι καὶ μέγαν πλοῦτον κεκτῆσθαι αὐτοὺς [*](P) ἐγίνωσκεν, οὗ καὶ μάλιστα ἔχρῃζε, καὶ δι᾿ ἕτερα αἴτια κατὰ ῾Ρωμαίων αὐτῷ συμβαλλόμενα τοῖς Ζακυνθίοις ἐπέθετο.

Ἡ δ᾿ Ἰβηρία, ἐν ᾗ οἱ Ζακύνθιοι οἰκοῦσι, καὶ ἡ 10 προσεχὴς αὐτῆ πᾶσα ἔν τε τῇ Εὐρώπῃ πρὸς δυσμάς ἐστι καὶ ἐπὶ πολὺ μὲν παρὰ τὴν ἔσω θάλασσαν καὶ παρὰ τὰς Ἡρακλείους στήλας τόν τε Ὠκεανὸν αὐτὸν προήκει, καὶ προσέτι καὶ τὴν ἤπειρον τὴν ἄνω διὰ πλείστου μέχρι τοῦ Πυρηναίου νέμεται. τὸ γὰρ ὄρος τοῦτο ἐκ τῆς θαλάσσης τῆς πάλαι μὲν Βεβρύκων, ὕστερον δὲ Ναρβωνησίων, ἀρξάμενον ἐς τὴν ἔξω τὴν μεγάλην διατεένει, πολλὰ μὲν ἐντὸς αὐτοῦ καὶ σύμμικτα ἔθνη ἔχον, πᾶσαν δὲ τὴν Ἰβηρίαν ἀπὸ τῆς [*](C) προσοίκου Γαλατίας ἀφορίζον. οὔτε δ᾿ ὁμόφωνοι ἦσαν οὔτε κοινῇ ἐπολιτεύοντο. ὅθεν οὐδὲ εἰς ἓν ὄνομα ἐτέλουν· οἱ μὲν γὰρ ῾Ρωμαῖοι Ἱσπανούς, οἱ δ᾿ Ἓλληνες Ἴβηρας ἀπὸ τοῦ ποταμοῦ τοῦ Ἴβηρος αὐτοὺς ἐπεκάλεσαν.

Οἱ μὲν οὖν Ζακύνθιοι οὗτοι ἐπολιορκοῦντο, καὶ ἔπεμψαν πρὸς τοὺς περιοίκους καὶ πρὸς τοὺς ῾Ρωμαίους ἐπικουρίας δεόμενοι. ἀλλὰ τοὺς μὲν ὁ Αννίβὰς ἐκώλυσεν, οἱ δὲ ῾Ρωμαῖοι πρέσβεις πρὸς ἐκεῖνον πέμψαντες μὴ πελάζειν τοῖς Ζακυνθίοις ἐκέλευον, καὶ εἰ μὴ πείθοιτο, ἐς τὴν Καρχηδόνα πλεῦσαι εὐθὺς καὶ κατηγορῆσαι αὐτοῦ ἐπηπείλησαν. ὁ δ᾿ Ἀννίβας ἐκ τῶν ἐπιχωρίων πέμψας τινὰς ὡς εὔνοιαν τηροῦν-

235
τας τοῖς πρέσβεσιν ἤδη πλησίον οὖσι παρεσκεύασε [*](D) λέγειν αὐτοῖς μὴ παρεῖναι τὸν στρατηγόν, πόρρω που0 ἐς ἄγνωστα χωρία ἀποδημήσαντα. καὶ παρῄνουν ἀπαλλαγῆναι ὡς τάχιστα, πρὶν καταγγελθεῖεν ὡς πάρεισιν, ἴνα μὴ διὰ τὴν ἀναρχίαν, τοῦ στρατηγοῦ μὴ παρόντος, ἀπόλωνται. οἱ μὲν οὖν πιστεύσαντες αὐτοῖς εἰς τὴν Καρχηδόνα ἀπῄεσαν· γενομένης δὲ ἐκκλησίας οἱ μὲν τῶν Καρχηδονίων εἰρήνην ἄγειν πρὸς τοὺς ῾Ρωμαίους συνεβούλευον, οἱ δὲ τῷ Ἀννέβᾳ προσκείμενοι τοὺς μὲν Ζακυνθίους ἀδικεῖν, τοὺς δὲ Ῥωμαίους τὰ μηδὲν σφίσι προσήκοντα πολυπραγμονεῖν ἔλεγον. καὶ τέλος ἐπεκράτησαν οἱ πολεμῆσαι σφᾶς ἀναπείθοντες.

Ἐν τούτῳ δὲ ὁ Ἀννίβας σπουδῇ τὰς προσβολὰς τῆς τειχομαχίας ἐποιεῖτο. πολλῶν δὲ πιπτόντων καὶ πλειόνων τιτρωσκομένων ἐκ τῶν τοῦ Ἀννίβου, καί ποτε τῶν Καρχηδονίων κατασεισάντων τι τοῦ περιβόλου καὶ κατὰ τὸ ῥῆγμα εἰσελθεῖν τολμησάντων, ἐπεξέδραμον οἱ Ζακύνθιοι καὶ ἀπεσόβησαν σφᾶς· ὅθεν αὐτοὶ μὲν ἐπερρώσθησαν, οἱ Καρχηδόνιοι δὲ ἐνέδοσαν ἀθυμήσαντες. οὐκ ἀπέστησαν δὲ πρὶν τὴν πόλιν ἑλεῖν, καίτοι ἐπ᾿ ὄγδοον μῆνα τῆς πολιορκίας παραταθείσης· ἐν οἷς ἄλλα τε πολλὰ συνηνέχθη καὶ [*](P) ἄτοπα καὶ ὁ Ἀννίβας δεινῶς ἐτρώθη. ἥλω δὲ οὕτως. μηχάνημα τῷ τείχει προσήγαγον πολύ τε αὐτοῦ ὑπεραῖρον καὶ ὁπλίτας τοὺς μὲν ἐμφανεῖς ἔχον, τοὺς δὲ λανθάνοντας. τῶν οὖν Ζακυνθίων τοῖς ὁρωμένοις ὡς μόνοις οὖσι μαχομένων ἐρρωμενέστερον, οἱ κεκρυμμένοι τὸ τεῖχος ὑπορύξαντες εἰσεβιάσαντο καὶ ἔνδον ἐγένοντο. τῷ γοῦν παραδόξῳ οἱ Ζακύνθιοι ἐκπλαγέντες εἰς τὴν ἀκρόπολιν ἀνέδραμον, καὶ εἰς λόγους ἦλθον, εἴ πὼς ἐπιεικεῖ τινι ὁμολογίᾳ περισω-

236
θεῖεν. ὡς δ’ οὐδὲν ὁ Ἀννίβας προί·σχετο μέτριον [*](C) οὐδέ τις αὐτοῖς ὠφέλεια πρὸς τῶν Ῥωμαίων ἐγίνετο, ἐπισχεθῆναι τὰς προσβολὰς ἐξῃτήσαντο , ὥς τι περὶ τῶν κατὰ σφὰς βουλευσόμενοι· κἀν τούτῳ τὰ τιμιώτατα συμφορήσαντες τῶν χρημάτων ἐς πῦρ ἐνέβαλον, καὶ οἶ μὲν ἀπόμαχοι διεχειρίσαντο ἑαυτούς , οἱ δ ἐν ἡλικίᾳ ἀθρόοι πρὸς τοὺς ἐναντίους ὡρμήκεσαν καὶ προθύμως ἀγωνιζόμενοι κατεκόπησαν.

Καὶ δι’ αὐτοὺς οἵ τε Ῥωμαῖοι καὶ οἱ Καρχηδόνιοι ἐπολέμησαν. ὁ γὰρ Ἀννίβας καὶ συμμάχους συχνοὺς προσλαβὼν εἰς τὴν Ἰταλίαν ἠπείγετο. πυθόμενοι δὲ ταῦθ’ οἱ Ῥωμαῖοι συνῆλθον εἰς τὸ συνέδριον , καὶ ἐλέχθη μὲν πολλά , Λούκιος δὲ Κορνήλιος Λέντουλος [*](D) ἐδημηγόρησε καὶ εἶπε μὴ μέλλειν, ἀλλὰ πόλεμον κατὰ τῶν Καρχηδονίων ψηφίσασθαι, καὶ διχῇ διελεῖν καὶ τοὺς ὑπάτους καὶ τὰ στρατεύματα , καὶ τοὺς μὲν εἰς τὴν Ἰβηρίαν , τοὺς δὲ εἰς τὴν Λιβύην πέμψαι, ἴν’ ὑπὸ τὸν αὐτὸν χρόνον ἥ τε χώρα αὐτῶν πορθῆται καὶ οἶ σύμμαχοι κακουργῶνται καὶ μήτε τῇ Ἰβηρίᾳ βοηθῆσαι δύνωνται μήτ’ ἐκεῖθεν αὐτοὶ ἐπικουρηθῶσι. πρὸς ταῦτα Κύιντος Φάβιος Μάξιμος ἀντέθετο μὴ οὕτως ἐκ παντὸς τρόπου τὸν πόλεμον δεῖν ψηφίσασθαι, ἀλλὰ πρεσβείᾳ χρήσασθαι πρότερον , κἂν μὲν πείσωσιν ὅτι οὐδὲν ἀδικοῦσιν, ἡσυχίαν ἄγειν, ἂν δ’ ἀδικοῦντες ἁλῶσι, τότε πολεμῆσαι αὐτοῖς, ἵνα καὶ τὴν αἰτίαν τοῦ πολέμου ἐς αὐτοὺς ἀπωσώμεθα. αἱ μὲν οὖν ἀμφοῖν δόξαι τοιαῦται ἦσαν ὡς ἐν κεφαλαίῳ εἰπεῖν , τῇ δὲ βουλῇ παρασκευάζεσθαι μὲν ἔδοξε πρὸς τὴν μάχην , πρέσβεις δὲ εἰς τὴν Καρχηδόνα [*](Cap. 22. Dionis Historiae Romanae libri perditi: fragm. 55, 1 seqq.)

237
στεῖλαι καὶ τοῦ Ἀννίβου κατηγορῆσαι, καὶ εἰ μὲν μὴ ἐπαινοῖεν τὰ πραχθέντα, δικάσαι, εἰ δ᾿ εἰς ἐκεὶνον αὐτὰ ἀναφέροιεν, ἐξαιτήσασθαι αὐτόν, Κάιν μὴ ἐκδῶσι, τὸν πόλεμον ἐπαγγεῖλαι αὐτοῖς.

Τῶν γοῦν πρέσβεων ἀπελθόντων οἱ Καρχηδόνιοι τὸ ποιητέον ἐσκόπουν. καί τις Ἀσδρούβας, εἷς τῶν ὑπὸ τοῦ Ἀννίβου προπαρεσκευασ μένων, συνεβούλευσε σφίσι χρῆναι τήν τε ἀρχαίαν ἐλευθερίαν [*](P) ἀνακτήσασθαι καὶ τὴν ἐκ τῆς εἰρήνης δουλείαν ἀποτρίψασθαι καὶ χρήμασι καὶ δυνάμεσι καὶ συμμάχοις συγκεκροτημένοις, ἐπαγαγὼν ὅτι “κἂν τῷ Ἀννίβᾳ μόνῳ ὅσα βούλεται πρᾶξαι ἐπιτρέψητε, καὶ τὰ προσήκοντα ἔσται καὶ οὐδὲν αὐτοὶ πονήσετε.” τοιαῦτα δὲ αὐτοῦ εἰπόντος Ἄννων ὁ μέγας ἐναντιούμενος τοῖς τοῦ Ἀσδρούβου λόγοις γνώμην εἰσήνεγκε μήτε ῥᾳδίως μήτε μικρῶν καὶ ἀλλοτρίων ἐγκλημάτων ἕνεκα τὸν πόλεμον ἐφ᾿ ἑαυτοὺς ἐπισπάσασθαι, παρὸν τὰ μὲν λῦσαι, τὰ δὲ ἐς τοὺς δράσαντας αὐτὰ τρέψαι. καὶ ὁ μὲν ταῦτα εἰπὼν ἐπαύσατο, τῶν δὲ Καρχηδονίων οἱ μὲν πρεσβύτεροι καὶ τοῦ πρὶν μεμνημένοι πολέμου [*](C) αὐτῷ συνετίθεντο, οἱ δ᾿ ἐν ἡλικίᾳ καὶ μάλισθ᾿ ὅσοι τὰ τοῦ Ἀννίβου ἔπραττον ἰσχυρῶς ἀντέλεγον. ὡς δ᾿ οὐδὲν σαφὲς ἀπεκρίναντο καὶ ἐν ὀλιγωρίᾳ τοὺς πρέσβεις εἶχον, ὁ Μάρκος ὁ Φάβιος τὰς χεῖρας ὑπὸ τὰ ἱμάτια ὑποβαλὼν καὶ ὑπτιάσας αὐτὰς ἔφη “ἐγὼ μὲν ἐνταῦθ”, ὦ Καρχηδόνιοι, καὶ τὸν πόλεμον καὶ τὴν εἰρήνην φέρω, ὑμεῖς δ᾿ ὁπότερον αὐτῶν βούλεσθε ἕλεσθε.” ἀποκριθέντων δὲ μηδέτερον μὲν αἱρεῖσθαι, δέχεσθαι δ᾿ ἑτοίμως ὁπότερον καταλείψουσιν, ἐπήγγειλεν αὐτοῖς αὐτίκα τὸν πόλεμον.

Oὕτω μὲν οὖν καὶ διὰ ταῦτα οἵ τε ῾Ρωμαῖοι καὶ οἱ Καρχηδόνιοι τὸ δεύτερον ἐπολέμησαν. καὶ τὸ δαι-

238
[*](D) μονιὸν τὰ γενησόμενα προεσήμηνεν. ἐν γὰρ τῇ Ῥώμῃ ἀνθρωπίνως ἐλάλησε βοῦς, καὶ ἕτερος ἐν τῇ τῶν Ῥωμαίων πανηγύρει ἐξ οἰκίας εἰς τὸν Τίβεριν ἑαυτὸν ἔρριψε καὶ ἐφθάρη , κεραυνοί τε πολλοὶ ἐφέροντο, καὶ αἷμα τὸ μὲν ἐξ ἀγαλμάτων ὤφθη, τὸ δὲ ἐξ ἀσπίδος δὸς στρατιώτου ἐρρύη, ἑτέρου τε ξίφος ἐξ αὐτοῦ τοῦ στρατοπέδου λύκος ἥρπασε. τῷ δ’ Ἀννίβᾳ θηρία πολλὰ καὶ ἄγνωστα τὸν Ἴβηρα διαβαίνοντι προκαθηγήσατο, καὶ ὄψις ὀνείρου ἐφάνη. ἔδοξε γάρ ποτε τοὺς θεοὺς ἐν ἐκκλησίᾳ καθημένους μεταπέμψασθαί τε αὐτὸν καὶ στρατεῦσαι ὅτι τάχιστα εἰς τὴν Ἰταλίαν προστάξαι καὶ λαβεῖν παρ’ αὐτῶν τῆς ὁδοῦ ἡγεμόνα, καὶ ἀμεταστρεπτὶ ὑπ’ αὐτοῦ κελευσθῆναι ἕπεσθαι. μεταστραφῆναι δὲ καὶ ἰδεῖν χειμῶνα μέγαν χωροῦντα καὶ δράκοντα αὐτῷ ἐπακολουθοῦντα ἀμήχανον, καὶ θαυμάσαι ἐρέσθαι τε τὸν ἀγωγὸν τί ταῦτα εἶεν ’ καὶ τὸν εἰπεῖν ὦ Ἀννίβα, ταῦτα συμπορθήσοντά σοι τὴν Ἰταλίαν ἔρχεται.”

Ταῦτα τῷ μὲν Ἀννίβᾳ χρηστὴν ἐλπίδα , τοῖς δὲ Ρωμαίοις δεινὴν ἐνεποίει ἐκφόβησιν. διχῇ δὲ τὰς δυνάμεις οἶ Ῥωμαῖοι διελόντες καὶ τοὺς ὑπάτους, Σεμπρώνιον μὲν Λόγγον ἐς Σικελίαν ἔπεμψαν , ἐς δὲ τὴν Ἰβηρίαν Σκιπίωνα Πούπλιον. ὁ δὲ Ἀννίβας εἰς τὴν Ἰταλίαν ὡς τάχιστα ἐπιθυμῶν εἰσβαλεῖν , σπουδῇ [*](P) ἐχώρει, καὶ πᾶσαν τὴν Γαλατίαν τὴν μεταξὺ τοῦ Πυρηναίου καὶ τοῦ Ῥοδανοῦ οὖσαν ἀμαχεὶ διῆλθε καὶ μέχρι μὲν τοῦ ποταμοῦ τοῦ Ῥοδανοῦ οὐδεὶς εἰς χεῖρας ἧκεν αὐτό, ἐκεῖ δ’ ὁ Σκιπίων ἐπεφάνη, καίπερ μὴ παρούσης αὐτῷ τῆς δυνάμεως. ὅμως μετὰ τῶν ἐπιχωρίων καὶ τῶν αὐτοῖς προσοίκων τά τε [*](Cap. 23. Dionis Historiae Romanae libri perditi: fragm. 57, 4.)

239
πλοῖα τὰ ἐν τῷ ποταμῷ προδιέφθειρε καὶ τὸ ῥεῦμα αὐτοῦ διὰ φυλακῆς ἐποιήσατο. ὁ οὖν Ἀννίβας ἔτριψε μέν τινα χρόνον καὶ σχεδίας καὶ σκάφη ἄλλα τε καὶ μονόξυλα κατασκευάζων, ἔφθη δ’ οὖν ὑπὸ πολυχειρίας τὰ πρὸς περαίωσιν ἀναγκαῖα πάντα, πρὶν τῷ Σκιπίωνι τὸ οἰκεῖον ἀφικέσθαι στράτευμα, προετοιμασάμενος. [*](C) καὶ τὸν ἀδελφὸν Μάγωνα σὺν τοῖς ἱππευσι καὶ ψιλοῖς τισιν, ᾗ σκεδάννυται ὁ ποταμὸς ἐπὶ πολὺ καὶ νήσοις διαλαμβάνεται, διαβησόμενον ἔπεμψεν, αὐτὸς δὲ κατὰ τὸν ἐμφανῆ πόρον ἐχώρει δῆθεν, ἴν οἱ Γαλάται ἀπατηθεῖεν, πρὸς αὐτὸν ἀντιταττόμενοι, καὶ ἀμελέστερον ἐν ἄλλοις τοῦ ποταμοῦ τὴν φυλακὴν θῶνται· ὃ καὶ γέγονε. καὶ ὁ Μάγων διέβη τὸν ποταμόν, ὁ δὲ Ἀννίβας καὶ οἱ περὶ αὐτὸν κατὰ τὸν πόρον ἐπεραιοῦντο. καὶ γενόμενοι κατὰ τὸ μέσον ἠλάλαξαν, καὶ οἶ σαλπιγκταὶ δὲ συνήχησαν· καὶ ὁ Μάγων κατὰ νώτου τοῖς ἀνθεστηκόσι προσέπεσε· καὶ οὕτως οἵ τε ἄλλοι καὶ οἶ ἐλέφαντες ἀκινδύνως [*](D) ἐπεραιώθησαν. ἄρτι δὲ περαιωθέντων αὐτῶν καὶ τῷ Σκιπίωνι ἡ οἰκεία ἀφίκετο δύναμις. πέμψαντες οὖν εἰς προσκοπὴν ἱππέας ἀμφότεροι τοιούτῳ τέλει τῆς ἱππομαχίας ἐχρήσαντο ὁποῖον ὁ σύμπας ἔσχηκε πόλεμος· οἱ γὰρ Ῥωμαῖοι καὶ ἔλαττον τὴν πρώτην ἐνεγκάμενοι καὶ συχνοὺς ἀποβαλόντες ἐνίκησαν.

Ἐντεῦθεν Ἀννίβας ἀπιέναι πρὸς Ἰταλίαν σπεύδων, ὑποπτεύων δὲ τὰς ἐπιτομωτέρας τῶν ὁδῶν, ἐκείνας μὲν παρεξῆλθεν, ἑτέραν δὲ πορευθεὶς ἰσχυρῶς ἐπόνησε. τά τε γὰρ ὅρη ἐκεῖνα ἀποτομώτατά ἐστι καὶ ἡ χιὼν πολλὴ γενομένη καὶ τὰς φάραγγας ὑπ’ ἀνέμων πληρώσασα καὶ ὁ κρύσταλλος ἰσχυρίτατα παγεὶς δεινῶς σφᾶς ἐταλαιπώρησε· καὶ πολλοὶ

240
τῶν αὐτοῦ στρατιωτῶν ὑπό τε τοῦ χειμῶνος καὶ ὑπὸ σιτοδείας ἀπώλοντο, πολλοὶ δὲ καὶ οἴκαδε ἀνεχώρησαν. ἔχει δὲ λόγος ὅτι καὶ αὐτὸς ἀνέστρεψεν ἄν, εἰ μὴ πλείων καὶ ἀπορωτέρα ἡ προδιηνυσμένη ὁδὸς τῆς λειπομένης ἐτύγχανε. διὰ μὲν δὴ τοῦτο οὐκ ἀπετράπετο, ἐξαπίνης δὲ ἐκτὸς τόν Ἄλπεων ἐκφανεὶς θαῦμα καὶ δέος τοῖς Ῥωμαίοις ἐνέβαλε.

Καὶ ὁ μὲν προεχώρει τὰ ἐν ποσὶ προσποιούμενος, Σκιπίων δὲ τὸν μὲν ἀδελφὸν Γάιον Σκιπίωνα ὑποστρατηγοῦντα αὐτῷ εἰς τὴν Ἰβηρίαν ἔπεμψεν ὡς [*](P) καταληψόμενον αὐτὴν ἢ τὸν Ἀννίβαν ἐπανάξοντα, αὐτὸς δ’ ἐπὶ τὸν Ἀννίβαν ἤλασε. καὶ ἡμέρας μέν τινας ἐπέσχον, ἔπειτα ἄμφω πρὸς τὴν μάχην ὥρμησαν. πρὶν δὲ δὴ ἔργου ἔχεσθαι, συγκαλέσας τοὺς στρατιώτας ὁ Ἀννίβας παρήγαγε τοὺς αἰχμαλώτους, οὓς κατὰ τὴν ὁδὸν εἰλήφει, καὶ ἤρετο αὐτοὺς πότερον δεδέσθαι καὶ δουλεύειν κακῶς βούλοιντο ἢ μονομαχῆσαι ἀλλήλοις, ὥστ’ ἀφεθῆναι προῖκα τοὺς νικήσαντας. καὶ ὡς τὸ δεύτερον εἵλοντο, συνέβαλεν αὐτούς. καὶ μαχεσαμένων ἐδημηγόρησε, τοὺς οἰκείους στρατιώτας ἐπιρρωννὺς καὶ παραθήγων εἰς πόλεμον· [*](C)τοῦτο δ’ ἑτέρωθεν καὶ ὁ Σκιπίων ἐποίησεν. εἶτα συνῆλθον μὲν ὡς ὅλοις τοῖς στρατοπέδοις μαχούμενοι, ὁ Σκιπίων δέ, προσυμμίξας τῷ ἱππικῷ καὶ ἡττηθεὶς συχνούς τε ἀποβαλὼν καὶ αὐτὸς τρωθείς, ἀποθανών τ’ ἄν, εἰ μή περ αὐτῷ Σκιπίων ὁ υἱὸς καίπερ ὢν ἑπτακαιδεκαετὴς ἐπήμυνε, κατέδεισε μὴ καὶ τῷ πεζῷ σφαλῇ, καὶ αὐτίκα τε ἐπανήγαγε καὶ τῆς νυκτὸς ὑπεχώρησεν.

Ἀννίβας δὲ μεθ’ ἡμέραν τὴν ἀποχώρησιν αὐτοῦ [*](Cap. 24. Dionis Historiae Romanae libri perditi.)

241
μαθὼν πρὸς τὸν Ἠριδανὸν ἦλθε, καὶ μήτε σχεδίας ἢ πλοῖα εὑρών, ἐνεπέπρηστο γὰρ παρὰ τοῦ Σκιπίωνος, τὸν μὲν ἀδελφὸν Μάγωνα σὺν τοῖς ἱππεῦσι διανήξασθαι καὶ ἐπιδιῶξαι τοὺς Ῥωμαίους ἐκέλευσεν, [*](D) αὐτὸς δὲ ἄνω πρὸς τὰς πηγὰς χωρήσας τοῦ ποταμοῦ τοὺς ἐλέφαντας βατὰ τὸν ἐπίρρουν διαβῆναι προσέταξε. καὶ οὕτω τοῦ ὕδατος περὶ τοῖς ὄγκοις τῶν ζῴων ἐμποδιζομένου καὶ σκεδαννυμένου, ῥᾴον’ κάτω σφῶν διεπεραιώθη. καταληφθεὶς οὖν ὁ Σκιπίων κατὰ χώραν ἔμεινε, καὶ ἐμαχέσατ’ ἄν, εἰ μὴ νυκτὸς οἱ Γαλάται οἱ μετ’ αὐτοῦ ηὐτομόλησαν. ὁ δ’ οὖν Σκιπίων ἐπὶ τούτῳ ταραχθεὶς καὶ ὑπὸ τοῦ τραύματος ταλαιπωρήσας ὑπὸ νύκτα αὖθις ἐξανέστη καὶ ἐπὶ μετεώρου τὸ τάφρευμα ἐποιήσατο· δίωξις δὲ αὐτοῦ οὐκ ἐγένετο. μετὰ δὲ τοῦτο ἀφίκοντο καὶ οἱ Καρχηδόνιοι, καὶ τὸν ποταμὸν διὰ μέσου ποιησάμενοι ἐστρατοπεδεύσαντο.

Ὁ μὲν οὖν Σκιπίων διά τε τὸ τραῦμα καὶ διὰ τὰ συμβεβηκότα ἀνεῖχε καὶ δύναμιν μετεπέμπετο, Ἀννίβας δὲ πολλὰ πειράσας παρακινῆσαι πρὸς μάχην αὐτόν, ἐπεὶ οὔτε τοῦτ’ ἠδυνήθη καὶ τροφῆς ἐσπάνισε, φρουρίῳ προσέβαλεν ἐν ᾧ σῖτος πολὺς τῶν Ῥωμαίων ἔκειτο. καὶ μηδὲν περαίνων, τὸν φρούραρχον διέφθειρε χρήμασι, κἀκεῖνό τε προδοθὲν ἔλαβε καὶ τὰ ἄλλα σχεῖν τὰ μὲν ὅπλοις, τὰ δὲ χρυσίῳ ἐπήλπισε. κἀν τούτῳ ὁ Λόγγος τὴν Σικελίαν τῷ ὑποστρατήγῳ πιστεύσας πρὸς τὸν Σκιπίωνα κεκλημένος ἀφίκετο. καὶ οὐ πολλῷ ὕστερον ὑπὸ ξιλοτιμίας, καὶ ὅτι τινὰς κατατρέχοντας τὴν χώραν ἐκράτησεν, [*](P) εἰς παράταξιν ὥρμησεν. καὶ ἐσφάλη ἐνέδραις περιπεσών· καὶ τοῦ Ἀννίβου ἐπεξελθόντος μετὰ τῶν [*](10 οἱ Γαλάται] Conf. Dionis fragmentum 57, 6.)

242
πεζῶν καὶ τῶν ἐλεφάντων, οἱ μετ’ αὐτοῦ ἐτράπησαν εἰς φυγήν, καὶ πολλοὶ διεφθάρησαν φόνῳ, πολλοὶ δὲ καὶ εἰς τὸν ποταμὸν ἀπερισκέπτως ἐμπεσόντες ἐπνίγησαν, ὡς ὀλίγους μετὰ τοῦ Λόγγου περισωθῆναι. νικήσας μέντοι ὁ Ἀννίβας οὐκ ἔχαιρεν, ὅτι στρατιώτας τε πολλοὺς καὶ τοὺς ἐλέφαντας πλὴν ἑνὸς ὑπὸ τοῦ χειμῶνος καὶ τῶν τραυμάτων ἀπέβαλεν.

Ἀνοχὴν οὖν ἄσπονδον ποιησάμενοι πρὸς τὴν [*](C) συμμαχίδα σφῶν ἑκάτεροι ἐχώρησαν, κἀν ταῖς πόλεσιν αὐτῶν ἐχείμαζον. καὶ τοῖς μὲν Ῥωμαίοις ἄφθονα ἐφοίτα τὰ ἐπιτήδεια, ὁ δ’ Ἀννίβας οὐκ ἀρκούμενος τοῖς παρὰ τῶν συμμάχων διδομένοις ταῖς τε κώμαις καὶ ταῖς πόλεσι τῶν Ῥωμαίων προσπίπτων τὰ μὲν ἐκράτει, τὰ δ’ ἀπεκρούετο. καί ποτε τῷ ἱππικῷ ὑπὸ τοῦ Λόγγου νικηθεὶς ἐτρώθη. θαρσήσαντες οὖν ἐκ τούτου τινὲς τῶν Ῥωμαίων καὶ καθ’ ἑαυτοὺς προσβάλλοντι αὐτοῖς ἐπεξῆλθον. κἀκείνους τε ἔφθειρε καὶ τοῦ χωρίου ὁμολογίᾳ ἐκράτησε· καὶ αὐτὸ μὲν κατέσκαψε, τῶν δ’ αἰχμαλώτων τοὺς μὲν Ῥωμαίους ἀπέκτεινε, τοὺς δ’ ἄλλους ἀφῆκε. τοῦτο [*](D) δὲ καὶ ἐφ’ ἄπασι τοῖς ζωγρουμένοις ἐποίει, τὰς πόλεις δι’ αὐτῶν οἰκειούμενος. ἀμέλει καὶ τῶν λοιπῶν Γαλατῶν πολλοὶ καὶ Λιγύων καὶ Τυρσηνῶν τοὺς Ῥωμαίους τοὺς παρ’ αὐτοῖς ὄντας οἱ μὲν φονεύσαντες, οἶ δὲ ἐκδόντες μετέστησαν.

Ἐς δὲ τὴν Τυρσηνίδα τῷ Ἀννίβᾳ πορευομένῳ ὁ Λόγγος ἐπέθετο, χειμῶνος πολλοῦ γενομένου. πεσόντων δὲ ἀμφοτέροις πολλῶν ὁ Ἀννίβας ἐς τὴν Λιγυστικὴν ἐλθὼν ἐνδιέτριψεν. ὑποπτεύων δὲ καὶ τοὺς σφετέρους, οὐδενὶ ῥᾳδίως ἐπίστευεν, ἀλλὰ τὴν ἐσθῆτά τε μεταβάλλων καὶ κόμαις χρώμενος περιθέτοις τήν τε διάλεξιν ἄλλοτε ἄλλην ποιούμενος, ᾔδει

243
γὰρ πλείους καὶ τὴν τῶν Λατίνων, καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν πολλὰ ἐπεσκόπει ἤκουέ τε πλεῖστα ὡς οὐκ Ἀννίβας καί τινα ὡς ἕτερός τις ἐφθέγγετο.

Ἐν μὲν οὖν τῇ Ἰταλίᾳ ταῦτα ἐγίνετο, ὁ δ’ ἕτερος Σκιπίων ὁ Γάιος εἰς τὴν Ἰβηρίαν παρέπλευσε, καὶ τὰ παραθαλάσσια αὐτῆς μέχρι τοῦ Ἴβηρος πάντα καὶ τῶν ἄνω συχνὰ τὰ μὲν βίᾳ, τὰ δ’ ἑκόντα προσείληφε, καὶ τὸν Βάννωνα μάχῃ νικήσας ἐζώγρησεν. ὁ δὲ τοῦ Ἀννίβου ὁμαίμων Ἀσδρούβας μαθὼν ταῦτα διέβη τὸν Ἴβηρα, καὶ τῶν μεταστάντων τινὰς ὑπηγάγετο· τοῦ δὲ Σκιπίωνος ἐπελθόντος αὐτῷ ἀνεχώρησεν.

Οἱ δ’ ἐν τῇ Ῥώμῃ τὸν Φλαμίνιον καὶ τὸν Γέμινον [*](P) ὑπάτους αὖθις εἵλοντο. Ἀννίβας δ’ ἄρτι τοῦ ἱαρὸς ἐπιστάντος ὡς ἔγνω τὸν Φλαμίνιον μετὰ Σερουιλίου Γεμίνου χειρὶ πολλῇ ἐπ’ αὐτὸν ἰόντα, πρὸς ἐξαπάτην αὐτῶν ἐτράπη, καὶ πλαττόμενος ἐνδιατρίψειν ἐκεῖ καὶ μάχην συνάψειν, ἐπεὶ νομίσαντες αὐτὸν οἱ Ῥωμαῖοι κατὰ χώραν μένειν ἀμελῶς τῶν ὁδῶν ἔσχον, ἐπὶ τοῦ στρατοπέδου τοὺς ἱππέας κατέλιπεν, αὐτὸς δ’ ὑπὸ νύκτα ἄρας τά τε στενόπορα μεθ’ ἡσυχίας διῆλθε καὶ πρὸς Ἀρήτιον ἠπείγετο· καὶ οἱ ἱππεῖς δέ, ἐπεὶ πολὺ προῆλθεν, ἀπῄεσαν αὐτῷ ἐφεπόμενοι. οἶ δ’ ὕπατοι γνόντες ἠπατημένοι, Γέμινος μὲν αὐτοῦ ὑπέμεινε τούς τ’ ἀφεστηκότας κακώσων [*](C) καὶ κωλύσων ἐπικουρῆσαι Καρχηδονίοις, Φλαμίνιος δὲ μόνος ἐδίωκεν, ἵν αὐτοῦ μόνου τὸ ἔργον τῆς νίκης, ὡς ᾤετο, γένηται. καὶ τὸ Ἀρήτιον προκατέλαβεν· ὁ γὰρ Ἀννίβας συντομωτέραν τραπόμενος δυσόδοις ἐνέτυχε, καὶ ἀνθρώπους συχνοὺς καὶ πολλὰ ὑποζύγια καὶ τὸν ἕτερον τῶν ὀφθαλμῶν ἀπέβαλεν. [*](Cap. 25. Dionis Historiae Romanae libri perditi: fragmentum 57, 8.)

244
ὀψὲ δ’ οὖν πρὸς τὸ Ἀρήτιον ἐλθών, καὶ εὑρὼν ἐκεῖ τὸν Φλαμίνιον, κατεφρόνησεν αὐτοῦ, καὶ μάχῃ μὲν οὐ συνέβαλε, τὸ γὰρ χωρίον ἀνεπιτήδειόν οἱ ἐδόκει, πείραν δὲ αὐτοῦ ποιούμενος ἔκειρε τὴν χώραν. κἀν [*](D) τούτῳ ἐπεκδραμόντων τῶν Ῥωμαίων ἐπανήγαγεν, ἔνα φοβεῖσθαι δόξῃ. τῆς δὲ νυκτὸς ἐξαναστάς, ἐπιτήδειόν τι χωρίον πρὸς τὴν μάχην εὑρὼν ἔμεινε. καὶ του μὲν πεζοῦ τὸ πλεῖον κατὰ τὰ ὅρη λοχᾶν ἔταξε, τὸ δ’ ἱππικὸν σύμπαν ἔξω τῶν στενῶν ἀφανῶς ἐφεδρεύειν ἐκέλευσε, καὶ αὐτὸς ἐπὶ τοῦ γηλόφου μετ’ ὀλίγων ἐστρατοπεδεύσατο. ὁ δὲ Φλαμίνιος ἐν φρονήματι ὤν, καὶ ἐπὶ μετεώρου σὺν ὀλίγοις αὐτὸν ἰδών, τήν τε λοιπὴν στρατιὰν πόρρω ποι πεπομφέναι νομίσας, ῥᾳδίως μεμονωμένον αἱρήσειν ἤλπισε, καὶ ἐς τὸ στενὸν ἀπερισκέπτως εἰσῆλθε, κἀνταῦθα, ὀψὲ γὰρ ἦν, ηὐλίσατο. καὶ ὑπὸ μέσας νύκτας ὑπὸ καταφρονήσεως αὐτοὺς ἀφυλάκτως καθεύδοντας πανταχόθεν ὁμοῦ περιέσχον οἱ Καρχηδόνιοι, καὶ πόρρωθεν ἀκοντίοις καὶ σφενδόναις καὶ τοξεύμασι τοὺς μὲν εὐναζομένους ἔτι, τοὺς δὲ τὰ ὅπλα λαμβάνοντας ἔκτεινον, αὐτοὶ μή τι δεινὸν ἀντιπάσχοντες. οἱ γὰρ Ῥωμαῖοι, μηδενός αὐτοῖς συμπλεκομένου, σκότους τε καὶ ὁμίχλης οὔσης, οὐκ εἶχον τῇ σφετέρᾳ χρήσασθαι ἀρετῇ. τοσοῦτος δ’ ἐγένετο θόρυβος καὶ τοιαύτη ταραχώδης ἔκπληξις κατέσχεν αὐτοὺς ὡς μηδὲ τῶν σεισμῶν τῶν τότε γενομένων αἰσθέσθαι, καίπερ πολλὰ μὲν οἰκοδομήματα κατερράγη, πολλὰ δὲ καὶ τῶν ὀρῶν τὰ μὲν διέσχε, τὰ δὲ καὶ συνέπεσεν, ὡς καὶ τὰς φάραγγας ἐμφράξαι, καὶ ποταμοὶ δὲ τῆς ἀρχαίας ἐξόδου ἀποκλεισθέντες ἄλλην ἐτράποντο. [*](P) τοιοῦτοι μὲν σεισμοὶ τὴν Τυρσηνίδα κατέσχον, οὐ μέντοι καὶ οἱ μαχόμενοι ἐν ἐννοίᾳ σφῶν ἐγένοντο.
245
αὐτός τε οὖν ὁ Φλαμίνιος καὶ ἄλλοι παμπληθεῖς ἔπεσον, συχνοὶ δὲ ἐπί τινα λόφον ἀνέβησαν· ἐπεὶ δ’ ἡμέρα ἐγένετο, εἰς φυγὴν ὥρμησαν, καὶ καταληφθέντες τά τε ὅπλα καὶ ἑαυτοὺς ἐπ’ ἀδείᾳ παρέδοσαν. ὅ γε μὴν Ἀννίβας βραχὺ τῶν ὀμωμοσμένων ἐφρόντισε, πάντων δὲ τῶν ἐν τῷ στρατοπέδῳ ἁλόντων τὸ μὲν ὑπήκοον τό τε συμμαχικὸν τῶν Ῥωμαίων ἀφῆκεν, αὐτοὺς δὲ ἐκείνους δήσας ἐφύλασσε. πράξας δὲ ταῦτα ἐπὶ τὴν Ῥώμην ἠπείγετο, καὶ μέχρι μὲν Ναρνίας τήν τε γῆν τέμνων καὶ τὰς πόλεις προσαγόμενος πλὴν Σπωλητίου προῆλθε, Γάιόν τε ἐνταῦθα Κεντήνιον [*](C) στρατηγὸν ἐνεδρεύοντα περισχὼν ἔφθειρεν· ὡς δὲ τῷ Σπωλητίῳ προσβαλὼν ἀπεκρούσθη, καὶ τὴν του Ναείρου γέφυραν καθῃρημένην εἶδε, καὶ περὶ τοὺς ἄλλους ποταμοὺς οὓς ἀναγκαῖον ἦν διελθεῖν τοῦτο γεγονὸς ἐπύθετο, τῆς μὲν ἐπὶ τὴν Ρώμην ὁρμῆς ἐπέσχεν, ἐς δὲ τὴν Καμπανίαν ἐτράπετο, τήν τε χώραν ἀρίστην καὶ τὴν πόλιν τὴν Καπύην μεγίστην οὖσαν ἀκούων, ἐνόμιζεν, εἰ σφᾶς προκαταλάβοι, καὶ τἄλλα δι’ ὀλίγου προσκτήσασθαι.

Οἱ δ’ ἐν τῇ Ῥώμῃ πυθόμενοι περὶ τῆς ἥττης ἤλγησαν, καὶ δι’ ἐκείνους καὶ δι’ ἑαυτοὺς ὀδυρόμενοι, καὶ ἐν ἀπόρῳ ἦσαν, τάς τε γεφύρας τοῦ Τιβέριδος πλὴν μιᾶς καθεῖλον καὶ τὰ τείχη πολλαχῇ πεπονηκότα σπουδῇ ἐπεσκεύαζον. δικτάτωρά τε προχειρίσασθαι [*](D) βουληθέντες αὐτοὶ ἐν ἐκκλησίᾳ αὐτὸν ἀνεῖπον. ἀγαπῶντες δὲ εἰ αὐτοὶ μόνοι σωθεῖεν, οὐκ ἔστειλαν τοῖς συμμάχοις βοήθειαν. πυθόμενοι δὲ τὸν Ἀννίβαν ἐς Καμπανίαν ὁρμηθῆναι, τότε καὶ τοῖς συμμάχοις ἐπικουρῆσαι ἔγνωσαν. τῷ δ’ Ἀννίβᾳ τὸν δικτάτωρα τὸν Φάβιον καὶ τὸν ἵππαρχον τὸν Μάρκον [*](25 δικτάτωρα — 30 ἔγνωσαν] Conf. Dionis fragm. 57, 8.)

246
τὸν Μινούκιον ἀντικατέστησαν. οἳ ἐπ’ ἐκεῖνον ἐλθόντες ἐς μὲν χεῖρας αὐτῷ οὐκ ᾔεσαν, παρεπόμενοι δὲ ἐπετήρουν εἴ που καιρὸς μάχης παραπέσοι· ἀποκινδυνεῦσαι γὰρ ὁ Φάβιος κατεπτηχόσι στρατιώταις καὶ ἡττημένοις πρὸς πλείους καὶ νενικηκότας οὐκ ἤθελε, καὶ ἅμα ὅσῳ μᾶλλον τὴν χώραν κακώσειαν, τοσούτῳ θᾶσσον ἀπορῆσαι τροφῆς αὐτοὺς ἤλπισε. τοιούτοις χρώμενος λογισμοῖς οὔτ’ ἄλλῃ χώρᾳ ἐπήμυνεν οὔτε τῇ Καμπανίᾳ. κατέκλεισεν οὖν διὰ ταῦτα πᾶν τὸ πολέμιον εἰς τὴν Καμπανίαν· περισχὼν γὰρ αὐτοὺς ἁπανταχόθεν οὐκ εἰδότας ἐν φυλακῇ ἐποιήσατο. αὐτὸς μὲν γὰρ κἀκ τῆς θαλάσσης καὶ ἐκ τῆς συμμαχίδος τόν ἐπιτηδείων εὐπόρει, ἐκείνοις δὲ μόνα τὰ ἐκ τῆς γῆς ἣν ἔκειρον ὑπάρχοντα ᾔδει. καὶ διὰ τοῦτο ἀνεῖχε καὶ τῆς μελλήσεως οὐκ ἐφρόντιζε. [*](P) διὸ καὶ παρὰ τῶν πολιτῶν αἰτίαν εἶχεν, ὡς καὶ μελλητὴς ἐπονομασθῆναι.

Ὁ δ’ Ἀννίβας, ἐπεὶ πρὸς χειμῶνα ἐγίνετο, καὶ οὔτε κατὰ χώραν χειμάσαι σπάνει τῶν ἀναγκαίων ἠδύνατο καὶ πολλαχῇ πειράσας ἐξιέναι τῆς Καμπανίας κεκώλυτο, τοιοῦτόν τι ἐμηχανήσατο. τοὺς αἰχμαλώτους πάντας, ἔνα μή τις αὐτῶν διαφύγῃ καὶ τὸ γινόμενον γνωρίσῃ τοῖς Ῥωμαίοις, κατέσφαξε· καὶ τὰς ἐν τῷ στρατοπέδῳ βοῦς ἀθροίσας δᾷδας τοῖς αὐτῶν προσέδησε κέρασι, καὶ πρὸς τὰ κατὰ τοὺς Σαυνίτας ὄρη ὑπὸ νύκτα χωρήσας τάς τε δᾷδας ἀνῆψε καὶ τὰς βοῦς ἐπετάραξεν. οἰστρηθεῖσαι δ [*](C) ἐκεῖναι διὰ τὸ πῦρ καὶ τὴν ἔλασιν πολλαχῇ τὴν ὕλην ἐνέπρησαν, κἀκ τούτου ῥᾳδίαν παρέσχον αὐτῷ τὴν ὑπέρβασιν. οἱ γὰρ ἔν τῷ πεδίῳ Ῥωμαῖοι καὶ οἱ ἐν [*](Cap. 26. Dionis Historiae Romanae libri perditi: fragementum 57, 9 — 21.)

247
τοῖς μετεώροις, ἐνέδρας πτοηθέντες, οὐκ ἐκινήθησαν. καὶ οὕτως ὁ Ἀννίβας διῆλθε καὶ ἐς τὴν Σαυνίτιδα ἐκομίσθη.

Ὁ οὖν Φάβιος μεθ’ ἡμέραν τὸ γενόμενον γνοὺς κατεθίωξε, καὶ τούς τε καταλελειμμένους ἐν τῇ ὁδῷ, ἔνα σφᾶς εἴρξωσι, τρεψάμενος, καὶ τοὺς βοηθήσαντας αὐτοῖς κρατήσας, ἐστρατοπεδεύσατο μὲν οὐ πόρρω τῶν πολεμίων, οὐ μέντοι καὶ ἐς χεῖρας ἐκείνοις ἦλθεν, ἀλλ’ ἀποσκίδνασθαί τε αὐτοὺς καὶ προνομεύειν ἐκώλυεν· ὥστε τὸν Ἀννίβαν ἀπορήσαντα τὸ [*](D) μὲν πρῶτον ἐπὶ τὴν Ῥώμην ὁρμήσαι· ὡς δ’ οὐκ ἐμάχετο, δι’ ἡσυχίας δὲ παρηκολούθει ὁ Φάβιος, αὖθις ὑπέστρεψεν εἰς τὸ Σαύνιον. καὶ ὁ Φάβιος αὐτῷ ἐφεπόμενος δι’ ἀσφαλείας προσήδρευε, προμηθούμενος μήτε τῶν οἰκείων ἀποβαλεῖν τινας, καὶ αὐτός μὲν τῶν ἀναγκαίων ἐν εὐπορίᾳ τυγχάνων, ἐκείνῳ δὲ τῶν ὅπλων ἐκτὸς οὐδὲν προσεῖναι ὁρῶν, καὶ μηδ’ οἴκοθεν προσιοῦσαν ἐπικουρίαν. οἶ γὰρ Καρχηδόνιοι καὶ ἐν γέλωτι αὐτόν ἐποιοῦντο, γράφοντα εὖ πράττειν καὶ πολλὰ κατορθοῦν, καὶ στρατιώτας παρ’ αὐτῶν αἰτοῦντα καὶ χρήματα, λέγοντες μὴ συμφωνεῖν τὰς αἰτήσεις ταῖς κατορθώσεσι. τοὺς γὰρ νικῶντας προσήκειν καὶ τῷ παρόντι ἀρκεῖσθαι στρατεύματι, καὶ χρήματα στέλλειν οἴκαδε, ἀλλ’ οὐ προσαιτεῖν.

Ἕως μὲν οὖν ἐνεδήμει ὁ Φάβιος, δεινὸν οὐδὲν τοῖς Ῥωμαίοις ἐγένετο, ὡς δ’ ἐκεῖνος εἰς τὴν Ρώμην ἀπῆρε κατά τι δημόσιον, ἔπταισαν. ὁ γὰρ Ῥοῦφος ὁ ἵππαρχος, φρόνημα κενὸν ὑπὸ νεότητος ἔχων καὶ τῶν πολεμικῶν σφαλμάτων ἀπερίοπτος ὢν καὶ τῇ μελλήσει τοῦ Φαβίου ἀχθόμενος, ἐπεὶ τὴν προστασίαν τῆς στρατιᾶς μόνος ἔσχε, τῶν μὲν ἐντολῶν τοῦ

248
δικτάτωρος ὠλιγώρησεν, ὁρμήσας δ᾿ εἰς παράταξιν τὸ μὲν πρῶτον νικᾶν ἔδοξεν, εἶτα ἡττήθη. κἂν πανσυδὶ διεφθάρη, εἰ μή τινες Σαυνιτῶν κατὰ τύχην [*](P) τοῖς ῾Ρωμαίοις ἐπίκουροι ἀφικνούμενοι δόξαν τοῖς Καρχηδονίοις παρέσχον προσιέναι τὸν Φάβιον. ἀναχωρησάντων οὖν διὰ τοῦτο κεκρατηκέναι ἐνόμισε, καὶ ἐς τὴν ῾Ρώμην τὸ ἔργον μεγαλύνων καὶ τὸν δικτάτωρα προσδιαβάλλων ἐπέστειλεν, ὀκνηρὸν καὶ μελλητὴν αὐτὸν καλῶν καὶ τὰ τῶν ἐναντίων φρονοῦντα.

Οἱ δ᾿ ἐν τῇ ῾Ρώμῃ νενικηκέναι τὸν ῾Ροῦφον ὄντως ἐνόμισαν, καὶ οἷα παρὰ δόξαν θαρσήσαντες καὶ ἐπῄνουν αὐτὸν καὶ ἐτίμων, καὶ τὸν Φάβιον ἐν ὑποψίᾳ σχόντες διὰ ταῦτα καὶ ὅτι τὰ ἐν Καμπανία χωρία αὐτοῦ οὐκ ἐδῄωσαν, μικροῦ καὶ τῆς ἀρχῆς ἂν παρέλῦσαν. ἀλλ᾿ ἐκεῖνον μὲν χρήσιμον νομίζοντες εἶναι [*](C) οὐκ ἔπαυσαν, τῷ δ᾿ ἱππάρχῳ τὴν αὐτὴν ἐξουσίαν προσένειμαν, ὥστ᾿ ἄμφω ἀπὸ τῆς ἴσης ἄρχειν. δοξάντων δὲ τούτων ὁ μὲν Φάβιος οὔτε τοῖς πολίταις οὔτε τῷ ῾Ρούφῳ ἔσχεν ὀργήν, ὁ δὲ ῾Ροῦφος, οὐδὲ πρὶν ὀρθῶς φρονῶν, τότε μάλιστα ἐπεφύσητο καὶ κατέχειν ἑαυτὸν οὐκ ἠδύνατο, ἀλλ᾿ ἡμέραν ἠξίου παρ᾿ ἡμέραν ἢ καὶ πλείους ἐφεξῆς ἐναλλὰξ μόνος ἄρχειν. δείσας δ᾿ ὁ Φάβιος μή τι κακὸν ἐξεργάσηται, εἰ πάσης τῆς δυνάμεως γένοιτο ἐγκρατής, πρὸς οὐδέτερον αὐτῷ συνῄνεσεν, ἀλλ᾿ ἐνείματο τὸ στρατόπεδον, ὥστε τοῖς [*](D) ὑπάτοις ἐπ᾿ ἴσης ἰδίαν ἑκάτερον ἰσχὺν ἔχειν. καὶ παραχρῆμα ὁ ῾Ροῦφος ἀπεστρατοπεδεύσατο, ἵνα διάδηλος ᾖ ὅτι καθ᾿ ἑαυτὸν ἄρχει, ἀλλ᾿ οὐχ ὑπὸ τῷ δικτάτωρι. ὁ οὖν Ἀννίβας τοῦτο αἰσθόμενος ἐς μάχην αὐτὸν ὑπηγάγετο, ὡς ἐπὶ καταλήψει χωρίου προσελθών· καὶ περιστοιχισάμενος ἐξ ἐνέδρας εἰς κίν-

249
δυνον κατέστησεν ὡς πανστρατιᾷ ἐξελεῖν, εἰ μὴ ὁ Φάβιος κατὰ νώτου αὐτῷ προσπεσὼν ἐκώλυσε.

Παθὼν οὖν τοῦτο ὁ ῾Ροῦφος μετεβάλετο, καὶ τὸ στράτευμά τε τὸ περίλοιπον ἐς τὸν Φάβιον εὐθὺς ἤγαγε, καὶ τὴν ἀρχὴν παραδέδωκεν, οὐδ᾿ ἀνέμεινε τὸν δῆμον ἀναψηφίσασθαι, ἀλλ᾿ ἐθελοντὴς τὴν ἡγεμονίαν, ἣν παρ᾿ αὐτοῦ μόνος ἱππάρχων ἔλαβεν, ἀφῆκε. καὶ αὐτὸν ἐπὶ τούτῳ πάντες ἐπῄνεσαν. καὶ ὁ Φάβιος αὐτίκα μηδὲν ἐνδοιάσας πᾶσαν ἐδέξατο, καὶ ὁ δῆμος αὐτὸ ἀπεδέξατο. καὶ μετὰ ταῦτα αὐτός τε ἀσφαλέστατα προέστη τοῦ στρατεύματος, καὶ μέλμέλλων ἀπαλλαγήσεσθαι τῆς ἀρχῆς τοὺς ὑπάτους μετεπέμψατο καὶ τὸ στράτευμα σφίσι παρέδωκε καὶ πάνθ᾿ ὅσα πραχθῆναι ἐχρῆν παρῄνεσεν ἀφθονώτατα. κἀκεῖνοι θρασέως οὐδέν, ἀλλὰ κατὰ τὴν ὑποθήκην τοῦ Φαβίου ἅπαντα ἔπραξαν, καίπερ ὁ Γέμινος καὶ προκατωρθώκει τι. τὸ γὰρ ναυτικὸν τῶν Καρχηδονίων ἰδὼν ὁρμῆσαν μὲν ἐπὶ τὴν Ἰταλίαν, διὰ δὲ τὴν ἀντιπαρασκευὴν αὐτῶν μὴ προσμίξαν αὐτῇ, [*](P) ἐπεκπλεύσας τά τε τῶν Κυρνίων καὶ τὰ τῶν Σαρδονίων ἐν τῷ παράπλῳ ἐβεβαιώσατο, καὶ ἐς την Λιβύην ἐκβὰς ἐλεηλάτησε τὴν παραλίαν αὐτῆς. ταῦτα μὲν ἔπραξεν, οὐ μέντοι δι᾿ αὐτὰ ἐπεφύσητο ὥστε πρὸς τὸν Ἀννίβαν διακινδυνεῦσαι, ἀλλὰ ταῖς ἐντολαὶς τοῦ Φαβίου ἐνέμεινεν. ὅθενπερ καὶ αἱ πόλεις οὐκέθ᾿ ὁμοίως τοῖς Καρχηδονίοις προσετίθεντο. ἐφοβοῦντο γὰρ μὴ ὁ Ἀννίβας τῆς Ἰταλίας ἐκπέσῃ, καὶ κακόν τι αὐτοὶ ὑπὸ Ῥωμαίων ἄτε προσοίκων πάθωσι. καὶ οἱ μὲν πλείους τό ἀποβησόμενον ἐσκόπουν, ὀλίγοι δὲ πρὸς τοὺς ῾Ρωμαίους αὖθις μετέστησαν, καὶ ἀναθήματά τινες αὐτοῖς ἔπεμψαν. καὶ τοῦ Ἱέρωνος C πολλὰ πεπομφότος, σῖτον καὶ Νίκης ἄγαλμα οἱ ῾Ρω-

250
μαῖοι μόνα ἔλαβον , καίπερ ἐν ἀχρηματίᾳ ὄντες, ὥστε τὸ ἀργυροῦν νόμισμα, ἀμιγὲς καὶ καθαρὸν γινόμενον πρότερον , χαλκῷ προσμίξαι.