Epitome Historiarum

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volumes 1-4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1868-1871.

Οἱ δ’ ἐν τῇ ἄκρᾳ τῶν Ἱεροσολύμων Μακεδόνες ἐκάκουν τοὺς Ἰουδαίους ἀνιόντας εἰς τό ἱερὸν ἐπὶ τῷ [*](P) θῦσαι. διὸ ἐξελεῖν ἔσπευδε τὴν φρουρὰν ὁ Ἰούδας καὶ καρτερῶς ἐπολιόρκει αὐτήν. ὃ μαθὼν ὁ παῖς Ἀντίοχος ὠργίσθη, καὶ μετὰ μεγάλης δυνάμεως ἐξώρμησε κατὰ τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ. Ἰούδας δὲ ἀπαντήσας αὐτῷ τῶν προδρόμων περὶ ἑξακοσίους ἀναιρεῖ. καὶ Ἐλεάζαρ ὁ τοῦ Ἰούδα ὁμαίμων ὁ καὶ Αὔραν καλούμενος, τῶν ἐλεφάντων τὸν ὑψηλότατον ἰδὼν ὡπλισμένον θώραξι βασιλικοῖς, καὶ οἰηθεὶς αὐτῷ ἐποχεῖσθαι τὸν βασιλέα, μετὰ σφοδρᾶς ὁρμῆς ἐπῆλθεν αὐτῷ, καὶ ὑπὸ τὴν γαστέρα τοῦ θηρίου γενόμενος ἔπληξεν αὐτὸν καὶ ἀπέκτεινεν. ὁ δ᾿ ἐπικα- [*](Cap. 21. Iosephi Ant. 12, 9, §. 3 — 10, §. 5.)

321
τασεισθεὶς τῷ Ἐλεαζάρῳ καὶ πιέσας αὐτὸν τῷ βάρει τοῦ σώματος ἔφθειρεν. ὁρῶν δὲ τὴν τῶν πολεμίων ἰσχὺν ὁ Ἰούδας εἰς Ἱεροσόλυμα ἐπανῆλθε καὶ πρὸς πολιορκίαν παρεσκευάζετο. Ἀντίοχος δὲ εἰς Ἱεροσόλυμα [*](C) ἐλθὼν ἐπολιόρκει τὸ ἱερόν, καρτερῶς τῶν ἔνδον ἀμυνομένων, ἀλλὰ τροφῆς ἐπιλιπούσης αὐτοῖς πολλοὶ ἀπεδίδρασκον. τοῦ μέντοι Φιλίππου, ὅν ἐπίτροπον τῆς βασιλείας θνήσκων ὁ Ἀντίοχος εἴασε, σφετεριζομένου τὴν βασιλείαν, Λυσίας ὁ στρατηγὸς καὶ Ἀντίοχος γνόντες τοῦτο τοῖς πολιορκουμένοις ἐσπείσαντο ὥστε αὐτοὺς τοῖς πατρῴοις κεχρῆσθαι νόμοις. εἰσδεχθεὶς οὖν εἰς τὴν πόλιν Ἀντίοχος καὶ ἰδὼν τὸν ναὸν ὀχυρώτατον, τοὺς ὅρκους ἠθέτησε καὶ τὸ τεῖχος κατέσκαψε· καὶ οὕτως ὑπέστρεψε, καὶ τὸν ἀρχιερέα Ὀνίαν ἐπαγόμενος, ὃς καὶ Μενέλαος ἐκαλεῖτο, ὡς πείσαντα τὸν πατέρα αὐτοῦ τοὺς Ἰουδαίους βιάζεσθαι παραβῆναι τὰ ἔθη τὰ πάτρια καὶ πολλῶν κακῶν γενόμενον αἴτιον. ὃν καὶ πέμψας εἰς Βέρροιαν [*](D) τῆς Συρίας διέφθειρεν, ἔτη δέκα τῆς ἀρχιερωσύνης κρατήσαντα, γεγονότα δὲ ἀσεβῆ. ἀρχιερεὺς δὲ γέγονεν Ἄλκιμος, ὃς καὶ Ἰωακεὶμ ἐκαλεῖτο. ὁ δ’ Ἀντίοχος πολεμήσας πρὸς Φίλιππον καὶ χειρωσάμενος αὐτὸν ἔκτεινεν. ἰδὼν δὲ ὁ τοῦ ἀρχιερέως [Σίμωνος τοῦ υἷός Ὀνίας, ὃν παιδίον ὁ πατὴρ τελευτῶν, ὡς εἴρηται, καταλέλοιπεν, ὅτι τὴν ἀρχιερωσύνην Ἀλκίμῳ δέδωκεν ὁ Ἀντίοχος, μὴ τῷ γένει τῷ τῶν ἀρχιερέων προσήκοντι, φεύγει πρὸς Πτολεμαῖον εἰς Αἴγυπτον· καὶ τιμηθεὶς λαμβάνει τόπον ἐν τῷ Ἡλιουπολίτῃ νομῷ, καὶ ἱερὸν ἐκεῖ ᾠκοδόμησε τῷ ἐν Ἱεροσολύμοις παρεμφερές.

Δημήτριος δὲ φυγὼν ἐκ Ῥώμης ὁ Σελεύκου υἱός, καὶ καταντήσας τῆς Συρίας εἰς Τρίπολιν, τόν τε

322
Ἀντίοχον καὶ τὸν Λυσίαν συλλαβὼν καὶ ἄμφω διέφθειρεν, ἐπὶ δύο ἐνιαυτοὺς τοῦ Ἀντιόχου βασιλεύσαντος. τούτῳ τῷ Δημητρίῳ ὁ ἀρχιερεὺς Ἄλκιμος προσελθών, καὶ τῶν Ἰουδαίων πολλοὶ φυγάδες καὶ πονηροί, κατηγόρουν Ἰούδα τοῦ Μακκαβαίου καὶ τοῦ ἔθνους παντὸς ὡς τοὺς αὐτοῦ φίλους ἀπεκτονότων. ὁ δὲ παροξυνθεὶς πέμπει Βακχίδην αὐτῷ οἰκειότατον [*](P) μετὰ μεγίστης δυνάμεως, ἐντειλάμενος αὐτῷ κτεῖναι καὶ τὸν Ἰούδαν καὶ τοὺς σὺν αὐτῷ. ὃς εἰς τὴν Ἰουδαίαν ἐλθὼν ἔπεμψε πρὸς τὸν Ἰούδαν καὶ τοὺς αὐτοῦ ἀδελφούς, ἐπὶ εἰρήνην αὐτοὺς καλῶν. οἱ δὲ οὐκ ἐπίστευσαν αὐτῷ. τινὲς δὲ τῶν τοῦ δήμου λαβόντες ὅρκους παρὰ Βακχίδου προσῆλθον αὐτῷ· ὃς τῶν ὅρκων καταφρονήσας ἑξήκοντα τούτων ἀπέκτεινε καὶ οὕτω τῶν λοιπῶν τὴν ὁρμὴν τοῦ αὐτῷ προσιέναι ἀνέκοψε. τοῖς δ᾿ ἐν τῇ χώρᾳ πᾶσι προσέταξεν ὑπακούειν τοῦ ἀρχιερέως Ἀλκίμου. καὶ ταῦτα διαπραξάμενος εἰς Ἀντιόχειαν ἐπανῆλθε. Ἄλκιμος δὲ πρὸς χάριν ὁμιλῶν ἑκάστῳ, καὶ πάντας ὑποποιούμενος, ταχὺ πολλὴν συνέλεξε δύναμιν, ὧν οἱ πλείους ἐκ τῶν φυ- [*](C) γάδων ἦσαν καὶ ἀσεβῶν, δι᾿ ὧν τοὺς τὰ Ἰούδα φρονοῦντας ἐκτίννυε· καὶ Ἰούδας δ᾿ ἑτέρωθεν τοὺς τὰ Ἀλκίμου πράττοντας διέφθειρεν· ὁ δὲ τὸν Δημήτριον κατὰ τοῦ Ἰούδα ἠρέθιζε. πέμπει τοίνυν αὖθις ὁ βασιλεὺς Νικάνορα μετὰ μεγίστης χειρός, ἐντειλάμενος τοῦ ἔθνους μὴ φείσασθαι. κἀκεῖνος ἀπελθὼν δόλῳ κατασχεῖν ἐπεχείρησε τὸν Ἰούδαν καὶ πρὸς εἰρήνην προεκαλεῖτο αὐτόν· ὁ δὲ πίστεις δοὺς καὶ λαβὼν τὸν Νικάνορα μετὰ τῆς δυνάμεως εἰσεδέξατο. καὶ ἀσπασάμενος αὐτὸν ὁ Νικάνωρ καὶ προσομιλῶν σημεῖον τοῖς ἑαυτοῦ δέδωκε συλλαβεῖν τὸν Ἰούδαν. γνοὺς δὲ τὴν ἐπιβουλὴν ὁ ἀνὴρ πρὸς τοὺς Ἰουδαίους ἐκπη-
323
δήσας ἐξέφυγε. γνωσθείσης δὲ τῆς ἐνέδρας φανερὰν μάχην συνεκρότησεν ὁ Νικάνωρ, καὶ νενίκηκεν. ἐντεῦθεν [*](D) Ἰούδας εἰς τὴν τῶν Ἱεροσολύμων ἀκρόπολιν κατέφυγε. Νικάνωρ δὲ ἠπείλησε τῷ λαῷ, εἰ μὴ παρασῲη αὐτῷ τὸν Ἰούδαν, καταβαλεῖν τὸν ναόν. ὁ δὲ Ἰούδας τοῖς μετ’ αὐτοῦ χιλίοις οὖσι διαλεχθεὶς παρώρμησε σφᾶς εἰς ἀλκήν, καὶ συμβαλὼν τοῖς πολεμίοις ἐνίκησε, πολλῶν πεσόντων καὶ αὐτοῦ τοῦ Νικάνορος· οἶ δὲ λοιποὶ ἔφευγον, καὶ πάντες ἐφθάρησαν καταλαμβανόμενοι. καὶ οὕτω πρὸς ὀλίγον Ἰουδαῖοι

ἐκ τῶν πολέμων ἀνεπαύσαντο.

Τοῦ δὲ ἀρχιερέως Ἀλκίμου τοῦ καὶ Ἰωακεὶμ θεηλάτῳ βληθέντος πληγῇ καὶ οὕτω τὴν ζωὴν ἀπορρήξαντος μετὰ ἔτη τέσσαρα τοῦ ἀρχιερατεῦσαι, τῷ Ἰούδᾳ τὴν ἀρχιερωσύνην ἀπένειμεν ὁ λαός. ἀκούσας δὲ ὁ Ἰούδας μέγα δύνασθαι τοὺς Ῥωμαίους, καὶ χειρώσασθαι Γαλάτας καὶ Ἴβηρας καὶ Καρχηδονίους καὶ Λίβυας καὶ τὴν Ἑλλάδα πάσαν καὶ τοὺς βασιλεῖς Περσέα καὶ Φίλιππον καὶ Ἀντίοχον, ἔπεμψε φιλίαν αἰτῶν, καὶ Δημητρίῳ γράψαι ἠξίου μὴ πολεμεῖν Ἰουδαίοις. ἡ δὲ σύγκλητος καὶ φιλίαν ὡμολόγησε καὶ συμμαχεῖν Ἰουδαίοις κατένευσε. Δημήτριος δὲ τὸν θάνατον μαθὼν τοῦ Νικάνορος καὶ τῆς στρατιὰς τὴν ἀπώλειαν, πάλιν τὸν Βακχίδην ἀπέστειλεν. ὁ δὲ πρὸς τὸν Ἰούδαν ἠπείγετο, ἐστρατοπεδευκότα ἴν τινι κώμῃ μετὰ χιλίων. οἳ τὸ μετὰ Βακχίδου δείσαντες [*](P) στράτευμα, συνεβούλευον αὐτῷ ἀναχωρεῖν καὶ σώζεσθαι. ὡς δ’ ἐκεῖνος “μὴ τοῦτο” εἶπεν “ἴδοι γινόμενον ἥλιος ὥστε με νῶτα δοῦναι τοῖς ἐναντίοις, πολλοὶ τῶν μετ’ αὐτοῦ ἔφυγον. συμβαλὼν δὲ τῷ [*](Cap. 22. Iosephi Ant. 12, 10, §. 6 — 13, 1, §. 6.)

324
Βακχίδῃ μέχρι πολλοῦ ἀγχωμάλως ἐμάχετο, περὶ δέ γε δυσμὰς ἐπιβρίσας μετὰ τῶν εὐψυχοτάτων ἐν τῶ δεξιῷ κέρατι, ὅπου καὶ ὁ Βακχίδης ἦν, τὴν φάλαγγά διασπᾷ καὶ ἐτρέψατο εἰς φυγήν. ἐπελθόντες δ’ οἱ κατὰ τὸ εὐώνυμον ἐκύκλωσαν τὸν Ἰούδαν. ὁ δὲ στὰς ἐμάχετο μετὰ τῶν σὺν αὐτῷ, καὶ πολλοὺς κτείνας [*](C) τέλος καὶ αὐτὸς ἔπεσεν· οὗ πεσόντος οἱ σὺν αὐτῶ ἔφυγον. ἐπὶ τρίτον δ᾿ ἔτος τῇ ἀρχιερωσύνῃ ἐμπρέψας, καὶ γενναῖος ἀνὴρ γεγονώς, καὶ ὑπὲρ τῆς ἐλευθερίας τοῦ ἔθνους πάντα καὶ δράσαι καὶ παθεῖν ἕτοιμος γεγονώς, ἀπέθανε.

Θανόντος δ’ ἐκείνου τοῖς ἀσεβήσασι τῶν Ἰουδαίων καὶ παραβεβηκόσι τὰ πάτρια τὴν τῆς χώρας ἐπιμέλειαν ὁ Βακχίδης ἀνέθετο. οἱ δὲ παντοίως τοὺς ὁμοφύλους ἐκάκουν, καὶ τοὺς Ἰούδα Ἰούδα ὁμόφροναςλαμβάνοντες τῷ Βακχίδῃ προσῆγον, καὶ ὃς αἰκίζων αὐτοὺς πρότερον εἶτα διέφθειρεν. οἱ οὖν περίλοιποι τῶν ἑταίρων Ἰούδα Ἰωνάθην τὸν ἀδελφὸν ἐκείνου πείσαντες τῶν Ἰουδαίων ἀποδεικνύουσι στρατηγόν. [*](D) καὶ ὁ Βακχίδης ἀποκτεῖναι δόλῳ τὸν Ἰωνάθην ἐξήτει· ὁ δὲ μετὰ τοῦ ἀδελφοῦ Σίμωνος καὶ τῶν ἑταίρων εἰς ἔρημον ἔφυγε. καὶ ἐπ’ αὐτοὺς ὁ Βακχίδης ὡρμήκει· ὁ δ’ Ἰωνάθης τὸν ἀδελφὸν Ἰωάννην πρὸς τοὺς Ναβαταίους Ἄραβας ἔπεμψεν, ἦσαν γὰρ φίλοι, παραθησόμενον αὐτοῖς τὴν ἀποσκευήν. ἀπιόντα δὲ τοῦτον οἱ Ἀμαραίου παῖδες λοχήσαντες κτείνουσι σὺν τοῖς ἑπομένοις καὶ τὰ κομιζόμενα διηρπάκασι. Βακχίδης δὲ ἐν σαββάτῳ τῷ Ἰωνάθαν ἐπῆλθεν ὡς τάχα διὰ τὸν νόμον μὴ μαχουμένῳ. ὁ δὲ περὶ ψυχῶν εἶναι φήσας τὸν κίνδυνον, ἀντετάξατο, καὶ πολλοὺς ἀποκτείνας καὶ κατὰ Βακχίδου ὁρμήσας ὡς πλήξων αὐτόν, καὶ ἀποτυχών, εἰς τὸν ποταμὸν ἥλατο μετὰ τῶν

325
ἑταίρων καὶ διενήξατο. καὶ ὁ Βακχίδης εἰς τὴν ἐν Ἱεροσολύμοις ἄκραν ὑπέστρεψε, καὶ τῶν πρώτων τῆς Ἰουδαίας παῖδας ὁμήρους λαβὼν εἰς τὴν ἄκραν ἐνέκλεισεν. Ἰωνάθῃ δ’ ἐμέλησε τὸν φόνον τιμωρήσαι τοῦ ἀδελφοῦ Ἰωάννου. γάμον οὑν τῶν τοῦ Ἀμαραίου παίδων τελούντων, καὶ ἐκ πόλεως εἰς ἑτέραν τὸν νυμφίον καὶ τὴν νύμφην ἀγόντων μετὰ πολυτελοῦς προπομπῆς, ἐνεδρεύσας ἐκεῖνος ἐν ὄρει μετὰ τῶν περὶ αὐτὸν ἐπιτίθεται τοῖς ἐν τῇ πομπῇ, καὶ διέφθειρεν ἅπαντας, καὶ ἃ ἔφερον διήρπασε ξύμπαντα. διῆγον δ’ Ἰωνάθης καὶ Σίμων μετὰ τόν περὶ αὐτοὺς εἰς τὰ ἔλη του ποταμοῦ. Βακχίδης δὲ φρουρὰν εἰς Ἰουδαίαν καταλιπὼν πρὸς τὸν Δημήτριον ἐπανῆλθεν. [*](P) ἠρεμοῦντος δ’ ἔκτοτε τοῦ ἔθνους ἐπ’ ἔτη δύο, Ἰωνάθης καὶ οἱ περὶ αὐτὸν σὺν ἀδείᾳ ἐν τῇ χώρᾳ διέτριβον. οἱ οὖν ἀσεβήσαντες Ἰουδαῖοι πρὸς τὸν βαδιλέα Δημήτριον πέμπουσι, δηλοῦντες ἀπόνως τὸν Ἰωνάθαν, εἰ πεμφθείη τις ἐπ’ αὐτόν, συλληφθήσεσθαι. καὶ πέμπει τὸν Βακχίδην ὁ βασιλεύς. ὁ δὲ εἰς τὴν Ἰουδαίαν ἐλθὼν καὶ συλλαβέσθαι τὸν Ἰωνάθαν καίτοι σπουδάσας οὐχ οἶός τε ὤν, πεντήκοντα ἐκ τῶν περὶ Ἰωνάθαν τῷ βασιλεῖ τὴν ἀναφορὰν ποιησάντων τοὺς προκρίτους ὡς ψευσαμένους ἀπέκτεινεν. Ἰωνάθης δὲ καὶ Σίμων καὶ οἱ περὶ αὐτοὺς εἰς τὴν ἔρημον ἀνεχώρησαν, ἔνθα πύργους οἰκοδομήσας προσέμενε. καὶ ὁ Βακχίδης ἐλθὼν ἐπολιόρκει αὐτόν. Ἰωνάθης [*](C) δὲ τὸν ἀδελφὸν ἐκεῖ λιπὼν Σίμωνα, αὐτὸς λάθρᾳ ἐξελθὼν καὶ πολλοὺς ἐκ τῆς χώρας συναγαγὼν νύκτωρ τῷ Βακχίδῃ καὶ τῇ αὐτοῦ προσέβαλε στρατιᾷ. καὶ πολλοὺς μὲν αὐτὸς ἀνεῖλε, πολλοὺς δὲ καὶ ὁ Σίμων, ὑπεξελθὼν κἀκεῖνος ἀπὸ τῶν ἐρυμάτων, ἐμπρήσαντες καὶ τὰς πολιορκητικὰς μηχανάς. ἀθυμήσας
326
δὲ διὰ ταῦτα ὁ Βακχίδης ἤθελεν ἀναζεῦξαι, ἐζήτει δ’ αἰτίαν τῆς ἀναζυγῆς εὐπρεπῆ. καὶ ὁ Ἰωνάθης τοῦτο μαθὼν πρεσβεύεται περὶ φιλίας, ἔνα ἑκάτεροι ἀλλήλοις ἀντιδῶσιν οὑς εἶχον αἰχμαλώτους. δεξάμενος οὑν τὴν πρεσβείαν ὁ Βακχίδης σπένδεται. καὶ ὤμοσαν μηκέτι κατ’ ἀλλήλων στρατεύειν, καὶ τοὺς αἰχμαλώτους ἠλλάξαντο. καὶ ὁ μὲν Βακχίδης ὑποστρέψας D οὐκέτι κατὰ τῆς Ἰουδαίας ἐπῆλθεν, ὁ δ’ Ἰωνάθης ἀδείας τυχὼν τὰ τῶν ὁμοεθνῶν διίθυνε πράγ- ματα ἐκόλαζέ τε τοὺς ἀσεβήσαντας.

Ἀλέξανδρος δὲ τοῦ Ἐπιφανοῦς Ἀντιόχου υἷός τὴν Πτολεμαΐδα ἐκ προδοσίας παρειληφὼς ἐτάραξε τόν Δημήτριον, ὥστε γαῖ τὰς δυνάμεις ἀθροίζειν καὶ πέμψαι πρὸς Ἰωνάθην περὶ εὐνοίας καὶ συμμαχίας. ἐπέτρεπέ τε αὐτό στράτευμα συνιστᾶν, καὶ οὓς ἐν τῇ ἄκρᾳ κατέκλεισεν ὁ Βακχίδης παῖδας ὡς ὁμηρεύοντας παρεχώρει ἀπολαβεῖν. δεξάμενος οὖν τὴν ἐπιστολὴν Ἰωνάθης τοῦ βασιλέως εἰς Ἱεροσόλυμα παραγέγονε, καὶ ταύτην εἰς ἐπήκοον τοῦ λαοῦ καὶ τῶν φυλάκων ἀνέγνω, καὶ τοὺς παῖδας λαβὼν ἐκ τῆς ἀκροπόλεως τοῖς γονεῦσιν ἀπέδωκεν ἑκάστῳ τὸν ἴδιον, καὶ αὐτὸς ἐν Ἱεροσολύμοις διέτριβε καινίζων τὴν πόλιν καὶ τὰ τείχη αὐτῆς ἀνοικοδομῶν. γράφει δὲ καὶ Ἀλέξανδρος Ἰωνάθῃ, εἰς συμμαχίαν καλῶν αὐτὸν καὶ φίλον ποιούμενος καὶ τὴν ἀρχιερωσύνην αὐτῷ παρασχὼν καὶ δῶρα πεπομφώς. ὁ δὲ δεξάμενος τὴν ἐπιστολὴν τὴν ἀρχιερατικὴν στολὴν περιβάλλεται κατὰ τὴν τῆς σκηνοπηγίας ἑορτήν, τεσσάρων ἐκμετρηθέντων ἐνιαυτῶν ἐξ ὅτου τέθνηκεν Ἰούδας ὁ ἀδελφὸς αὐτοῦ, δύναμίν τε συνήγαγε καὶ ὅπλα ἡτοίμασε. συμμίξας [*](Cap. 23. Iosephi Ant. 13, 2, §. 1 — 4, §. 8.)

327
δὲ τῷ Δημητρίῳ Ἀλέξανδρος νικᾷ, τοῦ Δημητρίου εἰς τέλμα βαθὺ ἐμπεσόντος μετὰ τοῦ ἵππου καὶ δυσεκπόρευτον, ἔνθα περιστάντων τῶν πολεμίων αὐτὸν [*](P) κατατρωθεὶς ἔπεσε, πολλοὺς καἲ αὐτὸς ἀνελών. ἔτη δὲ ἐβασίλευσεν ἕνδεκα.

Τὴν δὲ τῆς Συρίας παραλαβὼν βασιλείαν Ἀλέξανδρος τὴν τοῦ Πτολεμαίου τοῦ Φιλομήτορος θυγατέρα ἑαυτῷ εἰς γυναῖκα μνηστεύεται. καὶ τῶν γάμων τελουμένων ἔγραψεν Ἰωνάθῃ εἰς Πτολεμαΐδα παραγενέσθαι. ἀφικόμενος δ’ ἐτιμήθη καὶ παρὰ Πτολεμαίου καὶ παρὰ Ἀλεξάνδρου. Δημητρίου δὲ τοῦ υἱοῦ τοῦ τελευτήσαντος Δημητρίου καταπλεύσαντος ἐκ Κρήτης εἰς Κιλικίαν μετὰ βαρείας δυνάμεως, ἐναγώνιος ἦν ὁ Ἀλέξανδρος, καὶ ὁ μὲν εἰς ἀντιόχειαν ἔσπευσεν ἀσφαλισόμενος τὰ ἐκεῖ, τῆς δὲ Συρίας ἐπίτροπον Ἀπολλώνιον τὸν Δᾶον κατέλιπεν. ὃς πρὸς Ἰωνάθην στείλας ἄδικον ἔλεγεν εἶναι μόνον αὐτὸν [*](C) μὴ ὑπείκειν τῷ βασιλεῖ, καὶ πρὸς μάχην προεκαλεῖτο αὐτόν, καὶ εἰς ἀνανδρίαν τὸ ἔθνος ὠνείδιζε. τούτοις παροξυνθεὶς ὁ ἀρχιερεὺς συνάπτει πρὸς Ἀπολλώνιον πόλεμον, καὶ νικᾷ καὶ πολλοὺς τῶν ἐναντίων ἀναιρεῖ καὶ πόλεις τῆς Συρίας αἱρεῖ, καὶ μετὰ λείας πολλῆς ἀναζεύγνυσιν εἰς Ἱεροσόλυμα. ὁ δὲ βασιλεὺς Ἀλέξανδρος ταῦτα μαθὼν πέμπει πρὸς Ἰωνάθαν, χαίρειν λέγων ἐπὶ τῇ ἥττῃ Ἀπολλωνίου, ὡς παρὰ γνώμην αὐτοῦ μαχεσαμένου αὐτῷ φίλῳ καὶ συμμάχῳ ὄντι. ὅ γε μὴν Πτολεμαῖος ὁ Φιλομήτωρ πρὸς συμμαχίαν ἀπιὼν Ἀλεξάνδρου σὺν δυνάμει ναυτικῇ καὶ πεζῇ, καὶ εἰς Πτολεμαίδα γενόμενος, μικροῦ ἂν ἐκινδύνευσε, τοῦ Ἀλεξάνδρου αὐτῷ διά τινος τῶν φίλων Ἀμμωνίου ἐπιβουλεύσαντος. διαδρὰς δὲ τὴν ἐπιβουλήν, [*](D) λήν, ᾔτει πρὸς κόλασιν τὸν Ἀμμώνιον· οὐκ ἐξεδίδου

328
δὲ αὐτὸν ὁ Ἀλέξανδρος. ὅθεν γνοὺς ὁ Πτολεμαῖος συνίστορα τῆς ἐπιβουλῆς τὸν Ἀλέξανδρον, τῆς τε συμμαχίας ἀπέσχετο καὶ τὴν ἀγχιστείαν διέλυσε. τὴν γὰρ θυγατέρα ἀποσπάσας αὐτοῦ διαπέμπεται πρὸς Δημήτριον, συμμαχήσειν αὐτῷ ὑπισχνούμενος καὶ συζεῦξαι τὴν θυγατέρα καὶ εἰς τὴν πατρῴαν βασιλείαν ἐγκαθιδρῦσαι. καὶ ὁ Δημήτριος ἀσμένως τὸν γάμον καὶ τὴν συμμαχίαν προσίεται. Πτολεμαίῳ δὲ σπούδασμα ἢν πείσαι τοὺς Ἀντιοχεῖς δέξασθαι τὸν Δημήτριον. καὶ ἤνυσε ῥᾳδίως τὸ σπουδαζόμενον, τῶν Ἀντιοχέων μισούντων τὸν Ἀλέξανδρον διά τε τὸν πατέρα αὐτοῦ παρανομήσαντα εἰς αὐτοὺς καὶ διὰ τὸν Ἀμμώνιον· οἳ ταχέως αὐτὸν ἐκ τῆς Ἀντιοχείας ἐξέβαλον. καὶ ὁ μὲν ἐκβληθεὶς ἐκεῖθεν εἰς Κιλικίαν ἧκεν, οἱ δ’ Ἀντιοχεῖς βασιλέα τὸν Πτολεμαῖον ἀνέδειξαν, καὶ δύο περιθέσθαι ἠνάγκασαν διαδήματα, ἅτε δὴ τῆς Συρίας καὶ τῆς Αἰγύπτου ἄρχοντα. ὁ δὲ λογίσασθαι τὰ μέλλοντα οἷός τε ὢν διὰ σύνεσιν, ἵνα μὴ δόξῃ τοῖς Ῥωμαίοις ἤδη μέγα δυναμένοις ἐπίφθονος, πείθει τοὺς Ἀντιοχεῖς δέξασθαι τὸν Δημήτριον. τοῦ δὲ Ἀλεξάνδρου κατὰ τῆς Συρίας ἐπιόντος σὺν πολλῇ στρατιᾷ καὶ τὴν τῶν Ἀντιοχέων χώραν δῃώσαντος, ὁ Πτολεμαῖος σὺν Δημητρίῳ, ἤδη αὐτῷ τὴν θυγατέρα γαμικῶς ἁρμοσάμενος, ἐστράτευσεν ἐπ’ αὐτόν, καὶ ὁ μὲν Ἀλέξανδρος ἡττηθεὶς εἰς Ἀραβίαν προσπέφευγεν, ὁ δέ γε Πτολεμαῖος ἐκ τοῦ ἵππου ἐκπεπτωκὼς [*](P) δι’ ἐλέφαντος βοὴν ταραχθέντος καὶ ἀποσεισαμένου αὐτόν, πολλὰ κατὰ τῆς κεφαλῆς ἐδέξατο τραύματα τῶν πολεμίων περιστάντων αὐτόν, μόλις δ’ ὑπὸ τῶν σωματοφυλάκων ἐξαρπασθεὶς ἐφ’ ἡμέρας ἔκειτο τέσσαρας, μήτε συνιεὶς μήτε μέντοι φθεγγόμενος. ἀνενεγκὼν δὲ τῇ πέμπτῃ τῶν ἡμερῶν, καὶ
329
τὴν Ἀλεξάνδρου δεξάμενος κεφαλὴν παρὰ τοῦ τῶν Ἀράβων δυνάστου πεμφθεῖσαν αὐτῷ, καὶ ἡδυνθεὶς ἐπὶ τῇ ἐκείνου φθορᾷ, καὶ αὐτὸς μετὰ μικρὸν ἐτελεύτησε.

Παραλαβὼν δὲ τὴν τῆς Ἀσέας βασιλείαν Δημήτριος ὁ Νικάνωρ μετὰ Ἀλέξανδρον ἔτη βασιλεύσαντα πέντε, ἤρξατο διαφθείρειν τὸ τοῦ Πτολεμαίου στρατιωτικόν, τῆς τε συγγενείας καὶ τῆς συμμαχίας ἀμνημονήσας. οἱ μὲν οὑν στρατιῶται τὴν πεῖραν ἐκείνου [*](C) διακρουσάμενοι εἰς Ἀλεξάνδρειαν ἀνεχώρησαν, τῶν δ’ ἐλεφάντων ἐκράτησεν. Ἰωνάθης δὲ ὁ ἀρχιερεὺς ἐπολιόρκει τὴν τῶν Ἱεροσολύμων ἀκρόπολιν, ἔχουσαν ἔνδον Μακεδόνας φρουροὺς καὶ τῶν ἀσεβησάντων Ἰουδαίων τινάς· ὧν τινες νυκτὸς ἐξελθόντες τῷ Δημητρίῳ τὴν πολιορκίαν ἀπήγγειλαν. καὶ ὃς ἧκε σὺν δυνάμει πρὸς Ἰωνάθην, καὶ ἐν Πτολεμαΐδι γενόμενος γράφει αὐτῷ πρὸς αὐτὸν ἀφικέσθαι. ὁ δὲ τὴν πολιορκίαν οὐκ ἔπαυσε, τοὺς ἱερεῖς δὲ καὶ τοὺς τοῦ λαοῦ πρεσβυτέρους παραλαβὼν καὶ χρήματα πολλὰ κομίζων ἧκε πρὸς τὸν Δημήτριον. καὶ τούτοις αὐτὸν θεραπεύσας ἐτιμήθη παρ’ αὐτοῦ καὶ τὴν ἀρχιερωσύνην ἐβεβαιώσατο.

Ὡς δὲ μή τινος ἐπικειμένου πολέμου τὸν μισθὸν [*](D) τῶν στρατιωτῶν ἠλάττωσεν ὁ Δημήτριος, κἀντεῦθεν ἦν αὐτοῖς μισητός, γνοὺς τὸ πρὸς αὐτὸν μῖσος Ἀλεξάνδρου τις στρατηγὸς Τρύφων ἐπικληθείς, πρὸς Μάλχον τὸν Ἄραβα παραγίνεται, καὶ τὸν παῖδα τοῦ Ἀλεξάνδρου Ἀντίοχον τρεφόμενον παρ’ αὐτῷ ἐζήτει, λέγων ἀποκαταστήσειν αὐτῷ τὴν πατρῴαν ἀρχήν· καὶ ὃς δίδωσι. Δημήτριος δὲ πρὸς Ἰωνάθην στείλας [*](Cap. 24. Iosephi Ant. 13, 4, §. 9 — 6, §. 6.)

330
συμμαχίαν ἐζήτει, πολλὰς αὐτῷ ἐπαγγελλόμενος χάριτας. πέμπει τοίνυν αὐτῷ τρισχιλίους, δι’ ὧν ἐπαναστάντας αὐτῷ τοὺς Ἀντιοχεῖς δι’ ἀπέχθειαν, ἣν ἔτρεφον ὅτι κακῶς ἔπασχον ὑπ’ αὐτοῦ, ἐτρέψατο, καὶ τὴν πόλιν ἐνέπρησε καὶ πολλοὺς αὐτῶν ἔκτεινε, μέχρις ἐβιάσθησαν ἀποθέσθαι τὰ ὅπλα καὶ ἑαυτοὺς αὐτῷ παραδοῦναι. ἡ μὲν οὖν στάσις οὕτως ἐπαύθη, ὁ δὲ τοὺς Ἰουδαίους ἀνέπεμψε πρὸς Ἰωνάθην, αὐτοῖς μὲν δωρησάμενος, ἐκείνῳ δὲ χάριτας ὁμολογῶν. ὕστερον δὲ καὶ τὰς ὑποσχέσεις ἐψεύσατο, καὶ πόλεμον ἠπείλησεν αὐτῷ. καὶ ἤγαγεν ἂν εἰς ἔργον τὰς ἀπειλάς, εἰ μὴ Τρύφων ἐκ τῆς Ἀραβίας εἰς τὴν Συρίαν ἐπανελθὼν τῷ Ἀντιόχῳ μειρακίῳ τότε τυγχάνοντι διάδημα περιέθετο, καὶ πόλεμον πρὸς τὸν Δημήτριον συνεκρότησε, προσχωρησάντων αὐτῷ τῶν στρατιωτῶν ὅσοι διὰ τὴν μείωσιν τοῦ μισθώματος καταλελοίπασι τὸν Δημήτριον. ἐπικρατέστερος οὖν ὁ Τρύφων [*](P) ἐν τῇ μάχῃ γενόμενος καὶ τὴν Ἀντιόχειαν λαμβάνει καὶ τοὺς ἐλέφαντας. ὁ δὲ Δημήτριος εἰς Κιλικίαν ἀπῆλθε, καὶ ὁ παῖς Ἀντίοχος εἰς συμμαχίαν τὸν Ἰωνάθην μετεκαλέσατο. ὁ δὲ φίλος εἶναι καὶ σύμμαχος ὡμολόγει, καὶ πολεμήσειν τῷ Δημητρίῳ κατέθετο, καὶ ὥρμησε πρὸς ἔργον εὐθύς. καὶ πρῶτον πόλεις πολλὰς προσχωρῆσαι τῷ Ἀντιόχῳ πεποίηκεν ἀποστάσας τοῦ Δημητρίου, εἶτα τὸν ἀδελφὸν Σίμωνα ἐν τῇ Ἰουδαίᾳ καταλιπὼν κατὰ τῶν τοῦ Δημητρίου ἐχώρησε στρατηγῶν. καὶ ὁ Σίμων Βέσουρα ἐπολιόρκει, τῆς Ἰουδαίας χωρίον ὑπὸ τῶν τοῦ Δημητρίου κατεχόμενον, [*](C) οἳ τῇ πολιορκίᾳ στενοχωρηθέντες, πίστεις λαβόντες ἐξέλιπον τὸ χωρίον· καὶ φρουρὰν ἰδίαν ὁ Σίμων κατέστησεν ἐν αὐτῷ. Ἰωνάθης δὲ τοῖς στρατηγοῖς συμμίξας τοῦ Δημητρίου εἰς φυγήν τε αὐτοὺς
331
τρέπεται καὶ περὶ δισχιλίους ἀνελὼν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα. καὶ εἰς Ῥώμην πρεσβείαν ἐποιήσατο, τὴν προτέραν φιλίαν ἣν πρὸς τὸ ἔθνος εἶχον ἀνανεώσασθαι. οἶ δὲ τῆς βουλῆς τὰ πρότερον ἐψηφισμένα καὶ αὖθις ἐκύρωσαν. ἐπανερχόμενοι δὲ οἱ πρέσβεις καὶ εἰς τὴν Σπάρτην ἀφίκοντο, καὶ τοῦτο ἐντεταλμένον ἔχοντες παρὰ τοῦ Ἰωνάθου. καὶ οἱ Σπαρτιᾶται δὲ τοὺς πρεσβευτὰς φιλοφρόνως προσήκαντο, καὶ ψήφισμα περὶ φιλίας καὶ συμμαχίας πρὸς Ἰουδαίους ἔθεντο. τοῦ Δημητρίου μέντοι οἱ στρατηγοὶ τὴν ἡτταν ἀναμαχέσασθαι σπεύδοντες μετὰ δυνάμεως πλείονος [*](D) ἦλθον κατὰ τοῦ Ἰωνάθου. ὁ δὲ αὐτοῖς ὀξέως ἀπήντησεν. ἀποδειλιάσαντες δὲ πρὸς φανερὰν μάχην ἀντικαταστῆναι ἀστὴν αἰ αὐτῷ, νυκτὸς ἔφυγον. μεθ’ ἡμέραν δὲ γνοὺς τὴν φυγὴν Ἰωνάθης, ἐπεδίωξε μέν, οὐ κατέλαβε δέ· ἀλλ’ εἰς Ἀραβίαν ἐλθὼν καὶ τοῖς Ναβατηνοῖς ἐπελθὼν καὶ λείαν ἐκεῖθεν ἀπελάσας πολλὴν καὶ αἰχμαλώτους λαβὼν ἐπανῆλθε. συναγαγὼν δὲ τὸν λαὸν συνεβούλευε τὰ τείχη τῶν Ἱεροσολύμων ἀνακαινίσαι γαῖ ἀνορθῶσαι ὅσον τοῦ περιβόλου τοῦ ἱεροῦ καθῄρητο. καὶ ἀρεσάσης πᾶσι τῆς συμβουλῆς, αὐτὸς μὲν ἔργου εἴχετο, τὸν δὲ ἀδελφὸν Σίμωνα ἔπεμψε τὴν χώραν ἀσφαλισόμενον.

Ο δέ γε Δημήτριος εἰς Μεσοποταμίαν ἧκεν ὡς τὴν Βαβυλῶνα καὶ τὰς ἄνω σατραπείας παραληψόμενος. οἱ γὰρ ταύτας κατοικοῦντες Ἕλληνες καὶ Μακεδόνες παραδώσειν ἑαυτοὺς αὐτῷ ἐπηγγέλλοντο καὶ συγκαταπολεμήσειν Ἀρσάκην τὸν Παρθῶν βασιλέα. καὶ ἐδέξαντο τοίνυν αὐτόν. καὶ τῷ Ἀρσάκῃ συμβαλὼν τὴν ἅπασαν ἀπέβαλε στρατιὰν καὶ αὐτὸς ἐλήφθη. Τρύφων δὲ γνοὺς τοιαῦτα τὰ περὶ τὸν Δημήτριον, ἐπεβούλευεν ἀντιόχῳ, ἀποκτεῖναι αὐτὸν μελετῶν καὶ

332
τὴν ἀρχὴν σφετερίσασθαι. ἐδεδοίκει μέντοι τὸν Ἰωνάθην, ὄντα φίλον τῷ Ἀντιόχῳ. καὶ ἔσπευδεν αὐτὸν πρῶτον ἀπάτῃ ἐλῶν οὕτως ἐπιχειρῆσαι τοῖς κατὰ τὸν Ἀντίοχον. διὸ καὶ εἰς Σκυθόπολιν ἄπεισιν, ἔνθα καὶ Ἰωνάθης αὐτῷ σὺν τέσσαρσι μυριάσι μαχίμων ἀπήντησεν. ὁ δὲ ὑπούλως αὐτὸν ὑπέρχεται, δώροις [*](P) τε καὶ τιμαῖς δεξιούμενος, πᾶσαν θέλων ὑπόνοιαν ἐξελεῖν, ἔν αὐτὸν ἀφύλακτον λήψοιτο. καὶ συνεβούλευε τὴν μὲν στρατιὰν ἀπολῦσαι, αὐτὸς δὲ μετ’ ὀλίγων εἰς Πτολεμαίδα συναφικέσθαι αὐτῷ, τὴν πόλιν παραληψόμενος καὶ πάντα τὰ ἐκεῖ ὀχυρώματα. καὶ Ἰωνάθης μηδὲν ὑποτοπήσας τὸ στράτευμα ἔστρεψε, χιλίους δ’ ἔχων μόνους ἀπῄει. εἰς δὲ Πτολεμαΐδα κατακλεισθεὶς αὐτὸς μὲν ζωγρεῖται, οἱ δὲ σὺν αὐτῷ διαφθείρονται. ἅπερ οἱ ἐν Ἱεροσολύμοις μαθόντες εἰς δέος ἐνέπεσον διὰ τὰ πέριξ ἔθνη, ἃ γνόντα τὴν Ἱωνάθου σύλληψιν κατὰ τῶν Ἰουδαίων κεκίνηντο. Σίμων δὲ τῷ πλήθει ὡμιληκὼς καὶ παραθαρρύνας αὐτὸ ἡγεμὼν ὑπ’ αὐτοῦ αἱρεῖται, καὶ συναθροίσας [*](C) τὸ μάχιμον τοῦ λαοῦ τῶν τειχῶν ἐπεμελεῖτο τῆς πόλεως, καὶ παντὸς τοῦ πρὸς ἀσφάλειαν τῶν πραγμάτων ἐφρόντιζεν. ὁ μέντοι Τρύφων εἰς Ἰουδαίαν ἀφίκετο, καὶ τὸν Ἰωνάθην δέσμιον ἄγων. καὶ ὁ Σίμων αὐτῷ σὺν δυνάμει ἀπήντησεν· ὁ δὲ πρὸς αὐτὸν ἔπεμψε δηλῶν ἑκατὸν ἀργυρίου τάλαντα δοῦναι καὶ δύο τῶν Ἰωνάθου παίδων ὁμήρους, εἰ βούλεται λυθῆναι τὸν ἀδελφόν. ὁ Σίμων δὲ συνῆκε μὲν τὴν κακουργίαν τοῦ Τρύφωνος, ἔνα δὲ μὴ αἰτίαν σχοίη ὡς μὴ θέλων σῶσαι τὸν ἀδελφόν, καὶ τὰ χρήματα ἔπεμψε καὶ τοὺς παῖδας. ἃ λαβὼν ὁ Τρύφων οὐκ ἐτήρησε τὰς συνθήκας, ἀλλὰ μετὰ τῆς στρατιᾶς ἀνῄει πρὸς τὰ Ἱεροσόλυμα. παρωμάρτει δὲ καὶ ὁ Σίμων,
333
ἀεὶ ἐναντίον καταστρατοπεδευόμενος. χιὼν δὲ πολλὴ [*](D) πεσοῦσα διεκώλυσεν αὐτῷ τὴν εἰς Ἱεροσόλυμα ἄφιξιν· καὶ εἰς Συρίαν ἐτράπετο, καὶ ἀπιὼν τὸν Ἰωνάθην ἀπέκτεινε.

Σίμων δέ, θανόντος τοῦ ἀδελφοῦ Ἰωνάθου μετὰ τετραετίαν τῆς ἀρχιερωσύνης, αὐτὸς ἀρχιερεὺς ὑπὸ τοῦ πλήθους προυβέβλητο, καὶ οὐκέτι φόρους τοῖς Μακεδόσι παρέσχετο. εὐτύχησε δὲ τὸ ἔθνος ἐπ’ αὐτοῦ σφόδρα, καὶ τῶν τε περιοίκων ἐθνῶν ἐκυρίευσαν, καὶ πολλὰς τῶν πόλεων κατεστρέψαντο, ἔνα μὴ εἶεν τοῖς ἐχθροῖς ὁρμητήρια. καὶ τὸ ὅρος ἐφ’ οὑ ἡ ἀκρόπολις ᾠκοδόμητο, λίαν ὂν ὑψηλόν, ἐν τρισὶν ἔτεσιν ἐνδελεχῶς πονοῦντες εἰς πεδιάδα μετήνεγκαν, ὡς ἂν εἴη τὸ ἱερὸν ὑπερκείμενον.