Epitome Historiarum

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volumes 1-4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1868-1871.

Ὁ δὲ βασιλεὺς εἰς Ἀντιόχειαν διασέσωστο σπουδῇ τῶν περὶ αὐτόν, κἀκεῖθεν ἐπὶ τὴν Κωνσταντίνου ἀνέδραμεν, οὐκέτι τὴν πρόσθεν τῆς ψυχῆς δεικνύων διάθεσιν, ἀλλ’ ἀλλοιωθεὶς τὴν ἐπὶ τὸ χεῖρον ἀλλοίωσιν. ἵνα γὰρ τῶν ἀπολωλότων ἰσοστάσια κτήσηται, πράκτωρ ἀντὶ κρατοῦντος ἐγένετο καὶ πικρὸς λογιστής, παῖδας πατέρων γεγηρακότα χρέα πραττόμενος καὶ πυρκαιὰς ἀνάπτων κατὰ τῶν ὑπηκόων, ἅσπερ ὁ χρόνος ἤδη πολὺς πρεσβεύσας κατέσβεσεν ἢ τέως κατέχωσεν ὑπὸ σποδιᾷ. ἐντεῦθεν [*](D) πολλοὶ πατρῴων οἰκιῶν καὶ ἀγρῶν ἀπηλαύνοντο καὶ τὴν πρὶν εὐκληρίαν ἐκδιδυσκόμενοι εἰς πενίαν λαμπρὰν συνηλαύνοντο. τῶν δ’ οὕτως εἰσπραττομένων οὐδὲν εἰς τὸ δημόσιον εἰσεφέρετο, ἀλλὰ σεμνεῖον οἰκοδομὴ σ’ αἰ καὶ ναὸν τῇ θεομήτορι προθέμενος καθιδρύσασθαι ἐκεῖ καὶ ταῦτα κατεδαπάνα καὶ ἐκ τῶν βασιλικῶν θησαυρῶν ἀνήλισκεν ἕτερα, ἄρτι μὲν ἀνεγείρων , ἄρτι δὲ καταστρέφων τὸ ἤδη ἀνεγερθὲν

132
καὶ ἤ μετεωρότερον ἀνοικοδομῶν αὖθις αὐτὸ ἢ εὐρύτερον ἡ· τὸν σχηματισμὸν ποικίλλων ἤ τρόπον ἄλλον τὸ καινιζόμενον ἀλλοιῶν. ἀπένειμε δὲ καὶ προςόδους τοῖς μονασταῖς, οὐκ ἀναλόγους μονάζουσιν, ἀλλὰ τρυφῶσι προσηκούσας καὶ βίον ἕλκουσιν ἀνειμένον καὶ ἁβροδίαιτον , χώρας ὅλας τῶν δημοσίων, καὶ ταύτας τὰς πιοτάτας καὶ παμφόρους, ἀφοσιώσας αὐτοῖς. ἀλλὰ μὴ πλείω περὶ τούτων. κατέλαβε δὲ τὴν βασιλίδα τῶν πόλεων Ἄμερ ὁ τοῦ Χαλεπίτου υἱὸς σὺν δώροις πολλοῖς , τὴν εἰρήνην ἀνανεούμενος, καὶ ὁ βασιλεὺς ἐπὶ ταύτῃ ἐπένευσεν. ἡ βασιλὶς δὲ Ζωὴ ἀφικομένη εἰς τὸ Πετρίον τὴν ἑαυτῆς ἀδελφὴν Θεοδώραν ἀπέκειρε μοναχήν. ἐκδημήσαντος δὲ τοῦ βασιλέως τῆς πόλεως ὁ Διογενὴς Κωνσταντῖνος ὡς τυραννίδα μελετῶν καὶ ἀποδρᾶναι μέλλων εἰς τὸ Ἰλλυρικὸν κατεσχέθη, καὶ ἐταζόμενος ἑαυτὸν κατεκρήμνιδε καὶ ἀπέθανεν , ἔνα μὴ τοὺς συνειδότας ἐκφανίσῃ τῇ βίᾳ νικώμενος. τότε μέντοι Ἄραβες [*](B) μὲν τὴν Μεσοποταμίαν κατέδραμον, οἱ δέ γε Πατξινάκοι τὴν Βουλγαρίαν καὶ τὴν τοῦ Ἰλλυρικοῦ παράλιον οἱ ἀγαρηνοί. τούτοις δὲ μόνοις στόλος Ῥωμαϊκὸς προσβαλὼν τὰ πλείω τῶν σκαφῶν ἐνέπρησε καὶ κατέκαυσεν· οἱ δ’ ἐκ τῆς ναυμαχίας ἀποδιδράσκοντες κλύδωνι περὶ τὸ Σικελικὸν διεφθάρησαν πέλαγος. καὶ αὖθις ἐξ Ἀφρικῆς περί που τὰς χιλίας νῆες ἐξέπλευσαν, καὶ πολλὰς τῶν νήσων ἔνιά τε τῶν παραλίων ἐδῄωσαν. ἀλλὰ τῇ τούτων μοίρᾳ περιτυχοῦσαι νῆες Ρωμαϊκαὶ πολλοὺς ἀνεῖλον καὶ πεντακοσίους εἷλον ζώους, οἷ τῶ βασιλεῖ ὑπὸ δεσμοῖς ἐκομίσθησαν. ἀλλὰ καὶ ὁ πρωτοσπαθάριος Γεώργιος ὁ Μανιάκης τῶν παρευφρατιδίων πόλεων [*](C)note> στρατηγῶν τῆς Ἐδέσσης ἐκράτησεν , ἔνθα καὶ τὴν
133
αὐτόγραφον ἐπιστολὴν τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εὑρηκὼς τῷ βασιλεῖ ἐξαπέστειλε. λιμοῦ δὲ τὴν Καππαδοκίαν καὶ τὸ Ἀρμενιακὸν καὶ τὴν Παφλαγονίαν πιέζοντος , καὶ αὖθις ἀκρίδος τὴν ἑῴαν κεραιζούσης, πολλοὶ μεταναστεῦσαι τῶν πατρίδων αὐτῶν ἠναγκάσθησαν , οὓς χρυσίου διανομαῖς ἀνακτησάμενος ὁ κρατῶν πέπεικεν αὖθις τὰς ἐνεγκούσας καταλαβεῖν. σεισμῶν δὲ γενομένων ξενῶνές τε κακῶς διετέθησαν καὶ οἱ ἀντίπορθμοι τῆς Βυξαντίδος ἀνδρῶνες , οἳ διαιτητήριον ἔκπαλαι τοῖς τὰ σώματα λελωβημένοις ἐκ τῆς νόσου τῆς ἱερὰς καὶ τοῖς λελεπρωμένοις τετάχαται. ἀλλὰ καὶ τούτους ὁ βασιλεὺς ἀνεκαίνισε καὶ τοῦ τὸ ὕδωρ εἰς τὴν μεγαλόπολιν [*](D) εἰσάγοντος ὁλκοῦ διαρρηχθέντος ἐπεμελήσατο. λήσατο.

Ἤδη δέ οἱ πρὸς τέλος ἤγγικε τὸ βιώσιμον, τὸ δ’ ὅπως ἀπεβίω διηγητέον. ἄρτι τῆς βασιλείας ἐπιτυχὼν χρόνους ἑαυτῷ καὶ τῆς ζωῆς καὶ τῆς ἀρχῆς ἐπεμέτρει μακρούς, καὶ ταῦτα ἑξηκοντούτης ὢν ὅτε τῶν σκήπτρων ἐπείληπτο, καὶ διαδοχὴν τῇ βασιλείᾳ καταλιπεῖν ἐκ τῆς ὀσφύος αὐτοῦ ἐφαντάζετο, μηδ’ ὅτιπερ ἡ βασιλὶς ᾗ συνῴκιστο πεντηκοντοῦτις ἦν καὶ ὑπέρακμος καὶ ἄνικμος τὴν νηδὺν πρὸς σπερμάτων ὑποδοχὴν δυνάμενος συνιδεῖν. πρότερον μέν οὖν ἐσπουδάκει περὶ τὰ ἀφροδίσια καὶ κατέτεινεν ἑαυτὸν καὶ χρίσμασί τισιν ἐκέχρητο καὶ τῇ συνοίκῳ προσήρτα λιθίδια, ὡς δή τι ἐνεργοῦντα περὶ τὴν κύησιν. ἡ δὲ καὶ ἁμμάτων καὶ ἐπᾳσμάτων ἠνείχετο καὶ προσίετο ἐπῳδάς. ἐπεὶ δ’ ἐγνώκει μάτην πάντα ὢ γινόμενα ὁ κρατῶν καὶ ἀπεγνώκει τὸ σπουδαζόμενον, οὐκέθ’ ὁμοίως διέκειτο περὶ τὴν εὐνέτειραν, ἀλλ’ ἧττον αὐτῇ προσῄει. ἦν γὰρ καὶ φύσει νωθὴς

134
πρὸς μίξιν καὶ μαλθακώτερος, ἤδη δὲ καὶ ὁ χρόνος αὐτῷ τὴν κίνησιν ἤμβλυνεν. ὡς δέ τινες αὐτῷ ἐπὶ τῇ βασιλείᾳ ἐξεμετρήθησαν ἐνιαυτοί, καὶ ἀποδτρόφως [*](B) εἶχε πρὸς τὴν βασίλισσαν, ἡ δὲ καὶ καταφρονουμένη πρὸς μῖσος ἠρέθιστο καὶ πλέον δι’ ὁμιλίαν ἀνδρός. ἦν δέ τις καὶ πρὸ τῆς βασιλείας ἐκτομίας ὑπηρέτης τῷ βασιλεῖ , τούτῳ δὲ ὁμαίμονες ἦσαν, ὧν εἶς ἦν καὶ ὁ Μιχαήλ, ἀνὴρ ᾧ τὴν ὄψιν ἡ φύσις ἀπέξεσεν εἰς ἀκριβῆ ὡραιότητα. τοῦτον ὁ ἀδελφὸς μετὰ τὴν βασιλείαν παρέστησε τῷ Ῥωμανῷ προσληφθησόμενον ὑπ’ αὐτοῦ· ὁ δὲ τοῖς θαλαμηπόλου σί’ τὸν νεανίαν κατέταξε. τούτου τῷ ἔρωτι ἁλοῦσα ἡ βασιλὶς ἐπυρπολεῖτο τὴν ψυχὴν καὶ τὸ πῦρ τὸ ἐκείνου κάλλος καθ’ ἑκάστην ὁρώμενον ὑπανέφλεγε. μισούμενος δ’ αὐτῇ πρῴην ὁ ἐκτομίας τότε καὶ προσεκαλεῖτο καὶ ὁμιλίας ἠξίωτο γνησιώτερον , εἶτα καὶ περὶ τοῦ ΜΙχαὴλ ἠρωτᾶτο τοῦ ἀδελφοῦ. πολλάκις [*](C) λακὶς δὲ τούτου γενομένου , δεινὸς ὢν ἐκεῖνος συνῆκε τὸν ἔρωτα καὶ τῷ ἀδελφῷ ὑπέθετο καὶ προσιέναι τῇ βασιλίσσῃ, καὶ εἰ πειρῷτο ἐκείνη αὐτοῦ , μὴ ὑποσταλῆναι , ἀλλὰ καὶ ἅψασθαι καὶ φιλῆσαι καὶ προσφῦναι αὐτῇ. καὶ τί δεῖ πολλὰ λέγειν ; μέχρι καὶ συνουσιασμοῦ τὰ τοῦ ἔρωτος κατηντήκεσαν καὶ προἰόντος τοῦ χρόνου εἰς προῦπτον σχεδὸν τὸ περὶ τὸν Μιχαὴλ ἐξερράγη φίλτρον, καὶ ἦν ὑποψιθυριξόμενον οὐ τοῖς περὶ τὰ βασίλεια μόνον, ἀλλὰ καὶ τοῖς ἐν ταῖς τριόδοις, μόνῳ δ’ ἠγνοεῖτο τῷ αὐτοκράτορι· ὅθεν καὶ συγκειμένῳ τῇ βασιλίσσῃ αὐτῷ ἐπὶ τῆς εὐνῆς ὁ Μιχαὴλ εἰσκαλούμενος ἀνατρίβειν οἱ τοὺς πόδας κεκέλευστο. τί οὖν ἄν τις οἰήσαιτο ἢ ὅτι καὶ τῶν ἐκείνης ἥπτετο ποδῶν; καὶ οἷον προαγωγὸς [*](D) ἀμφοῖν ὁ βασιλεὺς καὶ ὁμευνέτης ἐγίνετο.
135
ὧς δὲ καὶ ἡ ἀδελφὴ Πουλχερία καὶ ἕτεροι περὶ τοῦ δράματος αὐτὸν ἀνεδίδαξαν καὶ φυλάττεσθαι παρηγγύησαν, οὐδὲν ἐποίησεν ἕτερον ἀλλ’ ἢ τὸν ὑποπτευόμενον αὐτῷ καλέσας εἰ ἐρῷτο πρὸς τῆς βασιλίσσης ἠρώτα. ὁ δὲ ἀπηγόρευσε , καὶ ἀνηνάμενος πίστεις τοῦ λόγου καὶ ὅρκους ἀπῃτήθη καθ’ ἱερῶν. ἐπεὶ δ’ ἐκεῖνος ἐπιορκήσας τοὺς ὅρκους ἐτέλεσε, διαβολὴν τοὺς τῶν ἄλλων ἥγητο λόγους. λέγεται μέντοι διὰ τὴν ἐπιορκίαν νόσημά τι δεινὸν ἐνσκῆψαι τῷ ΜΙχαήλ. τὸ δ’ ἦν κατά τινας περιόδους αὐτῷ παρακοπὴ τοῦ νοὸς τῶν ὀφθαλμῶν τε διαστροφὴ καὶ κλόνος τοῦ σώματος καὶ κατάπτωσις ἐπὶ γῆς, εἶτ’ ἐπανῄει εἰς ἑαυτὸν καὶ ἀποκαθίστατο. τοῦτο πολλάκις καὶ τοῦ βασιλέως ἐνώπιον ἔπαθεν· ὁ δὲ τοῦ πάθους οἰκτείρας ῥᾶς τὸν Μιχαὴλ ἔτι μᾶλλον ψευδῆ ᾤετο τὰ λεγόμενα καὶ μήτ’ ἐρᾶν μήτ’ ἐρᾶσθαι τοῦτον οὕτως ἔχοντα ἔθετο. εἰσὶ δ’ οἱ λέγουσι μὴ ἀγνοῆσαι τὸν βασιλέα τὸν ἔρωτα , .... δ’ ὅτι σφριγᾷ ἡ βασίλισσα καὶ περὶ τὰ ἀφροδίσια μέμηνε, τῆς πρὸς τὸν Μιχαὴλ αὐτῆς ῥοπῆς ἠνείχετο, ὑποκρινόμενος ἄγνοιαν, ἵνα μὴ πλείοσιν ὁμιλοίη. τούτων δ’ οὕτως ἐχόντων ὁ αὐτοκράτωρ ἐνόσησε , καί οἱ διῳδήκει τὸ [*](B) πρόσωπον καὶ τὸ ἄσθμα ἦν συνεχὲς καὶ ἡ ὄψις αὐτῷ ἐῴκει νεκροῦ καὶ τῆς κεφαλῆς αὐτοῦ τὸ πλέον ἐψίλωτο · αἱ γὰρ τρίχες αὐτῆς ἀπερρύησαν. λέγεται γοῦν φαρμάκοις περιεργασθῆναι ὁ ἄνθρωπος. οὕτω δ’ ἔχων ἀπῄει πρὸς βαλανεῖον τῶν ἐν τοῖς βασιλείιος λουσόμενος, καὶ ἀπῄει οὔτε χειραγωγούμενος οὔτ’ αὐτίκα τεθνήξεσθαι προσδοκώμενος. ὡς δὲ τὸ σῶμα ἐκάθηρεν, εἰσέδυ τὴν ἐκεῖ κολυμβήθραν, ἔνθα δὴ τὸ πᾶν ᾄδεται γενέσθαι τοῦ δράματος· συμπιέσαι γάρ τινας αὐτό τὴν κεφαλήν φασιν ἐπὶ τὸ ὕδωρ
136
ἐφ’ ἱκανόν, καὶ οὕτως ἐκεῖθεν ἄπνουν ἀνιμηθῆναι σχεδὸν καὶ ἀνακλιθῆναι πρὸς τὴν στρωμνήν. θροῦ [*](C) δ’ ἐπὶ τούτῳ συμβάντος παρῆλθε καὶ ἡ βασιλίς, ὡς δή τι τῷ πάθει ἐπιστενάζουσα, καὶ πληροφορηθεῖσα τοῦ βασιλέως τὴν τελευτὴν ἀπῆλθεν εὐθύς. ὁ δὲ βραχύ τι ἐπιβιοὺς ἄναυδος, εἶτα καὶ μελάντερόν τι ἀναγαγὼν διὰ τοῦ στόματος, ἀφῆκε τὸ πνεῦμα, ἔτη βασιλεύσας πέντε πρὸς τῷ ἡμίσει, λόγοις μὲν ἐντραφεὶς ἑλληνικῆς τε παιδείας μετεσχηκὼς καὶ τῶν τῆς πολιτείας νόμων οὐκ ἀδαής, πλείω δ’ εἰδέναι ὧν ᾔδει ὡς ἀληθῶς οἰόμενός τε καὶ σεμνυνόμενος.

Τοῦτον μὲν οὑν τοιοῦτον κατειλήφει τὸ τέρμα τῆς βιοτῆς. ἡ δὲ βασιλὶς ὅλη τοῦ τὸν Μιχαὴλ ἐγκαθιδρῦσαι τῷ θρόνῳ τῆς βασιλείας ἐγένετο, καὶ [*](D) τῶν περὶ αὐτὴν τῶν πατρῴων δηλαδὴ θεραπόντων αὐτῆς ἀναβολῇ τὸ πρᾶγμα δοῦναι καὶ σκέψει συμβουλευέντων, ἡ δὲ οὐκ ἠνείχετο, κατεπειγομένη πρὸς τὴν τελεσιουργίαν καὶ παρὰ τοῦ ἐκτομίου Ἰωάννου τοῦ συγγόνου τοῦ Μιχαήλ, λάθρᾳ πρὸς αὐτὴν ὑποψιθυρίσαντος ὡς “ ἀπολούμεθα αὐτίκα, εἰ βραχεῖ τινι καιρῷ τὸ ἀποτέλεσμα βραδυνεῖ.” λαβοῦσα τοίνυν εὐθὴς τὸν Μιχαήλ, καὶ στολὴν αὐτῷ περιθεμένη βασίλειον καὶ διαδήματι τὴν ἐκείνου κεφαλὴν αὐτὴ ἀναδήσασα καὶ ἐπὶ θώκου βασιλικοῦ καθιδρύσασα, καὶ αὐτὴ παρακαθισαμένη , πᾶσι τοῖς τότε παροῦσι καὶ εὐφημεῖν καὶ προσκυνεῖν προετρέπετο. οἱ δὲ καὶ τότε αὐτίκα νυκτὸς τὴν ἱεροτελεστίαν τὴν γαμικὴν ἐπ’ αὐτοῖς γενέσθαι ἱστόρησαν, τοῦ πατριάρχου Ἀλεξίου ἀφικομένου πρὸς τὰ βασίλεια, καὶ τὸν μὲν Ῥωμανὸν τεθνεῶτα καταλαβόντος, τὸν δέ γε Μιχαὴλ ἔτι τὰ ἐπὶ τῇ βασιλείᾳ τελούμενον. ἤδη δὲ καὶ τοῖς ἔξω διαδοθέντος τοῦ γεγονότος, καὶ πάσα ἡ πόλις

137
τὸν νέον ἀνηγόρευεν αὐτοκράτορα, τὸ μὲν αὐτῷ χαριζόμενοι , τὸ δ’ ὅτι τὸν ἀπιόντα ἀπεφορτίσαντο χαίροντες. ἡ μὲν οὖν βασιλὶς ᾤετο βουλεύσασθαι ἄριστα καὶ ἑαυτῇ τὴν πᾶσαν ἐξουσίαν περιποιήσασθαι καὶ τὸν Μιχαὴλ ὑπηρέτην ἕξειν· τὸ δέ τι ἑτεροῖον συμβέβηκε. μέχρι μὲν γάρ τινος ἐσχηματίζετο τηρεῖν τὴν πρὸς τὴν βασιλίδα διάθεσιν καὶ ταύτῃ [*](B) χαρίζεσθαι καὶ τὰ ἐκείνῃ θυμήρη ποιεῖν , εἶτα οὐκ εἰς μακρὰν ἐκτεῖναι τὴν προσποίησιν ἀνασχόμενος μεθαρμόττεται, καὶ ὑποπτεύει αὐτὴν καὶ δείσας περὶ ἑαυτῷ μεθίστησι μὲν τῶν βασιλείων τοὺς ἐκτομίας τοὺς αὐτῆς πατρῴους θεράποντας καὶ τὰς αὐτῇ συνήθεις θεραπαίνας αὐτῆς διαιρεῖ, ἑτέρας δ’ αὐτῇ πρὸς θεραπείαν ἀντικαθίστησι. καὶ ἐπὶ τούτοις τὴν γυναικωνῖτιν αὐτῇ ἀποφράγνυσι καὶ φρουρὰν περιίστησι, καὶ οὐδενὶ προσιέναι ταύτῃ παρακεχώρητο, εἰ μὴ τὸν προσιόντα ὁ φρούραρχος κατεξήτασεν ὅθεν ἥκοι καὶ τίνος δεόμενος παραγένοιτο. ἐδεδίει γὰρ οἴκοθεν ἔχων τοῦ δέους τὰς ἀφορμάς. εἰς ταῦτα δ’ ἐνάγεσθαι πλέον ὁ Μιχαὴλ λέγεται παρὰ τοῦ συμγόνου [*](C) γόνου αὐτοῦ Ἰωάννου τοῦ ἐκτομίου. ἦν γὰρ καὶ δεινὸς ὁ ἄνθρωπος καὶ δραστήριος καὶ τὸ ἦθος ὑποκαθήμενος καὶ πρὸς τοὺς ἐντυγχάνοντας ποικιλλόμενος, περισπερχής τε καὶ πρὸς φροντίδων ὄγκον ἀκάματος, καὶ οὐδὲ γαστριζόμενος οὐδὲ περὶ τὸν ἄκρατον λιχνευόμενος οὐδὲ ἡττώμενος οἴνου τῆς περὶ τὰς δημοσίας διοικήσεις καθυφίει σπουδῆς. τὰ μὲν οὖν περὶ τὴν βασίλισσαν ᾠκονόμητο οὑτωσί, ὁ δὲ Μιχαὴλ τῆς τῶν κοινῶν πραγμάτων οἰκονομίας ἀντείχετο. εἶτα τῷ μὲν ἐκραταιοῦτο ἡ νόσος , ἣν οἶ μὲν ἐκάλουν δαιμόνιον μήνιμα διὰ τὴν ἐπιορκίαν ἐνσκῆψαν αὐτῷ καὶ συμπνῖγον τὸν ἄνθρωπον , ὡς
138
[*](D) πάλαι δὴ τὸν Σαούλ, οἱ δὲ μανίαν τε καὶ παραφοράν· ὁ δ’ ἐκτομίας Ἰωάννης τὴν ὅλην ἀνεδέξατο τῆς βασιλείας κυβέρνησιν, μοναχικὸν μὲν πάλαι σχῆμα ἐπενδυθείς, τοῦτο δὲ τηρῶν ἄχρι μόνου τοῦ σχήματος. Κωνσταντῖνος δὲ πατρίκιος ὁ Δαλασσηνός, οἴκοι διατρίβων καὶ περὶ τοῦ νέου βασιλέως πυθόμενος, δυσανασχετῶν ἦν ὅτι εἰς ἄνδρα τοιοῦτον ἡ βασιλεία περιέστη ῾Ρωμαίων. τοῦτο θορύβου τοὺς περὶ τὸν βασιλέα ἐμέστωσε, πτοηθέντας μήποτε ὁ Δαλασσηνὸς τυραννίδι ἐπίθηται. καὶ στέλλει ὁ Ἰωάννης τὸν ὅρκοις αὐτὸν βεβαιώσοντα ὡς οὐδενὸς ἀνιαροῦ πειραθήσεται καὶ πείσοντα τὸν ἄν- δρα τῷ βασιλεῖ προσελθεῖν. καὶ ὁ μὲν προσῆλθε, καὶ ὁ βασιλεὺς αὐτὸν ἀσπασίως προσήκατο καὶ ἐδεξιώσατο δωρεαῖς καὶ μείζονι ἀξίᾳ τετίμηκε καὶ ἐν τῇ πόλει διάγειν ἐκέλευσε. Νικητὰς δὲ ὁ τοῦ βασιλέως ὁμαίμων, δοὺξ τῆς ἐπὶ τῇ Δάφνῃ Ἀντιοχείας προχειρισθείς, εἴρχθη παρὰ τῶν Ἀντιοχέων τῆς εἰς τὴν πόλιν εἰσόδου. πράκτορα γάρ τινα τῶν δημοσίων τελῶν, ὡς αὐτοῖς φορτικῶς προσενηνεγμένον, ἀνελόντες οἱ τῆς Ἀντιοχείας πολῖται, καὶ δεδοικότες μὴ δίκας τῷ δουκὶ τοῦ τολμήματος τίσωσιν, ἐπεζύγωσαν αὐτῷ τὰς πύλας τῆς πόλεως. ὁ δὲ ὅρκοις αὐτοῖς παρασχόμενος πίστεις ὡς οὐδὲν διὰ τὸν φόνον ὑποσταῖεν κακόν, παραχωρεῖται τὴν εἴσοδον· εἶτα τοὺς [*](B) ὅρκους οὐδὲν λογισάμενος πολλοὺς μὲν ἀποκτίννυσιν, ἐνίους δὲ τῶν παρ’ αὐτοῖς ἐπισήμων δεσμίους ἔστειλε πρὸς τὴν μεγαλόπολιν, γράψας τῷ ἀδελφῷ Ἰωάννῃ διὰ τὴν πρὸς τὸν Δαλασσηνὸν εὔνοιαν ἀπεῖρξαι αὐτῷ τὴν εἴσοδον τοὺς Ἀντιοχεῖς. ἐντεῦθεν 30 ὁ Δαλασσηνὸς εἰς τὴν νῆσον τὴν Πλάτην περιορίζεται, καὶ ὁ ἐπὶ θυγατρὶ κηδεστὴς αὐτοῦ Κων-
139
σταντῖνος ὁ δούκας, τὴν ἀδικίαν ἐπιβοώμενος καὶ τὴν ἐπιορκίαν οὐ σιωπῶν, πύργῳ τινὶ κατακλείεται. εἶτα μετάγεται ὁ Δαλασσηνὸς ἐκ τῆς Πλάτης καὶ πύργῳ καθείργνυται. ἑάλω δὲ τότε τοῖ μὲν ἐκ τῆς Ἄγαρ τὰ Μύρα καὶ τοῖς Πατξινάκαις λεία γ’ γέγονε τὰ Μυσῶν. τοῦ δὲ δουκὸς Ἀντιοχείας Νικητὰ καταστρέψαντος τὴν ζωήν, ὁ Κωνσταντῖνος, ἀδελφὸς [*](C) ὢν καὶ οὗτος τοῦ βασιλέως, ἐπὶ τῆ Ἀντιοχείᾳ τὸν τελευτήσαντα διεδέξατο, καὶ ὁ ἕτερος αὐτοῦ ἀδελφὸς πρωτοβεστιάριος προκεχείριστο. ἐξ Ἀφρικῆς μέντοι καὶ Σικελίας στόλος ἀποπλέων Ἀγαρηνῶν ἐκάκου τάς τε νήσους καὶ τὰ παράλια· ἀλλὰ τούτοις στόλος ἐπιπλέων Ῥωμαϊκὸς πολλὰ μὲν τῶν σκαφῶν κατέδυσεν αὔτανδρα, πολλοὺς δ’ ἐζώγρησε, καὶ τοὺς μὲν πρὸς τὸν βασιλέα ἐκπέπομφεν, οἱ δὲ ἀνεσκολοπίσθησαν κατὰ τὴν παράλιον. Παγκράτιος δὲ ὁ ἄρχων Ἀβασγίας, ᾧ τὴν οἰκείαν ἀνεψιὰν ὁ βασιλεὺς ἡρμόσατο Ῥωμανός, τάς τε πρὸς Ῥωμαίους σπονδὰς ἔλυσε καὶ ὧν παρεχώρησε πρὶν Ῥωμαίοις φρουρίων καὶ πόλεων ἐπελάβετο πάλιν, ὡς τάχα δίκας Ῥωμαίους [*](D) πραττόμενος ὑπὲρ τοῦ βασιλέως καὶ θείου τῆς αὐτοῦ ὁμευνέτιδος. πολλάκις δ’ οἱ Πατξινάκαι τὸν Ἴστρον διαβαίνοντες τὰ Ῥωμαίων κακῶς διετίθεντο, τοὺς ἁλισκομένους ἡβηδὸν ἀναιροῦντες. καὶ Ἄραβες τὴν Ἔδεσσαν ἐπολιόρκησαν, καὶ ἥλω ἂν ἡ πόλις, εἰ μὴ ὁ δοὺξ Ἀντιοχείας ὁ Κωνσταντῖνος ὁ τοῦ αὐτοκράτορος ἀδελφὸς αὐτῇ ἐπεκούρησεν, ὃν ὁ βασιλεὺς τῆς σπουδῆς ἀμειβόμενος τῶν ἑῴων ταγμάτων δομέστικον προεβάλετο.

Τοῦ δὲ τῆς Αἰγύπτου κρατοῦντος Ἄμερ θανόντος ἡ ἐκείνου γυνή, χριστιανὴ οὖσα, σπείσασθαι σὺν τῷ υἱῷ μετὰ Ῥωμαίων ἐζήτησε· καὶ ὁ βασιλεὺς

140
ἐκύρωσε μετ’ αὐτῆς τριακοντούτεις σπονδάς. ἀδελφοὶ δὲ δύο Σαρακηνοὶ τῆς Σικελίας κρατοῦντες πρὸς ἀλλήλους ἔσχον διαφοράς, ὧν θάτερος τῷ βασιλεῖ Ῥωμαίων προσπέφευγε, συμμαχίαν αἰτῶν. στέλλεται τοίνυν ὁ πατρίκιος Γεώργιος ὁ Μανιάκης ἐπικουρήσων αὐτῷ, Λογγιβαρδίας προχειρισθεὶς στρατηγός. μήπω δὲ τὴν Σικελίαν λίαν καταλαβόντος τοῦ Μανιάκη οἱ ταύτης ἄρχοντες σύγγονοι πρὸς ἀλλήλους ἐσπείσαντο καὶ καταλαβόντα τὸν Μανιάκην ἀπελάσαι τῆς νήσου διεμελέτων, καὶ συμμαχίαν ἐξ Ἀφρικῆς μετεπέμψαντο. συρραγέντος δὲ πολέμου τὸ Ῥωμαϊκὸν ἐκράτησε στράτευμα, καὶ φόνου πολλοῦ τῶν Καρχηδονίων γεγονότος πόλεις μὲν [*](B) πρότερον ἐξεπόρθησαν δέκα ἐπὶ τρισίν, εἶτα κατὰ μικρὸν προβαίνων ὁ Μανιάκης καὶ πᾶσαν τὴν Σικελίαν τῇ Ῥωμαίων ἡγεμονίᾳ προσήγαγε. μικροῦ δ’ ἂν ἑάλω ἡ Ἔδεσσα, δόλῳ τ’ αὐτὴν τῶν Ἀράβων μελετησάντων χειρώσασθαι. δώδεκα γὰρ αὐτῶν ἄρχοντες ἐπαγόμενοι καμήλους πεντακοσίας, ὧν ἑκάστη κιβώτια δύο ἐπήχθιστο, ἧκον εἰς Ἔδεσσαν· ἕκαστον δὲ τῶν κιβωτίων ὁπλίτην εἶχεν ἐντός· ἔλεγον δὲ ἀπιέναι πρὸς βασιλέα δῶρα κομίζοντες, καὶ ἐβούλοντο, εἰ παραχωρηθεῖεν ἔνδον εἰσαγαγεῖν τὰ κιβώτια, νυκτὸς τοὺς ἐν αὐτοῖς ὁπλίτας ἐξαγαγεῖν καὶ τὴν πόλιν ἑλεῖν. εἰσελθόντας οὖν πρὸς τὸν τῆς πόλεως στρατηγὸν τοὺς ἄρχοντας φιλοτίμως ἐκεῖνος [*](C) ἐδέξατο. οἱ δ’ ἐκείνοις ὑπηρετοῦντες μετὰ τῶν καμήλων ἔτι τῆς πόλεως ἦσαν ἔξω. προσαίτης δέ τις Ἀρμένιος, εἰδὼς καὶ τὴν Ἀράβων διάλεκτον, προσῆλθε τοῖς ἐκτὸς αὐλιζομένοις Ἄραψι μεταιτήσων. ἤκουσεν οὖν ἐκ κιβωτίου τινὸς ὅποι εἰσὶν ἐρωτῶντος καὶ εἰς τὴν πόλιν ἐλθὼν ἀπήγγειλε τὸ δρᾶμα
141
τῷ στρατηγῷ. ὁ δὲ τοὺς μὲν ἄρχοντας τῶν Ἀράβων εὐωχουμένους ἐν τῇ πόλει κατέλιπεν, αὐτὸς δὲ μετὰ τῶν περὶ αὐτὸν ἐξελθὼν καὶ τὰ κιβώτια διαρρήξας τοὺς ἐν αὐτοῖς ὁπλίτας ἀπέκτεινεν ἅπαντας, καὶ εἰς τὴν πόλιν αὖθις ὑπονοστήσας τοὺς μὲν λοιποὺς τῶν ἀρχόντων αὐτῶν μαχαίρας ἔθετο ἔργον, ἑνὸς δὲ τὰς χεῖρας ἀποτεμὼν τὰ ὦτά τε καὶ τὴν ῥῖνα ἀφῆκεν, ἔνα τοῖς οἴκοι τὴν συμφορὰν καταγγείλειεν. [*](D) ὁ δὲ Καρχηδόνιος τὸν ὄλεθρον τῶν ὑπ’ αὐτοῦ πεμφθέντων εἰς Σικελίαν μαθών, καὶ αὐτὸς εἰς τὴν νῆσον ἐστράτευσε μετὰ δυνάμεως πλείονος. καὶ ὁ Μανιάκης ἀντιστρατοπεδεύεται τοῖς Ἀγαρηνοῖς, καὶ τῷ τοῦ στόλου κατάρχοντι τῷ πατρικίῳ Στεφάνῳ τῷ τοῦ βασιλέως γαμβρῷ, συνέσταλτο γὰρ καὶ οὗτος αὐτῷ μετὰ τοῦ στόλου, ἀσφαλῶς τηρεῖν ἐνετείλατο τὴν παράλιον, ἴνα μὴ ἡττηθεὶς ὁ Καρχηδόνιος ἀποδρᾶναι δυνήσεται. μάχης τοίνυν συστάσης, πλῆθος μὲν τῶν Ἄφρων ἀνῄρητο σχεδόν τι κρεῖττον καὶ ἀριθμοῦ, ὁ δ’ αὐτῶν ἀρχηγός, διαδρὰς ἐκ τῆς μάχης καὶ κελητίῳ ἐμβεβηκὼς λαθών τε τοὺς ἐν τῶ στόλῳ, οἴκαδε διασέσωστο. τοῦτο τῷ Μανιάκῃ ἐν συμφορᾶς ἥγητο μέρει, καὶ τῷ τοῦ στόλου ἄρχοντι ἐλοιδορεῖτο. τοῦ δὲ τῇ συγγενείᾳ τῇ βασιλικῇ πεποι - καὶ δυσχεράναντος πρὸς τὰς ὕβρεις, θυμῷ ληφθεὶς ὁ Μανιάκης καὶ πληγὰς ἐντείνει αὐτῷ. ὁ δὲ αὐτίκα γράφει τῷ ἀδελφῷ Ἰωάννῃ τῷ ἐκτομίᾳ, ὀρφανοτρόφῳ ὀνομασθέντι, ἀποστασίᾳ ἐπιχειρεῖν τὸν Μανιάκην. ἐντεῦθεν ὁ μὲν Μανιάκης δέσμιος ἐκεῖθεν ἀχθεὶς φυλακῇ παρεδόθη, ἡ πᾶσα δὲ ἀρχὴ ὑπὸ τὸν Στέφανον γέγονε. καὶ ἡ νῆσος οὐκ εἰς μακρὰν περιελήλυθε τοῖς Ἀγαρηνοῖς ἀπειρίᾳ καὶ ῥᾳθυμίᾳ τοῦ ἄρχοντος καὶ πρὸ τούτων αἰσχροκερδείᾳ, μόνης
142
τῆς Μεσσήνης, πόλις δὲ αὕτη τῶν Σικελικῶν, περιλειφθείσης Ῥωμαίοις, καὶ ταύτης τοῦ ἐν αὐτῇ ἄρχοντος στρατηγίᾳ· οὗτος δ’ ἦν ὁ Κεκαυμένος Κατακαλών· [*](B) οὐ γὰρ τὴν πόλιν μόνον περιεφύλαξεν, ἀλλὰ καὶ χιλιάδας ἀνεῖλε τῶν ἐναντίων. ὁ δὲ τοῦ βασιλέως ἀδελφὸς ὁ ἐκτομίας Ἰωάννης, δριμύτατον τρέφων ἔρωτα τοῦ προστῆναι τῆς ἐκκλησίας, ἐνίους τῶν ἀρχιερέων προσηταιρίσατο· καὶ οἱ αὐτῷ ἐπηγγέλλοντο καθαιρῆσαι τὸν πατριάρχην Ἀλέξιον, ὡς οὐ ψήφῳ κοινῇ προχειρισθέντα, ἀλλ’ ἐξουσίᾳ βασιλικῇ. ὁ δὲ “εἰ οὐ κανονικῶς, ὥς φατε, γέγονα πατριάρχης” ἀντέθετο, ‘‘καὶ ὅσοι παρ’ ἐμοῦ ἐχειροτονήθησαν, καθαιρεθήτωσαν σὺν ἐμοί.” τοῦτο τοὺ ’ς λοιποὺς τῶν ἀρχιερέων στασιάσαι κατὰ τῶν τοῦ πατριάρχου κατηγορούντων ἠρέθισε, καὶ ἔμεινεν ἀτέλεστος ἡ τοῦ [*](C) ὀρφανοτρόφου ἔφεσις. πολλαῖς δὲ καὶ ἀσυνήθεσιν εἰσπράξεσιν οὗτος ἐξέτρυχε τὸ ὑπήκοον, ποριμώτατος ἐν τοιούτοις γενόμενος. τῆς γοῦν ἀδελφῆς αὐτοῦ Μαρίας, ἡ μήτηρ ἢν τοῦ ὕστερον βασιλεύσαντος Μιχαὴλ τοῦ Καλαφάτου, δι’ εὐχὴν εἰς Ἔφεσον ἀπελθούσης, κἀκεῖθεν ἐπανελθούσης καὶ διηγουμένης ὅσα πάσχοιεν οἱ πένητες τὰς καινὰς δασμοφορίας πραττόμενοι, καὶ ἀξιούσης ἀνεθῆναι τοῖ ὑπηκόοις τὸ τοῦ ἄχθους πολύ, ὁ ὀρφανοτρόφος ἐπικαγχάσας “ὡς γυνὴ φρονεῖς” ἀνταπεκρίθη αὐτῇ ‘‘μὴ εἰδυῖα ὅσων ἡ πολιτεία δεῖται ἀναλωμάτων.” οὗτος ἐπιβουλευθῆναι λέγεται παρὰ τῆς βασιλίσσης Ζωῆς. φαρμακεῦσαι γὰρ αὐτὸν καθαρσίῳ τοῦ ἰατροῦ μέλλοντος, ἀναπεῖσαι τὸν φαρμακεύοντα δώροις καὶ [*](D) ὑποσχέσεσι διά τινων τὴν βασίλισσαν ἀντὶ σωτηρίου προσενεγκεῖν αὐτῷ δηλητήριον· γνωσθέντος δὲ τοῦ ἐπιχειρήματος διαδρᾶναι τὸν κίνδυνον. ἀλλ’ οὕτω
143
μὲν παρὰ τοῦ ὀρφανοτρόφου Ἰωάννου τὰ κοινὰ ᾠκονόμητο· οὐ μεῖον δ’ ἐκείνου οἱ ἀδελφοὶ αὐτοῦ, ἀλλὰ μέντοι καὶ μᾶλλον ἐκάκουν ξύμπαντας, ἀδικώτατοι ὄντες καὶ φιλοχρηματώτατοι, οἶς διὰ ταῦτα καὶ ὁ βασιλεὺς ἀπηχθάνετο, ἀναστεῖλαι δὲ τὴν κακίαν αὐτοῖς οὐ συνεχωρεῖτο παρὰ τοῦ μείζονος ἀδελφοῦ τοῦ ἐκτομίου Ἰωάννου, ποτὲ μὲν παραιτουμένου αὐτοὺς ποτὲ δὲ τὰς αὐτῶν πράξεις περικαλύπτοντος καὶ οὐκ ἐῶντος εἰς γνῶσιν ἥκειν τῷ αὐτοκράτορι.

Ἤδη δὲ τῆς νόσου νεανιευομένης τῶ βασιλεῖ καὶ θαμὰ τῆς του λογιζομένου παραφορὰς αὐτῷ ἐπιούσης, οὔτε προόδοις ἐκέχρητο συνεχῶς οὔτε βασιλείοις πομπαῖς οὔτ’ ἐν βήμασιν ἐχρημάτιζε τῷ βασιλείῳ θρόνῳ ἄνετος ἐφεζόμενος, ἀλλὰ παραπετάσματα περὶ αὐτὸν ἀπῃώρηντο, καί τινες ἐπιτηρεῖν τεταγμένοι αὐτὸν περιίσταντο, οἱ ὁπηνίκα τι σημεῖον εἶδον τῆς τοῦ νοῦ παρατροπῆς, πολλὰ δὲ ταύτην αὐτῷ προεμήνυον , εἷλκον ἐπ’ ἐκεῖνον εὐθὺς τὰ παραπετάσματα, καὶ τούτοις τὸν πάσχοντα συγκαλύπτοντες ἐξιέναι τοῖς παρεστῶσιν ἐνεκελεύοντο. τῷ δὲ ἀθρόον τε τὸ πάθος ἐπῄει καὶ ἀθρόον ἀφίστατο. οὕτως οὖν ἔχων ὁ Μιχαὴλ κατὰ βραχὺ καὶ τοῦ ὁρᾶν τὴν βασίλισσαν καὶ τοῦ προσιέναι ἀπείχετο, ἢ αἰδούμενος [*](B) ὅτι οἷα ἀνθ’ οἵων αὐτῇ ἀνταπέδωκεν, ἢ ὅτι θαμὰ καὶ ἑτοιμότατα τοῦ πάθους αὐτῷ ἐπιγινομένου ᾐσχύνετο πάσχων οὕτω παρ’ ἐκείνης ὁρᾶσθαι, ἢ διὰ τὸ τὴν ἔξιν τοῦ σώματος διεφθάρθαι οἶ καὶ πρὸς μίξιν μὴ πεφυκέναι. ἔνιοι δέ φασιν ὡς ἀνδράσι πνευματικοῖς ἐξομολογησάμενος τὸ τῆς μοιχείας καὶ τοῦ φόνου τοῦ βασιλέως ἁμάρτημα παρ’ ἐκείνων ἄλλας τ’ ἑ ἐδέξατο ἐντολὰς καὶ τοῦ ἀφροδισίων ἀπέχεσθαι· ἔνθεν τοι καὶ διαδόσεις ἐποιεῖτο

144
χρημάτων πολλῶν καὶ σεμνεῖα ᾠκοδόμει καὶ εἰς Θεσσαλονίκην ἀπῆλθε, τοῦ καλλινίκου μάρτυρος Δημητρίου δεόμενος ἔνα τι τοῦ πάθους εὕρῃ ἀλέξημα· [*](C) τῷ δὲ καὶ νόσος ὑδερικὴ προσεγένετο. ὡς οὖν οὕτως ἔχοντα τὸν ἀδελφὸν ἐώρα ὁ Ἰωάννης, δείσας περὶ τῇ βασιλείᾳ μὴ ἀθρόον θανόντος τοῦ αὐτοκράτορος ἐπὶ τῇ Ζωῇ γένηται ὡς κληρονόμῳ αὐτῆς, κἀντεῦθεν αὐτός τε καὶ τὸ γένος ὅλον εἰς ἐξολόθρευσιν γένηται, μέτεισι τὸν αὐτοκράτορα πιθανότησι, καὶ πείθει τὸν ἀδελφιδοῦν αὐτοῦ τὸν Μιχαὴλ προχειρίσασθαι Καίσαρα, ἔν ἔφεδρος εἴη τῇ τῆς βασιλείας ἀρχῇ. ἐπεὶ δὲ τῆς βασιλείας, ὡς εἴρηται, κληρονόμον τὴν Ζωὴν ᾔδει, μέτεισι κἀκείνην, καὶ μητέρα τὴν εὐγενῆ τοῦ δυσγενοῦς ἀναπλάττουσιν. ἄμφω γὰρ τὼ ἀδελφὼ διαλεχθέντε αὐτῇ περὶ τούτου εἰσποιητὸν ταύτης τὸν Μιχαὴλ υἱὸν ὀνομάζου- ἡ δὲ μήτ’ ἀντειπεῖν θαρροῦσα τοῖς ἐκείνων [*](D)θελήμασι καὶ ἄλλως εὔκολος οὖ σὰ καὶ τὴν γνώμην εὐάγωγος, κατένευσε. καὶ συνήθροιστο μὲν εἰς τὸν ἐν Βλαχέρναις θεῖον ναὸν ἡ γερουσία ἐκ προκηρύγματος, καὶ οἱ πληροῦντες τὴν τάξιν δὴ τὴν βασίλειον, ἐν δὲ μέσοις τούτοις ἡ βασιλὶς προαχθεῖσα κἀν ταῖς κιγκλίσι γενομένη τοῦ θυσιαστηρίου ἐκεῖθεν εἰσποιεῖται τὸν Μιχαὴλ καὶ ὡς υἱὸν ἀγκαλίζεται. ὁ δ’ αὐτοκράτωρ αὐτίκα τοῦτον προχειρίζεται Καίσαρα καὶ τὸ ἄθροισμα ἐπευφήμησεν. ἔδοξε μὲν οὖν ὁ Ἰωάννης ἤδη τὸ πὰν κατεργάσασθαι καὶ τὸ κράτος τῷ οἰκείῳ γένει περιποιήσασθαι· τὸ δ’ ἦν ἀνατροπὴ τοῦ παντὸς αὐτῷ τε καὶ τοῖς προσήκουσιν ἅπασιν· ὅπως δὲ ὁ λόγος δηλώσει κατὰ καιρόν.

Τῶν δὲ Βουλγάρων, ὡς ἤδη ἱστόρηται, ὑπὸ Βασιλείου τοῦ βασιλέως καταπολεμηθέντων καὶ τῆς

145
αὐτῶν βασιλείας καθαιρεθείσης, μέχρι μέν τινος ἔφερον οἱ βάρβαροι τὸν τῆς δουλείας ζυγόν. εἶτα τοῦτον ἀποσείσασθαι διανενόηντο καὶ ἐσφάδαζον, ἀλλὰ σφίσι τὸ ἄναρχον ἐκώλυε τὸ ἐννόημα. ἀνὴρ δέ τις ἄσημος μὲν τὸ γένος, Δολιάνος καλούμενος, δόλου δὲ μεστὸς καὶ δεινότητος, υἱὸν ἑαυτὸν ἐπιφημίσας τοῦ Ἀαρών, ὃς τοῦ Σαμουὴλ τοῦ ἄρξαντος τοῦ ἔθνους ἦν ἀδελφός, ἐκ Βυζαντίου, ὡς λέγεται, ἀποδράς, καὶ πείσας τὸ ἔθνος παῖς εἶναι τοῦ Ἀαρών, ἐξ ἡμιγάμου ἐκείνῳ γενόμενος, ἀλλ’ οὐκ ἐξ ἐννόμου [*](B) εὐνῆς, εἰς βασιλέα τοῖς βαρβάροις ᾑρέθη. ἐντεῦθεν εἰς φανερὰν ἀποστασίαν ἐξερράγη τὸ ἔθνος καὶ εἰς λῃστείας κεκίνητο καὶ τὰ Ῥωμαίων κατέτρεχε. στέλλεται τοίνυν στρατηγός τις μετὰ δυνάμεως, ἔν’ ἀνακόπτῃ τὰς ἐπιδρομὰς τοῖς λῃστεύουσιν. ὁ δὲ κακῶς τοῖς ὑπ’ αὐτὸν προσφερόμενος ἐξηρέθισε τούτους καθ’ ἑαυτοῦ, καὶ ἀπώλετο ἄν, εἰ μὴ ἀπέδρα νυκτός. ἡ γοῦν ὑπ’ αὐτὸν στρατιὰ δείσασα πρὸς ἀποστασίαν ἐχώρησε, καί τινα ἐξ ἑαυτῶν Τειχομηρὸν κεκλημένον, ἐκ δὲ γένους φύντα Βουλγαρικοῦ, ἀρχηγὸν ἑαυτοῖς προχειρίζονται καὶ βασιλέα Βουλγαρίας αὐτὸν [*](C) ὀνομάζουσι. καὶ τὰ τῶν Βουλγάρων διῄρητο, τῶν μὲν τῷ Δολιάνῳ, τῶν δὲ τῷ Τειχομηρῷ προσρυϊσκομένων. ἀλλὰ δόλῳ μετῆλθεν ὁ Δολιάνος τὸν ἀντικαθιστάμενον. μετακαλεῖται γὰρ αὐτὸν ἐπὶ κοινωνίᾳ τῆς ἀρχῆς καὶ τῆς πρὸς Ῥωμαίους μάχης· καὶ ὃς πείθεται. ἐπεὶ οὖν ἡνώθησαν ἄμφω οἱ ἀρχηγοὶ καὶ τὸ πλῆθος τῶν Βουλγάρων συνήθροιστο, ὁ Δολιάνος πρὸς τοὺς συνειλεγμένους ἔφη μὴ ἄν ποτε σωθήσεσθαι τὸ τῶν Βουλγάρων ἔθνος ὑπ’ ἀρχηγῶν δυοῖν κυβερνώμενον, καί ‘‘εἰ τὴν σωτηρίαν ὑμῶν βούλεσθε, τὸν ἕνα ἐξ ἡμῶν ποιήσατε ἐκποδών·
146
εἰ μὲν οὖν ἐμὲ τοῦ γένους εἶναι τοῦ Σαμουὴλ οἴ- δατε, ἀποσκευάσασθε τὸν Τειχομηρόν· εἰ δ’ οὐ τοῦτο, αὐτῷ μὲν ἑαυτοὺς ὑποτάξατε , ἐμὲ δ’ ἐκ μέ- σου ποιήσατε.’’ ἐπὶ τούτοις θροῦς ἤρθη, καί οἱ τὴν βασιλείαν ξύμπαντες ἐπευφήμησαν, καὶ ὁ Τειχομηρὸς κατελεύσθη. ὁ δὲ Δολιάνος αὐτοκράτωρ γενόμενος εἷλέ τε τὸ Δυρράχιον καὶ κατὰ τῆς Ἑλλάδος ἐχώ- ρησε, καὶ τὴν Νικόπολιν καὶ τὰ ὑπ’ αὐτὴν προσε- ποιήσατο , τῶν ἐν αὐτοῖς ἑκόντων προσχωρησάντων αὐτῷ, ἐπεὶ μὴ ἔφερον τὴν τοῦ ὀρφανοτρόφου ἀπλη- στίαν καὶ τὸ ἀκόρεστον. καὶ ὁ μὲν οὕτω λείαν Μυ- σῶν τὸ τοῦ λόγου τὰ ‘ρωμαίων ἐτίθετο. ὁ δὲ βασι- λεὺς τῆς ἀγγελίας κομισθείσης αὐτῷ αὐτίκα ὥρμα καταλαβεῖν τὸν ἀποστατήσαντα, δεινὸν ἡγεῖσθαι λέ- εἰ μηδὲν αὐτὸς τῇ βασιλείᾳ προσενεγκὼν μοῖ- ’ρᾶν ταύτης ἀφαιρεθεῖσάν τινα παραβλέψεται. ὅτι δέ οἱ ἀπέγνωστο τὸ βιώσιμον, ἤδη γὰρ ὁ ὕδερος αὐ- τοῦ κατεκράτησε καὶ αὐτοῦ τὸ σῶμα ἐξώγκωτο, τό τε συγγενὲς ἀπεῖργε τὴν ἐκστρατείαν αὐτῷ παρα- κλήσεσι καὶ οἱ προύχοντες τῆς βουλῆς οὐκ ἐπῄνουν τὸ βούλευμα. ἀλλ’ ἐκεῖνος, ζήλῳ ῥωννύμενος καὶ ἀντεπάγων τῇ ἀσθενείᾳ τὸ πρόθυμον , ἐπὶ τοὺς Σκύθας χωρεῖ, καὶ ἦν τὸ πρᾶγμα θαύματος ἄξιον. νυκτὸς γὰρ τῇ νόσῳ κατ’ ἀπόνου ạενος, καὶ οὐκ ἂν ἐς αὔριον ἀναστήσεσθαι προσδοκώμενος , ὁ δὲ ἡμέρας ἄρτι φαυούσης ἔφιππός τε ὡρᾶτο καὶ προῄει τῆς στρατιᾶς. ὡς δ’ ἐν τοῖς τῶν Σκυθῶν τούτοις ὁρί- ὁρίοις ἐγένετο, ἡτοιμάζετο πρὸς ἀντιπαράταξιν. οὔπω δ’ ἀλλήλοις τὰ τάγματα συνερρώγεσαν καί τι συμ- βὰν ἀπόνως τάχα τῷ βασιλεῖ τὴν νίκην προσένειμεν. [*](B) ὁ γάρ τοι τοῦ Ἀαρὼν ἐκείνου υἱός , ὁ πατρίκιος Ἀλουσιάνος, παρὰ Ῥωμαίοις ὢν ἔτι, προσκεκρου-
147
κὼς τῷ κρατοῦντι, ἐπ’ οἴκου μένειν καταδεδίκαστο καὶ μήτε προσιέναι πρὸς τὰ ἀνάκτορα μήθ’ ὅλως εἰσιέναι πρὸς τὸ Βυζάντιον, εἰ μὴ ἐπιτραπείη τὴν εἴσοδον. ἠθύμει γοῦν διὰ ταῦτα· ἐπεὶ δ’ ἐγνώκει τὴν τοῦ ἔθνους ἀποστασίαν καὶ τὴν τοῦ Δολιάνου αἵρεσιν εἰς τὸ ἄρχειν αὐτοῦ, ἀποδιδράσκει μὲν τῆς οἰκίας αὐτοῦ καὶ μεταμφιέννυται, Ἀρμενίου τε στολὴν περιθέμενος ἑαυτῷ καὶ θεράπων εἶναι τοῦ Θεοδωροκάνου πλαττόμενος καὶ ἀπιέναι πρὸς τὸ [*](C) στρατόπεδον, ἔλαθε πάντας, καὶ πρὸς Βουλγαρίαν κατήντησεν. ἀλλ’ οὐκ αὐτίκα δῆλον ἔθετο ἑαυτόν, προσομιλῶν δέ τισι τοῦ Ἀαρὼν ἀνεμίμνησκε καί “ἆρα” ἔλεγεν ‘‘εἴ τις τῶν ἐκείνου παίδων παρῆν, ἔδοξεν ἂν ὑμῖν εἰς τὴν ἔθνους ἀρχὴν προτιμότερος τοῦ νόθου ὁ γνήσιος;” ὡς δὲ πάντες πεποίηντο δι’ εὐχῆς τὸ ὑπὸ γνησίου παιδὸς ἄρχεσθαι τοῦ Ἀαρὼν καὶ τὴν βασιλείαν αὖθις εἰς ἀναμφίβολον περιστῆναι ἄνδρα καὶ τῷ πάλαι βασιλείῳ γένει προσήκοντα καθαρῶς, πιστεύει τινὶ τὸ ἀπόρρητον τῶν μᾶλλον ὢ εἰδότων τὸ γένος τοῦ Ἀαρών. ὁ δὲ περιεργότερον [*](D) αὐτῷ ἀνιχνεύσας τὸ εἶδος τοῖς ὀφθαλμοῖς, εἶτα καί τι σημεῖον ἑ ἰδῶ ’ς προσὸν αὐτῷ ἀναμφίβολον, καὶ τοῦτο ἰδεῖν ἀπαιτεῖ. τὸ δ’ ἦν περὶ τὸν δεξιὸν ἀγκῶνα χρῶμά τι μέλαν καὶ θρὶξ δασεῖα περὶ αὐτό. ἰδὼν οὖν καὶ τοῦτο, καὶ οὐκέτι ἔχων ἐνδοιαστῶς, καταβάλλει μὲν ἑαυτὸν ἐνώπιον τοῦ ἀνδρὸς καὶ τοὺς πόδας αὐτοῦ περιπτύσσεται. διδάσκει δὲ καὶ τοὺς ἄλλους τὸν ἐκ τοῦ βασιλείου γένους αὐτοῖς ἀφικόμενον. καὶ πολλοὶ τοῦ ἀμφιβόλου ἀπορραγέντες τῷ γνησίῳ προσέθεντο, καὶ μεμέριστο ἡ ἀρχή· ὡς δ’ οὐ πάντως τῆς βασιλείας αὐτῆς στησομένης, εἰ πρὸς ἀλλήλους οἶ ἀρχηγοὶ διαφέροιντο, κοινοπραγοῦσι καὶ
148
σπένδονται, ἀλλήλους δὲ καὶ ὑπώπτευον καὶ ἐνήδρευον. ἀλλ’ ὀξύτερος εὑρέθη ὁ Ἀλουσιάνος πρὸς τὴν ἐπιβουλὴν καὶ τὴν τοῦ Δολιάνου προέφθασε δολιότητα. καὶ πότον ἑτοιμασάμενος, καὶ συμπότην παραλαβὼν τὸν συνάρχοντα, ἐπιτίθεταί οἱ συμποσιάζοντι καὶ ἐξορύττει τῷ ἀθλίῳ τὰ ὄμματα, καὶ εἰς μίαν ἐντεῦθεν ἀρχὴν τὸ Σκυθικὸν περιίσταται. εἶτα δι’ ἀπορρήτων μηνύει τῷ βασιλεῖ βούλεσθαι προσχωρῆσαι αὐτῷ, εἰ εὐμενοῦς αὐτοῦ τεύξεται καὶ ἀναλόγων οὐκ ἀμοιρήσει τῶν ἀμοιβῶν. ὁ δὲ τὴν ἔντευξίν τε προσήκατο καὶ ἀξίως ἀμείψασθαι αὐτὸν ἐπηγγείλατο. καὶ ὃς αὐτίκα προσεληλύθει καὶ τετίμητο μάγιστρος. ὁ δὲ βασιλεὺς ἔπεισι τῷ ἔθνει εὐθύς, τὸ δὲ ἄναρχον ὂν καὶ διεσπαρμένον οὐ δυσέργως καταπολεμηθὲν αὖθις τῇ τῶν Ῥωμαίων ἡγεμονίᾳ [*](B) ὑπέκυψε, καὶ ὁ βασιλεὺς πρὸς τὸ Βυζάντιον ἐπανέζευξε καὶ κατήγαγε θρίαμβον, αἰχμαλώτους τε πολλοὺς διαγαγὼν ἐν αὐτῷ καὶ τόν Δολιάνον αὐτὸν πεπηρωμένον τὰ ὄμματα. εἶχε δ’ ὁ αὐτοκράτωρ κακῶς καὶ ἤδη τῇ λύσει προσήγγισε τῆς συνθέσεως. καταφρονεῖ γοῦν τῆς ἀρχῆς καὶ ἐκ τῶν βασιλείων μεταχωρεῖ καὶ ἄπεισιν εἰς ὅπερ αὐτὸς πρὸ τῶν τειχῶν τῆς πόλεως ἱδρύσατο ἀσκητήριον, ὅ ἐπὶ τῇ κλήσει τῶν θαυματουργῶν Ἀναργύρων ὠνόμασεν. ἔνθα δὴ γεγονὼς ἐκδιδύσκεται μὲν τὴν ἁλουργίδα καὶ τἄλλα πάντα τῆς βασιλείας γνωρίσματα, κείρεται δὲ τῆ ’ν τρίχα καὶ τελεῖται τὴν ἱερὰν τελετήν, ἐνδύεται δὲ τὸ ῥάκος τῆς ἐν Χριστῷ ταπεινώσεως καὶ περιζώννυται τὸ θεῖον δέρας τὸ τῆς ἑκουσίου νεκρώσεως [*](C) σύμβολον ὁ ἤδη καὶ ἄκων νεκρούμενος. ὡς οὖν ἠγγέλθη τῇ βασιλίσσῃ τὸ γεγονός, πεζὴ τῶν βασιλείων ὑπέξεισι, καὶ πρὸς ἐκεῖνον ἀφίκετο. ὁ δὲ ταύτῃ τὰς
149
θύρας ἐπιζυγοῖ καὶ τὴν πρὸς αὐτὸν ἀπείργνυσιν εἴσοδον, οὐκ οἶδα εἴτ’ αἰδούμενος ἀνθ’ ὧν πρὸς αὐτὴν ἐνεδείξατο εἴθ’ ὅλος τῆς μετανοίας γενόμενος καὶ μὴ θέλων εἰς μνήμην ἐλθεῖν τῆς πρὸς ἐκείνην παλαιὰς διαθέσεως. ἡ μὲν οὑν μὴ ἐντυχοῦσα τῷ Μιχαὴλ ὑπενόστησεν. ὁ δὲ βραχύ τι τῇ μεταθέσει τῆς βιοτῆς ἐπιβιώσας πρὸς τὰς ἀιδίους μονὰς μετέθετο τὴν ζωήν, μέχρις ἐσχάτης ἀναπνοῆς τὸ πρὸς τὸν βασιλέα Ῥωμανὸν αὐτῷ τολμηθὲν ἀπολοφυρόμενος, βασιλεὺς γεγονὼς ἐπιεικὴς καὶ χρηστός, ὅσον τὸ εἰς αὐτόν, τὸ συγγενὲς δέ οἱ ὥσπερ τις κηλὶς [*](D) προσεπεφύκει αὐτῷ ῥυπαίνουσά πως τὴν ἐκείνου χρηστότητα. ἱστόρηται δὲ τοῖς μὲν ἐπ’ ἔτος ἕβδομον τὸ σκῆπτρον κατασχεῖν τὸ Ῥωμαϊκόν, τοῖς δὲ καί τι τούτου ἐπέκεινα.

Ἧκε δ’ ἡ τῆς βασιλείας ἀρχὴ πρὸς τὸν Καίσαρα, πάντα τοῦ μητραδέλφου αὐτοῦ τοῦ Ἰωάννου ἀνύοντος. ὁ μὲν γὰρ βασιλεὺς Μιχαὴλ Καίσαρα τοῦτον ἐτίμησεν, ὡς προγέγραπται, εἶτα ὥσπερ μεταμελόμενος, οὐ χρηστὴν πρὸς ἐκεῖνον ἐτήρει διάθεσιν. ὅθεν καὶ ἔξω που τῆς πόλεως ὥριστο αὐτό ἡ καταγωγή, καὶ οὐδ’ ἐφεῖτο τούτῳ, εἰ μὴ κελευσθείη, πρὸς τὸν βασιλέα φοιτᾶν. ἐπεὶ δὲ τῶν βασιλείων ὑπεξῆλθεν ὁ αὐτοκράτωρ, ὡς εἴρηται, οἶ ἐκείνου αὐτάδελφοι, βασίλειον πλάττονται γράμμα, ἐπιτρέπον ἐκείνῳ τὴν πρὸς τὰ ἀνάκτορα πάροδον. καὶ ὁ μὲν εἰσελήλυθεν· ὁ δὲ πρῶτος τῶν ἀδελφῶν ὁ ὀρφανοτρόφος μὴ δεῖν συνεβούλευσεν ἐπιχειρῆσαι πράξει τινὶ γνώμης τῆς βασιλίδος χωρίς. προσίασι τοίνυν αὐτῇ καὶ τοῖς ὢ ἐκείνης ποσὶ τὸν Καίσαρα καταβάλλουσι καὶ προΐσχονται τὴν εἰσποίησιν καὶ πίστεις διδόασι καὶ φρικώδεις ὅρκους ὀμνύουσιν ἦ μὴν τοῦ ὀνόματος μόνου

150
τῆς βασιλείας μετέχειν τὸν Μιχαὴλ, ἐκείνης δ’ εἶναι τὴν ἐξουσίαν, καὶ ὡς ἀργυρωνήτῳ, εἰ βούλεται, κεχρῆσθαι αὐτῷ. τούτοις ἐκείνην καὶ ἄλλως εὐάγωγον οὖσαν καταγοητεύσαντες καὶ καταθέλξαντες τοῖς [*](B) μειλίγμασι συλῶσι καὶ τοῦ ἑαυτῶν ποιοῦσι θελήματος. καὶ ἐγχειρίζεται τὸ σκῆπτρον τῷ Μιχαὴλ καὶ ἀναδεῖται τῇ βασιλικῇ στεφάνῃ ὁ ταύτης ἀνάξιος, οὐ μᾶλλον ἐκ γένους, καίτοι τούτου τυχὼν δυσγενεστάτου καὶ ἀφανοῦς, τῶν γὰρ τὰς νῆας καταπιττούντων ἦν αὐτῷ ὁ πατήρ, ὅσον ἐκ τρόπων κακότητος. ἦν γὰρ ὕπουλος τὴν γνώμην, ἀγνώμων δὲ τὴν ψυχὴν καὶ ἀχάριστος καὶ μήτε συγγενείας θεσμοὺς μήτε φιλίας αἰδούμενος. ἦν δέ οἱ καὶ ἡ γλῶττα πρὸς τὰ βουλεύματα τῆς ψυχῆς ἀσύμφωνος καὶ ἀσύμβατος , ἄλλα μὲν ἐνὶ φρεσὶ κεύθοντι, ἄλλα δὲ λέγοντι, καὶ ἐπὶ τούτοις, εἴπερ τις ἄλλος, βάσκα- [*](C)νος ὁ ἀνήρ, δουλοπρεπής τε παρὰ τὰς τόν καιρῶν δυσκολίας καὶ ἀνελεύθερος, δύσοργός τε καὶ εὐμετάβολος, οὐκ ἐξ ὀργῆς ῥᾷον μεταβαλλόμενος εἰς πρᾳότητα, ἀλλ’ ἐκ χρηστοτέρας διαθέσεως ἐς μῖσος ἐκ τοῦ τυχόντος μεταφερόμενος. ὁ μὲν οὖν τοιοῦτος ὢν ἐπὶ τὸν ἄξονα τῆς βασιλείας ἀνάγεται, τῷ δὲ ὀρφανοτρόφῳ καὶ θείῳ αὐτοῦ καὶ τῷ συγγενικῷ ξύμπαντι ὁ κολοφὼν ἐντεῦθεν ἐπῆκτο τῶν συμφορῶν. οὐ γὰρ ἐπὶ μακρὸν ἐτήρησε τὴν σκηνήν τε καὶ τὴν προσποίησιν , ἀλλ’ ἐπί τινας βραχίστας ἡμέρας δεσπότην τὸν θεῖον ὀνομάζων καὶ συνθωκοῦν αὐτῷ ἀξιῶν καὶ πάντα ἐπ’ ἐκείνῳ τιθέμενος εἶτα ὑφῄρει [*](D) τι τῆς τιμῆς, εἶτα οὐκ ἦν αὐτῷ πειθήνιος ἐν τοῖς πλείοσι, καὶ ἄλλοτε ἄλλο τι πρὸς τὸν θεῖον ὑποκνίζον αὐτὸν ἐνεδείκνυτο. τῷ δὲ μετέμελε τῆς εἰς τὸν ἀνεψιὸν τοῦτον σπουδῆς, οὐκ εἶχε δ’ ὅτι καὶ δρά-
151
σειεν ἐξ ἑτοίμου, ἀλλ’ ἐβυσσοδόμευε τὸ ἐγχείρημα, τέως δὲ οὐ συνεχῶς προσῄει τῷ βασιλεῖ. διαφορᾶς δὲ πρὸς Κωνσταντῖνον τὸν ἀδελφὸν αὐτῷ γενομένης, ᾧ μόνῳ ἐξ ἁπάσης τῆς συγγενείας ὁ Μιχαὴλ προσέκειτο καὶ ἐτίμησε νωβελίσσιμον, καὶ τραχυνθέντος ἐκείνου κατὰ τοῦ Ἰωάννου τοῦ βασιλέως ἐνώπιον, ὁ Ἰωάννης τοῖς λόγοις δηχθεὶς καὶ μᾶλλον ὅτι μὴ πρὸς τοῦ βασιλέως διὰ τὰς πρὸς αὐτὸν λοιδορίας ἐπιτετίμητο, ἀπεδυσπέτησέ τε καὶ πόρρω ποι τοῦ ἄστεος γέγονε. τοῦτο δὲ γνωσθὲν πολύ τι τῆς γερουσίας μέρος συνεπεσπάσατο, ὥστε αὐτῷ προσφοιτᾶν, οὐκ εὐνοίᾳ, ἀλλ’ ἵν ἐφ’ ἑαυτοὺς τὴν αὐτοῦ εὐμένειαν ἐφελκύσωνται. ἀλλὰ διὰ γραμμάτων, αὐτῷ τὴν ὑπεροψίαν ὁ βασιλεὺς προσωνείδισε, τὴν πρὸς ἐκεῖνον συνέλευσιν εὐλαβηθεὶς τῶν πολλῶν καὶ κακοήθως ἠξίου ἀφίξεσθαι. καὶ ὁ μὲν ᾔει· ὁ δὲ μὴ ἀναμείνας τοῦ θείου τὴν ἄφιξιν πεπόρευτο πρὸς τὸ θέατρον· ἦν γὰρ ἡμέρα ἵπποις ἁμιλλητήριος. ὡς δ’ ἐλθὼν ὁ θεῖος οὐχ εὗρε τὸν βασιλεύοντα, ἔτι τῷ θυμῷ ὑπερζέσας, ὡς περιυβρισμένος, ἐπάνεισι. καὶ ὁ βασιλεὺς αὐτῷ τὴν δυσμένειαν εἰς προῦπτον ἐκρήγνυσι, καὶ στέλλει νῆα κελεύων αὐτῷ δι’ αὐτῆς ἥξειν, [*](B) δώσοντι λόγους τῆς εἰς ἐκεῖνον ὑπεροψίας. καὶ ὁ μὲν ἔπλει πρὸς τὰ βασίλεια. ὁ δὲ βασιλεὺς ἄνωθεν διά τινος συνθήματος, ὃ τοῖς ἄγουσι τὸν Ἰωάννην προέγνωστο, ἐπέχει τῇ νηὶ τὴν εἰς τὰ βασίλεια πάροδον, αὐτίκα αὐτίκα δὲ τριήρης ἐπελθοῦσα λαμβάνει τοῦτον καὶ ὑπερόριον τίθησι. τοιούτοις ἠμείψατο τὸν εὐεργέτην ὁ δι’ ἐκείνου Καῖσαρ, εἶτα καὶ βασιλεὺς γεγονός. ἐπεὶ δ’ ἐκεῖνον ἐκ μέσου πεποίηκε, μέτεισι τὸ συγγενὲς καὶ ἄνδρας οὐχὶ τῇ τῆς φύσεως μόνῃ δηλωτικῇ σημασίᾳ, ἀλλὰ καὶ τῇ σημαινούσῃ τοὺς
152
γήμαντας καὶ τοὺς εἰς ἀνδρῶν ἡλικίαν ἐλάσαντας ὑπηνήτας ἤδη καὶ παίδων γεγονότας πατέρας τῶν παιδογόνων μορίων ἀποστερεῖ καὶ ἐκτομίας ἐργάζεται.

Ὡς δὲ κατὰ τοῦ ὁμογενοῦς αἔματος τοιοῦτον ἤρατο τρόπαιον, ἕνα ἔτι περιλελεῖφθαι αὐτῷ ἐνόμιζεν Ἡράκλειον ἄεθλον τὸ καὶ τὴν βασιλίδα ἀποσκευάσασθαι, καὶ πρὸς τοῦτον λοιπὸν ἀποδύεται, ἐνάγοντα πρὸς τοὔργον καὶ τὸν θεῖον ἔχων Κωνσταντῖνον καὶ παραθήγοντα. λογοποιεῖ τοίνυν ὁ δυσγενέστατος παῖς κατὰ τῆς εὐγενεστάτης μητρὸς καὶ συμπλάττει κατ’ αὐτῆς αἰτιάματα , φαρμακόν τε καλεῖ καὶ ἐπιβουλεύειν αὐτοῦ τῇ ζωῇ τῆς ἀθῴου κατηγορεῖ. καὶ τί δεῖ κύκλους ἑλίττειν; ἐξωθεῖ τῶν βασιλείων αὐτὴν καὶ περιορίζει τῇ νήσῳ τῇ λεγονίας τοῦ Πρίγκιπος, καὶ τέλος ἀποκείρει τὴν εὐεργέτιν καὶ μεταμφιέννυσι καὶ ἀντὶ τῆς ἐκ πενταγονίας προσηκούσης αὐτῇ πορφύρας ἐνδιδύσκει τρι- [*](D) βώνιον. καὶ ὁ μὲν ὡς ἤδη τὸ πᾶν ἠνυκὼς ἔχαιρέ τε καὶ γαῦρος ὦπτο, καὶ παιδιαῖς ἑαυτὸν ἐπέδωκε καὶ τρυφαῖς. ἡ δὲ δίκη οὐκ ἐπενύσταξεν, ἀλλ’ αὐτίκα μετῆλθε τὸν ἀλιτήριον. ὡς γὰρ τὸ περὶ τὴν βασιλίδα τοῖς ἐν τῇ πόλει κεκήρυκτο, κατήφειαν ἦν ὁρᾶν παρὰ πᾶσι καὶ σκυθρωπότητα, καὶ ὡς ἐν οἰκείᾳ συμφορᾷ διετίθετο ἕκαστος, εἶτα καὶ φανερῶς ἐλοιδοροῦντο τῷ τυραννήσαντι. αἱ δὲ γυναῖκες καὶ θρήνους συνίστων, ἀνακαλούμεναι τὴν βασίλισσαν. καὶ τέλος εἰς στάσιν φανερὰν ἀνερράγησαν οἱ τῆς πόλεως ξύμπαντες. καὶ ἵνα τὸν τολμητίαν τιμωρήσωνται, οὐδεὶς ἐφείδετο τῆς οἰκείας ζωῆς, ἀλλ’ ὲ́καστος τῷ προστυχόντι τὴν δεξιὰν ὁπλίσας συνέ- θεον ἐπὶ τὰ ἀνάκτορα. τὸν δὲ πρῶτον μὲν οὐ πάνυ

153
τι τὸ τοῦ πλήθους συγκίνημα ἐθορύβησεν, εἶτα τὸν δῆμον ὁρῶν ἐκμαινόμενον εἰς λόχους τε συνιστάμενον καὶ τὸν λαὸν ἐπιρρέοντα, τοὺς δὲ περὶ αὐτὸν ἀμφιβόλους ταῖς γνώμαις κατανοῶν, κἀκείνοις γὰρ τὸ περὶ τὴν βασίλισσαν μεμίσητο τόλμημα, περιδεής τις καὶ ἐναγώνιος γέγονεν. ἀλλά τι μικρὸν τὴν ἀγωνίαν αὐτῷ ὁ νωβελίσσιμος ἐπεκούφισεν. οἴκοι γὰρ ὢν καὶ τὴν στάσιν μεμαθηκώς, τοὺς περὶ αὐτὸν ὁπλίσας, πολλοὶ δ’ αὐτῷ παρετρέφοντο, διὰ μέσης τῆς Ἀγορὰς παριὼν ἀπῆλθεν εἰς τὰ βασίλεια, καὶ αὐτίκα στέλλουσι τοὺς ἐπανάξοντας τὴν βασίλισσαν, τοῖς δὲ στασιώταις ἀντέστησάν τινας ἐκ τἀφανοῦς βέλη κατ’ αὐτῶν ἀφιέντας, καὶ λίθους ἐσφενδόνων, [*](B) ἐξ ὧν οὐ βράχιστοι ἀνῃρέθησαν. ἤδη δὲ τὴν βασιλίδα ἀνακομισθεῖσαν στήσαντες ἐπὶ μετεώρου ἐν τῷ θεάτρῳ τοῖς στασιάζουσιν ἐπεδείκνυον, ἴνα δῆθεν αὐτοῖς κατευνασθῇ ὁ θυμός, ἀνακληθείσης τῆς σφετέρας δεσπότιδος. τοῖς δὲ τοῦτο μᾶλλον ἀνῆψε τὸν θυμὸν καὶ ἐξέκαυσε τὴν ὀργήν. ὡς γὰρ μετημφιεσμένην αὐτὴν ἑωράκεισαν, ἐπὶ πλέον ἀνερρώγεσαν εἰς τὸν πόλεμον, καὶ τῆς κακοηθείας τὸν τυραννοῦντα μισήσαντες ἀφίστανται μὲν τῆς βασιλίδος Ζωῆς, πρὸς δὲ τὴν Θεοδώραν τὴν ταύτης σύγγονον τρέπονται, ἤδη προμετασχηματισθεῖσαν κἀκείνην παρὰ τῆς ἀδελφῆς, ὡς ὁ λόγος φθάσας ἐδίδαξε, καί τινα τῶν αὐτῆς θεραπόντων παραλαβόντες πατρῴων, ἀφίκοντο ἐπ’ αὐτήν, καὶ ταύτην τῆς κατοικίας [*](C) ἐξαγαγόντες καὶ οἷον περὶ αὐτὴν συνασπίσαντες, εἰς τὸ μέγα τέμενος ἄγουσι τῆς τοῦ θεοῦ λόγου Σοφίας, καὶ παρὰ πάντων τῶν τε τῆς βουλῆς καὶ τῶν τοῦ δήμου καὶ αὐτῶν τῶν τῆς ἐκκλησίας ἡ Θεοδώρα βασιλὶς ἀνηγόρευτο. τοῦτο πᾶσαν ἐλπίδα τῷ Μιχαὴλ
154
καὶ τοῖς περὶ ἐκεῖνον ἀπέσβεσε, καὶ δεδιὼς περὶ τῇ ζωῇ τῶν βασιλείων μεθίσταται, καὶ νηὶ τῶν βασιλικῶν ἐμβεβηκὼς αὐτὸς καὶ ὁ νωβελίσσιμος εἰς τὴν περιώνυμον ἀπῆλθον τοῦ Στουδίου μονήν, τὰ μὲν τῆς βασιλείας γνωρίσματα ἀποθέμενος, μοναστοῦ δ’ ἑαυτῷ περιθέμενος ἀμφία. ἐπεὶ δ’ ἐγνώσθη τοῦτο τῷ δήμῳ, οὐκ εἶχον ὅπως ἐκ τῆς χαρᾶς κατάσχωσιν [*](D) ἑαυτούς, καὶ ἐπ’ ἐκεῖνον συνέθεον. ἤδη δὲ κλινούσης ἡμέρας, οἱ περὶ τὴν Θεοδώραν δείσαντες μὴ ἡ βασιλὶς Ζωὴ αὖθις τὸν ἐκβεβλημένον ἀνακαλέσηται, ἵνα μὴ ἡ ἀδελφὴ αὐτῇ συγκοινωνήσῃ τῆς βασιλείας, στέλλουσι τοὺς τὰ ὄμματα καὶ ἀμφοῖν ἐξορύξοντας. οἱ μὲν οὖν ἐξ αὐτοῦ τοῦ θυσιαστηρίου τῆς τοῦ Στουδίου μονῆς ἐκσπασθέντες ἀπήγοντο. τὸ δὲ πλῆθος συρρεῦσαν περὶ αὐτοὺς ἐνύβριζόν τε καὶ ἐπετώραζον, καὶ μέλη συντιθέντες ἐπετραγῴδουν αὐτοῖς. ὡς δ’ ἧκον ἐπὶ τὸ Σίγμα, τόπος δ’ ἐστὶ κεκλημένος τουτί, ἐκεῖ τοὺς ὀφθαλμοὺς ἐξεκόπησαν, ὁ μὲν Κωνσταντῖνος γενναίως φέρων τὴν συμφοράν, ὁ δὲ Μιχαὴλ θεοκλυτῶν τε καὶ ὀδυρόμενος. ἐπεὶ δὲ ἄμφω σκότος ἐκάλυψε, πρὸς τὴν Θεοδώραν οἱ τὴν πήρωσιν ἐκείνοις σχεδιάσαντες ἐπανήλθοσαν, ἔτι τῷ μεγάλῳ τεμένει προσμένουσαν. ἡ δὲ Ζωὴ ἐτύγχανε περὶ τὰ βασίλεια. ἦν μὲν οὖν αὐτῇ τὸ βουλόμενον μὴ προσήσεσθαι τοῦ κράτους κοινωνὸν τὴν ὁμαίμονα· ἐζηλοτύπει γὰρ ἐκτόπως. ἀλλ’ οἱ τῆς γερουσίας καὶ ἄμφω σεβόμενοι, τὴν μὲν ὡς βασιλίδα σφῶν ἐκ μακροῦ, τὴν δέ, ὡς ἄρτι ἀναρρηθεῖσαν καὶ τοῦ καταλυθῆναι τὴν τυραννίδα γενομένην αἰτίαν, πείθουσι τὴν πρεσβυτέραν κοινωνὸν τοῦ κράτους προσειληφέναι τὴν ἀδελφήν. ἥκει τοίνυν καὶ ἡ Θεοδώρα πρὸς τὰ βασίλεια καὶ συμμετέχει τοῦ κράτους τῇ
155
ἀδελφῇ, ἐντεῦθεν ὑπερορίαν οἶ πηρωθέντες τοὺς [*](B) ὀφθαλμοὺς κατακρίνονται, τῆς βασιλείας αὐτοῖς ἐπὶ μήνας τέσσαρας καὶ πέντε ἡμέρας συσταλείσης, ὡς εἴθε γε καὶ ἐπὶ βραχύτερον.

Κατηντήκει τοίνυν περὶ τὴν γυναικωνῖτιν ἡ τῶν

Ῥωμαίων ἀρχή, καὶ οὐδέν τι περὶ ταύτας νενεωτέριστο, ἀλλὰ πάντες αὐταῖς ὑπεῖκον, τό τε τῆς γερουσίας ἔξοχον καὶ τὸ τοῦ στρατηγίου ἐπισημότατον. αἶ δ’ ἄμφω ἐκάθηντο ἐπὶ βήματος καὶ πᾶσα περὶ αὐτὰς ἐτελεῖτο ἡ τελετὴ ἡ βασίλειος καὶ τῇ δορυφορίᾳ τὸ ἐπὶ τῶν βασιλέων σχῆμα τετήρητο, καὶ οἶ τῆς πρώτης βουλῆς καὶ οἱ ἐν τέλει σὺν αἰδοῖ παρειστήκεισαν ξύμπαντες. καὶ ζητήσεις δικῶν καὶ λύσεις δημοσίων ἀμφὶς ἀμφισβητήσεων, ἐντυχίαι τε πρεσβευτῶν [*](C) καὶ ἀρχαιρεσίαι καὶ τἄλλα τὰ τῇ βασιλείᾳ προσήκοντα ἐγίνοντο παρ’ αὐταῖς. ἀλλ’ εἴτε φόβος μὴ τῇ ἀδελφῇ μόνῃ περισταίη τὰ τῆς ἀρχῆς, ὑπεψιθυρίζετο γάρ τισιν αὐτῇ μᾶλλον προσήκειν τὰ τῆς ἀρχῆς, ἅτε καὶ τῆς τοῦ τυραννήσαντος καθαιρέσεως αἰτίᾳ, εἴτ’ ἀνδρὸς ἐπιθυμία καὶ μίξεως ἀνέπεισαν τὴν Ζωὴν ἐπεισαγαγεῖν τοῖς βασιλείοις τὸν βασιλεύσοντα καὶ αὐτῇ συμβιώσοντα. καὶ ἤχθη μὲν ὁ Δαλασσηνὸς Κωνσταντῖνος, ὡς ἐπ’ ἄλλο τι μετακεκλημένος. ἀποτομώτερον δὲ τοῖς λόγοις χρησάμενος καὶ τὸ ἦθος φορτικός τις δόξας καὶ δυσχερής, ἀπεδοκιμάσθη. εἶτα ἐπ’ ἄλλον ἀπένευσεν οὔτε τῶν ἄγαν ὄντα εὐπατριδῶν οὔτε τῶν ἐν ἀξίαις λαμπροτέραις ἐξητασμένων [*](D) οὔτε τῶν ἐν περιφανέσιν ἀρχαῖς, τὸ δὲ εἶδος ἄξιον τυραννίδος καὶ οἶον πρὸς ἔρωτας ἐφελκύσασθαι καὶ μὴ μαχλοσύνῃ προσκειμένην ψυχήν. ἐπ’ ἐκεῖνον οὖν ὅλοις ἱστίοις ἔπνευσεν ἡ βασίλισσα, ἀλλ’ ἠκύρωσε τὰς ψήφους αὐτῇ νόσος ἀθρόον τὸν ἄνδρα

156
τῆς ζωῆς ἐξαρπάσασα. ὑπωπτεύθη δὲ καὶ ἡ συνοικοῦσα τούτῳ τὸν θάνατον αὐτῷ σχεδιάσασα καὶ φάρμακον αὐτῷ διὰ ζηλοτυπίαν κεράσασα δηλητήριον, ἵνα μὴ ἔτι ζῶντος στερήσοιτο τοῦ ἀνδρὸς καὶ ὁρῴη ἑτέραν αὐτῷ παριαύουσαν. ὁ μὲν οὖν οὕτω τῶν ἐλπίδων ἐκπέπτωκε καὶ τῆς ὁρμῆς ἡ βασίλισσα. αἶ δὲ ψῆφοι πρὸς τὸν Μονομάχον Κωνσταντἴνον ἀπέκλιναν, ἄνδρα καὶ εὐγενέτην καὶ τῶν ἐπισήμων καὶ κηδεστὴν τῷ βασιλεῖ ῾Ρωμανῷ ἐπ’ ὰδελφόπαιδι χρηματίσαντα, ταύτῃ γὰρ κατὰ δευτέρους γάμους ὡμίλησε, καὶ τὴν ὥραν ὑπέρλαμπρον. τούτῳ οὔπω μὲν μεγαλοπρεπές τι ὁ βασιλεὺς ῾Ρωμανὸς ἐνεδείξατο, διὰ δέ γε τὴν πρὸς αὐτὸν ἀγχιστείαν περὶ τὰς βασιλείους αὐλὰς ἀνεστρέφετο, κἀντεῦθεν συνήθης τῇ βασιλίδι ἐγένετο, κἀκείνη φιλίως πρὸς τὸν ἄνδρα ἢ διέκειτο καὶ ᾠκειοῦτο αὐτόν, καὶ χάρισιν ἐδεξιοῦτο πολυταλάντοις, οἷα ἐκείνη τὴν χεῖρά τε ἀφειδὴς καὶ βασιλικὴ τὴν προαίρεσιν, ὥστε ταῦτα τοῖς κακοήθεσι καὶ λοιδορίας κατ’ αὐτῶν ἐγένετο ἀφορμή. ὅθεν ὁ μετὰ τὸν ῾Ρωμανόν αὐτοκράτωρ ὁ Μιχαὴλ, 20 οὐκ ὢν τῶν λεγομένων ἀνήκοος, βασιλεύσας εἰς [*](B)Λέσβον περιορίζει τὸν ἄνδρα ἐπ’ αἰτίαις δή τισι πεπλασμέναις, τὸ δ’ ὅλον ἦν τὸ ζηλότυπον. καὶ ἦν τὸν ἅπαντα χρόνον τῆς βασιλείας τοῦ Μιχαὴλ ὑπερόριος, καὶ οὐδὲ τοῦ δευτέρου Μιχαὴλ εὐμενεστέρου τετύχηκεν. ἐπεὶ δὲ τὸ ὶ κράτος ἐπανῆλθεν εἰς τὴν Ζωήν, λύεται μὲν τῆς ὑπερορίας ὁ ἄνθρωπος, καὶ ἤγετο πρὸς τὴν τῶν πόλεων βασιλεύουσαν. ὡς δ’ ἐγγὺς ἐγεγόνει, ἐπεσχέθη τοῦ πρόσω, καί τις ἐκ τῶν βασιλείων πεμφθεὶς καὶ περὶ τὸν ἐν Δαμοκρανείᾳ 30 τοῦ ἀρχιστρατήγου ναὸν αὐτῷ ἐντετυχηκὼς στολὴν αὐτῷ ἐνδιδύσκει βασίλειον , καὶ σὺν δορυφορίᾳ βα-
157
σιλικῇ ἐκεῖθεν ἀπάρας εἰσεληλύθει τὴν βασιλεύουσαν. καὶ τελεῖται μὲν τοῖς βασιλεῦσι παρά του τῶν ἱερέων ἡ ἱεροτελεστία ἡ γαμική· ὁ γὰρ πατριάρχης Ἀλέξιος διὰ τὴν τριγαμίαν ηὐλαβήθη τὴν ἐπὶ τῇ [*](C) συναφείᾳ τελετὴν αὐτουργῆσαι αὐτοῖς. τῇ δ’ ἑξῆς τὴν ἐπὶ τῷ βασιλείῳ στέφει μεταχειρίζεται τελετήν, καὶ ἀναδεῖται ὁ Μονομάχος καὶ τὸ σκῆπτρον τὸ ῥωμαϊκὸν ἐγχειρίζεται.

Ἐντεῦθεν ἡ μὲν τῶν αὐταδέλφων ἀρχὴ τέλος