Epitome Historiarum

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volumes 1-4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1868-1871.

Λέων δὲ τοῦ τῆς βασιλείας ὀνόματος ἀναξίως ἠξίωτο· ᾧ πατρὶς μὲν ἦν Ἰσαυρία, ἐκεῖθεν δὲ μετοικισθεὶς μετὰ τῶν τεκόντων παρὰ τοῦ βασιλέως Ἰουστινιανοῦ, μῄπω τῆς ἀρχῆς ἐξωσθέντος, ἐν Μεσημβρίᾳ [*](A) τῇ Θρᾳκικῇ πεποίητο τὰς διατριβάς. καθαιρεθέντος δὲ τοῦ Ἰουστινιανοῦ τῆς ἀρχῆς, εἶτα ἐπανερχομένου μετὰ Βουλγάρων εἰς τὸ τὴν βασιλείαν αὖθις ἀναλαβεῖν, ὁ Λέων ὑπαντήσας αὐτῷ δῶρα προσή- νεγκε. καὶ ὁ Ἰουστινιανὸς σπαθάριον αὐτὸν αὐτίκα ἐτίμησεν, καὶ βασιλεύσας τὸ δεύτερον αὐτὸν ᾠκειώ- σατο. εἶτα ἔσταλτο παρ’ αὐτοῦ πρὸς τοὺς Ἀλανοὺς, συγκινήσων αὐτοὺς κατὰ τῶν Ἀβασγῶν, ἀποστάντων

334
τῆς Ῥωμαίων ἀρχῆς. οἱ γὰρ Ἀβασγοί, ὡς ὁ Καισαρεὺς Προκόπιος ἱστορεῖ, δυοῖν ὁμοφύλοιν ἦσαν ὑπήκοοι, τῷ μὲν κρατοῦντι τῆς πρὸς ἀνίσχοντα ἥλιον μοίρας αὐτῶν, τῷ δὲ τῆς τετραμμένης πρὸς δύνοντα. [*](B) καὶ ἄμφω δὲ τούτω τὼ ἄρχοντε ὑπὸ φιλοχρηματίας κακῶς ἐχρῶντο τῷ ἔθνει· ὅσους γὰρ ἂν παῖδας εὕρισκον ὡραίους καὶ τὸ εἶδος καλοὺς καὶ τὴν ἄλλην τοῦ σώματος φύσιν δεξιούς, βίᾳ τῶν τοκέων ἀφέλκοντες καὶ τῶν παιδογόνων μορίων σιδήρῳ στερίσκουτες, ἐκείνους μὲν πολλῶν χρημάτων Ῥωμαίοις ἐπίπρασκον, περὶ τοὺς ἐκτομίας ἐπτοημένοις ἀεί, τοὺς δὲ τούτων πατέρας εὐθὺς ἔκτεινον, ἵνα μή ποτε μηνιῶντες διὰ τοὺς παῖδας βουλεύσωνται κατ’ αὐτῶν ἐπανάστασιν. καὶ ἦν παρ’ αὐτοῖς τὸ παῖδα τεκεῖν ἀγαθὸν τὴν ὄψιν δυστύχημα μέγιστον, τῆς τῶν παίδων εὐπρεπείας ἀλλασσομένοις τὸν θάνατον. καὶ οὕτω μὲν τοῖς Ἀβασγοῖς οἱ σφῶν προσεφέροντο [*](C) ἄρχοντες. Ἰουστινιανὸς δὲ ὁ πρῶτος στείλας παρ’ ἔνα τῶν ἐν τοῖς βασιλείοις εὐνούχων σφίσιν ὁμογενῆ, πολλοὶ γὰρ περὶ τὰ Ῥωμαίων ἀρχεῖα τοιοῦτοι ἐστρέφοντο, ἀπεῖπε τοῖς ἡγεμόσι τῶν Ἀβασγῶν μηκέτι μηδένα τὴν ἀρρενωπίαν ἐκτέμνεσθαι βιαζόμενον τελευτήσειν γὰρ τὴν πρᾶξιν αὐτοῖς εἰς κενόν, μηδενὸς Ῥωμαίων πρίασθαι βουλησομένου τοὺς ἐκτομίας αὐτῶν. τοῦτο τοῖς Ἀβασγοῖς ἀσμενέστατα προσεδέδεκτο, καὶ τῇ ἐπιταγῇ τοῦ βασιλέως Ῥωμαίων θαρρήσαντες τοῦ λοιποῦ πρὸς τοὔργον τοῦτο τοῖς ἄρχουσιν αὐτῶν οὐχ ὑπέκυπτον, κἀκεῖνοι δὲ πρὸς τὴν πρᾶξιν ἤσαν νωθέστεροι. εἶτα καὶ ἄμφω τοὺς αὐτῶν ἀρχηγοὺς καθελόντες ἤθελον βιοτεύειν αὐτόνο- [*](2 Gotth. 4. 3, p 571,) [*](B)
335
μοι. μέχρι μέντοι τότε καὶ τῆς τῶν χριστιανῶν ἦσαν ἀμύητοι, ἄλση δὲ καὶ ὕλας ἐσέβοντο καὶ [*](D) τὰ δένδρα τούτοις ἐξ ἀφελείας βαρβαρικῆς εἰς θεοὺς ἐνομίζοντο. Ἰουστινιανὸς δὲ μεταθεῖναι σφᾶς πρὸς εὐσέβειαν σπούδασμα ἔθετο, καὶ στείλας παρ’ αὐτοῖς ἱεροὺς ἄνδρας δι’ αὐτῶν εἰς ἐπίγνωσιν αὐτοὺς μετήνεγκε τοῦ θεοῦ. εἶτα καὶ θεῖον ἐν Ἀβασγοῖς τῆς θεοτόκου ἐδείματο τέμενος καὶ ἱερεῖς ἐγκατέστησε, καὶ οὕτως εἰς ἤθη τὰ τῶν χριστιανῶν αὐσοὺς μετήγαγεν ἐκ τῶν πάνυ βαρβαρικῶν. ἐντεῦθεν ὑπ’ οὐδενὸς ἀρχομένων τῶν Ἀβασγῶν οἱ βασιλεῖς Ῥωμαίων ἔστελλον ἄρχοντας, καὶ ὑπ’ ἐκείνων αὐτοῖς διῃτῶντο τὰ πράγματα. χωρησάντων δὲ τῶν στελλομένων εἰς ἀδικίας καὶ τυραννικώτερον χρωμένων αὐτοῖς, δείσαντες μὴ πάντῃ δουλωθῶσι Ῥωμαίοις, ἀφίστανται [*](A) καὶ οὐκέτι δέχεσθαι ἄρχοντα Ῥωμαῖον ἐβούλοντο. διὰ τοῦτο τίσασθαι θέλων αὐτοὺς ὁ ῥινότμητος Ἰουστινιανός, στέλλει τὸν σπαθάριον Λέοντα πρὸς τοὺς Ἀλανούς, οὑς Ἀλβανοὺς ὁ Προκόπιος γράφει, πλείστοις κατὰ τῶν Ἀβασγῶν ὁμόρων ὄντων αὐτοῖς, ὁπλίσαι τούτους βουλόμενος. ἐκεῖ τοίνυν ὁ Λέων γενόμενος, καὶ συχνοὺς διατρίψας ἐνιαυτούς, ὀψὲ καὶ μόλις ἐπανελήλυθε, μήτε τὸν Ἰουστινιανὸν εὑρηκώς, ἀνῄρητο γάρ, μήτε μὴν τὸν Φιλιππικόν, καθῄρητο γὰρ πηρωθείς, ὡς εἴρηται, καὶ τὰ ὄμματα, πρόσεισιν οὖν Ἀρτεμίῳ βασιλεύοντι τότε. ὁ δὲ καὶ προσήκατο αὐτὸν εὐμενῶς καὶ στρατηγὸν τοῦ τῶν Ἀνατολικῶν προεχειρίσατο θέματος. τούτῳ γοῦν, [*](B) ὡς εἴρηται, δῆθεν ἀμύνων, ἀντῆρε χεῖρα κατὰ Θεοδοσίου, δοσίου, καὶ τῶν σκήπτρων γέγονεν ἐγκρατής, ὢ [*](19 Προκόπιος] Immo semper Ἀλανοὺς.)
336
θεοῦ κριμάτων ἄβυσσος ἀκατάληπτος, καὶ αὐτίκα τὴν θυγατέρα τῷ Ἀρταβάσδῳ συνῴκισε, κουροπαλάτην αὐτὸν τιμήσας. Μασάλμας δὲ ὁ τῶν Ἀράβων ἀρχηγὸς ἐξ Ἀβύδου σὺν μεγάλῳ στρατεύματι πρὸς Θρᾴκην περαιωθεὶς πολὺ μὲν τῆς Θρᾳκῴας ἐληίσατο χώρας, τῇ δὲ βασιλευούσῃ τῶν πόλεων προσβαλὼν χάρακα παρὰ τοῖς κατὰ χέρσον αὐτῆς ἐπήξατο τείχεσι, καὶ ἦν αὐτὸς μὲν ἐντεῦθεν ταύτην πολιορκῶν, ἐκ δὲ θαλάσσης σὺν στόλῳ μεγάλῳ ὁ ἀρχισατράπης [*](C) Σολιμᾶς. ἀλλὰ τὰς μὲν νῆας αὐτῶν τάς τε πολεμιστηρίους τάς τε μὴν φορτηγοὺς τῷ ὑγρῷ πυρὶ Ῥωμαῖοι κατετροπώσαντο, ὥστε πολλοὺς τῶν ναυάρχων, ὧν οὔπω ταῖς ναυσὶ τὸ ὑγρὸν τοῦτο προσήγγισε πῦρ, ἀπογνόντας προσρυῆναι τῷ βασιλεῖ. τὸ μὲν οὖν πλεῖστον τοῦ ναυτικοῦ τῶν Ἀράβων οὕτω διώλετο. τοῖς δὲ κατὰ Βιθυνίαν αὐτῶν ληιζομένοις ἐντυχόντα στρατεύματα Ῥωμαίων πεζὰ πολλοὺς διεφθάρκασιν ὥστε κἀκείνους δείσαντας ἀποδρᾶναι. τοὺς δὲ κατὰ Θρᾴκην τυγχάνοντας Ἄραβας λιμὸς ἐπίεζε κραταιός, ὅθεν οὐδενὸς τῶν θνησκόντων ζῴων ἀπείχοντο. λέγεται δὲ καὶ σαρκῶν ἀνθρωπείων αὐτοὺς ἅψασθαι. ἀλλὰ καὶ νόσος αὐτοῖς ἐνέσκηψε [*](D) λοιμικὴ καὶ διέφθειρε παμπληθεῖς. καὶ Βούλγαροι δὲ τούτοις ἐπελθόντες πολλὰς χιλιοστύας αὐτῶν, ὥς τινες ἀναγράφουσι, μαχαίρας ἔθεντο παρανάλωμα.

Ὁ δὲ τῆς Σικελίας στρατηγὸς Σέργιος τὴν τῶν Ἀράβων κατὰ τῆς πόλεως ἐπέλευσιν γνοὺς καὶ ὡς ἐν ἀκαταστασίᾳ τὰ Ῥωμαίων τυγχάνουσι, τυραννίδι καὶ αὐτὸς ἐπεχείρησε, καὶ οὐχ ἑαυτὸν τῆς βασιλείου ἠξίωσε κλήσεως, ἀλλά τινα Γρηγόριον τῶν ὑπηρετουμένων αὐτῷ ἀναρρηθῆναι παρὰ τοῦ λαοῦ βασιλέα πεποίηκε, μετονομάσας τὸν ἄνδρα Τιβέριον, ὃς γνώ-

337
’μῇ τοῦ Σεργίου καί τινας εἰς ἀρχὰς προεβίβασε. ταῦτ’ ἀγγελθέντα τῶ Λέοντι διανέστησαν αὐτὸν τῷ [*](A) τυραννήσαντι ἀντιτάξασθαι, καὶ Παῦλον τὸν τῶν βασιλικῶν ἱπποκόμων ἐπιστατοῦντα, χαρτουλάριον ἡ Ῥωμαίων οἶδε τοῦτον λέγειν φωνή, πατρίκιον τιμήσας καὶ στρατηγὸν Σικελίας ὀνομάσας, στέλλει κατὰ τοῦ ἀποστάτου, προστάγματα πρὸς τοὺ ’ς τῶν χωρῶν ἄρχοντας ἐγχειρίσας αὐτῷ συναίρεσθαι τῷ Παύλῳ κελεύοντα, καὶ πρὸς τὴν ἐν Σικελίᾳ δὲ στρατιὰν γραφὴν ἐγχαράξας δηλοῦσαν καλῶς ἔχειν Ῥωμαίοις τὰ πράγματα, ἤδη τῶν Ἀράβων ἡττημένων καὶ κατατροπωθέντων, διὰ τοῦ Παύλου καὶ ταύτην τοῖς στρατιώταις ἐκπέπομφε. καταλαβόντα τοίνυν τὴν Σικελίαν τοῦτον ἀνωιστὶ καὶ εἰσελθόντα εἰς τὴν Συράκουσαν μαθὼν ὁ Σέργιος, εὐθὺς ἀπέδρα καὶ [*](B) πρὸς Λογγιβαρκίαν ἐφοίτησε. τοῦ δὲ Παύλου προσομιλήσαντος τῷ στρατιωτικῷ καὶ τὸ γράμμα τὸ βασίλειον ἀναγνόντος αὐτῶν εἰς ἐπήκοον, εὐθὺς ἐκεῖνοι τὸν μὲν βασιλέα εὐφήμησαν, τὸν δὲ Γρηγόριον καὶ τοὺς περὶ αὐτὸν δεσμίους τῷ Παύλῳ παρέδοσαν. καὶ ὃς τὸν μὲν Γρηγόριον ἀνεῖλε, τοὺς δ’ ἐκείνου ὑπασπιστὰς μαστίξας καὶ τὴν κόμην ἀποθρίξας αὐτοῖς ὑπερορίᾳ κατέκρινεν. ὁ δὲ Σέργιος πληροφορίαν λαβὼν μή τινος πειραθῆναι κακοῦ, πρὸς τὸν Παῦλον ἐκ Καλαβρίας ἀφίκετο. καὶ τὰ μὲν κατὰ τὴν Σικελίαν οὕτως ἠρέμησαν. οἶ δὲ τὴν πόλιν πολιορκοῦντες Ἄραβες, παθόντες μᾶλλον ἤ δράσαντες, [*](C) ἐπανελθεῖν εἰς τὰ οἰκεῖα ὡρμήκεσαν καὶ εἰς τὰς περιλειφθείσας ἐμβάντες νῆας ἀπῄεσαν. λαίλαπι δὲ περιπεσόντες σφοδρῷ πάντες ἀπώλοντο σὺν ταῖς οἰκείαις τριήρεσι, δέκα μόνων νηῶν περιλειφθεισῶν, ὧν αἶ μὲν πέντε παρὰ Ῥωμαίων ἑάλωσαν, αἱ δὲ λοι-
338
παὶ διαφυγοῦσαι τῆς συμφορᾶς ἀπήλθοσαν ἄγγελοι. ἐτέχθη δὲ τῷ Λέοντι σκύμνος ὠμότερος τοῦ πατρὸς καὶ τήν τε μητέρα τούτου κεκλημένην Μαρίαν ἔστεψεν ὁ Λέων καὶ τὸν υἱὸν ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ ἐβάπτισε, Κωνσταντῖνον ὀνομάσας αὐτόν. ὅτε λἐγεται κόπρον αὐτὸν ἐκκρῖναι τῇ θείᾳ κολυμβήθρᾳ [*](D) καταδυόμενον, κἀντεῦθεν ἐπονομασθῆναι Κοπρώνυμον, καὶ τὸν ἁγιώτατον πατριάρχην Γερμανόν εἰπεῖν ὅτι σημεῖον τοῦτό ἐστι τοῦ τῇ ἐκκλησίᾳ καὶ τοῖς εὐσεβεῖν ᾑρημένοις μέγα τὸ παιδίον τοῦτο χρηματίσαι κακόν. ὁ δὲ μάγιστρος Νικήτας ὁ ξυλινίτης τῶν ὑπερλίαν τυγχάνων ὑπέθετο τῷ Ἀρτεμίῳ έν Θεσσαλονίκῃ τυγχάνοντι τοῖς Βουλγάροις προσελθεῖν, καὶ συνεργίᾳ τούτων ἀπολήψεσθαι πάλιν τὴν βασιλείαν. καὶ ὃς πείθεται, καὶ μετὰ πλήθους Βουλγάρων ἧκεν εἰς τὸ Βυζάντιον, οἰόμενος παρὰ τοῦ λαοῦ προσδε- χθήσεσθαι. τῶν δὲ τῆς πόλεως μὴ ἐπιστρεφομένων αὐτοῦ, οἱ Βούλγαροι τοῦτον πολλῶν χρημάτων τῷ Λέοντι προύδωκαν. καὶ οἱ μὲν ἀπῆλθον· ὁ δὲ σὺν τῷ ξυλινίτῃ ἀνῄρητο, καὶ ἡ τοῦ ξυλινίτου κτῆσις [*](A) οὖσα πολλὴ δεδήμευτο ξύμπασα. καὶ ἄλλοι δὲ τῶν συνωμοτῶν τοῦ Ἀρτεμίου ἐκτάνθησαν, πρὸς οἷς καὶ ὁ τῆς Θεσσαλονίκης ἀρχιερεύς. εἶτα τὸν υἱὸν αὐτοῦ Κωνσταντῖνον ὁ Λέων βασιλέα πεποίηκε, παρὰ τοῦ ὁσιωτάτου Γερμανοῦ τῆς ἐπὶ τῇ ταινιώσει τελετῆς τελεσθείσης. ἐντεῦθεν ὁ Λέων ἄρχεται τοῦ θεομαχεῖν καὶ κατὰ τῶν σεπτῶν εἰκόνων ἐλύττησε. καὶ τὸν πατριάρχην μεταπεμψάμενος Γερμανόν μὴ δεῖν ἔλεγε τὰς εἰκόνας τιμᾶσθαι· εἰδωλολατρίαν γὰρ τὴν τούτων ἀπεκάλει προσκύνησιν. ὁ δὲ θεῖος ἐκεῖνος ἀνήρ “εὐφήμει, βασιλεy”, ἔφη “καὶ μὴ οὕτω φρόνει· ἀσεβὲς γὰρ ἄντικρυς τὸ ἐννόημα, καὶ οἶδα μὲν ᾀδό-
339
μένον τὸ μέλλειν κινηθῆναι ταύτην τὴν αἵρεσιν. ἀλλὰ μὴ σύγε εἴης ὁ ταύτης εἰσαγωγεύς · Κόνων γάρ τις ὀνομαζόμενος ταύτης μέλλειν κατάρχεσθαι λέγεται.” καὶ ὃς ὑπολαβὼν αὐτίκα φησίν ἐγώ εἰμι· Κόνων γὰρ παρὰ τῶν γονέων νηπιόθεν ὠνόμασμαι.” τὸν μὲν οὖν ἀοίδιμον Γερμανὸν μὴ πεισθέντα συνθέσθαι τῇ γνώμῃ αὐτοῦ, μᾶλλον μὲν οὖν καὶ γενναιότατα ἀντιλέγοντα καὶ τὴν αὐτοῦ κακοδοξίαν ἐλέγχοντα τῆς ἐκκλησίας ἐξώθησεν, ἔτη ταύτην ἰθύναντα πεντεκαίδεκα, Ἀναστάσιον δέ τινα εἰς πατριάρχην ἑαυτῷ ὁμόφρονα προχειρίζεται. τοῦ δ’ οὖν οὕτω φρονῆσαι τὸν Λέοντα καὶ εἰς τοῦτο προελθεῖν ἀσεβείας ἥκω τὴν αἰτίαν ἐρῶν.

Ἰζὶθ τῶν Ἀράβων ἄρτι γέγονεν ἀρχηγός · καὶ τούτῳ προσίασιν Ἑβραῖοι δύο τὸ ἐπιτήδευμα γόητες, οἱ δὲ ἀστρολογίαν ἔλεγον μετιέναι, κἀντεῦθεν εἰδέναι [*](C) τὰ μέλλοντα, καὶ τῷ Ἄραβι τὴν ἀρχὴν ἐπηγγέλλοντο καὶ τὴν ζωὴν πολυχρόνιον, εἰ τῶν ἐκκλησιῶν τῶν χριστωνύμων τὰ τοῦ Χριστοῦ καὶ τῆς αὐτὸν τεκούσης ἐκβαλεῖ τὰ ἐκτυπώματα. καὶ ὁ βάρβαρος οὐκ ἐμέλλησεν, ἀλλ’ ἐκ πάντων τῶν ἐν τῇ ὑπ’ αὐτὸν τελούσῃ χώρᾳ ναῶν τὰς σεπτὰς εἰκόνας ἠφάνισε. καὶ ἡ θεία δίκη τοῦτον μετῆλθεν οὐκ εἰς μακράν. οὔπω γὰρ παρῆλθεν ἐνιαυτὸς καὶ ὁ δείλαιος τὴν ζωὴν ἐζημίωτο. ὁ δὲ τούτου παῖς τῆς ἀρχῆς δοἀδοχος γεγονὼς τοὺ ’ς ψευδομάντεις ἐκείνους ἐζήτει, τῆς εἰς τὸν τεκόντα ἀπάτης τίσασθαι προθυμοῦ μένος. ἀλλ’ ἔφθησαν ἐκεῖνοι φυγεῖν ἐκεῖθεν, καὶ εἰς Ἰσαυρίαν κατήντησαν. ἔνθα περιτυχόντες τούτῳ τῷ [*](D) Λέοντι, νεανίᾳ τυγχάνοντι, βαναύσῳ τὸ ἐπιτήσευμα, τὴν τῶν Ῥωμαίων προμαντεύονται βασιλείαν. τοῦ δὲ πρὸς τὴν οἰκείαν ἀφορῶντος τύχην, ἀφεστη-

340
κυῖαν πάνυ που πόρρω τοιαύτης ἀρχῆς, καὶ τοῖς ἐκείνων διαπιστοῦντος χρησμοῖς, ἐκεῖνοι συμβήσεσθαι τὴν πρόρρησιν ἀπισχυρίζοντο κραταιῶς, καὶ ἀπῄτουν αὐτὸν δι᾿ ὅρκου πληροφορῆσαι αὐτούς, ὅτε τύχοι τῆς βασιλείας, δοῦναι σφίσιν ὃ ἂν αἰτήσωνται. καὶ ὃς ὄμνυσιν ἦ μὴν τῆς βασιλείας τυχὼν ἐντελῆ αὐτῶν ποιῆσαι τὴν αἴτησιν. ὁ μὲν οὖν ὃν εἴρηται τρόπον τῆς τῶν Ῥωμαίων ἡγεμονίας ἐκράτησεν. οἱ δὲ τούτῳ ταύτην προμαντευσάμενοι ἔνατον ἤδη ἔτος [*](A) τῆς αὐταρχίας ἀνύοντι προσῆλθον αὐτῷ, καὶ ᾔτουν ἀποδοῦναι αὐτοῖς τῆς προρρήσεως τὸν μισθόν. καὶ ὁ Λέων ἕτοιμος ἦν πρὸς τοῦτο, καὶ λέγειν ἠξίου τί τὸ αἰτούμενον. καὶ ἡ βέβηλος ἐκείνη τῶν Ἰουδαίων δυὰς “οὔτε πλοῦτον” εἶπε “δοθῆναι ἡμῖν ἐξαιτούμεθα οὔτε πρὸς δόξης ἀναχθῆναι περιωπὴν οὔθ᾿ ἕτερόν τι τῶν τῆς βασιλείας λαμπρῶν, ἀλλ᾿ ἢ μόνον τὸ τὰ τοῦ Ναζωραίου καὶ τῆς αὐτὸν τεκούσης περιαιρεθῆναι πάντοθεν ἐκτυπώματα.” καὶ ὃς ἀβέβαιος ὤν περὶ τὴν πίστιν, ὥσπερ τι τῶν εἰκαίων καὶ ῥᾴστων τοῦτο ποιήσαι συνέθετο, καὶ τοῦ δεκάτου ἄρτι ἐνιαυτοῦ τῆς αὐτοῦ τυραννίδος ἀρξάμενος καὶ τοῦ θεομαχεῖν ἤρξατο καὶ μετὰ φρικώδους βρυχήματος κατὰ τῶν σεπτῶν εἰκόνων ἐχώρησε, καὶ διωγμὸν [*](B) βαρύτατον ἤγειρε, πολλούς τε ἀνθεστηκότας τῇ ἐξαγίστῳ γνώμῃ αὐτοῦ ἐκόλασε καὶ μάρτυρας ἀπειργάσατο. πρὸς δὲ τοῖς ἄλλοις οἶς κατὰ τῶν εὐσεβούντων εἰργάσατο καὶ τοῦτο πεποίηκεν. οἶκος ἦν ἐν τῇ καλουμένῃ βασιλικῇ ἔγγιστα τῶν Χαλκοπρατείων βασίλειος, ἐν ᾧ καὶ βίβλοι τῆς τε θύραθεν σοφίας καὶ τῆς εὐγενεστέρας καὶ θειοτέρας πολλαὶ ἐναπέ κεῖντο. ἦν δ᾿ οὗτος ἀνέκαθεν τοῦ προύχοντος ἐν λόγοις κατοικητήριον, ὃν οἰκουμενικὸν ἐκάλουν δι-
341
δάσκαλον, ὃς καὶ δώδεκα εἶχεν ἑτέρους συνοικοῦντας αὐτῷ, κἀκείνους τῆς λογικῆς παιδείας μετέχοντας τὸ ἀκρότατον. τούτοις καὶ σιτήσεις ἀνεῖντο δημόσιαι, καὶ παρ’ αὐτοῖς ἐφοίτων οἷς ἔμελε λογικῆς παιδείας καὶ γνώσεως, οὑς καὶ ὁ βασιλεύων συμβούλους [*](C) ἐν τοῖς πρακτέοις πεποίητο. τούτους οὖν εἰ ἕλοι καὶ τῆς ἑαυτοῦ ποιήσαιτο γνώμης, ἔκρινε τὸ πὰν κατεργάσασθαι. καὶ τοὺς ἄνδρας μεταστελάμενος τὴν περὶ τῶν σεβαστῶν εἰκόνων γνώμην αὐτοῦ τὴν πονηρὰν αὐτοῖς ἐκοινώσατο. οἶ δὲ οὐχ ὅσον οὐχ ὡμοδόξουν αὐτῷ, ἀλλὰ καὶ αὐτὸν μεταστῆσαι τῆς γνώμης ταύτης ἐπεχείρουν ὁλοσχερῶς, πῇ μὲν καταψῶντες τὸν θῆρα τὸν λεοντώνυμον καὶ κατεπᾴδοντες αὐτοῦ τὰ σωτήρια, πῇ δὲ γενναιότερον ἀντιβαίνοντες καὶ διελέγχοντες τὴν ἀσέβειαν. ὁ δὲ ὡσεὶ ἀσπὶς ἔβυε τὰ ὦτα καὶ φωνῆς ἐπᾳδόντων οὐκ ἤκουεν οὐδ’ ἐφαρμακεύετο παρὰ τῶν σοφῶν. πολλάκις οὖν [*](D) αὐτοῖς προσωμιληκὼς καὶ τὴν αὐτῶν μετάθεσιν ἀπογνούς, τοὺς μὲν ἀφῆκεν εἰς τὴν σφετέραν πορευθῆναι διατριβήν, τὸν οἶκον ἐκεῖνον δηλαδὴ τὸν βασίλειον, αὐτὸς δὲ κελεύσας εὔπρηστον ὕλην συναχθῆναι πολλὴν καὶ πέριξ τοῦ οἴκου τεθεῖσαν ἀναφθῆναι νυκτός, οὕτω τόν τε οἶκον σὺν ταῖς βίβλοις καὶ τοὺς σοφοὺς ἐκείνους ἄνδρας καὶ σεβασμίους κατέκαυσε.

Διὰ ταῦτα ὁ τῆς πρεσβυτέρας Ῥώμης τότε τὴν ἐκκλησίαν ἰθύνων Γρηγόριος τῆς πρὸς τὸν τῆς νέας Ῥώμης προεδρεύοντα καὶ τοὺς ἐκείνῳ ὁμόφρονας ἀποστὰς κοινωνίας, ἐκείνους μὲν σὺν τῶ βασιλεῖ [*](A) συνοδικῷ καθυπέβαλεν ἀναθέματι, τοὺς δὲ μέχρι τότε τῇ βασιλείᾳ κομιζομένους ἐκεῖθεν φόρους ἐπέσχε, τοῖς Φράγγοις σπεισάμενος· οὐ γὰρ τοῦ τῶν Ῥωμαίων

342
γένους οἱ Φράγγοι, ἀλλὰ Γερμανικὸν ἔθνος τούτους εἶναί φησι τὴν ποικίλην ἱστορίαν ὁ Καισαρεὺς Προκόπιος συνταξάμενος, περὶ τὸν Ῥῆνον ποταμὸν καὶ τὸν Ῥοδανὸν καὶ τὰς ἐκεῖσε λίμνας πάλαι λατῳκημένον. τοῦ δὲ Βελισαρίου στρατηγοῦντος Ῥωμαίων ἐπὶ τοῦ προτέρου Ἰουστινιανοῦ καὶ Γότθοις ἀντιπαλαμωμένου περὶ Ἰταλίας καὶ τῶν ἐν ταύτῃ πόλεων καὶ τῆς Ῥώμης αὐτῆς, παρὰ γὰρ τῶν Γότθων κατείχουτο, τότε καὶ τούτους ἱστορεῖ τῇ Ἰταλίᾳ ἐπεμβαλεῖν. [*](P�) τοὺς μέντοι Γότθους μὴ οἵους τε ὄντας καὶ Ῥωμαίοις καὶ Φράγγοις ἀντικαθίστασθαι πρὸς τοὺς Φράγγους θέσθαι σπονδὰς καὶ τὸν πρὸς ἐκείνους διαλύσασθαι πόλεμον, παρακεχωρηκότας αὐτοῖς τῶν Γαλλιῶν, ὅσαιπερ αὐτοῖς προσεγένοντο. καὶ τὴν πρᾶξιν ταύτην καὶ αὐτὸν ἐπιρρῶσαι τὸν Ἰουστινιανόν, Ἰουστινια δεηθέντων τῶν Φράγγων, πραγματευόμενον τὸ μὴ Ῥωμαίοις πολεμοῦσι πρὸς Γότθους ἐναντιοῦσθαι τοὺς Φράγγους, ἀλλ’ εἶναι τὰ πρὸς Ῥωμαίους τοὐτοις διὰ τὴν ἐπίρρωσιν φίλια. κἀντεῦθεν τοὺς Γερμανοὺς Μασσαλίαν τε τὴν Φωκαέων ἀποικίαν καὶ [*](C) τὰ ἐπὶ θαλάσσῃ χωρία σχεῖν ἅπαντα καὶ τῆς ἐκεῖ κρατήσαι θαλάσσης, πολλὰ δὲ καὶ τῶν Βενετιῶν κατασχεῖν. οὕτως οὖ ’ν οἱ Φράγγοι πεπλησιακότες τοῖς Ἰταλοῖς οὐ διέλιπον ἔκτοτε ἐπιόντες τοῖς ἐκεῖσε ’Ρωμαίοις καὶ τὰ ὑπ’ αὐτοὺς ληιζόμενοι. ἀποστατήσας οὖν, ὡς εἴρηται, τῆς τοῦ βασιλέως ὑπακοῆς ὁ πάπας Γρηγόριος διὰ τὴν ἐκείνου κακοδοξίαν τοῖς Φράγγοις ἐσπείσατο, πρότερον πολλάκις σπεύσας διὰ γραμμάτων τὸν Λέοντα τῆς μισοθεΐας μετενεγκεῖν καὶ μεταπεῖσαι τὰς ἱερὰς εἰκόνας σεβάζεσθαι· ἀλλ’ [*](2 Προκόπιος) Vandal. I, 3, p. 182, A. Gotth. 3, 33, p. 542, D. 543, B.)
343
ἐδόκει σμήχειν Αἰθίοπα. οὐ μόνον γὰρ ὀρθὸν οὐδέν τι ἐφρόνησεν, ἀλλὰ καὶ ἐκμανεὶς κατὰ τῶν ὀρθοδόξων πολλοὺς ἐκόλασε καὶ ὁμολογίας στεφάνων ἠξίωσε. [*](D) τούς τ’ ἑ Καλαβροὺς καὶ τοὺς Σικελοὺς φόροις νέοις ἐβάρυνε, κεφαλητίωνα τελεῖν κατὰ τοὺς Ἰουδαίους δογματίσας αὐτοὺς καὶ τὰ ἐν αὐτοῖς τικτόμενα ἄρρενα ἀπογράφεσθαι. ἤδη δὲ τοῦ υἱοῦ αὐτοῦ Κωνσταντίνου τελοῦντος εἰς μείρακας, ζεύγνυσιν αὐτῷ γαμετὴν θυγατέρα Χαγάνου τοῦ τῶν Σιυθῶν ἡγεμονεύοντος, βαπτίσας αὐτὴν καὶ ὀνομάσας Εἰρήνην. ἥτις οὐ συνυπήχθη τῇ τοῦ ἀνδρὸς κακοδοξίᾳ, ἀλλὰ μυηθεῖσα τὸ δόγμα τὸ εὐσεβὲς ἔμεινεν ἀμετάτρεπτος. σεισμοῦ δὲ συμβεβηκότος σφοδροῦ κατὰ τὸ Βυζάντιον ναοί τε πολλοὶ καὶ οἰκίαι συνέπεσον καὶ πλῆθος ἀνθρώπων συγκέχωστο τοῖς συμπτώμασιν. [*](A) ὅτε καὶ ἡ τοῦ Ἀρκαδίου στήλη ἐν τῷ τοῦ Ξηρολόφου Α κίονι ἱδρυμένη κατέπεσε καὶ ὁ ἐν τῇ Χρυσῇ πόρτῃ ἀνδριὰς τοῦ μεγάλου Θεοδοσίου, ἀλλὰ μὴν καὶ τὰ κατὰ τὴν χέρσον τείχη τῆς πόλεως, ἥ τε τοῦ Νικομήδους πόλις καὶ πρὸς ταύτῃ ἡ Νίκαια αἱ μητροπόλεις αἱ Βιθυνικαί. τὴν γοῦν τῶν τειχῶν κατάπρωσιν ὁ τύραννος Λέων κέρδους μελετήσας θέσθαι λαβήν, διεκηρυκεύσατο πρὸς τὸν δῆμον τῆς πόλεως ὡς “ὑμεῖς οὐκ ἂν δυνηθείητε ταχέως ἀνεγεῖραι τὰ τείχη· ἀσύμφορον δ’ ὑμῖν ἐπὶ πολὺ μένειν τὴν πόλιν ἀτείχιστον. διὸ προστέτακται παρ’ ἡμῶν προσθήκην ἐν τοῖς δημοσίοις φόροις γενέσθαι φόλλεις εἴκοσι καὶ τέσσαρας ἐφ’ ἑκάστῳ νομίσματι, ἵνα τούτων τῷ βασιλικῷ ταμείῳ παρεχομένων τὰ ὑποκλάσαντα τῶν B τειχῶν ἀνακαινισθῶσιν ἐξ ἀναλωμάτων βασιλικῶν.” ἔκτοτε τοίνυν καὶ μέχρι τοῦδε ἡ εἴσπραξις ἐπεκράτησεν αὕτη. οὕτως οὖν ἐπὶ κακῷ τῆς πολιτείας ὁ
344
δείλαιος Λέων βασιλεύσας ἔτη τέσσαρα πρὸς τοῖς εἴκοσι δυσεντερίᾳ νοσήσας ἀθλίως τὴν ψυχὴν ἐξηρεύξατο.

Διεδέξατο δὲ τὴν τῶν Ῥωμαίων ἀρχὴν μετὰ τῆς πατρικῆς δυσσεβείας ὁ δυσώνυμος ἐκείνου υἱός, οὐ κατὰ τῶν σεπτῶν εἰκόνων λυττήσας μόνον, ἀλλὰ καὶ γοητείαις προσκείμενος καὶ ἱερείων ἀνατομαῖς καὶ [*](C) νεκυομαντείαις καὶ ἀρρητοποιίαις καὶ ὅλως οὐδενὸς κακοῦ ἀπεχόμενος, καὶ ποικίλος ὢν τὴν κακίαν καὶ οὐ μονοειδής. οὐ γὰρ χριστιανός, οὐχ Ἕλλην, οὐκ Ἰουδαῖος ἐτύγχανεν ὤν, ἀλλ’ ἀσεβείας τις κυκεὼν καὶ οἷα τὰ Λιβυκὰ θηρία ἱστόρηται φύεσθαι ἐκ μίξεως ἑτερογενῶν, πολυειδῆ καὶ σύμμικτα τὴν ἰδέαν καὶ τὴν θηριωδίαν γεννώμενα · διὰ ταῦτα πρὸς πάντων μεμίσητο. καὶ κατὰ τὸ δεύτερον ἔτος τῆς τυραννίδος αὐτοῦ, οὐ γὰρ φαίην ἂν βασιλείας, ἐκστρατεύσας κατὰ Ἀράβων καὶ ἐν τῷ θέματι τοῦ Ὀψικίου γενόμενος, οὗ δὴ θέματος τὴν ἀρχὴν ὁ γαμβρὸς αὐτοῦ περιέζωστο ὁ κουροπαλάτης Ἀρτάβασδος, ἐπεβούλευε [*](D) τούτῳ δὴ τῷ οἰκείῳ γαμβρῷ. οἵ τε γὰρ τοῦ δήμου καὶ οἱ τῆς γερουσίας, ἀλλὰ μέντοι καὶ τὸ στρατιωτικόν, ἀπεχθανόμενοι τῷ Κωνσταντίνῳ, ὡς εἴρηται, τῷ Ἀρταβάσδῳ ὀρθοδόξῳ τυγχάνοντι τὴν βασιλείαν ἐπεψηφίζοντο. γνοὺς τοίνυν τὴν ἐπιβουλὴν ὁ Ἀρτάβασδος, καὶ διαλεχθεὶς τῷ λαῷ, ἐπιτίθεται τῷ Κωνσταντίνῳ. ἀλλ’ ἔφθη διαφυγεῖν ὁ Κοπρώνυμος καὶ εἰς τὸ Ἀμόριον προσφυγεῖν, καὶ διαπεμψάμενος πρὸς τὸν τοῦ ἀνατολικοῦ στρατηγὸν τὸν Λαγκηνὸν καὶ πρὸς τὸν τοῦ Θρᾳκησίου τὸν Σισινάκιον, λαμπραῖς ὑποσχέσεσι πέπεικεν αὐτοὺς συμμαχῆσαι αὐτῷ. ἐντεῦθεν ἐμφύλιοι πόλεμοι καὶ ὑπ’ ἀλλήλων οἱ Ῥωμαῖοι ἐφθείροντο. ἕκαστοι γὰρ τοῦ

345
σφετέρου βασιλέως ἀντείχοντο, ἐπείπερ ἀνερρήθη [*](A) ἤδη καὶ ὁ Ἀρτάβασδος βασιλεύς. κατὰ δὲ τὴν τῶν πόλεων βασιλεύουσαν τῶν δημοσίων οἰκονόμος πραγμάτων τοῦ Κωνσταντίνου ὁ μάγιστρος Θεοφάνης εἰάθη, ὃς τῷ Ἀρταβάσδῳ προσκείμενος καὶ γραφὴν ἐξ ἐκείνου δεξάμενος δημοσίᾳ θανεῖν τὸν Κωνσταντῖνον ἐκήρυξε καὶ τὸν Ἁρτάβασδον ὑπὸ τῶν στρατευμάτων αἱρεθῆναι εἰς βασιλέα. καὶ οὕτως ὁ δῆμος τῆς πόλεως εἰς τὴν μεγάλην ἐκκλησίαν συναθροισθεὶς τὸν μὲν Κωνσταντῖνον ἀναθέματι καθυπέβαλον, εὐφήμουν δὲ τὸν Ἀρτάβασδον, τούτοις συνευδοκοῦντος καὶ τοῦ πατριάρχου Ἀναστασίου. δεχθεὶς δὲ ὁ Ἀρτάβασδος καὶ παρὰ πάντων βασιλεὺς ἀναγορευθείς, αὐτίκα τὰς σεβασμίας εἰκόνας πανταχοῦ ἀνεστήλωσεν. ὁ δὲ πατριάρχης Ἀναστάσιος [*](B) διώμνυτο λέγειν αὐτῷ τὸν Κοπρώνυμον ὅτι ὁ Χριστὸς οὐχ υἱός ἐστι τοῦ θεοῦ, ἄνθρωπος δὲ ψιλὸς γεννηθεὶς ἐκ τῆς Μάριας, ὡς ἐγὼ ἐκ τῆς ἐμῆς μητρὸς ἐτέχθην Μάριας. ἐξελθόντος οὖν τῆς μεγαλοπόλεως τοῦ Ἀρταβάσδου, μάχαι πάλιν ἐγίνοντο. ὁ δὲ Κωνσταντῖνος ἐκ Χαλκηδόνος περαιωθεὶς τὴν πόλιν ἐπολιόρκει, περὶ τὰ χερσαῖα τείχη βαλόμενος χάρακα. προσβαλὼν δὲ τούτῳ καὶ ἡττηθεὶς ὁ Ἀρτάβασδος τῆς πόλεως ἐντὸς συνέκλεισεν ἑαυτὸν καὶ τοῦ ταύτην φρουρεῖσθαι ἀσφαλῶς ἐπεμέλετο. τοῦ δὲ Κοπρωνύμου θαλασσοκρατοῦντος καὶ μὴ ἐῶντος τὰς φορτηγοὺς ὁλκάδας ἐν τῇ πόλει καταίρειν, λιμὸς τοὺ ’ς ἐν ταύτῃ ἐπίεζεν, ὥστε πολλοὺς ἐκ τούτου διόλλυσθαι. [*](C) καὶ τὸν τοῦ Ἀρταβάσδου υἱὸν Νικητᾶν συνέσχε καὶ πεδήσας ἐδείκνυεν αὐτὸν τῷ πατρί. εἶτα προσβαλὼν αὖθις τῇ πόλει ταύτης ἐκράτησεν. ὁ δὲ Ἀρτάβασδος ἀποδρὰς εἰς φρούριόν τι τοῦ θέματος
346
τοῦ Ὀψικίου συνέκλεισεν ἑαυτόν, καὶ κατασχεθείς, πηροῦται τοὺς ὀφθαλμοὺς σὺν τοῖς δυσὶν υἱέσιν αὐτοῦ. τῶν δὲ τῷ Ἀρταβάσοδῳ συμμαχησάντων πολλοὶ ἀνῃρέθησαν παρὰ τοῦ Κοπρωνύμου, καὶ πρὸ τῶν ἄλλων Βακτάγγιος ὁ πατρίκιος, τῶν ἐπισήμων ἀνήρ, οὗ τὴν γυναῖκα μετὰ πλείστους ἐνιαυτοὺς [*](D) ἐβίασεν ὁ τύραννος ἀπελθεῖν εἰς τὴν Χώραν, ἔνθα ἐκεῖνος ἐτέθαπτο, καὶ ἀνασκάψαι τὰ τοῦ ἀνδρὸς αὐτῆς ὀστᾶ καὶ δι’ ἑαυτῆς ἀπενεγκεῖν αὐτὰ καὶ ῥῖψαι εἰς τὰ Πελαγίου, ἔνθα ἐρρίπτοντο οἱ κατάκριτοι. ἁμίλλης δὲ τελουμένης ἵππων, τὸν Ἀρτάβασδον καὶ τοὺς παῖδας αὐτοῦ ἐν μέσῳ τῷ θεάτρῳ διαγαγὼν ἐθριάμβευσεν. ἀλλὰ μὴν καὶ τὸν πατριάρχην Ἀναστάσιον ἀπὸ τοῦ Διιππίου εἰσαχθῆναι κελεύσας ὄνῳ ἐφεζόμενον ἀντιστρόφως, ἔν’ ὁρᾷ πρὸς οὐράν, ἀτίμως οὕτω καὶ αὐτὸν ἐθριάμβευσεν, πρότερον δημοσίως τυφθέντα, ὥστε τὴν πρόρρησιν τοῦ ἀοιδίμου πατριάρχου Γερμανοῦ εἰς ἔργον ἐκβῆναι. ὄπισθεν γάρ ποτε τοῦ εἰρημένου πατριάρχου βαδίζοντος τοῦ [*](A) Ἀναστασίου, καὶ πατήσαντος τὸ ἐκείνου ὠμοφόρον, στραφεὶς ὁ ἱερὸς Γερμανὸς ἔφη “μὴ σπεῦδε· τὸ Διίππιόν σε ἐκδέχεται”. ὃν καὶ μετὰ τὴν ἄτιμον περιαγωγὴν ὡς ὁμόφρονά οἱ τῆς ἐκκλησίας αὖθις κρατεῖν καὶ ἱερᾶσθαι παρακεχώρηκε.

Τῶν Ἀράβων δὲ διαφερομένων ἀλλήλοις καὶ μάχαις ἐμφυλίοις ἀσχολουμένων, ἀδείας λαβόμενος ὁ Κοπρώνυμος ἐκστρατεύει κατὰ Συρίας καὶ λαμβάνει τὴν Γερμανίκειαν. σεισμοῦ δὲ γενομένου κατὰ Παλαιστίνην καὶ Συρίαν μεγίστου, πολλαὶ καὶ ἐκκλησίαι καὶ μοναστῶν κατέπεσον καταγώγια καὶ οἰκίαι καὶ μυριάδες ἀνθρώπων ἀπώλοντο. ἀλλὰ καὶ [*](B) ἐκ νόσων φθορὰ πολλὴ τῶν ἀνθρώπων συμβέβηκε

347
κατά τε Σικελίαν καὶ Καλαβρίαν καὶ καθ᾿ Ἑλλάδα καὶ χώρας ἑτέρας, ἣ καὶ ἕως αὐτοῦ τοῦ Βυζαντίου κατήντησε· καὶ τοσοῦτον ἦν τὸ τῶν θνησκόντων πλῆθος ὡς μὴ οἷόν τε εἶναι τοὺς θνήσκοντας ἐκκομίζεσθαι· διὸ ἀμάξαις αὐτοὺς κατὰ πλείονας ἐπιτιθέντες ἐξέφερον. τῷ μέντοι Κοπρωνύμῳ ἡ τοῦ Χαγάνου θυγάτηρ ἔτεκε παῖδα, ὃν ὠνόμασε Λέοντα καὶ ἀνηγόρευσε βασιλέα, στεφθέντα δι᾿ Ἀναστασίου τοῦ ὁμοδοξοῦντος αὐτῷ πατριάρχου. ἐκράτησε δὲ ὁ Κωνσταντῖνος τῆς Θεοδοσιουπόλεως καὶ τῆς Μελιτηνῆς, ὅθεν ὑπερφρονήσας σφοδρότερον κατὰ τῆς ἐκκλησίας καὶ τῆς ὀρθοδόξου πίστεως ἔπνευσε, δόγματα ἐκτιθέμενος, δι᾿ ὧν τὸν συρφετώδη ὄχλον ὑπέσυρεν [*](C) ἕπεσθαι τῷ αὐτοῦ ἀσεβεστάτῳ φρονήματι. τότε καὶ ὁ πατριάρχης Ἀναστάσιος ἀσεβῶς τῆς ἐκκλησίας κατορχησάμενος ἐπὶ χρόνους εἴκοσι πρὸς τοῖς τέτταρσι κατέστρεψε τὴν ζωήν. ὁ δὲ Κοπρώνυμος ἐπισκόπων ὁμοφρόνων αὐτῷ πολλῶν συναγωγὴν ποιησάμενος, ὧν κατῆρχε Θεοδόσιος ὁ Ἐφέσου καὶ Παστιλᾶς ὁ Πέργης, δι᾿ αὐτῶν ἃ ἐβούλετο ἐδογμάτισε, μή τινος ἢ ἐκ Ῥώμης τῆς πρεσβυτέρας ἢ ἐκ τῶν ἄλλων παρόντος καὶ τὴν τοιαύτην συνδρομὴν τῶν ἀνιέρων ἐκείνων σύνοδον οἰκουμενικὴν καλέσαι οὐκ ἀπενάρκησε. μεθ᾿ ὧν εἰς τὸν ἐν Βλαχέρναις τῆς θεοἀπενάρκησε. [*](D) τόκου ναὸν ἀφικόμενος καὶ ἐν τῷ ἄμβωνι ἀναβεβηκὼς Κωνσταντῖνόν τινα μοναχόν, ἐπίσκοπον Συλαίου γενόμενον, ἀναβιβάσας ἐκεῖ, ἐξεφώνησε “Κωνσταντίνου οἰκουμενικοῦ πατριάρχου πολλὰ τὰ ἔτη”. καὶ μετ᾿ ὀλίγας ἡμέρας ἐν τῷ Φόρῳ παραγενόμενος ὁ τύραννος οὗτος μετὰ τοῦ πατριάρχου αὐτοῦ καὶ τῶν ὁμογνωμονούντων αὐτῷ ἐπισκόπων, ἐνώπιον παντὸς τοῦ λαοῦ τὴν τῶν σεπτῶν εἰκόνων προσκύνησιν
348
ἀπηγόρευσαν, εἰδωλο λάτρας τοὺς ταύτας σεβομένους καλέσαντες, καὶ ἀναθέματι καθυπέβαλον τόν τε ἀοίδιμον Γερμανόν καὶ τὸν ἐκ Κύπρου Γεώργιον πατριάρχην τῆς Κωνσταντίνου γενόμενον καὶ τὸν μέγαν [*](A) ἐπὶ σοφίᾳ καὶ ἀρετῇ Ἰωάννην τὸν Δαμασκηνόν, ὃς πολλάκις τὸν θεομάχον ἤλεγξε τοῦτον καὶ τὸν αὐτοῦ πατέρα δι᾿ ἐπιστολῶν ἀσεβεῖν. ἐκστρατεύσας δὲ κατὰ Βουλγάρων ὁ Κωνσταντῖνος, καὶ συμβαλὼν αὐτοῖς, καὶ πολλοὺς ἀποβαλὼν οὐ τῶν τυχόντων μόνον στρατιωτῶν, ἀλλὰ καὶ τῶν ἐπισήμων καὶ στραταρχῶν, μεθ᾿ ἥττης ἐπανέζευξεν. ἀνέκαθεν δὲ χριστιανοὶ παρὰ τοῖς Ἀγαρηνοῖς τοὺς τῶν δασμῶν μεταχειριζόμενοι κώδικας, οὐ γὰρ οἴδασιν ἀριθμεῖν ἐκεῖνοι, ἀλλ᾿ οὐδὲ γράφειν ψήφους λεπτάς, τρίτα φημὶ καὶ τέταρτα καὶ ὄγδοα καὶ δωδέκατα καὶ τὰ τούτων ἔτι λεπτότερα, φθόνῳ τότε τὴν τούτων μεταχείρισιν ἐκωλύθησαν. μὴ δυνηθέντων δὲ τῶν τῆς Ἅγαρ δι᾿ ἑαυτῶν τὸ τοιοῦτον ἀνύειν ἔργον, αὖθις [*](B) τὴν τῶν γραφῶν τούτων οἰκονομίαν ἐνεχειρίσθησαν. ὁ μέντοι δυσώνυμος τύραννος Ἀνδρέαν τινὰ μοναχόν, καλυβίτην λεγόμενον, ὅσιον ἄνδρα, ἐλέγχοντα αὐτὸν καὶ ἀσεβῆ καλοῦντα, καὶ ἄλλον Ἰουλιανὸν καὶ Οὐάλεντα μαστιζόμενον ἔκτεινεν. οἱ Βούλγαροι δὲ τοὺς αὐτῶν ἀρχηγούς, οἳ ἐκ σειρᾶς κατήγοντο ὴγεἀνελόντες ἕτερον εἵλοντο μὴ τῇ ἡγεμονίᾳ προσήκοντα, Τελέτζην καλούμενον. ἐπιστρατεύσας δὲ κατ᾿ αὐτῶν ὁ βασιλεὺς διά τε γῆς καὶ θαλάσσης, καὶ γενόμενος κατὰ τὴν Ἀγχίαλον, κἀκεῖ συμβαλὼν αὐτοῖς, τοῦ πολέμου ἐξ ὥρας πέμπτης τῆς ἡμέρας ἕως ἐσπέρας ἐπικρατήσαντος, καὶ πεσόντων πολλῶν ἑκατέρωθεν, ὅμως μέντοι νικᾷ· καὶ ὁ μὲν τῶν Βουλγάρων [*](C) ἀρχηγὸς ἀπέδρα, φόνος δὲ πολὺς τῶν βαρ-
349
βάρων ἐγένετο, καὶ οὐ μείους ἐλήφθησαν δοριάλωτοι, πολλοὶ δὲ καὶ τῷ βασιλεῖ προσεχώρησαν. κἀντεῦθεν ἐπαρθεὶς θρίαμβον ἐπὶ τῇ νίκῃ κατήγαγεν, αὐτὸς μὲν πανοπλίτης διιὼν μεθ᾿ ὡπλισμένης τῆς στρατιάς, τοὺς δ᾿ αἰχμαλώτους δεσμίους ἄγων, τοῖς ὅπλοις αὐτοῦ τὴν νίκην, ἀλλ᾿ οὐ τῇ θείᾳ δυνάμει ἐπιγραφόμενος. καὶ μετὰ τὸν θρίαμβον τοὺς αἰχμαλώτους πάντας ἀναιρεθῆναι προσέταξεν.

Γέγονε δὲ χειμὼν ἐν ταῖς ἡμέραις τῆς αὐταρχίας αὐτοῦ μέγας, ὥστε μὴ μόνον τοὺς ποταμοὺς ἐκ τοῦ ψύχους κρυσταλλωθῆναι διόλου, ἀλλὰ καὶ αὐτὴν τὴν θάλασσαν τὴν ἀρκτῴαν ἐπὶ στάδια πάνυ πολλὰ καὶ [*](A) τὸν τοῦ Στενοῦ πορθμὸν καὶ τὸν ἐκ τῆς πόλεως πρὸς Χρυσόπολιν. εἶτ᾿ αὖθις τῷ κρυστάλλῳ χιόνος ἐπιπεσούσης, κἀκείνης ἐκ τοῦ κρύους συμπιληθείσης καὶ κρυσταλλωθείσης, πεζοποροῦντες οἱ ἄνθρωποι διῄεσαν τὸν πορθμὸν τοῦ Στενοῦ καὶ τὸν ἐκ τῆς πόλεως πρὸς Χρυσόπολιν, ἀχθοφοροῦντά τε ὑποζύγια καὶ βόες ἁμάξας ἕλκοντες σὺν φόρτῳ πολλῷ. τοῦτο δὲ καὶ ἐν ταῖς ἄλλαις θαλάσσαις τότε γενέσθαι λέγεται. εἶτα τοῦ ἀέρος θαλφθέντος διῄρητο τῶν κρυστάλλων τὸ συνεχὲς καὶ εἰς τμήματα διακέκοπτο. πνεῦμα δὲ πνεῦσαν ἀθρόον σφοδρόν τε καὶ βίαιον ἤλαυνε διὰ τῆς θαλάσσης τὰ τμήματα οὐδὲν ἀπεοικότα βουνῶν μεγάλων ἢ νήσων πολυπλέθρων [*](B) τινῶν· οἷς καὶ ζῷα ἄγριά τε καὶ χειροήθη συνεπεπήγεσαν πεδηθέντα τῷ κρυστάλλῳ καὶ ἀποψύξαντα. τούτων τῶν κρυστάλλων τινὰ τοῖς παράλοις τείχεσι τῆς πόλεως τῇ βίᾳ τῶν ἀνέμων καθ᾿ ὑδάτων μετὰ ῥύμης σφοδρᾶς κυλινδούμενα ὡς προσήραττον, κατέβαλον εὐθὺς τὰ προσαραττόμενα, καὶ οὐ τὰ τείχη μόνον ἠρίπωντο, ἀλλὰ καὶ οἰκίαι τού-

350
τοῖς πλεῖσται συγκατεσείοντο. καὶ αὐχμὸς δ’ ἐπὶ τούτου πολὺς συνέβη, ὡς καὶ τοὺς ἀενάους ποταμοὺς ξηρανθῆναι καὶ τὰς πηγὰς τελείως ἐπιλιπεῖν. οὐ δ’ ὲν δ’ ἐκ τούτων ἐβελτιώθη ἡ ἀσύνετος ἐκείνου ψυχή, ἀλλὰ τὸν πατριάρχην αὐτοῦ προσκαλεσάμενος [*](B) ἔφη ἐν ἀπορρήτοις αὐτῷ “εἰπέ μοι, εἰ χριστοτόκον τὴν Μαρέαν καλοῦμεν, τίς ἐκ τούτου ἔσται βλάβη;” ὁ δὲ αὐτίκα εἰς ἱκετείαν ἐτράπετο λέγων “μὴ τοῦτο ἄλλοτε ἢ πρὸς ἄλλον ἐκφήνῃς, ὦ βασιλεῦ· τοῦ Νεστορίου γάρ ἐστι τὸ ἐννόημα. ἤ οὐκ οἶας ὅπως ἐκεῖνος παρὰ πάσης στηλιτεύεται ἐκκλησίας πιστῶν καὶ ἀναθέματι κατακέκριται;” ὁ δὲ ἀνταπεκρίθη αὐτῷ ὅτι “οὐχ ὡς οὕτω φρονῶν εἶπον τοῦτο, ἀλλὰ μαθεῖν ἐθέλων ἠρώτησα”. ἐς τοσοῦτον δ’ ἐξηνέχθη θεομαχίας ὡς καὶ τὰ τῶν ἁγίων λείψανα παραδιδόναι πυρὶ καὶ τὸ ἄγιος κελεῦσαι μήτε ἐπὶ τῆς θεοτόκου λέγεσθαι μήτε μὴν ἐπί τινος τῶν εὐαρεστησάντων θεῷ, ἀλλ’ ὁ ἀπόστολος Πέτρος καὶ Παῦλος λέ- [*](C) γειν καὶ ὁ μάρτυς Γεώργιος ἢ Θεόδωρος, καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως. τῆς δὲ τῶν ἀνιέρων ἀρχιερέων συναγωγῆς, περὶ ἧς ἤδη μοι εἴρηται, γραφῇ τὰ παρ’ αὐτῶν ἀσεβῶς δογματισθέντα παραδιδόντων, τόμον συνοδικὸν αὐτὰ καλέσας ὁ ἀσεβέστατος ἀπῄτει ἀρχιερεῖς τε πάντας καὶ τῶν μοναζόντων τοὺς διαβοήτους ἐπ’ ἀρετῇ ταῦτα ὑποσημήνασθαι. εἰ γὰρ καὶ διωγμὸν κατὰ τῶν μοναχῶν βαρύτατον ἔθετο, ὡς μή τινα σχεδὸν ἐν τῇ πόλει περιλειφθῆναι ἢ τέως δημοσιεύειν μονάζοντα, ἀλλ’ ἔτι ἦσαν πολλοὶ κρυπτόμενοι καὶ ἕτεροι τῆς πόλεως ἐκτὸς πεποιημένοι τὴν ἴν. ὅσοι μὲν οὖ ’ν φόβῳ, τῆς ἐκείνου θη- [*](D) ριωδίας ὑπέκυπτον καὶ τὴν ἄθεον ἐκείνην ἐβεβαίουν γραφήν, ζῆν εἰῶντο καὶ ἀπαθεῖς ἀφεῖντο, ὅσοι δὲ μὴ
351
ἐπείθοντο, πικραῖς κολάσεσι καὶ βιαίοις θανάτοις τοῦ ζῆν ἐστερίσκοντο. ὅτε καὶ ὁ μέγας ἐν ἀσκηταῖς καὶ ἐν ἀθληταῖς περιβόητος Στέφανος, μὴ πεισθεὶς ὃν ἐκεῖνος ἐκάλει τόμον δέξασθαί τε καὶ βεβαιῶσαι, πολλὰ παθὼν τέλος ἀνῄρητο ἀπηνῶς, καὶ συρόμενος ἐκ τῆς τοῦ πραιτωρίου εἱρκτῆς ἄχρι τῶν Πελαγίου ἐκεῖ μετὰ τῶν κατακρίτων ἐρρίφη, ὅπου τέμενος ἦν τοῦ μάρτυρος Πελαγίου, ὃ καθελὼν ὁ μισόθεος καὶ βόθρον ὀρύξας βαθύτατον ἐκεῖ τοὺς καταδίκους ῥιπτεῖσθαι πρόσ’ ἔταξε. πολλοὺς δὲ καὶ τῶν ἐν τέλει καὶ τῶν τῆς συγκλήτου βουλῆς διὰ τὴν τιμὴν τῶν ἁγίων εἰκόνων ἐτιμωρήσατο, καὶ ὅρκον ἐκ πάντων [*](A) ἀπῄτησε μή τινα σέβας νέμειν ταῖς θείαις εἰκόσιν, ἀλλὰ καὶ ἐξ αὐτοῦ τοῦ Κωνσταντίνου, ὃν αὐτὸς τῆς ἐκκλησίας προέστησε, τὸν ὅρκον τοῦτον ἀπῄτησε, καὶ ὃς ἐν τῷ ἄμβωνι ἀναβὰς ὤμοσε. κατὰ Βουλγάρων δὲ μετὰ στόλου πολλοῦ ἐξελθὼν εἰς Ἀγχίαλον τὰς νῆας προσώρμισε, καὶ πνεύσαντος ἀνέμου σφοδροῦ συνετρίβησαν σχεδὸν ἅπασαι, καὶ πλήθη πολλὰ τοῦ τε ναυτικοῦ καὶ τοῦ στρατιωτικοῦ ἀπώλοντο ἐν τοῖς ὕδασιν· ὅθεν ἄπρακτος ἐπανῆλθεν. ἐκμαινόμενος μέντοι κατὰ τῶν μοναχῶν, ἱππηλασίας ἀγομένης ἐν τῷ θεάτρῳ, πολλοὺς αὐτῶν κατασχὼν ἐθριάμβευσε διὰ τοῦ θεάτρου περιαγαγών, ἄσεμνα ἐν ταῖς χερσὶν κατέχοντας γύναια. καί τινας τῶν ἐπισήμων ἀρχόντων τοὺς μὲν φθόνῳ δι’ ὡραιότητα καὶ ῥωμα- [*](B) λεότητα, τοὺς δὲ ὅτι τὰς ἀρρητοποιίας αὐτοῦ μοναχοῖς ἐξηγόρευον, συκοφαντήσας ὡς κατ’ αὐτοῦ βουλευομένους, δύο μὲν τῶν ἐπισημοτέρων τὰς κεφαλὰς ἐξέτεμε, τοῖς δὲ λοιποῖς ἐκκόψας τὰ ὄμματα περιγραπτοῖς αὐτοὺς ὁρίοις συνέκλεισεν, ἔνθα κατ’ ἐνιαυτὸν τὸν πέμπων ἑκατὸν βουνεύροις ᾔκιζεν ἕκαστον. ἀλλὰ
352
καὶ τὸν παρ᾿ αὐτοῦ προβληθέντα πατριάρχην τὸν Κωνσταντῖνον ἑνὶ τῶν ἀρχόντων τούτων συνομιλεῖν εἰπὼν καὶ λέγειν κατ᾿ αὐτοῦ καὶ κατηγόρους τινὰς εἰς ἔλεγχον αὐτοῦ παρεσκεύασε· καὶ ἀρνουμένου [*](C) ἐκείνου ὀμόσαι τοὺς κατηγόρους πεποίηκε. τούτων δὲ γεγονότων ὑπερόριος ὁ πατριάρχης ἐγ ἔνετο. ἵτερον δὲ προεβάλετο πατριάρχην ὁ τύραννος ἐκτομίαν τινὰ Νικητᾶν, οὐδ᾿ ἐξ ἐλευθέρων, ἀλλ᾿ ἐκ δούλων ἕλκοντα τὴν τοῦ γένους σειρὰν οὐδ᾿ ἀναγνῶναι δυνάμενον· ἦν γὰρ περὶ τὴν γυναικωνῖτιν ἐσχολακώς. εἶτα ἐκ τῆς ὑπερορίας ἀχθέντα τὸν Κωνσταντῖνον καὶ ἀπηνέστατα αἰκισθέντα, ὡς μηδὲ βαδίζειν δύνασθαι, εἰς τὴν μεγάλην ἐκκλησίαν ὡς ἄχθος τι βασταζόμενον ὁ τύραννος μετακομισθῆναι κεκέλευκε. καί τινος τὰ κατ᾿ αὐτοῦ ἀναγινώσκοντος αἰτιάματα, παρουσίᾳ πλήθους πολλοῦ ἐπὶ τούτῳ συναθροισθέντος, καὶ τοῦ νέου πατριάρχου Νικητὰ ἐν τῷ συνθρόνῳ [*](D) καθημένου καὶ ἀκροωμένου αὐτῶν, ἐκεῖνος κατὰ κόρρης ἐπαίετο καὶ οὕτως ἐπὶ πολὺ ἐμπαροινηθεὶς τέλος ἀναθεματίζεται καὶ ψιλωθεὶς τὴν κεφαλὴν καὶ τὸν πώγωνα, ἀλλὰ μέντοι καὶ τὰς ὀφρύας, καὶ ὄνῳ ἐποχηθείς, ἱπποδρομίας τελουμένης εἰσάγεται εἰς τὸ θέατρον, ἀτίμως θριαμβευόμενος καὶ ἐμπτυόμενος καὶ κόνει παττόμενος. ἐπὶ τούτοις τινὰς τῶν ἀρχόντων στείλας ὁ τύραννος ἠρώτησεν αὐτὸν τί δοκεῖ αὐτῷ περὶ τῆς αὐτοῦ πίστεως καὶ περὶ τῆς συνόδου. ὁ δὲ ἐκμειλισσόμενος τὴν ἐκείνου ὠμότητα ἀπεκρίθη καὶ καλῶς πιστεύειν αὐτὸν καὶ ἀκριβῶς δογματίσαι τὴν σύνοδον· καὶ ταῦτα εἰπὼν ὁ τρισάθλιος εἰς τὸ Κυνήγιον ἀπαχθεὶς ἀπετμήθη τὴν κεφαλήν.