Epitome Historiarum

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volumes 1-4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1868-1871.

Ἤδη δὲ τοῦ Φώκα μὴ πόρρω τῆς Βυζαντίδος τυγχάνοντος, οἱ τοῦ δήμου τῶν Πρασίνων ἐξῄεσαν εὐφημοῦντες αὐτόν. ὃς σὺν αὐτοῖς ἐν τῷ Ἑβδόμῳ παραγενόμενος ἐκεῖ παρὰ τοῦ πατριάρχου ταινιοῦται τὴν κεφαλήν · καὶ εἰσελθὼν εἰς τὰ βασίλεια καὶ τὴν γυναῖκα Λεοντίαν Αὐγούσταν εὐθὺς ἀνηγόρευσε τῶν δήμων παρόντων · ὅτε διὰ τόπους, ἐν οἷς ἵσταντο, ἀμφιβολίας γενομένης τοῖς Πρασίνοις καὶ

300
τοῖς Βενέτοις, στασιάζειν ἤρξαντο κατ’ ἀλλήλων. [*](B) πέμψας δέ τινας ὁ Φωκᾶς κατευνάζειν αὐτοῖς τὴν στάσιν ἐπεχείρει. ἑνὸς οὖν τῶν σταλέντων τὸν τῶν βενέτων ὑβρίσαντος δήμαρχον καὶ τοῦτον ὠθήσαυτος, μὴ ἐνεγκόντες οἶ τοῦ δήμου τοῦτο ἔκραζον “ἄπιθι, μάθε κατάστασιν, ὁ Μαυρίκιος ζῆ.” ἐντεῦθεν ὁ τύραννος εἰς τὸν τοῦ Μαυρικίου φόνον ἠρέθιστο, καὶ ἀχθέντος εἰς τὸν ἐν Χαλκηδόνι τοῦ Εὐτροπίου λιμένα, προανῃρέθησαν ἐπ’ ὄψεσιν αὐτοῦ οἱ παῖδες αὐτοῦ. ὁ δὲ “δίκαιος εἶ, κύριε, καὶ εὐθεῖς αἱ κρίσεις σου”, ἐφ’ ἑκάστῳ ἐφθέγγετο, γενναίως φέρων τὴν συμφοράν. ἔδειξε δὲ μᾶλλον τὴν τοῦ ἀνδρὸς γενναιότητα καὶ τὸ φέρειν εὐγνωμόνως τὸν πειρασμὸν [*](C) ὕστατον αὐτοῦ παιδίον καὶ ὑπομάζιον · τῆς γὰρ αὐτὸ τιθηνούσης, ἔνα μὴ πάντῃ τὸ γένος τοῦ Μαυρικίου ἐξόληται, ὑποκλεψάσης τὸ τιθηνούμενον, ἀντιδούσης δὲ τὸ οἰκεῖον πρὸς τὴν σφαγήν, ὁ Μαυρίκιος τὸ ἑαυτοῦ ἐνεχθῆναι ἐζήτησεν. εἶτα καὶ αὐτὸς μεγαλοψύχως ἐδέξατο τὴν σφαγήν. λέγεται δὲ καὶ τὸν ὒ ἰὸν αὐτοῦ Θεοδόσιον ἀπ’ ἰόντα πρὸς Χοσρόην κατασχεθῆναι, καὶ ἀχθέντα πρὸς Φωκᾶν ἀναι- ρεθῆναι καὶ τὴν βασίλισσαν Κωνσταντῖναν καὶ τὰς τρεῖς θυγατέρας αὐτῆς καὶ ταφῆναι ἐν τῷ ναῷ τοῦ ἁγίου Μάμαντος, τῷ πλησίον τοῦ τείχους, ὅν ἔκτισε Φαρασμάνης ἐκτομίας, ἐπὶ τοῦ κοιτῶνος γεγονὼς [*](D) Ἰουστινιανοῦ. ἐπεγράφησαν δὲ τῷ τάφῳ αὐτῆς τὰ ἡρωελεγεῖα ταῦτα·
  • ἅδ’ ἐγὼ ἡ τριτάλαινα καὶ ἀμφοτέρων βασιλήων
  • Τιβερίου θυγάτηρ, Μαυρικίου δὲ δάμαρ,
  • ἡ πολύπαις βασίλεια καὶ ἡ δόξαν λελαχοῦσα
  • ὡς ἀγαθὸν τελέθει καὶ πολυκοιρανίη,
  • κεῖμαι σὺν τεκέεσσι καὶ ἡμετέρῳ παρακοίτῃ
  • 301
  • δήμου ἀτασθαλίῃ καὶ μανίῃ στρατιῆς.
  • τῆς Ἑκάβης ἔτλην πολὺ χείρονα τῆς τ’ Ἰοκάστης,
  • αἰαῖ τῆς Νιόβης ἔμπνοος εἰμι νέκυς,
  • ναὶ ναὶ τὸν γενέτην, τί μάτην τὰ νεογνὰ ἔκτειναν
  • ἀνθρώπων κακίης μηδὲν ἐπιστάμενα.
  • ἁμετέροις πετάλοισι κατάσκιος οὐ νέα Ῥώμη·
  • ῥίζα γὰρ ἐκλάσθη Θρηικίοις ἀνέμοις.
  • ἔθανε δὲ Μαυρίκιος ἐτῶν ἐξήκοντα καὶ τριῶν, εἴκοσι [*](A) βασιλεύσας ἐνιαυτούς. Φώκα δὲ κρατήσαντος, ὁ Ναρσῆς ἀπεστάτησε καὶ κατέσχε τὴν Ἔδεσσαν. προστάξει δὲ Φωκᾶ Γερμανὸς τῷ Ναρσῇ συμμαχουμένῳ παρὰ Χοσρόου ἡττήθη· καὶ πληγεὶς μεθ’ ἡμέρας τέθνηκε. μετὰ δὲ ταῦτα καταφυὼν εἰς τὴν Ἱερὰν πόλιν Ναρσῆς, καὶ παρὰ τοῦ ἀδελφοῦ τοῦ Φώκα τοῦ μαγίστρου Δομεντζιόλου πίστεις ἐνόρκους λαβών, πρὸς Φωκᾶν ἀπεστάλη. ὁ δὲ μηδὲν τοὺς ὅρκους ὑποσταλεὶς πυρὶ αὐτὸν παραδέδωκεν. οὗτος ὁ Ναρσῆς τὸν τοῦ ἁγίου Παντελεήμονος ναὸν ἐδομήσατο καὶ τὸν τῶν ἁγίων μαρτύρων Πρόβου, Ταράχου, καὶ Ἀνδρονίκου, καὶ τὸν ἐκεῖ ξενῶνα. οὐ τοῦτον δὲ μόνον, ἀλλὰ καὶ τὸν [*](B) ἀδελφὸν Μαυρικίου Πέτρον ἀνεῖλε, καὶ Γερμανὸν τὸν πενθερὸν Θεοδοσίου τοῦ υἱοῦ Μαυρικίου καὶ τὴν θυγατέρα τοῦ Γερμανοῦ καὶ πάσαν τὴν Μαυρικίου συγγένειαν. Φιλιππικὸς δὲ κείρεται κληρικός, καὶ εἰς τὴν αὐτοῦ μονὴν ἐν Χρυσοπόλει διέτριβε. καὶ ἄλλους δὲ πολλοὺς ἔκτεινεν ὁ Φωκᾶς καὶ ποιναῖς ἀπηνέσιν ἐκόλαζε. Κυριακοῦ δὲ τοῦ πατριάρχου ἐκλιπόντος μετὰ ἐνιαυτοὺς ἕνδεκα ἐξότου προεχειρίσθη, πατριάρχης ἐγένετο Θωμᾶς σακελλάριος καὶ τῆς μεγάλης ἐκκλησίας διάκονος. πολυειδῆ μέντοι τότε κακὰ τοὺς Ῥωμαίους κατέλαβεν. ἐν μὲν γὰρ
    302
    τῇ ἑῴᾳ Πέρσαι τὴν Συρίαν καὶ Παλαιστίνην καὶ [*](C) Φοινίκην ὑφ’ ἑαυτοὺς ἐποιήσαντο. τὴν Ἀρμενίαν δὲ καὶ Καππαδοκίαν καὶ τὴν Παφλαγονίαν καὶ Γαλατίαν κατέδραμον, καὶ μέχρι Χαλκηδόνος προήλθοσαν, ἅπαντα ληιζόμενοι. ἐν δὲ τῇ Εὐρώπῃ Ἄβαροι τὴν Θρᾴκην ἐδῄωσαν καὶ τὰ Ῥωμαϊκὰ στρατόπεδα, ἃ ἐν ἀμφοτέροις ἦσαν τοῖς τμήμασι, διεφθάρησαν, καὶ ἄλλως δὲ πολλὴ τῶν ἀνθρώπων θνῆσις ἐγένετο καὶ ἀφορία καρπῶν καὶ ζῴων φθορὰ ἐκ βαρυτάτων χειμώνων. ἐπὶ πᾶσι δὲ ὁ ἀλάστωρ Φωκᾶς ἐν ἵππων ἁμίλλῃ τῶν δήμων πρὸς αὐτόν τι ἀποσκωψάντων ἐκμανείς, πολλοὺς μὲν ἀνεῖλε, πολλοὺς δὲ ἠκρωτηρίασεν, ἐνίους μέντοι καὶ κατεπόντωςσε, [*](D) πλείστους δὲ καὶ τῷ ἐπάρχῳ παρέδωκεν, κολάσῃ αὐτούς, οἱ ἐν τῷ πραιτωρίῳ καθείρχθησαν. οἶ δὲ ὄχλοι ὁμοῦ γενόμενοι ἐνέπρησαν τὸ πραιτώριον, καὶ οἱ καθειργμένοι διέφυγον. Ἑβραῖοι δὲ στασιάσαντες ἐν Ἀντιοχείᾳ κατὰ χριστιανῶν ἀνεῖλον τῶν Ἀντιοχέων πολλούς, καὶ αὐτὸν δὲ τὸν πατριάρχην τῆς πόλεως Ἀναστάσιον, καὶ τὸν νεκρὸν αὐτοῦ κατέκαυσαν ἐν τῇ ἀγορᾷ. στείλας δὲ ὁ Φωκᾶς οὓς μὲν ἀνεῖλεν, οὓς δὲ ἠκρωτηρίασε καὶ τῆς πόλεως ἐξεδίωξεν. ὁ μέντοι πατριάρχης ἐπὶ τρία ἔτη καὶ μῆνας δύο τῆς ἐκκλησίας προστὰς ἐτελεύτησε, καὶ ἀντεισήχθη Σέργιος, τῆς μεγάλης ἐκκλησίας διάκονος. τὴν θυγατέρα δὲ ὁ Φωκᾶς Δομνεντίαν Πρίσκῳ [*](A) τῷ στρατηλάτῃ συνέζευξε, καὶ μετὰ τοὺς γάμους ἱππικὸν ἀγῶνα ἄγων ἐθεάσατο σὺν ταῖς αὐτοῦ εἰκόσι καὶ τοῦ Πρίσκου καὶ τῆς αὐτοῦ γυναικὸς Δομνεντίας ἱσταμένας εἰκόνας, καὶ ἐκμανὴς γεγονὼς ἁ ἐκτμηθῆναι τοὺς δημάρχους ἐκέλευσε. δεηθέντων δὲ τῶν δήμων, μόλις ἀφῆκεν αὐτούς. ἐκ ταύτης οὖν
    303
    τῆς αἰτίας ὁ Πρίσκος δεδοικὼς περὶ τῇ ζωῇ, ἅμα δὲ καὶ τὴν κατὰ πάντων τοῦ Φώκα τυραννίδα μισῶν, ἐζήτει καταλῦσαι τὸν τύραννον. ὢν δὲ ὁ Φωκᾶς γυναικομανής τε καὶ μέθυσος καὶ ὠμὸς καὶ αἱμοχαρής, ἐμισήθη παρὰ πάντων. καὶ στρατηγοῦντος ἐν Ἀφρικῇ καὶ Λιβύῃ Ἡρακλείου τοῦ πατρὸς τοῦ βασιλεύσαντος μετέπειτα Ἡρακλείου οἶ τῆς συγκλήτου καὶ αὐτὸς ὁ Πρίσκος ὁ στρατηλάτης διεπέμποντο πρὸς αὐτόν, δεόμενοι ἀπαλλαγῆναι τῆς τυραννίδος Φώκα. ἦν δὲ τῷ εἰρημένῳ στρατηγῷ Ἡρακλείῳ [*](B) ὑποστράτηγος Γρηγορᾶς τις τῶν ἐπισήμων. οὗτοι γοῦν ἄμφω συμπνεύσαντες, στέλλουσι κατὰ τοῦ τυράννου τοὺς ἰδίους υἱούς, ὁ μὲν Ἡράκλειος τὸν Ἡράκλειον πολλαῖς ναυσὶ καὶ πλῆθος στρατιωτῶν πλοϊςόμενον, ὁ δὲ πατρίκιος Γρηγορᾶς τὸν πεζοποροῦντα σὺν ἱππόταις πολλοῖς καὶ πεζῇ στρατιᾷ, ἐπὶ συνθήκαις τοῦ τὸν προκαταλαβόντα τὴν ὑπερκειμένην τῶν πόλεων καὶ καθελόντα τὸν τύραννον τῆς βασιλείας ἀξιωθήσεσθαι. ταῦτα μαθὼν ὁ Φωκᾶς τὴν τοῦ Ἡρακλείου μητέρα καὶ τὴν μνηστὴν Εὐδοκίαν, ἣν ἐξ Ἀφρικῆς ἐμνηστεύσατο, θυγατέρα ’σαν τοῦ τῆς χώρας ἐκείνης πρωτεύοντος, κατασχὼν κατέκλεισεν ἐν μονῇ. προκατέλαβε τοίνυν [*](C) Ἡράκλειος καὶ προσώρμισε τῷ λιμένι τῶν Σοφιῶν, καὶ μάχης συγκροτηθείσης ἴσης ὑπερέσχε τῶν τοῦ Φώκα. συνήργητο γὰρ καὶ ὑπὸ τοῦ Κρίσπου τὴν τοῦ ἐπάρχου μετιόντος ἀρχήν. Φώτιος δὲ τῶν ἐπιφανῶν ὑπάρχων, οὗ τὴν γυναῖκα ὁ τύραννος βίᾳ ἐμοίχευσε, σὺν πλήθει στρατιωτῶν καταλαβὼν τὰ βασίλεια, κατ’ ἔσπασε τοῦ θρόνου τὸν τύραννον· οἱ γὰρ περὶ αὐτὸν ἀπογνόντες τῶν βασιλείων ὑπανεχώρησαν, καὶ ἀποδύσας τὴν πορφυρίδα φαιὰν ἐσθῆτα ἐνέδυσε
    304
    καὶ δέσμιον τῷ Ἡρακλείῳ παρέστησεν. ὁ δὲ ἰδὼν αὐτὸν ἔφη “οὕτως, ἄθλιε, τὰ τῆς πόλεως διῴκησας [*](D) πράγματα”; καὶ ὁ Φωκᾶς ἀπονοίᾳ κάτοχος ὢν ἀπεκρίνατο “σὺ δὲ κρειττόνως μᾶλλον διοικήσεις αὐτά;” ὀργισθεὶς δὲ ὁ Ἡράκλειος λὰξ ἐκείνῳ ἐνέθορε καὶ ἐκτμηθῆναι προσέταξεν. οἱ μὲν οὖν αὐτίκα αὐτὸν ἀναιρεθῆναι ἱστόρησαν, οἱ δὲ πρότερον αὐτοῦ τὰς χεῖρας καὶ τοὺς πόδας ἐκκοπῆναί φασιν, εἶτα καὶ τὰ αἰδοῖα διὰ τὴν ἐκείνου ἀσέλγειαν καὶ ὅτι πολλῶν ᾔσχυνε γαμετάς, καὶ οὕτως αὐτοῦ τὴν κεφαλὴν ἐκκοπῆναι, τὸ δὲ δύστηνον σῶμα καυθῆναι κατὰ τὸν Βοῦν, ἔνθα κάμινος ἦν, ὡς λέγεται, ἐκ χαλκοῦ καεσκευασμένη, σχῆμα βοὸς ἔχουσα, ἥπερ ἐκ Περγάμου κεκόμιστο, ἐξ ἧς καὶ ὁ τόπος ὠνόμαστο. καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ἄλλοι τῶν ᾠκειωμένων αὐτῷ ἀνῃρέθησαν. τῷ μὲν οὖν κακίστῳ Φωκᾷ τοιοῦτον [*](A) τέλος τῆς τυραννίδος ἐγένετο, ἔτη κατορχησαμένῳ τῆς βασιλείας ὀκτώ.

    Ἡράκλειος δὲ ὑπὸ Σεργίου τοῦ πατριάρχου στεφθεὶς αὐτίκα καὶ τὴν Εὐδοκίαν τὴν μνηστὴν ταινιοῖ, καὶ ἅμα τά τε βασίλεια στέφη καὶ τοὺς γαμηλίους στεφάνους ἐδέξαντο, ὥστε κατὰ τὴν αὐτὴν ἡμέραν καὶ βασιλεῖς ἄμφω χρηματίσαι αὐτοὺς καὶ νυμφίους. οἱ δέ γε Πέρσαι τὴν ἑῴαν κατέτρεχον, καὶ τὰς μὲν τῶν χωρῶν ὑφ᾿ ἑαυτοὺς ἐποιοῦντο, τὰς δὲ ἐληίζοντο, καὶ ἡ Ῥωμαϊκὴ στρατιὰ προσβάλλουσα τούτοις ἥττητο καὶ διώλλυτο βραχέων τινῶν περισωθέντων φυγῇ. καὶ τὴν Εὐρώπην οἱ Ἄβαροι καὶ οἱ Σκύθαι ἠρήμωσαν. διὸ καὶ ἠπόρει ὁ βασιλεὺς Ἡράκλειος ὅ,τι καὶ δράσει. ἐπισκεψάμενος γὰρ τοὺς στρατιωτικοὺς καταλόγους πάνυ τούτους εὗρε βραχεῖς, [*](B) ἁπάντων σχεδὸν ἐν τοῖς πολέμοις ἀναλωθέν-

    305
    τῶν. ἐκ γὰρ τῶν ἐπὶ Μαυρικίου τὸν Φωκᾶν ἀναγορευσάντων εἰς πολλὰς χιλιάδας ἀριθμουμένων δύο μόνοι στρατιῶται περιλειφθέντες εὑρέθησαν. στρατολογήσας οὖν Κρίσπον στρατηγὸν Καππαδοκίας προβάλλεται, καὶ στέλλει τοῦτον ἐκεῖ. γίνεται δὲ αὐτῷ ἐκ τῆς Αὐγούστης Εὐδοκίας, ἣν καὶ Φαβίαν ὠνόμασε, θυγάτηρ Ἐπιφανία. εἶτα καὶ υἱὸς ἐτέχθη ὁ μικρὸς Ἡράκλειος καὶ νέος Κωνσταντῖνος κληθείς, καὶ ἄμφω δὲ τὼ παῖδε βασιλικῷ διαδήματι τεταινίωκε. καὶ μετ’ ὀλίγον ἡ γαμετὴ αὐτοῦ ἡ Αὐγούστα Εὐδοκία τὸν βίον ἀπέλιπεν. ἐκφερομένου δὲ τοῦ ταύτης νεκροῦ βασιλικῶς διὰ τῆς ἀγορᾶς κόρη τις προκύπτουσα βάρβαρος τυχαίως ἀπέπτυσε, καὶ τὸ [*](C) πτύσμα εἰς τὴν κλίνην, δι’ ἧς ἐξεφέρετο ἡ Αὐγούστα, κατήνεκτο, καὶ συλληφθεῖσα ἡ κόρη ἐκαύθη, προσενεχθεῖσα τῇ θανούσῃ λίαν οἰκτρὸν ἐπιτάφιον. ὁ δέ γ’ ἑ Ἡράκλειος ἔγημε Μαρτῖναν τὴν ἀδελφόπαιδα καὶ Αὐγούσταν αὐτὴν ἀνηγόρευσε. τοῦ μέντοι Χοσρόου καὶ τῶν Περσῶν ἀκρατῶς φερομένων καὶ πάντα λεηλατούντων, πρέσβεις ὁ βασιλεὺς πρὸς αὐτὸν ἔστειλε, κόρον λαβεῖν ποτε τῆς τῶν ἀνθρώπων φθορᾶς ἀξιῶν καὶ σπείσασθαι ἐπὶ συνθήκαις ἐτησίων δασμῶν. ὁ δὲ τὴν πρεσβείαν οὐ προσήκατο. πάλιν οὖν ἑτέρα πρεσβεία πρὸς αὐτὸν εἰρήνην ἐξαιτουμένη. ὁ δὲ Πέρσης ὑπερηφάνους καὶ βλασφήμους [*](D) τὰς ἀποκρίσεις πεποίηκε, λέγων μὴ ἄν ποτε φείσασθαι τῶν χριστιανῶν, εἰ μὴ τὸν ἐσταυρωμένον ἀρνήσαιντο καὶ σεβασθῶσι τὸν ἥλιον. ἀπογνοὺς οὖν τὴν εἰρήνην ὁ βασιλεὺς ἐπιστρατεῦσαι διενοεῖτο κατὰ Περσῶν · διὸ καὶ ἔσπευδε θέσθαι πρὸς τὸν Χαγάνον σπονδάς, μὴ ἀφιστάμενον τοῦ τὴν Θρᾴκην ληίζεσθαι. στείλας τοίνυν πρὸς αὐτὸν εἰρήνην ᾔτει· καὶ ὁ βάρ-
    306
    βάρος οὐκ ἀνένευσεν. ἡσθεὶς οὖν ὁ βασιλεὺς ἐξῆλθε τῆς πόλεως, καὶ ἔξω τοῦ Μακροῦ τείχους ηὐλίσατο μετὰ τῆς βασιλικῆς πολυτελείας καὶ δορυφορίας καὶ χρημάτων πολλῶν, ἃ τῷ Χαγάνῳ δῶρα ἐκόμιζεν. ὁδὲ βάρβαρος ἀλογήσας τῶν ὅρκων τ᾿ ἑ καὶ τῶν συνθηκῶν [*](A) θηκῶν ὥρμησε τὸν βασιλέα συσχεῖν. ἀλλὰ τούτου μὲν οὐκ ἐπέτυχεν, ἔφθη γὰρ διαδράς, τὴν μέντοι βασιλικὴν ἀποσκευὴν καὶ τὴν δορυφορίαν, ἀλλὰ μὴν καὶ τὰ χρήματα καὶ δοριαλώτων χιλιάδας πολλὰς κατὰ πᾶσαν ἄδειαν εἰληφώς, ὑπέστρεψεν. αὗθις οὖν ὁ Ἡράκλειος πρεσβείαν ἔθετο πρὸς αὐτόν, ἐπεγκαλῶν αὐτῷ ἀπιστίαν καὶ πρὸς εἰρήνην αὐτὸν ἐφελκόμενος· ὁ δὲ σπένδεται. καὶ ὁ βασιλεὺς τῆς βασιλευούσης ἀπάρας τῶν πόλεων ἀφίκετο εἰς Καισάρειαν, ἔνθα καὶ ὁ Κρίσπος ἦν στρατηγῶν· οὗ νοσοῦντος ἢ τοῦτο προσποιουμένου πρὸς αὐτὸν ἀπῄει ὁ βασιλεύς, ἐπισκεψόμενος καὶ βουλευσόμενος περὶ τῶν πρακτέων. ὁ δὲ αὐτὸν ὀλιγώρως ἐδέχετο, μήτε προσυπαντῶν μήτε μὴν τῆς κλίνης ἐξανιστάμενος [*](B) κἀν ταῖς ὁμιλίαις ἀλαζονικώτερόν πως διατιθέμενος. μένος. Ἡράκλειος δὲ συνίει μὲν τὸ γινόμενον, καὶ καταφρονού μένος ἤχθετο, ὑπεκρίνετο δὲ μήτ᾿ ἄχθεσθαι μήτε συνιέναι τῆς ὀλιγωρίας τοῦ Κρίσπου τῆς κατ᾿ αὐτοῦ. ἐν τούτῳ ἀγγέλλεται αὐτῷ ἡ Αὐγοῦστα τεκοῦσα ὒ ἰόν. καὶ τὰ μὲν στρατεύματα τῷ Κρίσπῳ καταλελοίπει, αὐτὸς δ᾿ ἐπανῆλθεν εἰς τὸ Βυζάντιον. τοῦ Νικητὰ μέντοι τοῦ υἱοῦ τοῦ πατρικίου Γρηγορᾶ εἰσεληλυθότος εἰς τὴν τῶν πόλεων βασιλεύουσαν, ὁ βασιλεὺς αὐτὸν ἐν τιμῇ μεγάλῃ πεποίητο, ἀδελφὸν αὐτὸν ὀνομάζων. ἐπανέζευξε δὲ καὶ ὁ Κρίσπος ἐκ τῆς στρατείας. συλλόγου τοίνυν τῆς συγκλήτου γενομένου, καὶ τοῦ πατριάρχου παρόντος, ὡς μέλλον-
    307
    τος βαπτίσαι τὸν τοῦ βασιλέως υἱόν, φησὶ πρὸς τοὺς παρόντας ὁ βασιλεὺς “ὁ ὑβρίζων τὸν βασιλέα τίνος [*](C) ἐστὶν ἄξιος”; οἱ δὲ ἀπεκρίνατο “οὐ ζῆν ἐστιν ἄξιος· πάσης γὰρ φιλανθρωπίας ἑαυτὸν ἀνάξιον ἔθετο”. καὶ ὁ βασιλεὺς τὰ περὶ τοῦ Κρίσπου κἀκείνου παρόντος κατέλεγεν· εἶτα πρὸς ἐκεῖνον ἐπιστραφεὶς ἔφη ‘ὃς γαμβρὸν οὐκ ἐποίησας, οὐδὲ φίλον ἂν ποιήσεις ποτέ” . ἐκέλευσεν οὖν αὐτὸν κληρικὸν γενέσθαι, ἐκ δὲ Μαρτίνης τῆς ἀνεψιᾶς αὐτοῦ ἔσχε δύο υἱούς, Φάβιον, ὃν καὶ Ἡρακλωνᾶν ὠνόμασε, καὶ Δαβὶδ τὸν λοιπόν. τοῦ δὲ Χοσρόου πάντα ληιζομένου καὶ ἀφανίζοντος, ὑφ’ ἑαυτὸν δὲ καὶ τὴν Παλαιστίνην πεποιηκότος καὶ τὴν Ἱερουσαλὴμ πολιορκίᾳ λέγεται ἄπειρόν τι πλῆθος ἀναιρεθῆναι χριστιανῶν. ἐξωνούμενοι γὰρ αὐτοὺς εὐώνως οἱ Ἰουδαῖοι ἐφόσθαι [*](D) ὧν περὶ μυριάδας ἐννέα φασὶ συγκορυφοῦσθαι τὸν ἀριθμόν. τὸν δέ γε πατριάρχην τῆς ἁγίας πόλεως Ἱερουσαλὴμ καὶ τὰ τίμια τοῦ σταυροῦ οἱ Πέρσαι λαβόντες εἰς Πέρσιδα ἤγαγον. ἀπορῶν οὖν ὁ βασιλεὺς ἀναλόγου τοῖς ἐναντίοις στρατεύματος, πρὸς δὲ καὶ χρημάτων, ἄργυρον μὲν καὶ χρυσὸν ἐδανείσατο ἔκ τε τῆς μεγάλης ἐκκλησίας καὶ τῶν λοιπῶν εὐαγῶν οἴκων, καὶ διὰ τούτων ἔκοψε νόμισμα. λαὸν δ’ ἐκ τόν θεμάτων συνέλεγε, καὶ τούτους πρὸς πολεμικὴν ἐμπειρίαν ἐγύμναζε, καὶ συμμάχους προσεκαλέσατο. ἐξελθὼν οὖν μετὰ τὴν ἑορτὴν τοῦ πάσχα τῆς πόλεως, καὶ προσβαλὼν Σαρβάρῳ [*](A) τῷ τοῦ Χοσρόου ἀρχισατράπῃ μετὰ βαρείας δυνάμεως κατὰ Ῥωμαίων σταλέντι, τρέπεται τοῦτον καὶ τὰ στρατεύματα αὐτοῦ συγκόπτει καὶ μαχαίρας ἔργον ποιεῖ.

    Ἐν τούτοις παρασπονδήσας ὁ Χαγάνος ἐπῆλθε

    308
    τῇ Βυζαντίδι, καὶ πρὸς τοῦ τείχους αἱ δυνάμεις αὐτοῦ ἐστρατοπεδεύσαντο, δῃοῦσαι σύμπαντα τὰ ἐκτός. ὅθεν οἴ τε τῆς πόλεως καὶ ὁ πατριάρχης καὶ ὁ πατρίκιος Βῶνος, τούτους γὰρ ἄμφω κηδεμόνας τοῦ υἱοῦ αὐτοῦ Κωνσταντίνου καταλελοίπει καὶ τῶν κοινῶν πραγμάτων διοικητὰς ἀποδημῶν ὁ Ἡράκλειος, ἑτοιμασάμενοι πλῆθος ἀνδρῶν γενναίων κατὰ τῶν βαρβάρων ἀφροντιστούντων, ὡς μὴ παρόντος στρατεύματος, ἀπροσδοκήτως ἐξέπεμψαν, καὶ πολλὰς αὐτῶν [*](B) χιλιάδας διέφθειραν. οἶ δέ γε περιλειφθέντες αἰσχρῶς φεύγοντες εἰς ἤθη τὰ ἑαυτῶν ὑπενόστησαν. Ἡράκλειος δὲ πάλιν ἑτέρῳ σατράπῃ μετὰ τριάκοντα χιλιάδων κατ’ αὐτοῦ πεμφθέντι παρὰ Χοσρόου συμμίξας, καὶ τοῦτον ἐτρέψατο, καὶ τοὺς μετ’ αὐτοῦ σχεδόν τι πάντας Ἀΐδι προίαψεν. οἱ δέ γε περιλειφθέντες ὑποστρέψαντες καὶ τὰ συμβεβηκότα τοῖς ὁμο- γενέσιν ἀπηγγελκότες, καὶ πρῴην διὰ μίσους ἄγοντας τὸν Χοσρόην μᾶλλον αὐτοὺς μισεῖν αὐτὸν ἐξηρέθισαν. Ἡράκλειος δὲ καὶ εἰς τὴν ἐνδοτέρω Πέρσιδα εἰσέβαλε, καὶ τάς τε πόλεις καθῄρει καὶ τὰ τεμένη τοῦ πυρὸς αὐτῷ ἐκείνῳ τῷ τιμωμένῳ παρ’ αὐτοῖς συνδιέφθειρε. μαθὼν δὲ ἀνῃρημένους οὓς ἔστειλε πρεσβευτάς, [*](C) ὠργίσθη, καὶ οὐκ ἐφείδετο ἀναιρῶν τε καὶ πυρπολῶν καὶ καταστρέφων τὰ ἐν ποσίν. ὁ μέντοι Χοσρόης, τοῦ βασιλέως τὴν Πέρσιδα ληιζομένου καὶ κατ’ ἆτ’ ῥ’ ἔχοντος, εἰς Κτησιφῶντα κατέφυγε. διαβληθέντος δὲ πρὸς αὐτὸν τοῦ ἀρχισατράπου Σαρβάρου ὡς τὰ τῶν Ῥωμαίων φρονοῦντος, αὐτῷ δὲ λοιδορουμένου, ἐπιστέλλει τῷ ὑποστρατήγῳ αὐτοῦ τὸν Σάρβαρον ἀνελεῖν. τοῦ δὲ τὴν ἐπιστολὴν ταύτην κομίζοντος ἐν τῷ ἀπιέναι συλληφθέντος παρὰ Ῥωμαίων καὶ ἀπαχθέντος εἰς τὸ Βυζάντιον, γνόντες τὰ ἐν
    309
    αὐτῇ γεγραμμένα οἶ τῶν κοινῶν πραγμάτων διοικηταὶ στέλλουσι ταύτην καὶ τὸν αὐτῆς κομιστὴν πρὸς τὸν Σάρβαρον· καὶ ὃς τὰ γεγραμμένα ἀναγνούς, καὶ τοῦ γραμματοφόρου πυθόμενος καὶ μαθὼν τὴν γνώμην [*](D) Χοσρόου, ἑτέραν πλάττει ἐπιστολήν, κελεύουσαν σὐτόν τε καὶ πολλοὺς σατράπας ἀναιρεθῆναι καὶ τοὺς τοῦ στρατεύματος προύχοντας. πείθει δὲ καὶ τὸν τὴν ἐπιστολὴν τοῦ Χοσρόου κομίσαντα λέγειν ὅτι παρὰ Χοσρόου ταύτην ἔλαβε τὴν ἐπιστολήν. συναγαγὼν οὖν τοὺς τῶν ταγμάτων ἡγεμονεύοντας ἐν ἐπηκόῳ πάντων τὴν ἐπιστολὴν ἀναγνωσθῆναι πεποίηκε. θυμοῦ τοίνυν πλησθέντες οἱ τῶν ταγμάτων ἐξάρχοντες κοινῇ συνέθεντο τῷ βασιλεῖ προσελθεῖν. ἐπὶ τούτοις καὶ ἕτερόν τι συμβέβηκεν, ὁ τὸν Χοσρόην διώλεσε· παῖδας γὰρ ἔχων πολλούς, τὸν ἁπάντων πρεσβύτερον Σιρόην παραγκωνιζόμενος ἠβουλήθη διάδοχον τῆς ἀρχῆς ἕτερον ποιήσασθαι, καλοῦ μένον Μερδασάν. ὃ γνοὺς ὁ Σιρόης, καί τινας τῶν σατραπῶν ὑποποιησάμενος, ἐπιτίθεται τῷ πατρί, δεσμεῖ τε τοῦτον καὶ χρυσὸν αὐτῷ πολὺν παρατίθησι καὶ λίθων τῶν πολυτίμων σωρούς, “διὰ [*](A) ταῦτα” λέγων “Ῥωμαίοις τοὺς Πέρσας ἐξεπολέμωσας A καὶ ἀλλήλοις μάχεσθαι καὶ διαφθείρεσθαι κατηνάγκαζες· ἀπόλαυε τοίνυν τόν ἐφετῶν σοι.” εἶτα τὸν υἱὸν αὐτοῦ Μερδασάν, ᾧ τὴν τῶν Περσῶν ἀνετίθει ἀρχήν, ἀνεῖλε πρὸ ὀφθαλμῶν αὐτοῦ, ἀλλὰ μὴν καὶ τοὺς ἄλλους παῖδας αὐτοῦ καὶ ἐπὶ πᾶσι κἀκεῖνον. ἐγκρατὴς οὖν τῆς τῶν Περσῶν ἀρχῆς γεγονώς, διαπέμπεται πρὸς Ἡράκλειον, τὸν τοῦ Χοσρόου ὄλεθρον αὐτῷ εὐαγγελιζόμενος, καὶ σπεισάμενος αὐτῷ πάντας τοὺς ἐν Πέρσιδι αἰχμαλώτους Ῥωμαίους ἐλευθέρους ἀφῆκε καὶ τὰ τίμια ξύλα τοῦ σωτηρίου σταυροῦ
    310
    αὐτῷ ἀποδέδωκε καὶ τὸν πατριάρχην τῆς Ἱερουσαλὴμ [*](B) Ζαχαρίαν. καὶ ὁ βασιλεὺς αὖθις πάντας τοὺς παρὰ Ῥωμαίων κατεχομένους Πέρσας ἀπελθεῖν ἀφῆκε πρὸ ’ς τοὺς οἰκείους. ταῦτα ἐν ἕξ ἔτεσιν ἀνύσας Ἡράκλειος, καὶ ἀποκαταστήσας τῇ Ἱερουσαλὴμ τὰ τίμια ξύλα καὶ τὸν πατριάρχην αὐτόν, τι) ἑβδόμῳ ἐπανῆλθεν εἰς τὰ βασίλεια, μετ’ εὐφημίας καὶ κρότων δεχθεὶς καὶ λαμπρότητος παρά τε τῆς γερουσίας καὶ τοῦ πλήθους τῆς πόλεως.

    Γενομένῳ δὲ τῷ βασιλεῖ Ἡρακλείῳ κατὰ τὴν Ἱερουσαλὴμ ὁ τῶν Ἰακωβιτῶν καθολικὸς ὃν ἐκεῖνοι πατριάρχην ὠνόμαζον. τούτῳ τοίνυν ὁ βασιλεὺς αἰτίαν προσῆπτεν, ὅτι τὴν ἐν Χαλκηδόνι [*](C) μὴ δέχοιτο σύνοδον μηδὲ δύο φύσεις ἐν Χριστῷ ἡνωμένας ὁμολογεῖ, λέγων ὡς εἴ γε τὴν σύνοδον δέξοιτο καὶ δύο φύσεις ἀσυγχύτους ἐπὶ τοῦ σωτῆρος Χριστοῦ ὁμολογήσει, ὁμόδοξον αὐτὸν ἡγήσοιτο καὶ τῆς Ἀντιοχέων ἐκκλησίας πατριάρχην προβάλοιτο. ὁ δὲ δεινὸς ὢν καὶ πονηρίας μεστός, ἔνα μὴ ἀτευκτήσῃ τῆς βασιλικῆς ὑποσχέσεως, τήν τε σύνοδον ὑποκεκριμένως ἐδέξατο καὶ δύο φύσεις ἐπὶ Χριστοῦ λέγειν ἡνωμένας κατέθετο. περὶ δέ γε τῶν θελημάτων καὶ τῶν ἐνεργειῶν ἐπυνθάνετο, εἶ διττὰ ταῦτα λέγειν [*](D) χρεὼν ἢ ἑνιαία τε καὶ μοναδικά; ὁ δ’ αὐτοκράτωρ γράφει περὶ τούτου δὴ τοῦ ζητήματος πρὸς τὸν Κωνσταντινουπόλεως Σέργιον. κἀκεῖνος πάλαι τὰ τῆς Μονοθελητῶν πρεσβεύων αἱρέσεως, μίαν φυσικὴν θέλησιν καὶ μίαν ἐνέργειαν δεῖν δογματίζειν ἐπὶ Χριστοῦ τῷ βασιλεῖ ἀνταπέστειλεν. ἀλλὰ καὶ Κῦρον ἐρωτήσας τὸν Φάσιδος τῷ Σεργίῳ εὕρηκεν ὁμογνώμονα. τούτοις καὶ αὐτὸς ὑπαχθεὶς ὁ Ἡράκλειος τῆς δόξης γίνεται ταύτης, καὶ ἀνατροπὴν

    311
    ποτίζεται θολερὰν παρὰ τῶν μισθωτῶν, ἀλλ’ οὐ ποιμένων ἐκείνων. τοῦ Σωφρονίου μέντοι τοῦ ἱεροῦ τοῦ ἐν Ἱεροσολύμοις ἀρχιερατεύοντος τοὺς ὑφ’ ἑαυτὸν ἀρχιερεῖς συναθροίσαντος καὶ συνοδικῶς ἀποδείξαντος τοὺς μίαν λέγοντας θέλησιν καὶ ἐνέργειαν ἐπὶ τῶν δύο φύσεων τοῦ Χριστοῦ μίαν ἄντικρυς καὶ [*](A) φύσιν κηρύττειν, σύμψηφον δὲ σχόντος ἐπὶ τούτῳ καὶ τὸν τὸν θρόνον τῆς πρεσβυτέρας Ῥώμης διέποντα Ἰωάννην, ὁ βασιλεὺς προέθετο πρόγραμμα ἑνιαίαν ἐνέργειαν μήτε διττὴν ἐν χριστῷ δογματίζεσθαι· ὃ καταγέλαστον οὐ τοῖς ὀρθόφροσιν ἐδόκει μόνον, ἀλλὰ καὶ τοῖς Σεβήρου ὁμόφροσι. Σεργίου δὲ τοῦ τὸν θρόνον ἔχοντος Κωνσταντινουπόλεως τὴν ζωὴν καταστρέψαντος, Πυρρὸς αὐτὸν διεδέξατο, τὰ αὐτὰ ἐκείνῳ δοξάζων καὶ τὰ Σεβήρου καὶ Κύρου σέβων τ’ ἑ καὶ κυρῶν. ὑποστρέφοντι δὲ τῷ βασιλεῖ τούτῳ ἐκ τῆς Πέρσιδος τροπαιοφόρῳ πρόσεισι Μωάμεθ ὁ τῶν Σαρακηνῶν φύλαρχος, οὐκ ἐκ γένους φυλαρχεῖν κληρωσάμενος, τῶν γὰρ ἀσήμων ἐτύγχανεν ὤν, ἀλλὰ πονηρίᾳ τοῦτο κτησάμενος. πένης γὰρ [*](B) ὢν παρά τινι γυναικὶ πλουσίᾳ χήρᾳ ἐθήτευεν, ἣν ἔγημε, γοητείαις ὑπαγαγὼν εἰς ἔρωτα ἑαυτοῦ. ἐπιληψίας δὲ νοσήματι συνεχόμενος, καὶ κατὰ καιροὺς αὐτῷ τοῦ πάθους προσβαλόντος πίπτων καὶ τῶν φρενῶν ἐξιστάμενος, ἀθυμίας αἴτιος τῇ ἑαυτοῦ κυρίᾳ καὶ γαμετῇ καὶ αἰσχύνης ἐγίνετο. ὁ δὲ αὐτός τε πονηρὸς ὢν καί τινι δὲ μοναχῷ πονηροτέρῳ ἑαυτοῦ ἐντετυχηκὼς διὰ κακοπιδτίαν φυγαδευθέντι τῆς Βυζανίδος, καὶ παρ’ αὐτοῦ διδαχθείς, ἔλεγε τῇ γυναικὶ τὸν Γαβριὴλ τὸν ἀρχάγγελον οὐρανόθεν αὐτῷ φοιτῶντα θεῖά τινα μυεῖν καὶ ἀπόρρητα, μὴ φέρειν δὲ τὴν τούτου θέαν καὶ διὰ τοῦτο ἰλιγγιᾶν καὶ φόβῳ [*](c)
    312
    συνέχεσθαι καὶ πρὸς γῆν κατακλίνεσθαι. ταῦτα δ’ εἶχεν αὐτῷ συμμαρτυροῦντα καὶ τὸν μοναχὸν ἐκεῖνον τὸν δόλιον καὶ τῇ γυναικὶ λέγοντα ὅτι ὡς ἀληθῶς πᾶσι τοῖς προφήταις οὗτος ὁ Γαβριὴλ ἐπιπέμπεται. ἐντεῦθεν ἡ γυνὴ ἀποσκευαζομένη τὸ ὄνειδος, ἐγκαυχωμένη δὲ μᾶλλον ὡς συνοικοῦσα προφήτῃ, τὸν λόγον τοῦτον εἰς τὰς λοιπὰς γυναῖκας προήνεγκε, καὶ οὕτως ὄνομα προφήτου παρὰ τοῖς ὁμοφύλοις ὁ μυσαρὸς ἐκεῖνος ἐκτήσατο. θανούσης δὲ τῆς γυναικὸς ἐκείνης, τῶν ἐκείνης κληρονόμος γενόμενος καὶ φύλαρχος καὶ διδάσκαλος καὶ νομοθέτης τοῦ [*](D) ἔθνους τῶν Ἰσμαηλιτῶν ἐχρημάτισε, τοὺς μὲν ἀπατῶν, τοῖς δὲ μὴ εὐχερῶς αὐτῷ πειθομένοις τὸ ξίφος ἀνατεινόμενος καὶ ὑποκλίνεσθαι οἱ ἐκβιαζόμενος. ἤδη γὰρ καὶ χεῖρα περὶ ἑαυτὸν συνήγαγεν ἱκανήν. οὗτος οὖν ἐκ τῆς Αἰθρίβου προιὼν προσῇλθε τῷ βασιλεῖ, χώραν αἰτῶν εἰς κατοίκησιν, καὶ ἔλαβεν. ὃν δ’ εἴρηται τρόπον τὸ ἔθνος ἅπαν κατασοφισάμενος καὶ ὑφ’ ἑαυτὸν ποιησάμενος, τὴν Συρίαν κατέδραμε καὶ ἐληίσατο καὶ τῶν Ῥωμαϊκῶν χωρῶν πολλὰς ἐξεπόρθησε, καὶ ἔκτοτε οὐκ ἐπαύσατο τὸ τῶν Ἰσμαηλιτῶν γένος τὴν Ῥωμαίων ἅπασαν γῆν κατατρέχον καὶ ληιζόμενον. Ἡράκλειος δέ, ὡς εἴρηται, εἰς τὴν τῶν Μονοθελητῶν ἐκκυλισθεὶς αἵρεσιν, [*](A) νόσῳ περιπίπτει ὑδερικῇ. λέγεται δὲ καὶ τὸ αἰδοῖον A αὐτοῦ στρεφόμενον ἄνω τὸ οὖρον πέμπειν, καὶ εἰ μὴ σανὶς ἐν τῷ ἤτρῳ αὐτοῦ ἐτίθετο, κατὰ τοῦ προσώπου αὐτοῦ τὸ ἐκκρινόμενον ἀνεδίδοτο· ὃ συμβαίνειν ἐδόκει διὰ τὴν ἔκθεσμον μίξιν τῆς ἀδελφόπαισος. θνήσκει οὖν ὁ βασιλεὺς οὗτος κατὰ τὸν τριακοστὸν πρῶτον χρόνον τῆς βασιλείας αὐτοῦ.

    Καὶ μεταβαίνει ἡ αὐταρχία πρὸς τὸν υἱὸν αὐτοῦ

    313
    Κωνσταντῖνον, ἧς βραχύ τι ἀπώνατο. ἔν ἁ γὰρ μοναρχήσας ἐνιαυτὸν φαρμάκῳ διώλετο παρὰ Μαρτίνης αὐτῷ κερασθέντι τῆς μητρυιᾶς τε ὁμοῦ καὶ ἐξαδέλφης αὐτοῦ· ᾧ γυνὴ συνῴκιστο Γρηγορία, θυγάτηρ τοῦ πατρικίου Νικητὰ, ἐξ ἧς υἱὸς αὐτῷ Κώνστας ἐγένετο. ἦν δὲ ὁ Κωνσταντῖνος περὶ τὴν πίστιν ὀρθός, τὴν βασιλείαν πατρόθεν διαδεξάμενος, οὐ [*](B) μέντοι καὶ τὸ κακόδοξον. διὸ λέγεται τῆς κατ’ ἐκείνου ἐπιβουλῆς καὶ τὸν Πυρρὸν συμμετέχειν τὸν τῆς Κωνσταντινουπόλεως πρόεδρον. τούτου δὲ οὕτω τὸν βίον καταλύσαντος Μαρτῖνα σὺν τῷ Ἡρακλωνᾷ τῷ παιδὶ τῆς βασιλείας ἀντέσχοντο, ἀλλὰ καὶ οὗτοι ταχέως τῆς ἀρχῆς ἐκπεπτώκασι. μισηθεῖσα γὰρ ἡ Μαρτῖνα παρὰ τῆς γερουσίας διὰ τὸν φόνον τοῦ Κωνσταντίνου, κατασπᾶται μὲν τῶν βασιλείων, ἐπαναστάσης αὐτῇ τῆς συγκλήτου, ἐκτέμνεται δὲ τὴν γλῶτταν αὐτή, τὴν ῥῖνα δὲ ὁ Ἡρακλωνᾶς ἔτι δεκέτης ὤν, καὶ ἀμφοῖν ὑπερορία καταψηφίζεται. καὶ ὁ Πυρρὸς τῆς ἐκκλησίας ἐκβάλλεται καὶ φυγὴν κατακρίνεται.

    [*](C)

    Καὶ εἰς μὲν τὸν βασίλειον θρόνον Κώνστας ὁ ἔγγονος Ἡρακλείου, υἱὸς δὲ Κωνσταντίνου καθίζεται παρὰ τῆς συγκλήτου, εἰς δὲ τὸν ἀρχιερατικὸν Παῦλος ἀντικαθίσταται. καὶ οὗτος δὲ ὡμογνωμόνει τοῖς πρὸ αὐτοῦ, Σεργίῳ καὶ Πυρρῷ δηλαδή. ὁ γοῦν αὐτοκράτωρ Κώνστας, τἄλλα μὲν οὐκ ἀχρεῖος γέγονε βασιλεύς, περὶ δὲ τὸ σέβας τῷ πάππῳ ὡμοίωτο. καὶ οὗτος γὰρ τὴν τῶν Μονοθελητῶν ἐδόξασεν αἵρεσιν. διὸ τόν τε σοφώτατον ἄνδρα τὸν θειότατον Μάξιμον καὶ τοὺς αὐτοῦ φοιτητὰς καὶ ἄμφω ἐκόλασεν ἀπηνέστατα καὶ Μαρτῖνον τὸν ἁγιώτατον πάπαν τῆς Ῥώμης ὑπερορίᾳ κατέκρινεν, ἐν ᾗ καὶ ἀπέθανεν. ὃς [*](D)

    314
    σὺ ’ν τῷ ἀοιδίμῳ πατρὶ Μαξίμῳ παραγενομένῳ ἐν Ῥώμῃ σύνοδον ἀθροίσας ἀρχιερέων ἀναθέματι τὰ Μονοθελητῶν φρονοῦντας ὑπέβαλε, καὶ ἄλλους δὲ πολλοὺς τῶν ὀρθοδόξων ὁ Κώνστας ἐτιμωρήσατο μὴ θελήσαντας ὑποκύψαι τῷ αὐτοῦ μονοθελήτῳ θελήματι. ἤδη δὲ τῶν Σαρακηνῶν μέγα δεδυνημένων καὶ πολλὰς τῶν Ῥωμαίοις ὑποφόρων χώρας καὶ νήσους σφετερισαμένων, ὁ τούτων ἀρχηγὸς Μαυίας πολεμιστηρίους νῆας πλείστας πηξάμενος, ἐπιθέσθαι διεμελέτα τῇ Ῥωμαίων ἡγεμονίᾳ. ὅπερ ὁ Κώνστας μαθών, καὶ αὐτὸς στόλον ἑτοιμάσας [*](A) εἰς τὸ τῆς Λυκίας κατῆρε νεώριον, ὀνομαζόμενον Φοίνικα· οὗ γενομένων καὶ τῶν Ἀγαρηνῶν ναυμαχία τῇ ἐξῆς γενήσεσθαι ἔμελλεν. ὁρᾷ οὖν ὁ βασιλεὺς κατὰ τὴν νύκτα ἐκείνην ἐνύπνιον ὅτι ἐν Θεσσαλονίκῃ ἦν. ὃ τῶν λογίων τινὶ κοινωσάμενος ἤκουσεν ἥττης εἶναι τὸ ὄναρ δηλωτικόν, “ἄλλῳ θὲς τὴν νίκην” δηλοῦν· ὃ καὶ γέγονε. ναυμαχίας γὰρ γενομένης ὑπερέσχον οἶ ἀντιπόλεμοι, καὶ τοσοῦτος γέγονε φόνος Ῥωμαίων ὡς ἐκ τοῦ αἵματος πορφυρωθῆναι τὴν θάλασσαν. ὁ δὲ βασιλεὺς ἐσθῆτα φαύλην ἐνδὺς καὶ εἰς πλοῖον ἐμβεβηκὼς τὸ παρατυχὸν μετά τινων ὀλίγων διέδρα, καὶ εἰς τὸ Βυζάντιον διασέσωστο. οἱ Ἀγαρηνοὶ δὲ μηδενὸς ἔτι αὐτοῖς ἐναντιουμένου ὁμόσε κατὰ πάντων ἐχώρουν. τότε καὶ [*](B) τὴν νῆσον ῥόδον ὑφ’ ἑαυτοὺς ποιησάμενοι τὸν ἐν αὐτῇ περίπυστον κολοσσὸν καθῃρήκασιν, οὗ τὸν χαλκὸν Ἰουδαῖος πριάμενος ἔμπορος ἐνακοσίαις καμήλοις λέγεται τοῦτον μετενεγκεῖν. ἀλλ’ ἐπί τινα καιρὸν ἡ τῶν Ἀγαρηνῶν κατὰ Ῥωμαίων ἀνεστάλη ποσῶς· γεγόνασι γὰρ κατ’ ἀλλήλων διαφερόμενοι περὶ ἀρχηγοῦ. οἱ μὲν γὰρ τὸν Μαυίαν
    315
    ᾑροῦντο, οἱ δὲ τὸν Ἀλήμ, γαμβρὸν τοῦ Μουχούμετ γενόμενον. εἶτα καὶ σπονδὰς ἔθεντο ἐπὶ δύο ἐνιαυτοὺς πρὸς Ῥωμαίους, καταδεξαμένους φόρους τελεῖν. γέγονε δὲ αὐταρχοῦντος τοῦ Κώνστα κλόνος τῆς γῆς καὶ πολλαὶ χῶραι τῆς Ῥωμαίων ἡγεμονίας κακὰς ἔπαθον καὶ πνεῦμα βίαιον ἔπνευσεν ἄλλοτε καὶ πολλὰ τῶν οἰκοδομημάτων κατέβαλε. τοῦ πατριάρχου δὲ Παύλου δώδεκα ἐνιαυτοὺς ἀνοσίως προστάντος [*](C) τῆς ἐκκλησίας, εἶτα θανόντος, εἰσάγεται πάλιν ὁ Πυρρὸς εἰς τὴν ποιμαντικὴν τοῦ λαοῦ Κωνσταντινουπόλεως, τῷ δωδεκάτῳ ἔτει τῆς βασιλείας τοῦ Κώνσταντος. οὗτος γὰρ ὁ Πυρρὸς ἐξωσθείς, ὡς εἴρηται, παρὰ τῆς ἐκκλησίας εἰς Ῥώμην ἀφίκετο, καὶ ἐλεγχθεὶς παρὰ τοῦ ἁγίου Μαξίμου κακῶς δοξάζων, ὑπεκρίθη μετατεθῆναι τῆς δόξης τῶν Μονοθελητῶν. καὶ ἀπαιτηθεὶς παρὰ τοῦ τότε πάπα λίβελλον περὶ πίστεως δέδωκε καὶ ἐδέχθη. εἶτα τῆς Ῥώμης ὑποχωρήσας καὶ εἰς Ῥάβενναν ἀπελθών, ἐγνώσθη τῆς αἱρέσεως μὴ ἐκστάς. ὅθεν ὁ πάπας τοῦτο μαθών. καὶ τοὺς ὑπ᾿ αὐτὸν ἐπισκόπους ἀθροίσας, καθαίρεσιν αὐτοῦ τελείαν κατεψηφίσατο. οὗτος οὖν τὸ δεύτερον μῆνας τέσσαρας τὸν θρόνον τῆς Κωνσταντίνου [*](D) κατεσχηκὼς τέθνηκε, καὶ προεχειρίσθη πατριάρχης Πέτρος, ὁμόδοξος καὶ οὗτος τοῖς πρὸ αὐτοῦ, καὶ ἐπὶ δώδεκα τῆς ἐκκλησίας ἄρξας ἐνιαυτοὺς θνήσκει. μεθ᾿ ὃν προέστη τῶν ὀρθοδόξων Θωμᾶς, τῆς ὀρθῆς ἐχόμενος δόξης, ὃς μετὰ δύο ἔτη καὶ μῆνας ἑπτὰ τὸν βίον μετηλλαχὼς Ἰωάννην ἔσχε διάδοχον. οὗτος ὁβασιλεὺς Κόνστας τὸν ἴδιον ἀνεῖλεν ὁμαίμονα Θεοδόσιον, καὶ ἐμισήθη ὑπὸ τῶν τῆς πόλεως διά τε τοῦτο καὶ διὰ τὰ εἰς τὸν πάπαν Μαρτῖνον καὶ τὸν μέγαν γενόμενα Μάξιμον. ἀπῆρεν οὖν τοῦ Βυζαν-
    316
    τίου καὶ εἰς Σικελίαν κατῆρε, διάγων περὶ Συράκουσαν, βουλόμενος καὶ τὴν βασιλείαν εἰς τὴν πρεσβυτέραν [*](A) Ῥώμην μετενεγκεῖν. ἔλεγε γὰρ δεῖν μᾶλλον τὰς μητέρας ἢ τὰς θυγατέρας τιμᾶν. διὸ καὶ τὴν βασίλισσαν καὶ τοὺς υἱοὺς αὐτοῦ, τρεῖς δ’ ἦσαν, Κωνσταντῖνος, Ἡράκλειος, καὶ Τιβέριος, μετεκαλεῖτο πρὸς ἑαυτόν. ἀλλὰ τοῦτο μέν τινες τῶν ᾠκειωμένων αὐτῷ διεκώλυσαν. ἄλλοι δέ φασι τὸ πλῆθος τῆς πόλεως μὴ παραχωρῆσαι αὐτοῖς τῆς πρὸς ἐκεῖνον ἀφίξεως. ὁ δέ γε Κώνστας ἕξ ἐν Σικελίᾳ διαγαγὼν ἔτη, ἐκεῖθεν οὐκ ἐπανῆλθεν· ἐπιβουλευθεὶς γὰρ παρὰ τῶν περὶ αὐτὸν λουόμενος ἐπλήγη καιρίως τὴν κεφαλὴν μετὰ τοῦ ἀντλήματος, ᾧ αὐτοῦ κατεχεῖτο τὸ ζέον ὕδωρ, καὶ ἀπέθανεν, ἄρξας Ῥωμαίων ἐνιαυτοὺς ἑπτά τε καὶ εἴκοσι.

    Τούτου δὲ θανόντος τὸ μετ’ αὐτοῦ στρατιωτικὸν [*](B) εὐθὺς Ἀρμένιόν τινα, Μιζίζιον ὄνομα, ἀγαλματίαν ὄντα καὶ ὡραιότατον, βασιλέα προεχειρίσαντο. ὅπερ ἀκούσας ὁ τῶν Κώνσταντος υἱέων πρεσβύτερος ὁ Πωγωνάτος κληθείς, ὃς καὶ τῶ τῆς βασιλείας κακόσμητο διαδήματι, στεφθεὶς παρὰ τοῦ πατρός, μετὰ στόλου μεγάλου τὴν Σικελίαν κατέλαβε, καὶ τόν τε Μιζίζιον χειρωσάμενος ἀνεῖλε καὶ τοὺς τὸν φόνον κατεργασαμένους αὐτῷ τοῦ πατρὸς καὶ πρὸς τοῖς ἄλλοις καὶ τὸν πατρίκιον Ἰουστινιανὸν τὸν πατέρα Γερμανοῦ τοῦ πατριάρχου, αὐτὸν δὲ τὸν Γερμαὸν ἐκτομίαν ἐποίησεν, ἤδη παρηβηκότα καὶ ὑπερβεβηκότα τὴν ἡλικίαν, καθ’ ἣν εὐνουχίζεσθαι δεδοκίμα- σται. λειοπώγων δ᾿ ὢν ὅτ’ ἀπεδήμησεν οὗτος ὁ [*](C) βασιλεύς , ἐκδικήσων τὸν φόνον τὸν τοῦ πατρός, καθειμένον ἔχων ἐπανῆκε τὸν πώγωνα· διὸ ἐξ ἐκείνου πωγωνάτος παρὰ τῶν πολιτῶν ἐπεκέκλητο. οἶ

    317
    δὲ τοῦ θέματος τῶν Ἀνατολικῶν εἰς Χρυσόπολιν ἀφικόμενοι ἐβόων δεῖν καὶ τοὺς λοιποὺς δύο συγγόνους τοῦ Κωνσταντίνου στεφθῆναι, λέγοντες ὅτι “ὥσπερ εἰς Τριάδα πιστεύομεν, οὕτω καὶ παρὰ τῶν ὒ τριῶν ἡμᾶς χρεὼν βασιλεύεσθαι.” ὁ γοῦν Κωνσταντῖνος στείλας πρὸς αὐτοὺς πληροῦν τὴν αἴτησιν αὐτῶν ἐπηγγέλλετο καὶ τοὺς τοῦ λαοῦ προεξάρχοντας μετεκαλεῖτο, ἔν’ αὐτῶν ἐνώπιον ἡ τῶν αὐτοῦ ἀδελφῶν ἀνάρρησις γένηται. ἐλθόντας δ’ εἰς τὸ Βυζάντιον ἀνεῖλεν ὡς στασιώδεις αὐτούς· ὃ γνόντες οἱ ἄλλοι μεστοὶ δέους ὑπενόστησαν εἰς τὰ ἑαυτῶν. καὶ [*](D) ἀμφοῖν δὲ τῶν ἀδελφῶν αὐτοῦ τὰς ῥῖνας ἀπέτεμεν. οἶ δὲ τῆς Ἄγαρ ἀπόγονοι οὐ διέλιπον τὴν ὑπὸ ἅπασαν καὶ πεζῇ καὶ πλοιζόμενοι δῃοῦντες καὶ ληιζόμενοι. εἶτα στόλῳ βαρεῖ καὶ κατ’ αὐτῆς ἐπῆλθον τῆς βασιλίδος τῶν πόλεων, καὶ ναύσταθμον τοῦ σφετέρου στόλου πεποίηντο ἀπὸ τοῦ πρὸς δύσιν ἀκρωτηρίου τοῦ κατὰ τὸ Ἔβδομον μέχρι τοῦ Κυκλοβίου. στόλῳ δὲ ὁ βασιλεὺς Κωνσταντῖνος ἀνθοπλισάμενος καθ’ ἑκάστην αὐτοῖς ἀντετάσσετο, καὶ ναυμαχίαι μαχίαι ἐγίνοντο ἐξ ὥρας ἐαρινῆς μέχρι δὴ φθινοπωρινῆς. ὡς δ’ οὐδὲν οἶ βάρβαροι ἤνυον, ἀπάραντες τὴν Κύζικον κατειλήφασι, καὶ ταύτην ἑλόντες ἐν [*](A) αὐτῇ τὸν χειμῶνα διήγαγον. ἅμα δ’ ἔαρι αὖθις τὴν Κωνσταντίνου κατέλαβον, καὶ αὖθις ναυμαχίαι συχναί. τριβομένου δὲ τοῦ καιροῦ, ἐπεὶ κατέλαβε τὸ μετόπωρον, τῇ Κυζίκῳ καὶ πάλιν τὸν οἰκεῖον στόλον οἶ τῆς Ἄγαρ ἐνώρμισαν · καὶ τοῦτο οὕτως εἰς ἐποίουν ἐνιαυτόν. ἀπογνόντες οὖν, μᾶλλον μέντοι καὶ πλῆθος ἀποβαλόντες πολύ, καὶ τῶν νηῶν ζημιωθέντες τὰς πλείονας, τότε γὰρ καὶ τὸ ὑγρὸν ἐπινενόητο πῦρ, Καλλινίκου τινὸς ἀρχιτέκτονος ἀπὸ
    318
    Συρίας ἐλθόντος καὶ τοῦτο κατασκευάσαντος, μετ᾿ αἰσχύνης καὶ λύπης πολλῆς ἀνθυπέστρεφον. ἤδη δὲ τοῦ περιλειφθέντος βαρβαρικοῦ στόλου γενομένου κατὰ τὸ Σύλαιον, καταιγὶς πνευμάτων σκληρὰ τούτῳ προσπεσοῦσα τὸν μὲν κατέδυσε, τὸν δὲ συνέτριψεν, [*](B) ἀκταῖς προσαράξασα. ἐπιθεμένου δὲ αὐτῷ καὶ τοῦ τῶν Κιβυρραιωτῶν στρατηγοῦ, ἅπας διώλετο. κατὰ γῆν δ᾿ αὖθις ἑτέρα στρίτιὰ τῶν Ἀράβων Ῥωμαϊκῷ προσβαλοῦσα στρατεύματι ἥττητο, ὥστε πεσεῖν, ὡς λέγεται, τριάκοντα χιλιάδων οὐ μείονας. ἐντεῦθεν οἱ Σαρακηνοὶ γνόντες ὡς οὐδὲν σφίσι τῶν ἐν ἐλπίσιν ἀνύσιμον, μᾶλλον μέντοι καὶ δείσαντες μὴ αὐτοῖς οἱ Ῥωμαῖοι ἐπέλθωσι, σπείσασθαι ἐβουλήθησαν, καὶ στέλλει πρέσβεις ὁ Μαυίας πρὸς βασιλέα, εἰρήνην αἰτούμενος. καὶ ὁ βασιλεὺς πρὸς ταύτην κατένευσεν, καὶ τὸν πατρίκιον Ἰωάννην τὸν Πιτζιγαύδην καλούμενον ἔπεμψεν, ὡς συνετὸν ἄνδρα καὶ γλῶτταν περὶ τὸ λέγειν ἔχοντα εὔστροφον, τὰς [*](C) τῶν σπονδῶν συνθήκας πληρώσοντα. ὅς ἀπελθὼν πρὸς τοὺς Ἄραβας, δεχθείς τε φιλοτιμότατα, τὰ τῆς εἰρήνης ἔθετο σύμφωνα, καὶ δι᾿ ἐγγράφων αὐτὴν ἐπὶ τριάκοντα ἐνιαυτοὺς ἐβεβαίωσε, τῶν Ἀράβων καταθεμένων διδόναι τῇ βασιλείᾳ Ῥωμαίων δασμὸν ἐνιαύσιον χρυσίου χιλιάδας τρεῖς, καὶ δούλους ὀκτώ, καὶ ἵππους τῶν παρ᾿ αὐτοῖς δοκίμων τοσούτους. οἱ μὲν οὖν τῆς Ἅγαρ οὕτω τῆς εἰρήνης ἔτυχον. οἱ δὲ κατὰ τὴν ἐσπέραν τῶν Ῥωμαίων πολέμιοι ταῦτα μαθόντες, κἀκεῖνοι καταλῦσαι τοὺς πολέμους σπουδὴν ἔθεντο, καὶ πρέσβεις πρὸς τὸν βασιλέα μετὰ δώρων ἐστάλκασι, καὶ πρὸς αὐτοὺς ἡ εἰρήνη κεκύρωτο.