Epitome Historiarum

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volumes 1-4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1868-1871.

Τοῦ δὲ ψευδαντωνίνου ἀναιρεθέντος Ἀλέξαν- [*](Cap. 15. Dionis Historiae Romanae l. 80, cuius nonnisi laciniae supersunt. Quae Sequuntur, ex eo libro petita videntur cuius particulas inscriptas μετὰ Δίωνα ἐκλογαὶ ἴως Κωνσταντίνου edidit A. Maius Script. Vet. novae coll. vol. 2, p. 234: auctorem Niebuhrius suspicatus est fuisse Petrum Magistrum (Corp. Byz. part. 1, praef. p. ΧΧIV [v. praef. ad Dion. Cass. vol. 5, p. V]). Non pauca is auctor ex Herodiano videtur hausisse. Eusebii Historiae ecclesiasticae 1. 6, c. 29 — 22.)

120
δρος ὁ Μαμαίας ὁ ἐκείνου ἀνεψιός, οὕτω γὰρ οἱ παλαιοὶ τοὺς ἐξαδέλφους ὠνόμαζον, τὴν αὐταρχίαν ἀπεκληρώσατο. ὃς αὐτίκα τὴν οἰκείαν μητέρα Μαμαίαν Αὐγοῦσταν ἀνεῖπεν, ἣ τὴν τῶν πραγμάτων οἰκονομίαν μετεκεχείριστο, καὶ περὶ τὸν υἱὸν σοφοὺς ἄνδρας συνήγαγεν, ἵνα δι’ ἐκείνων αὐτῷ τὰ ἤθη ῥυθμίζοιτο, κἀκ τῆς γερουσίας τοὺς ἀμείνονας συμβούλους προσείλετο, ἅπαν πρακτέον κοινουμένη αὐτοῖς. Δομιτίῳ δέ γε Οὐλπιανῷ τῆς τῶν δορυφόρων ἀνατεθείσης ἀρχῆς καὶ τῆς τῶν κοινῶν διοικήσεως, πολλὰ τῶν ὑπὸ Σαρδαναπάλου πραχθέντων παρ’ [*](C) ἐκείνου ἐπηνωρθώθη. ὃς τὸν Φλαβιανὸν καὶ τὸν Χρῆστον ἀποκτείνας, ἔν αὐτοὺς διαδέξηται, καὶ αὐτὸς οὐ πολλῷ ὕστερον ὑπὸ τῶν δορυφόρων νυκτὸς ἐπιθεμένων αὐτῷ κατεσφάγη. ζῶντος δ’ ἔτι τοῦ Οὐλπιανοῦ στάσις ἔκ τινος βραχείας λαβῆς μέσον τοῦ δήμου καὶ τῶν δορυφόρων ἐγένετο, καὶ ἐπὶ τρεῖς ἡμέρας ἀλλήλοις ἐμάχοντο. ἡττωμένων δὲ τόν στρατιωτῶν καὶ πῦρ ταῖς οἰκίαις ὑποβαλλόντων, δείσας ὁ δῆμος περὶ τῆς πόλεως κατηλλάγη καὶ ἄκων αὐτοῖς. καὶ ἄλλαι δ’ ἐπαναστάσεις γενόμεναι κατεπαύθησαν.

Ἥττων δ’ οὖσα χρημάτων ἡ Ἀλεξάνδρου μήτηρ ἐχρηματίζετο πάντοθεν. ἠγάγετο δὲ καὶ τῷ υἱῷ γαμετήν, ἣν οὐ συνεχώρησεν ἀναρρηθῆναι Αὐγούσταν, [*](D) ἀλλὰ καὶ μετά τινα χρόνον τοῦ υἱοῦ αὐτὴν ἀποσπάσασα εἰς Λιβύην ἀπήλασε, καίτοι στεργομένην παρ’

121
ἐκείνου. ὁ δὲ ἀντειπεῖν τῇ μητρὶ οὐκ ἠδύνατο) καταρχουσῃ αὐτοῦ.

Ἀρταξέρξης μέντοι ὁ Πέρσης, ὃς ἐξ ἀφανῶν καὶ ἀδόξων ἦν, τὴν τῶν Παρθῶν βασιλείαν Πέρσαις περιεποιήσατο καὶ αὐτῶν ἐβασίλευσεν. ἀφ’ οὗ λέγεται καὶ τὸ Χοσρόου κατάγεσθαι γένος. μετὰ γὰρ τὴν Ἀλεξάνδρου τοῦ Μακεδόνος τελευτὴν οἱ ἐκείνου διάδοχοι Μακεδόνες ἐπὶ πλεῖστον μὲν Περσῶν τε καὶ Παρθυαίων ἦρχον καὶ τῶν ἄλλων ἐθνῶν, κατ’ ἀλλήλων δέ γε χωρήσαντες ἀλλήλους κατέλυσαν. ἐκείνων δ’ οὕτως ἠσθενηκότων πρῶτος Ἀρσακίδης Παρθυαῖς τῇ ἐξ αὐτῶν ἀποστασίᾳ ἐπικεχείρηκε, καὶ Παρθυαίων ἐκράτησε, καὶ τοῖς ἑαυτοῦ ἀπογόνοις κατέλιπε τὴν ἀρχήν· ὧν τελευταῖος γέγονεν ὁ Ἀρτά- βανος. τὸν δὲ ὁ ῥηθεὶς Ἀρταξέρξης μάχαις νικήσας τρισὶ συνέλαβε καὶ ἀπέκτεινεν. εἶτα καὶ ἐπὶ τὴν Ἀρμενίαν ἐλάσας ἡττήθη τῶν Ἀρμενίων καὶ Μηδῶν μετὰ τῶν παίδων τοῦ Ἀρταβάνου προσβαλόντων αὐτῷ. ὁ δὲ αὖθις ἀνακτησάμενος ἑαυτὸν μετὰ δυνάμεως μείζονος τῇ Μεσοποταμίᾳ καὶ τῇ Συρίᾳ ἐφήδρευε, καὶ ἠπείλει ἀνακτήσασθαι πάντα ὡς Πέρσαις ἐκ προγόνων προσήκοντα. εἶτα Καππαδοκίαν ὁ Ἀρταξέρξης οὗτος σὺν τοῖς Πέρσαις κατέτρεχε, καὶ ἐπολιόρκει τὴν Νίσιβιν. ὁ μέντοι Ἀλέξανδρος οὗτος πρέσβεις ἔπεμψε πρὸς αὐτὸν εἰρήνην αἰτῶν. ὁ δὲ [*](B) βάρβαρος τὴν πρεσβείαν μὲν οὐ προσήκατο, ἄνδρας δὲ μεγίστους τετρακοσίους πολυτελέσιν ἀμφιέσας στολαῖς καὶ ἵπποις τῶν ἐκκρίτων ἐπιβιβάσας καὶ ὅπλοις κοσμήσας λαμπροῖς ἔπεμψε πρὸς τὸν Ἀλέξανδρον, οὕτω καταπλήξειν αὐτόν τε καὶ τοὺς Ῥωμαίους οἰόμενος. οἱ ἀφικόμενοι καὶ εἰς ὄψιν ἐλθόντες τῷ Ἀλεξάνδρῳ “κελεύει ὁ μέγας βασιλεὺς Ἀρταξέρξης”

122
εἶπον ἀφίστασθαι Ῥωμαίους Συρίας καὶ τῆς ἀντικειμένης τῇ Εὐρώπῃ Ἀσίας πάσης, καὶ παραχωρῆσαι Πέρσαις ἄρχειν μέχρι θαλάσσης.” τούτους συλλαβὼν ὁ Ἀλέξανδρος, καὶ περιδύσας τὰ ὅπλα καὶ τὰς στολάς, ἀφελόμενός τε τοὺς ἵππους, εἰς κώμας πλείστας [*](C) διέσπειρε καὶ ἠνάγκαζε γεωργεῖν· κτεῖναι γὰρ αὐτοὺς οὐκ ἔκρινεν ὅσιον. αὐτὸς δὲ τὰ οἰκεῖα στρατεύματα εἰς τρεῖς διελὼν μοίρας τριχῇ τοῖς Πέρσαις προσέβαλε. καὶ πολὺς μὲν τῶν Περσῶν συμβέβηκεν ὄλεθρος, πλεῖστοι δὲ καὶ τῶν Ῥωμαίων ἐφθάρησαν, οὐ τοσοῦτον ὑπὸ τῶν πολεμίων ὅσον ἐν τῶ ἐπανιέναι διὰ τῶν τῆς Ἀρμενίας ὀρῶν. δυσχειμέρων γὰρ ὄντων τούτων οἶ τῶν ὁδοιπορούντων πόδες, ἐνίων δὲ καὶ αἶ χεῖρες ἐκ τοῦ ψύχους ἠκρωτηριάσθησαν μελανθεῖσαι καὶ νεκρωθεῖσαι. διὸ καὶ ἐν αἰτία Ῥωμαίοις γέγονεν ὁ Ἀλέξανδρος. ὅθεν ἐξ ἀθυμίας ἢ καὶ ἀπὸ τῆς τῶν ἀέρων ἐναλλαγῆς σφόδρα ἐνόσησεν. [*](D) ἀναρρωσθεὶς δὲ καὶ εἰς Γερμανοὺς ἐμβαλὼν δι’ ἀκοντιστῶν καὶ τοξοτῶν ἐλύπει αὐτούς. στέλλει δὲ καὶ πρὸς αὐτοὺς πρέσβεις περὶ συμβάσεων ἐπὶ χρήμασι. διὸ χαλεπήναντες οἱ στρατιῶται πρὸς ἀποστασίαν ἀπεῖδον. καί τινα Μαξιμῖνον Θρᾷκα τὸ γένος, ἐκ παίδων δὲ ποιμαίνειν λαχόντα καὶ μετὰ ταῦτα στρατιώτην γενόμενον, ἄκοντα δῆθεν λαβόντες ὠνόμασαν αὐτοκράτορα. ὁ δὲ τοὺς ἀνειπόντας αὐτὸν παραλαβὼν ἀπῄει εὐθὺς ὅπου διέτριβεν ὁ Ἀλέξανδρος. ταῦτα δ’ ἐκεῖνος πυθόμενος τοὺς μετ’ αὐτοῦ στρατιώτας εἰς ἀντίληψιν αὐτοῦ παρεκάλει· οἶ δὲ ἐπηγγέλλοντο. καὶ ἐπιστάντος τοῦ Μαξιμίνου συνήγαγε τὴν στρατιὰν ὁ Ἀλέξανδρος καὶ συμβαλεῖν τοῖς τοῦ ὢ Μαξιμίνου ἐπέτρεπεν. οἶ δὲ τήν τ’ ἑ μητέρα αὐτοῦ ἐλοιδόρουν καὶ ἐπὶ φιλοχρηματίᾳ διέσυρον, καὶ εἰς
123
ἐκεῖνον ἐξύβριζον ὡς δειλόν· καὶ καταλιπόντες αὐτὸν ἀνεχώρουν. ὁ δὲ ἔρημον βοηθείας ὁρῶν ἑαυτόν, ἐπανῆλθεν εἰς τὴν σκηνήν, καὶ τῇ μητρὶ περιπλακεὶς ὠλοφύρετο. καὶ ὁ Μαξιμῖνος ἑκατόνταρχον στείλας καὶ αὐτὸν ἀνεῖλε καὶ τὴν μητέρα καὶ τοὺς οἳ συνῆσαν αὐτοῖς, καὶ τῆς βασιλείας γέγονεν ἐγκρατής.

Μαμαία δὲ ἡ Ἀλεξάνδρου μήτηρ ἀρετῆς ἦν ἀντιποιουμένη καὶ βίου σεμνοῦ. ἣ ἐν Ἀντιοχείᾳ συνδιάγουσα τῷ υἱῷ, καὶ περὶ Ὠριγένους πυθομένη, 11 μετεπέμψατο ἐξ Ἀλεξανδρείας αὐτόν· καὶ ὑπ’ αὐτοῦ τὸν λόγον κατηχηθεῖσα τῆς πίστεως, θεοσεβεστάτη γέγονεν, ὡς ὁ Εὐσεβιος ἱστορεῖ καὶ ἄλλοι δέ τινες [*](B) τῶν συγγραφέων φασίν. ὅθεν οὐ μόνον ὁ κατὰ χριστιανῶν ἠρέμησε διωγμὸς τότε, ἀλλὰ καὶ τιμῆς ἠξίωντο μάλιστα οἱ σεβόμενοι τὸν Χριστόν.

Τότε Οὐρβανοῦ τῆς ἐπισκοπῆς τῆς Ῥωμαίων πόπροεστατος καὶ Ἱππόλυτος ἤνθει, ἀνὴρ ἶερώἱερώτατος καὶ σοφώτατος, ἐπίσκοπος τοῦ κατὰ Ῥώμην πόρτου γενόμενος, ὃς καὶ πολλὰ συγγράμματα συνεγράψατο, διάφορα τῆς θείας γραφῆς ἐξηγησάμενος. Ἀντιοχείας δὲ ἦν τηνικαῦτα προεστηκὼς καὶ τὴν ἐκεῖ τῶν πιστῶν ἐκκλησίαν ἰθύνων Ἀσκληπιάδης· καὶ

Σαρδιανὸς Ἱεροσολύμων.

Καὶ ὁ μὲν Ἀλέξανδρος ἔτη Ῥωμαίων ἡγεμονεύσας C δέκα, ὃν εἴρηται τρόπον ἀνῄρητο· ὁ δὲ Μαξιμῖνος τὴν ἀρχὴν διεδέξατο. ὃς αὐτίκα καὶ διωγμὸν [*](22 καὶ Σαρδιανὸς Ἱεροσολύμων] Haec per errorem addita videntur. Sardianum Geοrgius Syncellus (vοl. 1, p. 674 ed. Bοnn.) appellat quem Eusebius et zonaras (p. 611, D) Gοrdium. Gοrdianus est in Eusebii canοne armeniace edito a Maiο et Ζοhrabο p. 387.) [*](Cap. 16. Eusebii Histοriae ecclesiasticae 1. 6, c. 23 et 28, ac fοrtasse Dio cοntnuatus.)

124
κατὰ τῶν χριστωνύμων ἐπήγειρε, καὶ τοὺς τῶν ἐκκλησιῶν προεστῶτας ἀναιρεῖσθαι κεκέλευκεν ὡς δισκάλους τοῦ κατὰ Χριστὸν μυστηρίου καὶ κήρυκας. λέγεται δὲ κατὰ μῆνιν τὴν πρὸς Ἀλέξανδρον κινῆσαι τὸν διωγμόν, ὡς ἐκείνου τιμῶντος τοὺς σεβομένους Χριστόν. ἐμεμήνει γὰρ κατ’ ἐκείνου τοῦ αὐτοκράτορος, ὅτι στρατηγὸς ὑπ’ ἐκείνου προχειρισθεὶς καὶ κατὰ Περσῶν ἐκστρατεύσας καὶ αἴσχιστα ἡττηθεὶς ὀργῆς ἐπειράθη βασιλικῆς. ἦν δὲ τοῦ διωγμοῦ καὶ δεύτερον αἴτιον, ὅτι πολλοὶ κατὰ τὸν Ἀλεξάνδρου [*](D) οἶκον ἦσαν τὸν Χριστὸν ἐπεγνωκότες θεόν. ὅτε καὶ Ἀμβρόσιος φιλόλογος ἀνήρ, ὃς τὸν Ὠριγένην πρὸς ἐξήγησιν ἠρέθισε τῆς θείας γραφῆς καὶ δαψιλῆ αὐτῷ ἐχορήγει τὰ ἀναλώματα καὶ ταχυγράφους ἑπτὰ αὐτῷ παρεστήσατο ἀμοιβαδὸν τῇ γραφῇ χρωμένους κατὰ τεταγμένους καιροὺς καὶ βιβλιογράφους οὐχ ἥττους κόρας τε καλλιγραφεῖν ἠσκημένας, τῷ τοῦ μαρτυρίου λέγεται κοσμηθῆναι στεφάνῳ, ἅμα Πρωτοκτήτῳ Πρεσβυτέρῳ

Αὐταρχήσας δ’ οὗτος ὁ Μαξιμῖνος εὐθὺς ἐπέστειλε τῇ συγκλήτῳ, τὴν ἐκ τῶν στρατευμάτων ἀνάρρησιν ταύτῃ δηλῶν ἑαυτοῦ. οὐ μόνοις δὲ χριστιανοῖς βαρὺς ὑπῆρχε καὶ ἀπηνής, ἀλλὰ καὶ πᾶσι τοῖς ὑπηκόοις. ὑβριστής τε γὰρ ἦν καὶ ἐρασιχρήματος, κἀντεῦθεν καὶ ἀδικώτατος καὶ φόνων ἐργάτης καὶ τύραννος ἄντικρυς, χωρήσας εἰς ἁρπαγὰς καὶ ἀναιρέσεις ἀνθρώπων ἐξ οὐδεμιᾶς εὐλόγου λαβῆς. τοσοῦτον δ’ εἰς μιαιφονίας ἐξώκειλεν ὡς μηδὲ τῆς οἰκείας φείσασθαι γυναικός· κἀκείνην γὰρ ἀνεῖλε. τὴν οἰκείαν δ’ οἷον ἐπικαλύπτων δυσγένειαν, τοὺς μὲν εὐπατρίδας ἠτίμου, προσῳκειοῦτο δὲ τοὺς ἐξ ἀφανῶν. διὰ ταῦτα τοίνυν ὑπὸ πάντων μεμίσητο. ἐκστρατεύσας

125
δὲ κατὰ Γερμανῶν τὴν χώραν αὐτῶν ἐληίσατο, τῶν βαρβάρων μηδενὸς ὑποφαινομένου. εἶτα περὶ τὰ ἔλη καὶ τὰς συνεχεῖς ἀνεφάνησαν ὕλας· κἀκεῖ δὲ τῶν Ῥωμαίων εἰσελασάντων πλήθη πολλὰ ἀνῃρέθησαν. καὶ οὕτω νικήσας ἐπανῆλθεν ὁ Μαξιμῖνος, αἰχμαλώτων [*](B) πληθὺν ἐπαγόμενος. πάντα δὲ τὰ τῶν ὑπηκόων σφετεριζόμενος καὶ χρηματιζόμενος πάντοθεν οὐδὲ τῶν ἱερῶν ἀπέσχετο. αἰτιωμένων οὖν ξυμπάντων τοὺς στρατιώτας τοὺς αὐτὸν βασιλεύσαντας, οἱ ἐν Λιβύῃ στρατευόμενοι ταῦτα μαθόντες πρὸς ἀποστασίαν ἀπεῖδον, καί τινος ἑτέρας αἰτίας ἐρεθισάσης αὐτούς. οἱ γὰρ τῶν τῆς Λιβύης πραγμάτων ἐπίτροποιτῶν τῶν ἐν αὐτῇ εὐπορούντων τὰς οὐσίας ἐξ οὐδεμιᾶς εὐλόγου ἀφῃροῦντο λαβῆς καὶ τοὺς κεκτημένους 15 αὐτὰς προσαπώλλυον. ἐντεῦθεν ἀγανακτήσαντες οἱ ἐκεῖ ἐπανέστησαν, καί τινα τῶν ἐκ τῆς βουλῆς ἄνδρα πρεσβύτην κεκλημένον Γορδιανὺν καὶ ἄκοντα κατασχόντες, [*](C) διάδημά τε τούτῳ περιτιθέασι καὶ πορφύραν ἐνδύουσι καὶ ἀναγορεύουσιν αὐτοκράτορά τε καὶ Αὔγουστον. ὁ δὲ ἐν Καρθαγένῃ παραγίνεται· καὶ αὐτὸν ἀσμένως τῷ πρὸς τὸν Μαξιμῖνον μίσει ἐδἐἐδέξαντο σύμπαντες. ἐπιστέλλει οὖν τῇ βουλῇ, καὶ τοὺς ἀγγελοῦντας τὴν ἀνάρρησιν αὐτοῦ τοῖς ἐν τῇ Ῥώμᾐ ἀπέστειλε. τῶν δὲ σταλέντων χρονισάντων κατὰ τὸν πλοῦν, καὶ οἱ ἐν τῇ Ῥώμᾐ μὴ φέροντες τὴν τυραννίδα τοῦ Μαξιμίνου πρὸς ἀποστασίαν κεκίνηντο καὶ τὰς ἐκείνου εἰκόνας καθῄρουν καὶ τῷ τυράννῳ ἐλοιδοροῦντο εἶτα γνωσιμαχήσαντες, ὡς εἰ σώζοιτο [*](D) Μαξιμῖνος, οὐκ ἔσται σφίσι σωτηρίας ἐλπίς, δύο προ 30 βάλλονται στρατηγοὺς Μάξιμον τε καὶ Ἀλβῖνον, καὶ ἄμφω τῇ βουλῇ συναριθμουμένους. τινὲς δὲ Καίσαρας αὐτοὺς πρὸς τῆς βουλῆς ἱστόρησαν ἀναγορευθῆ-
126
’ναι, μήπω μαθούσης τὴν ἀνάρρησιν τοῦ Γορδιανοῦ.

Ὁ δέ γ’ ἑ Μαξιμῖνος ταῦτα μαθὼν ὥρμησεν ἐπὶ Ἰταλίαν, πολλὰ τῇ συγκλήτῳ ἀπειλησάμενος. γνοὺς δὲ τὸν Μάξιμον χωρήσαντα κατ’ αὐτοῦ, ὁ γὰρ Ἀλβῖνος εἰς φυλακὴν τῆς Ῥώμης ἔμεινεν ἐν αὐτῇ, ἐπὶ Ἀκυληίαν ἀπένευσε, Μαυρουσίους ἔχων μεθ’ ἑαυτοῦ, ταύτην σπεύδων προκατασχεῖν. Ἀκυληία δὲ ἡ νῦν Βενετία λέγεται εἶναι. ἀλλ’ ἀπεκρούσθη, τῶν έν αὐτῇ ἀντιταξαμένων αὐτῷ γενναιότερον. ἀποκρουσθεὶς δὲ τῆς Ἀκυληίας καὶ προσβαλὼν τοῖς περὶ τὸν Μάξιμον ἡττήθη. καὶ ἐς τὴν οἰκείαν σκηνὴν ἀνεχώρησε· στασιασάντων δὲ τόν στρατιωτῶν καὶ τῶν αὐτοῦ δορυφόρων προῆλθε τῆς σκηνῆς μετὰ τοῦ οἰκείου παιδός, ὡς σφίσι διαλεξόμενος. οἱ δὲ αὐτίκα ἐπελθόντες ἀμφοῖν ἀνεῖλον αὐτούς. ἦν δὲ ὁ Μαξιμῖνος ἐτῶν πέντε καὶ ἐξήκοντα, ἀφ’ ὧν ἐβασίλευδεν ἴξ. αἱ κεφαλαὶ δὲ τῶν ἀναιρεθέντων τούτων ἐκτμηθεῖσαι τοῖς τε ἐν Ἀκυληίᾳ ἐπεδείχθησαν καὶ εἰς τὴν Ῥώμην ἐπέμφθησαν. οἶ δ’ ἐν τῇ Ῥώμᾐ κατὰ τὴν ἀγορὰν τὴν κεφαλὴν τοῦ Μαξιμίνου ἀνεσκολόπισαν,

ἴν εἴη πᾶσι περίοπτος.

[*](B)

Ἐντεῦθεν ὁ Μάξιμος εἰς τὴν Ῥώμην ἐπανελήλυθε, καὶ ὁ Ἀλβῖνος ὑπηντήκει αὐτῷ, καὶ ὁ δῆμος δὲ καὶ ἡ σύγκλητος σὺν εὐφημίαις καὶ κρότοις αὐτὸν ὑπεδέξαντο· καὶ συνῆρχον ἄμφω, καὶ ἦρχον καλῶς. οἱ δέ γε στρατιῶται ἐδάκνοντο ὅτι οὐκ αὐτοί, ἀλλ’ ἡ βουλὴ καὶ ὁ δῆμος τοὺς αὐτοκράτορας προεβάλοντο. εἶτα καὶ αὐτοὶ οἶ βασιλεῖς πρὸς ἀλλήλους ἔσχον δια- [*](Cap. 17. Fortasse Dio continuatus. Eusebii Historiae ecclesiasticae 1. 6, c. 23–31.)

127
φοράς, καὶ τοῦτ’ αἴτιον αὐτοῖς ἀπωλείας ἐγένετο. γνόντες γὰρ οἱ στρατιῶται ὡς διαφέρονται, ἐπῆλθον αὐτοῖς, καὶ ἀμφοτέρους δεσμήσαντες διὰ πάσης τῆς πόλεως αὐτοὺς περιήγαγον ἐμπαροινουμένους τε καὶ ἐμπαιζομένους, ἀλλὰ μὴν καὶ αἰκιζομένους. εἶτα πυἐμπαιζομένους, άλλὰ μὴν καὶ αἰκιζομένους. εἰτα πυθόμενοι ὡς οἱ Γερμανοὶ ἀφελέσθαι αὐτοὺς καὶ περισῶσαι βουλεύονται, ἵνα μὴ τοῦτο γένηται, ἀπέκτειναν αὐτούς. ὦν ὁ μὲν Μάξιμος ἐτῶν ἦν ἑβδομήκοντα [*](C) καὶ τεσσάρων, ὁ δὲ Ἀλβῖνος ἑξήκοντα· καὶ ἐβασίλευσαν κατὰ τινὰς μὲν ἡμέρας δύο καὶ εἴκοσι, καθ’ ἑτέρους δὲ οὐχ ὅλους μήνας τρεῖς.

Μετὰ δὲ τούτους οἱ μὲν Πομπηιανόν τινα συγγεγράφασι τὴν Ῥωμαίων ἐσχηκέναι ἀρχήν, ταχύτατα δ’ ἐκπεπτωκέναι αὐτῆς, ὡς ἐν ὀνείρῳ τῆς ἐξουσίας ἀπολαύσαντα, οὔπω γὰρ δύο παρεληλυθέναι μήνας, καὶ στερηθῆναι αὐτὸν πρὸς τῇ μοναρχίᾳ καὶ τῆς ζωῆς ἀναιρεθέντα· παρὰ τίνων δὲ καὶ διὰ τίνα αἰτίαν, μὴ εὑρηκώς, παρεσιώπησα καὶ αὐτός· οἱ δ’ ἴε τινα. μεθ’ ὃν Πούπλιον ἀντεισαχθῆναι Βαλβῖνον ἱστόρησαν· καὶ μικρόν τι κἀκεῖνον τῆς αὐταρχίας ἀπογευσάμενον, ἐπὶ τρισὶ γὰρ μησὶν αὐτῷ τὴν ἀρχὴν περιγράφουσιν, ἀναιρεθῆναι κἀκεῖνον, ἄρτι καταλαβόντος ἐκ Λιβύης Γορδιανοῦ, ὃς εῖ, ὡς ἤδη μοι ἐρρήθη, [*](D) προανηγόρευτο. τὸν δὲ Γορδιανὸν τῆς Ῥώμης ἐπιβεβηκότα νοσήσαι, τὸ μὲν ὅτι ὑπέργηρως ἦν, ἑβδομήκοντα γὰρ καὶ ἐννέα ἐβίω ἐνιαυτούς, τὸ δ’ ὅτι χρονοτριβήσας ἐν τῇ θαλάσσῃ κατὰ τὸν πλοῦν πάνυ τεταλαιπώρητο, καὶ ἐκ τῆς νόσου ταύτης ἐκλελοιπέναι, μόνας εἴκοσι καὶ δύο ἡμέρας ἐν ταύτῃ διαγαγόντα· διαγασῇ καὶ σχεῖν ἐπὶ τῇ βασιλείᾳ διάδοχον τὸν οἰκεῖον υἱόν, Γορδιανὸν κἀκεῖνον καλούμενον καὶ ὁμωνυμοῦντα τῷ οἰκείῳ πατρί.

128

Οἶ’ μὲν οὖν οὕτω παρηκολουθηκέναι ταῦθ’ ἱστορήκασιν, οἱ δὲ τῷ πρεσβύτῃ Γορδιανῷ ἀναρρηθέντι κατὰ Λιβύην αὐτοκράτορι φασὶν ἐπαναστῆναί τινας, καὶ μάχης συγκροτηθείσης ἡττηθῆναι τοὺς τοῦ Γορδιανοῦ, καὶ πολλοὺς αὐτῶν ἀλλὰ μὴν καὶ τὸν υἱὸν αὐτοῦ ἀναιρεθῆναι· τὸν δὲ ὑπεραλγήσαντα διὰ τοῦτο ἀπάγξασθαι καὶ οὕτως ἑαυτὸν τῆς ζωῆς ὑπεξαγαγεῖν.

Οἶ’ δὲ τῷ υἱῷ ἐκείνου τῷ νέῳ Γορδιανῷ τὴν τῶν Ῥωμαίων ἡγεμονίαν μετὰ τὸν ἐκ νόσου θάνατον τοῦ πρεσβυτέρου Γορδιανοῦ προσκληροῦντες, κατὰ Περσῶν αὐτὸν γεγράφασιν ἐκστρατεύσαντα καὶ συμβαλόντα αὐτοῖς κἀν τῇ μάχῃ τὸν ἵππον ἐλαύνοντα καὶ τοὺς οἰκείους παραθαρρύνοντα καὶ πρὸς ἀλκὴν ἐπαλείφοντα, ὀλισθήσαντος δὲ τοῦ ἵππου καὶ συμπεσόντος αὐτῷ, τὸν μηρὸν κατεαγῆναι, καὶ οὕτως ἀνακομισθῆναι εἰς Ῥώμην, καὶ ἐκ τοῦ κατάγματος τελευτῆσαι, [*](B) ἐπὶ ἕξ ἐνιαυτοὺς αὐταρχήσαντα.

Οὐρβανὸς δὲ ὁ τῆς Ῥώμης ἀρχιερεὺς ἔτεσιν ἀρχιερατεύσας ὀκτὼ τοῦ Μαξιμίνου βασιλεύοντος ἀπεβίω· ὃν Ποντιανὸς διεδέξατο. τῆς δ’ Ἀντιοχέων ἐκκλησίας μετὰ Φιλητὸν προέστη Ζεβῖνος. ἐπὶ δέ γε Γορδιανοῦ τοῦ νέου ὁ τῶν ἐν Ῥώμᾐ πιστῶν προεστηκὼς Ποντιανὸς μεταλλάξας τὸν βίον ἔσχε διάδοχον τὸν Ἀντέρωτα, ἐν ἕξ ἔτεσι τῇ λειτουργίᾳ ἐσχολακώς. ὁ δέ γε Ἀντέρως ἐπὶ βράχιστον πάνυ καιρὸν τὴν ἐκκλησίαν ἰθύνας πρὸς ἄλλην ζωὴν μετελήλυθε. μεθ’ ὃν Φλαβιανὸς θείᾳ ψήφῳ τῆς ἀρχιερωσύνης τετύχηκεν, ὡς ἱστορεῖ ὁ Εὐσέβιος. λέγεται γὰρ τῶν πιστῶν ἀθροισθέντων, ὥστε τὸν μέλλοντα τῆς ἐπισκοπῆς προστῆναι παρ’ αὐτῶν ἐκλεγῆναι) παρεἶναι [*](28 Εὐσέβιος] Hist. eccl. 6, 29.)

129
καὶ τὸν Φλαβιανὸν ἄρτι ἥκοντα ἐξ ἀγροῦ· μὴ μέντοι παρά του λόγον γενέσθαι περὶ αὐτοῦ ὡς προστησομένου [*](C) τῆς ἐκκλησίας, ἀλλ’ ἑτέρους εἶναι περὶ ὧν ἦν τοῖς συνειλεγμένοις φροντὶς τίς ἂν προκριθείη αὐτῶν τῶν. ἐν τοσούτῳ δὲ περιστερὰν καταπτῆναι καὶ ἐφιζῆσαι τῇ τοῦ Φλαβιανοῦ κεφαλῇ· κἀντεῦθεν ἅπαντας τοὺς ἠθροισμένους ἐκεῖ μιᾷ χρήσασθαι φωνῇ ὥσπερ ἀπὸ συνθήματος, καί “ἄξιος” ἐπιβοῆσαι αὐτῷ, καὶ τῷ τῆς ἀρχιερωσύνης θρόνῳ τὸν ἄνδρα προσενεγκεῖν μηδέν τι μελλήσαντας. τότε καὶ ὁ τῆς ἐν Ἀντιοχείᾳ τῶν πιστῶν ἐκκλησίας προεστηκὼς Ζεβῖνος τὸν βίον λιπὼν ὑπὸ Βαβύλα διαδέχεται. Ὠριγένης δὲ κατὰ τὴν ἐν Παλαιστίνῃ διατρίβων τηνικαῦτα Καισάρειαν πολλοὺς μὲν καὶ πολλαχόθεν ἐκέκτητο φοιτητάς, εἶχε δὲ καὶ τὸν μέγαν Γρηγόριον [*](D) τὸν θαυματουργὸν καὶ τὸν τούτου ὁμαίμονα Ἀθηνόδωρον τῶν ἑαυτοῦ λόγων ἀκροατάς. τότε δὲ καὶ Ἀφρικανὸς ὁ συγγραφεὺς ἐγνωρίζετο.

Μετὰ δὲ τὸν νέον Γορδιανὸν ἕτερος αὖθις δορδιανὸς τῆς ἀρχῆς ἐπελάβετο, κατὰ γένος, ὡς λόγος, προσήκων τοῖς ἀπελθοῦσι Γορδιανοῖς. ὃς ἐκστρατεύσας εἰς Πέρσας καὶ πολεμήσας αὐτοῖς, Σαπώρου τοῦ υἱοῦ Ἀρταξέρξου τοῦ ἔθνους ἡγεμονεύοντος, ἥττησέ τ’ ἑ τοὺς ἐναντίους, καὶ Νίσιβιν καὶ Κᾶρας Ῥωμαίοις αὖθις ἐπανεσώσατο, ὑπὸ Περσῶν ἐπὶ Μαξιμίνου ὑφαρπασθείσας, εἶτα πρὸς Κτησιφῶντα γενόμενος ἐξ ἐπιβουλῆς Φιλίππου τοῦ ἐπάρχου τοῦ δορυφορικοῦ ἀνῃρέθη. οὗτος γὰρ ὁ Γορδιανὸς ἄρξας ἔπαρχον τὸν οἰκεῖον προεχειρίσατο πενθερὸν Τιμησοκέα καλοῦ μένον. μέχρι μὲν οὖν περιῆν ἐκεῖνος, [*](Cap. 18 Fortasse Dio continuatus. ZONARAS III.)

130
καλῶς εἶχε τὰ τῆς ἐξουσίας τῷ αὐτοκράτορι καὶ κατὰ ῥοῦν ἐφέρετό οἶ τὰ πράγματα, Τιμησοκλέους δὲ τελευτήσαντος Φίλιππος προκεχείριστο ἔπαρχος. καὶ στασιάσαι τοὺς στρατιώτας βουλόμενος τὰς αὐτῶν σιτήσεις ἠλάττωσεν, ὡς τοῦτο τάχα κεκελευκότος τοῦ αὐτοκράτορος. οἶ δέ φασιν ὅτι τὸν σῖτον ἐπέσχε τὸν εἰς τὸ στρατόπεδον κομιζόμενον, ὥστε τοὺς στρατιώτας ἐνδείᾳ πιέζεσθαι, κἀντεῦθεν αὐτοὺς πρὸς στάσιν ἐρεθισθῆναι. στασιάσαντες δὲ κατὰ τοῦ αὐτοκράτορος ἐπανέστησαν ὡς αἰτίου αὐτοῖς γεγονότος λιμοῦ, καὶ ἐπελθόντες ἀπέκτειναν αὐτόν, ἐπὶ ἐνιαυτοὺς ἡγεμονεύσαντα ἴξ. καὶ ὁ Φίλιππος αὐτίκα ἐπεπήδησε τῇ ἀρχῇ. ὡς δ’ ἀπηγγέλη τῇ γερουσίᾳ ἡ [*](B) τοῦ Γορδιανοῦ σφαγή, ἕτερον αὐτοκράτορα διήγειρεν αὐτὴν προχειρίσασθαι. καὶ ἀνεῖπεν αὐτίκα Καίσαρα Μάρκον τινὰ φιλόσοφον. ὁ δὲ πρὶν ἐρεῖσαι τὸν πόδα τῇ αὐταρχίᾳ θνήσκει αἰφνίδιον ἐν τῷ παλατίῳ διάγων. τοῦ δὲ θανόντος κρατεῖ τῆς Ῥωμαίων ἡγεμονίας Σευῆρος Ὁστιλιανός. ἀλλὰ καὶ οὗτος οὔπω σχεδὸν ταύτης ἐπειλημμένος ἀπέτισε τὸ χρεών. νοσήσας γὰρ καὶ φλεβοτομηθεὶς ἐτελεύτησεν.

Ἐπανελθὼν οὖν ὁ Φίλιππος ἐγκρατὴς ἐγένετο τῆς τῶν Ῥωμαίων ἀρχῆς. ἐν δὲ τῷ ἐπανιέναι τὸν υἱὸν Φίλιππον κοινωνὸν τῆς βασιλείας προσείλετο. σπονδὰς δὲ πρὸς Σαπώρην θέμενος τὸν τῶν Περσῶν [*](C) βασιλεύοντα, τὸν πρὸς Πέρσας κατέλυσε πόλεμον, παραχωρήσας αὐτοῖς Μεσοποταμίας καὶ Ἀρμενίας. γνοὺς δὲ Ῥωμαίους ἀχθομένους διὰ τὴν τῶν χωρῶν τούτων παραχώρησιν, μετ’ ὀλίγον ἠθέτησε τὰς συν- [*](Cap. 19. Fortasse Dio continuatus. Eusebii Historiae ecclesiasticae l. 6, c. 34.)

131
θήκας καὶ τῶν χωρῶν ἐπελάβετο. ἦν δὲ ὁ Σαπώρης, ὡς ἱστόρηται, ὑπερμεγέθης τὸν ὄγκον τοῦ σώματος, καὶ οἷος οὔπω τότε ὤφθη ἀνήρ.

Ἐπαναζεύξας δὲ ὁ Φίλιππος εὐμενὴς ἦν τοῖς χριστιανοῖς, μάλιστα δὲ κατὰ ἐνίους καὶ προσετέθη τῇ πίστει Χριστοῦ, ὥστε καὶ εὐχῶν ἐπ’ ἐκκλησίας κοινωνῆσαι χριστιανοῖς καὶ ἀσμένως ἐξαγορεῦσαι ὅσα οἶ ἡμάρτητο. οὐ γὰρ ἄλλως εἰς κοινωνίαν παρὰ τοῦ προεστῶτος τῆς ἐκκλησίας ἐδέχετο, εἰ μὴ ἐξομολογήσεται καὶ τοῖς αἰτοῦσι μετάνοιαν ἑαυτὸν καταλέξει· κἀκεῖνον λέγεται πειθαρχῆσαι. φασὶ μέντοι [*](D) τινὲς τοῦτον εἶναι τὸν πατέρα τῆς μάρτυρος ὐγενίας· ἀλλὰ περὶ τὴν δόξαν ταύτην πεπλάνηνται. ἔπαρχος μὲν γὰρ κἀκεῖνος γενέσθαι ἱστόρηται, ἀλλ’ Αἰγύπτου, καὶ οὐ τοῦ δορυφορικοῦ· καὶ μετὰ τὴν εἰς Χριστὸν πίστιν ἐκεῖνος παραιτησάμενος τὴν ἀρχὴν ὑπὲρ τῆς εἰς Χριστὸν ὁμολογίας ἠνδρίσατο καὶ μαρτυρίῳ κεκόσμηται.

Οὗτος δ’ ὁ αὐτοκράτωρ Φίλιππος πρὸς Σκύθας ἀράμενος πόλεμον εἰς Ῥώμην ἐπανῆλθεν. ἐν δὲ Μυσοῖς σοῖς Μαρῖνός τις ταξιάρχης ὢν παρὰ τῶν στρατιωτῶν βασιλεύειν ᾑρέθη. καὶ διὰ τοῦτο ὁ Φίλιππος τεθορύβητο, καὶ τῇ συγκλήτῳ διελέχθη περὶ τῆς στάσεως. τῶν ἄλλων δὲ σιωπώντων ὁ Δέκιος μὴ δεῖν φροντί- ζεῖν εἶπεν αὐτῷ περὶ τοῦ Μαρίνου, ὡς παρ’ αὐτῶν ἀναιρεθησομένου τῶν στρατιωτῶν, οἷα ἀναξίου τῆς βασιλείας τυγχάνοντος. ὃ μετ’ ὀλίγον κατὰ τὴν ἐκείνου γέγονε πρόρρησιν. θαυμάσας οὖν ὁ Φίλιππος διὰ τοῦτο τὸν Δέκιον, ἀπελθεῖν προετρέπετο εἰς Μυσίαν καὶ κολάσαι τοὺς αἰτίους τῆς στάσεως. ὁ δὲ τὴν ἀποστολὴν παρῃτεῖτο, λέγων μήθ’ ἑαυτῷ μήτε τῷ στέλλοντι συμφέρειν αὐτὸν ἐκεῖ ἀπελθεῖν. ὁ δὲ

132
Φίλιππος καὶ ἔτι ἐνέκειτο. κἀκεῖνος καὶ ἄκων ἀπῄει· καὶ ἀπελθόντα εὐθὺς αὐτὸν οἶ στρατιῶται βασιλέα εὐφήμησαν. τοῦ δὲ ἀπαναινομένου, τὰ ξίφη σπασάμενοι δέξασθαι αὐτὸν ἠνάγκασαν τὴν ἀρχήν. γράφει οὖν ἐκεῖθεν τῷ Φιλίππῳ μὴ ταραχθῆναι· εἰ γὰρ [*](B) ἐπισταίη τῇ Ῥώμῃ, ἀποθήσεται τὰ τῆς βασιλείας παράσημα. ἀλλ’ ἀπιστήσας τούτῳ ὁ Φίλιππος ἐξεστράτευσε εστράτευσε κατ’ αὐτοῦ· καὶ συμβαλὼν τοῖς τοῦ Δεκίου ἔπεσεν ἐν πρώτοις ἀγωνιζόμενος· σὺν αὐτῷ δὲ καὶ ὁ υἱὸς αὐτοῦ ἀνῄρητο Φίλιππος. ὧν θανόντων τῶν τῷ Δεκίῳ ξύμπαντες προσεχώρησαν. ἐβασίλευσε δὲ κατὰ μέν τινας πέντε ἐνιαυτούς, καθ’ ἑτέρους δὲ ἓξ ἐπὶ τοσούτοις μησίν. ὥρμητο δ’ ἐκ Βόστρων, ὅπου καὶ πόλιν βασιλεύσας ἐπώνυμον ἑαυτῷ ἐδομήσατο, Φιλιππούπολιν ὀνομάσας αὐτήν.

Ὅ γε μὴν Δέκιος πάντων, ὡς εἴρηται, τῶν στρατευμάτων προσχωρησάντων αὐτῷ εἰς τὴν Ῥώμην ἐπανελήλυθε καὶ τῆς ἡγεμονίας γέγονεν ἐγκρατής. ἀποσκοπήσας δὲ πρὸς τὸν τῆς ἐξουσίας ὄγκον καὶ [*](C) τὴν τῶν πραγμάτων οἰκονομίαν, ὡς ἔνιοι λέγουσι, τὸν Βαλεριανὸν ἐπὶ τῇ τῶν πραγμάτων διοικήσει προσείλετο. καὶ αὐτίκα ἀλλήλους εἰς θεομαχίαν παρακροτήσαντες, διωγμὸν ἐπήγειραν κατὰ τῶν χριστωνύμων σφοδρότατον. εἰσὶ δ’ οἱ καὶ δι’ ἔχθος τὸ πρὸς τὸν Φίλιππόν φασι τοῖς χριστιανοῖς ἐπιθέσθαι τὸν Δέκιον, οἷα παρ’ ἐκείνου σεβαζομένοις· ἐμεμήνει γοῦν κατὰ τῶν πιστῶν. ὅτε καὶ Φλαβιανὸς ὁ τῆς ἐν Ῥώμῃ προιστάμενος ἐκκλησίας ἔτυχε τέλους μαρτυρικοῦ, καὶ Βαβύλας ὁ τῶν ἐν Ἀντιοχείᾳ πιστῶν [*](Fontes capitis 20 certo indicari nequeunt, praeter Eusebii Hist. eccles. 1. 6, c. 39 43 44.)

133
τὴν ἐκκλησίαν διέπων, καὶ Ἀλέξανδρος ὁ τῶν Ἱεροσολύμων ἐπίσκοπος, ὃς οὐ τότε πρώτως ὑπερήθλησε τῆς εἰς τὸν σωτῆρα κύριον πίστεως, ἀλλὰ καὶ πρῴην, ὡς ἤδη προείρηται, καὶ τότε δὲ καθειρχθεὶς κατὰ τὸ [*](D) δεσμωτήριον τελευτᾷ. ἀλλὰ καὶ ὁ μέγας Κυπριανὸς τῆς Καρθαγένης ἐπίσκοπος ὢν τηνικαῦτα τῆς εἰς Χριστὸν ὑπερήθλησε πίστεως. τῶν οὖν εἰρημένων ἀρχιερέων μετηλλαχότων τὸν βίον, ἐν μὲν Ῥώμᾐ ἀντὶ Φλαβιανοῦ Κορνήλιος ἐπεσκόπησεν, ἐν Ἀντιοχείᾳ δὲ ἀντὶ Βαβύλα Φλαβιανός, καὶ ἐν Ἀλεξανδρείᾳ Διονύσιος, ἐν δ’ Ἱεροσολύμοις ἀντὶ Ἀλεξάνδρου Μαζαβάνης· καὶ ἄλλοι δὲ πλεῖστοι τότε μαρτυρίου κατηξιώθησαν.

Τότε καὶ Ὠριγένης παρήχθη μὲν εἰς βῆμα ραννικὸν ὡς σεβόμενος τὸν Χριστόν, οὐκ ἔτυχε δὲ τέλους μαρτυρικοῦ, οἶμαι τοῦ θεοῦ ταύτης αὐτὸν μὴ κρίναντος ἄξιον διὰ τὸ περὶ τὰ ὀρθόδοξα δόγματα τοῦ ἀθλίου ἐκείνου διάστροφον. λειποτακτεῖ γάρ, καὶ ταῦτα μετὰ πεῖραν βασάνων. οὗτος, ὡς ἔμπρο- σθεν εἴρηται, μέγας ἐν λόγοις γενόμενος κἀντεῦθεν ὑπερφρονήσας καὶ ἀλαζονευσάμενος, οὐ τοῖς τῶν πρὸ αὐτοῦ πατέρων ἱερῶν ἠκολούθησε δόγμασιν, ἀλλ’ ἑαυτῷ θαρρήσας καινῶν δογμάτων εἰσαγωγεὺς ἐχρημάτισε, καὶ βλασφημίας εἴς τε τὴν ἁγίαν τριάδα καὶ εἰς τὴν θείαν ἐνανθρώπησιν ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ ἐξηρεύξατο, καὶ πάσης σχεδὸν αἱρέσεως ἐγένετο ἀρχηγός. τόν τε γὰρ μονογενῆ τοῦ θεοῦ υἱὸν κτιστὸν ἐδογμάτισε καὶ τῆς δόξης αὐτὸν ἠλλοτρίου καὶ τῆς οὐσίας τῆς πατρικῆς· [*](B) καὶ τὸ πνεῦμα τὸ ἅγιον ὑπεβίβαζε τῆς τοῦ πατρὸς ἀξίας καὶ τῆς τοῦ υἱοῦ, λέγων ὡς οὔτε τὸν πατέρα δύναται ὁρᾶν ὁ υἱὸς οὔτε μὴν τὸν υἱὸν τὸ πνεῦμα,

134
ὥσπερ οὐδὲ οἱ ἄγγελοι τὸ πνεῦμα οὔτε τοὺς ἀγγέλους οἱ ἄνθρωποι. αὗται μὲν αἱ περὶ τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος βλασφημίαι τοῦ Ὠριγἐνους· περὶ δέ γε τὴν ἐνανθρώπησιν τοῦ υἱοῦ τοῦ θεοῦ ἐβλασφήμει, δυσσεβῶς εἰσάγων μὴ σάρκα ἐψυχωμένην ἐκ τῆς παρθένου τῆς ἁγίας λαβεῖν τὸν Χριστόν. ἡνῶσθαι γὰρ ἐμυθεύετο τὸν μονογενῆ τοῦ θεοῦ υἱὸν πρὸ καταβολῆς κόσμου τῷ νῷ, ὃν ἀνέπλαττεν ἐκεῖνος [*](C) ἐκλελεγμένον καὶ κλόνον οὐχ ὑποστάντα, καὶ σὺν τούτῳ ἐπ’ ἐσχάτων ἐνανθρωπῆσαι καὶ σάρκα προσεἰληφέναι l0 δίχα ψυχῆς λογικῆς τε καὶ νοερᾶς. καὶ ἀποθέσθαι δὲ τὴν σάρκα πάλιν τὸν κύριον, καὶ τέλος ἕξειν τὴν βασιλείαν αὐτοῦ ἐδογμάτιζε. καὶ τῶν δαιεἰμόνων εἰσηγεῖτο ἔσεσ0θαι μέλλειν ἀποκατάστασιν, καὶ τὴν κόλασιν χρονικήν, ἀλλ’ οὐκ αἰωνίζουσαν· πρὸς κάθαρσιν δὲ τῶν ἁμαρτημάτων γενήσεσθαι, μετὰ τὸ καθαρθῆναι δὲ πάντας εἰς τὴν ἑνάδα ἀποκαταστῆναι καὶ τοὺς ἀνθρώπους καὶ τοὺς δαίμονας. τὰ δὲ περὶ τῆς ἑνάδος ταύτης, πολλῆς μακρηγορίας δεόμενα, ἔν' ὁ ταύτης ὕθλος σαφηνισθείη, παρείθησαν, ὥσπερ καὶ ἄλλαι τῶν ἐκείνου βλασφημιῶν.

[*](D)

Τὰ μὲν οὖν κατὰ τὸν Ὠριγένην, ὃν ἐκάλουν καὶ Ἀδαμάντιον, ἐν τούτοις· τότε δὲ καὶ Ναυάτος τῆς κατὰ Ῥώμην ἐκκλησίας· πρεσβύτερος αἱρεσιάρχης ἐγένετο καὶ τῶν καλούντων ἑαυτοὺς Καθαροὺς ἀρχηγός, ἀρνούμενος τοῖς ἐν τῷ διωγμῷ ὑποκύψασι καὶ θυσίαν τοῖς εἰδώλοις προσαγαγοῦσιν,εἶτ' ἐπιστρέφουσι καὶ ἐξομολογουμένοις, τὴν μετάνοιαν, καὶ προσπίπτοντας αὐτοὺς καὶ θεραπείαν ζητοῦντας τοῦ σφάλματος ἐν μεταμελείᾳ καὶ συντριβῇ καρδίας μὴ προσιέμενος. καθ’ οὗ καὶ σύνοδος ἐνῬώμῃ συνέστη, Κορνηλίου ταύτης προϊσταμένου. ἐν ᾗ προσδέχε-

135
σθαι μὲν τοὺς ἐν τῷ καιρῷ τοῦ διωγμοῦ παραπεπτωκότας δεῖν ἔδοξεν, ἐπιστρέφοντας, καὶ μετανοίας φαρμάκοις θεραπεύειν αὐτούς· τὸν δὲ Ναυάτον τοῖς τῇ συνόδῳ δόξασι μὴ πειθόμενον οἶ θεῖοι πατέρες ἐκεῖνοι τῆς ἐκκλησίας ἀπηλλοτρίωσαν καὶ ἀπεκήρυξαν ὡς μισάδελφον.

Μέμνηται δέ τινος ὁ Εὐσέβιος ἱστορίας ἐξ ἐπιστολῆς Διονυσίου τοῦ τῆς Ἀλεξανδρέων ἐκκλησίας ἐπισκοπήσαντος τοιαύτης. φησὶ γὰρ ταῦτ’ ἐπιστεῖλαι πρὸς ῥῆμα τὸν Διονύσιον “Σαραπίων τις ἦν παρ’ ἡμῖν πιστὸς γέρων, ἀμέμπτως μὲν βιούς, ἐν δὲ τῷ πειρασμῷ πεσών. οὗτος πολλάκις ἐδεῖτο, καὶ οὐδεὶς προσεῖχεν αὐτῷ· καὶ γὰρ ἐτεθύκει. νοσήσας δὲ τριῶν ἑξῆς ἡμερῶν ἄφωνος διετέλεσε καὶ ἀναίσθητος· ἀνασφήλας δὲ τῇ τετάρτῃ βραχύ, προσεκαλέσατο τὸν θυγατριδοῦν, καί σπεῦσον εἶπε, κάλεσόν μοι τῶν [*](B) πρεσβυτέρων τινά· καὶ πάλιν ἦν ἄφωνος. ἔδραμεν ὁ παῖς ἐπὶ τὸν πρεσβύτερον· ὁ δὲ ἀφικέσθαι μὲν οὐκ ἠδυνήθη, καὶ γὰρ ἠσθένει, ἐντολῆς δὲ παρ’ ἐμοῦ δεδομένης, τοὺς ἀπαλλαττομένους τοῦ βίου, εἰ δέοιντο, καὶ μάλιστα εἰ πρότερον ἱκετεύσαντες τύχοιεν, ἀφίεσθαι, ἔν εὐέλπιδες ἀπαλλάττοιντο, βραχὺ τῆς εὐχαριστίας δέδωκε τῷ παιδαρίῳ, ἀποβρέξαι κελεύσας καὶ τῷ πρεσβύτῃ κατὰ τοῦ στόματος ἐπιστάξαι. ἐπανῆκεν ὁ παῖς φέρων. ἐγγὺς δὲ γενομένου, πρὶν εἰσελθεῖν, ἀνενέγκας πάλιν ὁ Σαραπίων ‘ἧκες’ ἔφη ‘τέκνον; καὶ ὁ μὲν πρεσβύτερος ἐλθεῖν οὐκ ἠδυνήθη, σὺ δὲ ποίησον ταχέως τὸ προσταχθὲν καὶ ἀπάλλαττέ [*](C) με.’ ἀπέβρεξεν ὁ παῖς, καὶ ἄμα τε ἐνέχεε τῷ στόματι τοῦ πρεσβύτου, καὶ μικρὸν ἐκεῖνος καταβροχθίσας βροχθίσας εὐθέως ἀπέδωκε τὸ πνεῦμα. ἆρ’ οὐκ ἐναργῶς διετηρήθη καὶ παρέμεινεν ἕως λυθῇ καὶ τῆς

136
ἁμαρτίας λυθείσης ἐπὶ πολλοῖς οἶς ἔπραξε καλοῖς ὁμολογηθῆναι δυνηθῇ;” ταῦτα ἡ τοῦ Διονυσίου διέξεισιν ἐπιστολή.

Δέκιος δὲ οὕτω διατεθεὶς εἰς τοὺς τὸν χριστὸν σεβομένους, οὐδὲ δύο ὅλους ἐνιαυτοὺς ἐπὶ τῇ τῶν Ῥωμαίων ἀνύσας ἀρχῇ αἴσχιστα διεφθάρη. βαρβάρων γὰρ ληιζομένων τὸν Βόσπορον ὁ Δέκιος αὐτοῖς συνεπλέκετο καὶ πολλοὺς ἀνῄρει· τῶν δὲ στενοχωρηθέντων καὶ αἰτουμένων ἀφεῖναι τὴν λείαν πᾶσαν, εἰ παραχωρηθεῖεν ἀναχωρῆσαι, ὁ Δέκιος οὐκ ἐνέδωκεν, ἀλλὰ Γάλλον ἕν ἁ τῶν τῆς συγκλήτου τῇ διόδῳ τῶν [*](D) βαρβάρων ἐπέστησε, μὴ συγχωρῆσαι κελεύσας αὐτοῖς παρελθεῖν. ὁ δὲ Γάλλος ὑπέθετο τοῖς βαρβάροις, ἐπιβουλεύων Δεκίῳ, πλησίον τέλματος βαθέος ὄντος, ἐκεῖ παρατάξασθαι. οὕτω δὲ παραταξαμένων τῶν βαρβάρων καὶ τὰ νῶτα τρεψάντων ὁ Δέκιος ἐπεδίωκε· καὶ αὐτός τε σὺν τῷ υἱῷ καὶ πλῆθος τῶν Ῥωμαίων ἐνεπεπτώκει τῷ τέλματι, καὶ πάντες ἐκεῖσε ἀπώλοντο, ὡς μηδὲ τὰ σώματα αὐτῶν εὑρεθῆναι, καταχωσθέντα τῇ ἰλύι· τοῦ τέλματος.

Κρατεῖ οὖν ὁ Γάλλος, ὃν τινὲς μὲν τῶν συγγραφέων καὶ Βολουσιανὸν κεκλῆσθαί φασιν ὡς διώνυμον, ἄλλοι δὲ τὸν Βολουσιανὸν υἱὸν αὐτοῦ εἶναι γεγράφασι καὶ συνάρχειν αὐτῷ. κρατήσας τοίνυν τῆς τῶν Ῥωμαίων ὁ Γάλλος ἀρχῆς, σπένδεται τοῖς βαρβάροις ἐπὶ συνθήκαις τοῦ λαμβάνειν ἐκείνους παρὰ Ῥωμαίων δασμὸν ἐνιαύσιον καὶ μὴ τὰ Ῥωμαίων ληίζεσθαι. καὶ σπεισάμενος οὕτως ἐπανῆλθεν εἰς Ῥώμην, καὶ τὸν υἱὸν αὐτοῦ τὸν Βολουσιανὸν ἀνηγόρευσε Καίσαρα. βαρὺς δὲ καὶ οὗτος γέγονε τοῖς [*](Cap. 21. Fortasse Dio continuatus.)

137
χριστιανοῖς, καὶ οὐχ ἧττον Δεκίου, διωγμὸν κατ’ αὐτῶν ἐγείρας καὶ πολλοὺς ἀνελών. ἤρξατο δ’ αὖθις ἐπὶ τούτου ἡ κίνησις τῶν Περσῶν, καὶ κατεσχέθη παρ’ αὐτῶν ἡ Ἀρμένια, τοῦ ταύτης βασιλέως Τιριδάτου φυγόντος, τῶν δὲ παίδων ἐκείνου προσρυέντων τοῖς Πέρσαις. καὶ Σκύθαι δὲ εἰς τὴν Ἰταλίαν εἰσέβαλον, πλῆθος ὄντες σχεδὸν ὑπερβαῖνον καὶ ἀριθμόν, καὶ Μακεδονίαν καὶ Θεσσαλίαν καὶ Ἑλλάδα κατέδραμον. λέγεται δὲ τούτων μοῖράν τινα [*](B) διὰ Βοσπόρου παρελθοῦσαν καὶ τὴν Μαιώτιδα λίμνην ὑπερβάσαν ἐπὶ τὸν Εὔξεινον γενέσθαι πόντον καὶ χώρας πορθῆσαι πολλάς. καὶ ἄλλα δὲ πολλὰ τῶν ἐθνῶν τότε κατὰ τῆς ῬωμαΪΚῆς ἐπικρατείας ὡρμήκεσαν. ἀλλὰ καὶ λοιμὸς τηνικαῦτα ταῖς χώραις ἐνέσκηψεν, ἐξ Αἰθιοπίας ἀρξάμενος καὶ πᾶσαν σχεδὸν ἐπινεμηθεὶς χώραν ἑῴαν τε καὶ ἐσπέριον, καὶ πολλὰς τῶν πόλεων τῶν οἰκητόρων ἐκένωσεν, ἐπὶ πεντεκαίδεκα διαρκέσας ἐνιαυτούς. οἵ γε μὴν Σκύθαι τεταγμένα παρὰ Ῥωμαίων κατὰ συνθήκας λαμβάνοντες ἐπετείως, ἥκασι ταῦτα ληψόμενοι, καὶ ἥττονα λέγοντες εἶναι τῶν ὑπεσχημένων τὰ σφίσι διδόμενα, ἀπῄεσαν ἀπειλούμενοι. Αἰμιλιανὸς δέ τις Λίβυς ἀνήρ, ἄρχων τοῦ ἐν Μυσίᾳ στρατεύματος, [*](C) τοῖς στρατιώταις δώσειν πάντα τὰ τοῖς Σκύθαις διδόμενα ἐπηγγείλατο, εἰ τοῖς βαρβάροις συνάψειαν πόλεμον. οἷ δὲ ἀπροόπτως ἐπελθόντες τοῖς Σκύθαις, ἄτερ ὀλίγων ἀπέκτειναν ἅπαντας, καὶ λάφυρα ἐξ ἐκείνων πλεῖστα συνήγαγον, τὴν χώραν καταδρμόντες αὐτῶν. ἐντεῦθεν ὁ Αἰμιλιανὸς ὑπερφρονήσας τῷ κατορθώματι, μέτεισι τοὺς ὑπ’ αὐτὸν στρατιώτας· καὶ Ῥωμαίων αὐτὸν ἀναγορεύουσιν αὐτοκράτορα. ὃς αὐτίκα τὰς δυνάμεις ἀγείρας ἔσπευδε τὴν Ἰταλίαν
138
καταλαβεῖν. ὡς γοῦν εἰς γνῶσιν ἦλθον ταῦτα τῶ Γάλλῳ, κἀκεῖνος ἑτέρωθεν παρασκευασάμενος τῷ Αἰμιλιανῷ ἀντιπαρετάξατο. καὶ συρραγέντων ἀλλήλοις λοις τόν στρατευμάτων ἥττηντο οἱ τοῦ Γάλλου, ἡττώμενοι δὲ ἐπέθεντο τῷ σφῶν αὐτοκράτορι· καὶ [*](D) ἀνελόντες κἀκεῖνον καὶ τὸν παῖδα αὐτοῦ, βασιλεύσαντας λεύσαντας ἔτη δύο καὶ μήνας ὀκτώ, προστίθενται τῷ Αἰμιλιανῷ, καὶ αὐτοὶ τὴν βασιλείαν αὐτῷ ψηφι- ψηφισάμενοι.

Ἀναρρηθεὶς δὲ οὕτως αὐτοκράτωρ ὁ Αἰμιλιανὸς ἐπέστειλε τῇ συγκλήτῳ, ἐπαγγελλόμενος ὡς καὶ τὴν Θρᾴκην ἀπαλλάξει βαρβάρων καὶ κατὰ Περσῶν ἐκστρατεύσεται καὶ πάντα πράξει καὶ ἀγωνίσεται ὡς στρατηγὸς αὐτῶν, τὴν βασιλείαν τῇ γερουσίᾳ καταλιπών. ἀλλ’ οὐ δ’ ὲν τούτων ἔφθη πεποιηκώς, Οὐαλεριανοῦ ἐπαναστάντος αὐτῷ· ὃς τῶν ὑπὲρ τὰς Ἄλπεις ἄρχων δυνάμεων, τὰ κατὰ τὸν Αἰμιλιανὸν μαθών, καὶ αὐτὸς τυραννεῖ. καὶ τὰς ὑπ’ αὐτὸν δυνάμεις συναγαγὼν πρὸς τὴν Ῥώμην ἠπείγετο. οἱ γοῦν τῷ Αἰμιλιανῷ συστρατευόμενοι, οὐκ ἀξιομάχους ἑαυτοὺς ἐγνωκότες πρὸς τὴν τοῦ Οὐαλεριανοῦ στρατιάν, μηδὲ φθείρειν καὶ φθείρεσθαι Ῥωμαίους ὑπ’ ἀλλήλων ὅσιον κρίναντες καὶ πολέμους συγκροτεῖσθαι ὁμογενῶν, καὶ ἄλλως δὲ τὸν μὲν Αἰμιλιανὸν ἀνάξιον λογιζόμενοι βασιλείας ὡς ἄδοξόν τε καὶ καμερπῆ, τὸν Οὐαλεριανὸν δὲ οἰκειότερον ἡγούμενοι τῇ ἀρχῇ οἶα δῆτα καὶ τῶν πραγμάτων ἐπιληψόμενον ἀρχικώτερον, κτείνουσι τὸν Αἰμιλιανὸν οὔπω τέσσαρας μῆνας ἡγεμονεύσαντα, ἄγοντα δὲ τῆς ἡλικίας [*](Cap 22. Dio continuatus, ut videtur: conf. Exc. Vatic. p. 244. Eusebii Hist. eccles. 1. 6, c 39 et 1. 7, c. 2–6.)

139
ἐνιαυτὸν τεσσαρακοστόν· καὶ προσίασιν Οὐαλεριανῷ καὶ ἀμάχως αὐτῷ τὴν Ῥωμαίων ἀρχὴν ἐγχειρίζουσι.

Φλαβιανοῦ δὲ ἐπὶ Δεκίου, ὡς εἴρηται, μαρτυρήσαντος, [*](B) Κορνήλιος τὴν τῆς Ῥώμης ποιμαντικὴν διεδέξατο, καὶ ἐπὶ τρισὶν ἐμπρέψας ταύτῃ ἐνιαυτοῖς τὴν ζωὴν ἐξεμέτρησε, καὶ Λούκιος ἐπὶ τὸν τῆς ἀρχιερωσύνης ἀνήχθη θρόνον, ὃς οὐδ’ ὄγδοον ἐκπλήσας ἐνιαυτὸν ἐν τῇ τῆς Ῥώμης ἐπισκοπῇ τελευτᾷ. καὶ Στέφανος τὸ τῆς ἐπισκοπῆς λειτούργημα διεδέξατο· οὗπερ τυγχάνει διάταγμα τοὺς ἐξ αἱρέσεων ἐπιστρέφοντας χριστιανοὺς μὴ βαπτίζειν, ἀλλὰ τῇ διὰ χειρῶν ἐπιθέσεως εὐχῇ καθαίρειν αὐτούς. οὑ καὶ ἐπιστολὴ περὶ τούτου πρὸς Κυπριανὸν τὸν ἱερομάρτυρα ἀναγράφεται. Στεφάνου δὲ κοιμηθέντος μετὰ δύο ἐνιαυτούς, Ξυστὸς εἰς τὸν ἀρχιερατικὸν τῆς Ῥώμης θρόνον ἐκάθισε. τότε καὶ ἡ κατὰ Σαβέλλιον κεκίνητο αἵρεσις ἐν Πτολεμαΐδι τῆς Πενταπόλεως.

[*](C)

Ἀλλὰ τὰ μὲν κατὰ τοὺς τῆς Ῥώμης ἀρχιερεῖς

ἔσχον οὕτως· Οὐαλεριανὸς δὲ σὺν Γαλιήνῳ τῷ υἱῷ τῆς Ῥωμαίων ἡγεμονίας δραξάμενος, καὶ οὗτος σφοδρότατον ἐκίνησε κατὰ χριστιανῶν διωγμόν· καὶ πολλοὶ κατὰ διαφόρους χώρας γεγόνασι μάρτυρες, ὑπὲρ τῆς εἰς Χριστὸν πίστεως πολυειδῶς ἐναθλήσαντες. ἐθνῶν οὖν καὶ ἐπὶ τούτου γενομένης ἐπσναστάδεως, κακῶς εἶχον Ῥωμαίοις τὰ πράγματα. οἵ τε γὰρ Σκύθαι τὸν Ἴστρον διαβάντες καὶ αὖθις τὴν Θρᾳκῴαν χώραν ἠνδραποδίσαντο, καὶ πόλιν περιφανῆ τὴν Θεσσαλονίκην ἐπολιόρκησαν μέν, οὐ μὴν [*](4 Φαβιανοῦ Eusebius. Cap. 23. Fortasse Dio continuatus. Eusebii Historiae ecclesiasticae 1. 7, c 10 — 14.)

140
καὶ εἷλον. εἰς δέος δὲ τοσοῦτον ἅπαντας περιέστησαν [*](D) ὡς Ἀθηναίους μὲν ἀνοικοδομῆσαι τὸ τεῖος τῆς ἑαυτῶν πόλεως, καθῃρημένον ἐκ τῶν τοῦ Σύλλαχρόνων, Πελποννησίους δὲ διατειχίσαι τὸν Ἰσθμὸν ἀπὸ θαλάσσης εἰς θάλασσαν. ἀλλὰ μὴν καὶ Πέρσαι, Σαπώρου σφῶν βασιλεύοντος, τὴν Συρίαν κατέδραμον καὶ τὴν Καππαδοκίαν ἐδῄωσαν καὶ τὴν Ἔδεσαν ἐπολιόρκουν. Οὐαλεριανὸς δὲ ὤκνει προσμίξαι τοῖς πολεμίοις. μαθὼν δὲ ὡς οἱ ἐν Ἐδέσῃ στρατιῶται ἐξιόντες τῆς πόλεως καὶ συμπλεκόμενοι τοῖς βαρβάροις πολλοὺς ἀναιροῦσι καὶ πλείστα σκῦλα λαμβάνουσιν ἀνεθάρσησε, καὶ ἀπελθὼν μετὰ τῆς συνούσης αὐτῷ στρατιᾶς συνεπλάκη τοῖς Πέρσαις. οἱ δὲ πολυπλασίους ὄντες τοὺς Ῥωμαίους ἐκύκλωσαν, καὶ οἶ πλείους μὲν ἔπεσον, ἔνιοι δὲ καὶ διέφυγον, Οὐαλεριανὸς δὲ σὺν τοῖς περὶ αὐτὸν συνελήφθη τοῖς πολεμίοις καὶ πρὸς τὸν Σαπώρην ἀπήχθη. ὁ δὲ τοῦ βασιλέως κρατήσας πάντων ἤδη κρατεῖν ᾤετο· καὶ ὠμὸς ὢν πρίν, πολλῷ χείρων εἰσέπειτα γέγονεν.

Οἱ μὲν οὖν οὕτως αἰχμάλωτον ἑαλωκέναι τὸν Οὐαλεριανὸν τοῖς Πέρσαις ἱστόρησαν· εἰσὶ δ’ οἳ ἑκόντα φασὶ τὸν Οὐαλεριανὸν προσχωρῆσαι τοῖς Πέρσαις, ὅτι ἐν ’Eδέσῃ διάγοντος αὐτοῦ λιμὸς ἐπῆκτο τοῖς στρατιώταις, κἀντεῦθεν εἰς στάσιν κεκίνηντο καὶ ἀνελεῖν ἐζήτουν τὸν αὐτοκράτορα. ὁ δὲ τὴν τῶν στρατιωτῶν δεδοικὼς ἐπανάστασιν πρὸς τὸν Σαπώρην κατέφυγεν, ἵνα μὴ ὑπὸ τῶν οἰκείων ἀπόληται, [*](B) τῷ πολεμίῳ προδεδωκὼς ἑαυτόν, ἀλλὰ μέντοι, ὅσον τὸ ἐπ’ αὐτῷ, καὶ τὰ Ῥωμαίων στρατεύματα. οὐ μὴν οἶ στρατιῶται ἀπώλοντο, ἀλλὰ γνόντες τὴν προδο- σίαν διέφυγον, ὀλίγων ἀναιρεθέντων. εἴτε δὲ δορυάλωτος ἐλήφθη τοῖς Πέρσαις ὁ βασιλεὺς εἴ

141
ἑκὼν ἑαυτὸν αὐτοῖς ἐνεχείρισεν, ἀτίμως ἤγετο παρὰ τοῦ Σαπώρου.

Οἶ’ Πέρσαι δὲ κατὰ πᾶσαν ἄδειαν ταῖς πόλεσιν ἐπιόντες τήν τε πρὸς τῷ Ὀρόντῃ αἱροῦσιν Ἀντιόχειαν καὶ τὴν περιφανεστέραν τῶν τῆς Κιλικίας πόλεων τὴν Ταρσὸν καὶ τὴν ἐν Καππαδοκίᾳ Καισάρειαν. καὶ πλῆθος αἰχμαλώτων συναγαγόντες οὐδὲ τροφῆς αὐτοῖς μετεδίδουν εἰ μὴ βραχίστης ὥστ’ ἀποζῆν, οὔτε μὴν ὕδατος μετέχειν εἰς κόρον εἴων αὐτούς, ἀλλ’ ἅπαξ τῆς ἡμέρας οἶ τούτων φρουροὶ ἤλαυνον αὐτοὺς ἐφ’ ὕδωρ ὥσπερ βοσκήματα. τὴν Καισάρειαν [*](C) δὲ πολυάνθρωπον οὖσαν, περὶ τεσσαράκοντα γὰρ μυριάδας ἀνθρώπων ἐν αὐτῇ λέγεται κατοικεῖν, οὐ πρότερον εἷλον, γενναίως τῶν ἐν αὐτῇ τοῖς πολεμίοις ἀντικαθισταμένων καὶ στρατηγουμένων ὑπό τινος Δημοσθένους, ἀνδρὸς καὶ ἀνδρείου καὶ συνετοῦ, πρὶν ἤ τις δορυάλωτος κατασχεθεὶς ἰατρός, καὶ τὰς ἐπαγομένας αὐτῷ μὴ φέρων αἰκίας, ὑπέδειξέ τινα τόπον, ὅθεν νυκτὸς εἰσῆλθον οἶ Πέρσαι καὶ πάντας ἀνεῖλον. ὁ δέ γε τούτων στρατηγὸς Δημοσθένης ὑπὸ πολλῶν κυκλωθεὶς Περσῶν κελευσθέντων ζωὸν αὐτὸν συλλαβεῖν, τὸν ἵππον ἀναβὰς καὶ γυμνὸν τὸ ξίφος ἠρκώς, εἰσώθησεν ἑαυτὸν μέδον [*](D) τῶν πολεμίων· καὶ πλείστους καταβαλὼν διεξέπεσε τῆς πόλεως καὶ διαφυγεῖν ἴσχυσεν.

Οὕτω δὲ τῶν πραγμάτων τοῖς Πέρσαις συνενεχθέντων, κατὰ πᾶσαν τὴν ὑποκειμένην Ῥωμαίοις ἑῴαν διεσκεδάσθησαν χώραν καὶ ἐπόρθουν αὐτὴν ἀδεῶς. οἶ μέντοι Ῥωμαῖοι φυγόντες, ὥς εἴρηται, στρατηγὸν ἑαυτοῖς ἐπέστησαν Κάλλιστόν τινα· ὃς σκεδαννυμένους τοὺς Πέρσας ὁρῶν καὶ ἀπερισκέπτως ἐπιόντας ταῖς χώραις τῷ μή τινα οἴεσθαι αὐτοῖς

142
ἀντιτάξασθαι, ἐπιτίθεται ἀθρόον αὐτοῖς, καὶ φόνον τῶν βαρβάρων πλεῖστον εἰργάσατο, καὶ παλλακὰς εἷλε Σαπώρου σὺν πλούτῳ πολλῷ. οἶς ἐκεῖνος περιαλγήσας οἴκαδε σπουδαίως ἀνέστρεψε, καὶ τὸν Οὐαλεριανὸν ἐπαγόμενος· ὃς καὶ ἐν Πέρσιδι κατέστρεψε τὴν ζωήν, ὡς αἰχμάλωτος ὀνειδιζόμενός τε καὶ ἐμπαι- ἐμπαιζόμενος.

Οὐ μόνος δ’ ὁ Κάλλιστος ἠρίστευσε τότε κατὰ Περσῶν, ἀλλὰ καί τις Παλμυρηνὸς ἀνὴρ κεκλημένος Ὠδέναθος συμμαχῶν Ῥωμαίοις πολλοὺς διέφθειρε τῶν Περσῶν, ἀναστρέφουσιν αὐτοῖς κατὰ τὴν Εὐφρατησίαν ἐπιθέμενος χώραν· ὃν Γαλιῆνος τοῦ στρατηγήματος ἀμειβόμενος τῆς ἑῴας προεχειρίσατο στρατηγόν.

Ἐν μέντοι τοῖς πεσοῦσιν ἐκ τοῦ Περσικοῦ στρατεύματος σκυλευομένοις λέγονται καὶ γυναῖκες εὑρεθῆναι κατ’ ἄνδρας ἐσταλμέναι καὶ ὡπλισμέναι, ἀλλὰ [*](B) καὶ ζῶσαι τοιαῦται κατασχεθῆναι ὑπὸ Ῥωμαίων. ἐν δὲ τῇ ἐπανόδῳ φάραγγι βαθείᾳ περιτυχὼν ὁ Σαπώρης, ἣν διελθεῖν τοῖς ὑποζυγίοις ἄπορον ἦν, αἰχμαλώτους ἐκέλευσεν ἀναιρεθῆναι καὶ ῥιφῆναι κατὰ τῆς φάραγγος, ἔν οὕτως τοῦ βάθους αὐτῆς πληρωθέντος διὰ τῶν νεκρῶν σωμάτων τὰ σφῶν διέλθωσιν ὑποζύγια· καὶ οὕτω διελθεῖν ἱστορεῖται τὴν φάραγγα.

Καὶ τὰ μὲν κατὰ τὸν Οὐαλεριανὸν ἐν τούτοις· τῆς δὲ τῶν Ῥωμαίων ἐκκλησίας καθηγεῖτο Ξυστὸς, τῆς δὲ τῶν Ἀντιοχέων Δημητριανὸς διαδεξάμενος Φλαβιανόν, τῆς δὲ τῶν Ἱεροσολύμων Ὑμέναιος Μαζαβάνου θανόντος, τῆς δ’ ἐν Ἀλεξανδρείᾳ προίστατο Διονύσιος.

143

Μετὰ δὲ τὸν Οὐαλεριανὸν Γαλιῆνος ὁ ἐκείνου [*](C) υἱὸς τῆς τῶν Ῥωμαίων ἡγεμονίας γέγονεν ἐγκρατής, ὃν ὁ πατὴρ κατὰ Περσῶν στρατευόμενος εἰς τὰ ἑσπέρια εἴασε τοῖς ἐν τῇ Ἰταλίᾳ ἐφεδρεύουσι καὶ τοῖς τὴν Θρᾴκην ληιζομένοις ἀντικαθίστασθαι. ὃς Ἀλαμαννοῖς περὶ τριάκοντα μυριάδας οὖσι περὶ τὰ Μεδιόλανα συμβαλὼν μετὰ μυρίων ἐνίκησεν· εἶτα καὶ Αἱρούλοις, Σκυθικῷ γένει καὶ Γοτθικῷ, ἐπεξελθὼν ἐκράτησεν. ἐπολέμησε δὲ καὶ Φράγγοις.

Αὐρίολος δὲ ἐκ χώρας ὢν Γετικῆς τῆς ὕστερον Δακίας ἐπικληθείσης καὶ γένους ἐκφὺς ἀσήμου, ποιμὴν γὰρ ἐτύγχανε πρότερον, τῆς τύχης δὲ αὐτὸν εἰς μέγα βουληθείσης ἐπᾶραι, ἐστρατεύσατο, καὶ περιδέξιος γεγονώς, τῶν βασιλικῶν ἵππων φροντιστὴς προκεχείριστο. καὶ περὶ τούτους εὐδοκιμῶν, κεχαρισμένος [*](D) ἔδοξε τῷ κρατοῦντι. τῶν δὲ ἐν τῇ Μυσίᾳ στρατιωτῶν στασιασάντων καὶ Ἰγγενοῦον αὐτοκράτορα ἀνειπόντων, καὶ τοῦ Γαλιήνου αὐτῷ ἀντιταξαμένου περὶ τὸ Σίρμιον μετὰ τῶν ἄλλων καὶ μαυρουσίους ἐπαγομένου, οἳ ἀπὸ Μηδῶν κατάγεσθαι λέγονται, ὁ Αὐρίολος ἱππαρχῶν γενναίως μετὰ τῶν ἱππέων ἀγωνισάμενος πολλοὺς τῶν τὰ Ἰγγενούου φρονούντων διώλεσε καὶ τοὺς λοιποὺς ἐτρέψατο εἰς φυγήν, ὡς καὶ αὐτὸν τὸν Ἰγγενοῦον φεύγειν ἀπεγνωκότα καὶ ἐν τῷ φεύγειν ἀναιρεθῆναι παρὰ τῶν δορυφόρων αὐτοῦ.

Αὖθις οὖν Πόστουμος τῷ Γαλιήνῳ ἐπανίσταται. παῖδα γὰρ ἔχων ὁ αὐτοκράτωρ οὗτος ὁμώνυμον, δεξιόν τε καὶ εὐπρόσωπον, ὃν καὶ τῆς βασιλείας [*](Cap. 24. Dio continuatus, ut videtur: Exc. Vatic. p. 235 et p. 239 extr.)

144
εἶχε διάδοχον, ἐν Ἀγριππίνῃ τῇ πόλει κατέλιπε, τοῖς Γάλλοις ὑπὸ Σκυθῶν πορθουμένοις ἐπικουρήσοντα. ᾧ καί τινα Ἀλβανὸν κεκλημένον ἐπέστησε διὰ τὴν νεότητα τοῦ υἱοῦ. Πόστουμος δὲ εἰς φυλακὴν τοῦ Ῥήνου ποταμοῦ ἐαθείς, ὥστε κωλύειν τοῖς πέραν οἰκοῦσιν βαρβάροις τὴν εἰς τὴν Ῥωμαΐδα χώραν διάβασιν λαθοῦσί τισι καὶ διαβᾶσι τὸν ποταμὸν καὶ λείαν ἐπαγομένοις πολλὴν ἐν τῷ ἐπανιέναι ἐπέθετο, καὶ πολλοὺς μὲν ἀνεῖλε, τὴν δὲ λείαν ἀφείλετο ξύμπασαν, καὶ αὐτίκα ταύτην τοῖς στρατιώταις διένειμεν. ὃ μαθὼν ὁ Ἀλβανός, πέμψας ἀποκομισθῆναι αὐτῷ καὶ τῷ νέῳ Γαλιήνῳ τὴν λείαν ἀπῄτει. καὶ ὁ [*](B) Πόστουμος συγκαλέσας τοὺς στρατιώτας εἰσέπραττεν ἐξ αὐτῶν τὰ τῆς λείας, εἰς ἀποστασίαν αὐτοὺς παρακινπῆσαι μηχανώμενος· ὃ καὶ γέγονε· καὶ μετ’ αὐτῶν τῇ πόλει τῇ Ἀγριππίνῃ προσέβαλε, καὶ οἶ τῆς πόλεως τόν τε παῖδα τοῦ βασιλέως καὶ τὸν Ἀλβανὸν αὐτῷ ἐκδεδώκασιν, οὓς καὶ ἄμφω ἀπέκτεινε.

Ταῦτα γνοὺς ὁ Γαλιῆνος πρὸς τὸν Πόστουμον ἀπῄει, καὶ συμμίξας αὐτῷ πρότερον μὲν ἡττήθη, εἶτα καὶ ἐπεκράτησεν, ὡς καὶ τὸν Πόστουμον φεύγειν. στέλλεται οὖν ὁ Αὐρίολος καταδιώξαι αὐτόν. ὁ δέ, καίτοι δυνάμενος καταλαβεῖν αὐτόν, οὐκ ἠθέλησεν ἐπιδιῶξαι ἐπὶ πολύ, ἀλλ’ ἐπανελθὼν εἶπε [*](C) μὴ δυνηθῆναι αὐτὸν καταλήψεσθαι. Πόστουμος δ’ οὕτω διαφυγὼν αὖθις συνίστα στρατόν. καὶ πάλιν ὁ Γαλιῆνος ἤλαυνεν ἐπ’ αὐτόν, καὶ ἐν πόλει τῆς Γαλλίας τινὶ κατακλείσας ἐπολιόρκει τὸν τύραννον. ἐν δὲ τῇ πολιορκίᾳ πλήττεται βέλει ὁ βασιλεὺς τὰ μετάφρενα, καὶ νοσήσας ἐκ τούτου τὴν πολιορκίαν διέλυσε.

Καὶ ἄλλος δὲ τῷ Γαλιήνῳ κεκίνητο πόλεμος

145
παρὰ Μακρίνου, ὃς δύο ἔχων υἱοὺς Μακριανὸν καὶ Κύιντον τυραννίδι ἐπικεχείρηκε. καὶ αὐτὸς μέν, ὅτι θάτερον πεπήρωτο τῶν σκελῶν, οὐκ ἐνέδυ τὴν στολὴν τὴν βασίλειον, τοῖς δ’ υἱοῖς αὐτὴν περιέβαλε. καὶ οἶ ἐν τῇ Ἀσίᾳ ἀσμένως αὐτὸν προσεδέξαντο· ὁ δὲ ὀλίγα πρὸς Πέρσας ἐνδιατρίψας ἐπὶ Γαλιῆνον παρεσκευάζετο, καὶ τοῖς Πέρσαις Βαλλίσταν ἀντικατέστησεν, [*](D) ὃν αὐτὸς προεχειρίσατο ἵππαρχον, καὶ σὺν τούτω καὶ τὸν υἱὸν αὐτοῦ καταλέλοιπε Κύιντον. πέμπει οὖν ὁ βασιλεὺς κατὰ Μακρίνου καὶ Μακριανοῦ υἱοῦ αὐτοῦ τὸν Αὐρίολον μετὰ καὶ στρατηγῶν ἑτέρων. καὶ προσμίξαντες αὐτοῖς ἐκύκλωσαν σφὰς καί τινας ἀνεῖλον· ἐφείδοντο γὰρ αὐτῶν ὡς ὁμογενῶν, καὶ ἤλπιζον προσρυῆναι αὐτοὺς τῷ βασιλεῖ. ἐκεῖνοι δ’ οὐκ ἐνεδίδουν. ἐκ δέ τινος τυχαίου συμβάματος ἅπαντες τῷ βασιλεῖ προσερύησαν. βαδίζοντες γὰρ οἶ περὶ τοὺς τυραννοῦντας ὀρθίας τὰς σημαίας ἀνεῖχον, εἷς δὲ τῶν σημαίας φερόντων ἐν τῷ βαδίζειν συμποδισθεὶς πέπτωκε, καὶ ἡ σημαία ἐκείνου πεσόντος κατήνεκτο ἰδόντες οὖν οἱ λοιποὶ ὅσοι τὰς σημαίας ἔφερον τὴν κλιθεῖσαν σημαίαν, καὶ ἀγνοήσαντες ὅπως ἐκείνη ἐκέκλιτο, ὑπέλαβον ἑκόντα τὸν ταύτην κατέχοντα ἐπικλῖναι αὐτὴν τῷ βασιλεῖμεταθέμενον. καὶ αὐτίκα κἀκεῖνοι πάσας κεκλίκασι καὶ προσούδισαν καὶ τὸν Γαλιῆνον εὐφήμησαν, μόνον τῶν Παιόνων περιλειφθέντων τοῖς περὶ τὸν Μακρῖνον. εἶτα κἀκείνων μεταθέσθαι βουλομένων, ὁ Μακρῖνος σὺν τῷ υἱῷ αὐτοῦ μὴ ἐκδοῦναι αὐτοὺς αὐτῶν ἐδεήθησαν, ἀλλ’ [*](2 Κύιντος etiam in Dionis continuati excerptis (p.239, vol. 5, p. 225 ed Lips.), in nummis Romanis QVIETNS, in Alexandrinis KOYHTOC, in Nicaeensibus KYHTOC (non KYNTOC, ut est apud Mionnetum Suppl. v. 6l. 7, p. 165). 3 ὅτι θάτερον πεπήρωτο τῶν σκελῶν] ἐπειδὴ καὶ τὸν ἴνα πόδα ἐπεπήρωτο Dionis continuati exc. p. 235 ed. Μai., vol. 5, p. 2l9, 2 ed.Lips.)
146
ἀνελεῖν πρότερον σφὰς καὶ οὕτω προσχωρῆσαι τῷ βασιλεῖ· ὃ πεποιηκότες οἱ Παίονες παρέδωκαν ἑαυτοὺς.

Κύιντός γε μὴν ὁ νεώτερος τοῦ Μακρίνου υἱὸς ἐν τῇ ἑῴᾳ ἦν σὺν Βαλλίστᾳ, πᾶσαν αὐτὴν σχεδὸν πεποιημένος ὑφ’ ἑαυτόν. ἐφ’ οὓς ὁ Γαλιῆνος Ὠδέναθον ἔπεμψεν, ἡγεμονεύοντα τῶν Παλμυρηνῶν. [*](B) τῆς ἥττης δὲ τῶν Μακρίνων τῆς κατὰ Παιονίαν συμβάσης ἀγγελθείσης τῷ Κυΐντῳ καὶ τῶ Βαλλίστᾳ, πολλαὶ τῶν ὑπ’ αὐτοὺς ἀπέστησαν πόλεων. οἱ δ’ ἐν Ἐμέσῃ διῆγον. ἔνθα γενόμενος ὁ Ὠδέναθος καὶ συμβαλὼν αὐτοῖς νικᾷ, καὶ τὸν μὲν Βαλλίσταν αὐτὸς ἀναιρεῖ, τὸν δὲ Κύιντον οἱ τῆς πόλεως. Ὠδέναθον δὲ τῆς ἀνδραγαθίας ὁ βασιλεὺς ἀμειβόμενος πάσης ἀνατολῆς αὐτὸν προεχειρίσατο στρατηγόν.

Οὗτος ὁ Ὠδέναθος μέγας γενόμενος καὶ Ῥωμαίοις πιστὸς καὶ ἐν πολλοῖς πολέμοις διαφόρων ἐθνῶν καὶ κατ’ αὐτῶν τῶν Περσῶν ἀριστεύσας, τελευταῖον ὑπὸ τοῦ ἰδίου ἀδελφόπαιδος ἀνῃρέθη. ἐν γὰρ θήρᾳ τῷ θείῳ συνὼν ἐκεῖνος, ἐπεὶ θηρίον ἐξέθορε, προε- [*](C) πεχείρησε καὶ τὸν θῆρα βαλὼν ἀνεῖλεν· ὁ δὲ Ὠδέναθος ἠγανάκτησε καὶ ἠπείλησε τῶ ἀνεψιῷ. ‘δὲ οὐκ ἐπαύσατο, ἀλλὰ καὶ δὶς καὶ τρὶς τοῦτο ἐποίησε. καὶ ὀργισθεὶς ὁ Ὠδέναθος ἀφείλετο τὸν ἵππον αὐτοῦ· τοῦτο δὲ εἰς μεγάλην ὕβριν τοῖς βαρβάροις λογίζεται. ἀχθόμενος τοίνυν ὁ νεανίας ἠπείλει τῷ θείῳ· ὁ δὲ διὰ τοῦτο τοῦτον ἐδέσμησεν. εἶτα ὁ πρεσβύτερος τῶν Ὠδενάθου υἱῶν λυθῆναι τὸν δέσμιον τὸν πατέρα ᾐτήσατο· κἀκεῖνος λυθεὶς συμποσιάζοντι τῷ [*](10 οἱ δ’ ἐν Ἐμέσῃ διῆγον] Huc pertinet Dionis continuati exc. p. 239 extr. ed. Μai., vol. 5, p. 225, 2 ed. Lips.)

147
Ὠδενάθῳ ἐπελθὼν μετὰ ξίφους κἀκεῖνον ἀνεῖλε καὶ τὸν ἐκείνου υἱόν, δι’ οὗπερ ἐλέλυτο. ἀνῃρέθη δὲ κἀκεῖνος, τινῶν ἐπιθεμένων αὐτῷ.

Αὖθις δὲ ἑτέρα κατὰ τοῦ Γαλιήνου ἐπανάστασις γέγονεν, ἣν Αὐρίολος συνεστήσατο, πάσης ἄρχων [*](D) τῆς ἵππου καὶ μέγα δυνάμενος. ὃς τὴν πόλιν τὰ Μεδιόλανα κατασχὼν ἑτοιμάζετο συμμίξαι τῷ βασιλεῖ. ἐλθὼν δὲ κἀκεῖνος μετὰ δυνάμεως, καὶ τῷ τυραννοῦντι ἀντιταξάμενος, πολλοὺς τῶν αὐτῷ συνόντων διέφθειρεν. ὅτε καὶ ὁ Αὐρίολος ἐτρώθη καὶ εἰς Μεδιόλανα κατεκλείσθη, παρὰ τοῦ βασιλέως ἐκεῖσε πολιορκούμενος. μένος. τοῦ δὲ Γαλιήνου ἐπεκδρομὰς ποιουμένου κατά τινων τῶν πολεμίων, ἐν κινδύνῳ ποτὲ γέγονεν ἡ βασίλισσα· συνῆν γὰρ αὐτῷ. ὡς γὰρ ὁ βασιλεὺς ἐπεξέδραμε μετὰ τῶν πλειόνων στρατιωτῶν, ὀλίγοι πάνυ περιελείφθησαν περὶ τὸ χαράκωμα. ὅπερ οἶ πολέμιοι θεασάμενοι ἐπῆλθον τῆ τοῦ βασιλέως σκηνῇ, ἁρπάσαι διανοούμενοι τὴν βασίλισσαν. εἶς δέ τις τῶν ἠμελημένων στρατιωτῶν πρὸ τῆς σκηνῆς καθήμενος καὶ τὸ οἰκεῖον ὑπόδημα τοῦ ποδὸς ἐκβα- λῶν συνέρραπτεν αὐτό. ὡς οὖν εἶδε τοὺς πολεμίους ἐπερχομένους, ἁρπάσας ἀσπίδα καὶ ἐγχειρίδιον περιθύμως ὥρμησε κατ’ αὐτῶν. καὶ πλήξας ἔνα καὶ δεύτερον, ἀνέκοψε τοὺς λοιποὺς ἀποδεδειλιακότας πρὸς τὴν ἐκείνου ὁρμήν. καὶ οὕτω πλειόνων συνδραμόντων στρατιωτῶν ἡ τοῦ βασιλέως διασέσωστο γαμετή.

Ἔτι δὲ πολιορκοῦντος τοῦ βασιλέως τὰ Μεδιόλανα Αὐρηλιανὸς σὺν ἱππεῦσι προσῆλθεν αὐτῷ· μεθ’ οὗ ἀνελεῖν αὐτὸν οἱ μεγιστᾶνες προεβουλεύ- [*](Cap. 25. Dio continuatus. Eusebii Historiae ecclesiasticae 1. 7, c. 27 — 30.)

148
σαντο, ὑπερετίθεντο δὲ τὸ σκέμμα ἕως ἁλῷεν τὰ Μεδιόλανα. μαθόντες δ’ ἐγνῶσθαι τὸ σφῶν διαβούλιον, [*](B) ἐπετάχυναν τὴν ἐπιβουλήν. καὶ στέλλουσί τινᾶς, πολεμίους ἐπιέναι τῷ Γαλιήνῳ ἀγγέλλοντας· ὁ δὲ αὐτίκα ἐξώρμησε κατ’ αὐτῶν, ὥρας ἤδη ἐφεστώσης ἀρίστου, καὶ ὀλίγων σὺν ἐφ’ ἑπομένων αὐτῷ. ἀπιόντι δὲ συναντῶσιν ἱππεῖς· ὧν οὐ πόρρω που ἀφεστώτων αὐτοῦ, καὶ μήτε τῶν ἵππων ἀποβάντων μήτε τι ἕτερον ποιούντων ἃ πρὸς βασιλεῖς νενόμιστο γίνεσθαι, ἤρετο τοὺς παρόντας ἐκεῖνος “τί οὗτοι βούλονται;” οἱ δέ “παῦσαί σε τῆς ἀρχῆς” ἀπεκρίθησαν. καὶ ὃς αὐτίκα τῷ ἵππῳ τὸν χαλινὸν ἐνδοὺς εἰς φυγὴν ἐτράπη. καὶ κἂν διέφυγε τοὺς ἐπιβουλεύοντας τῇ ταχυτῆτι τοῦ ἵππου, εἰ μὴ ὕδατος ἐνέτυχεν ὀχετῷ· παρελθεῖν γὰρ τοῦτον ὁ ἵππος ἀποδεδειλιακὼς [*](c) ἔστη, καὶ οὕτω κατέλαβον οἱ διώκοντες. καί τις κατ’ αὐτοῦ τὸ δόρυ ἠκόντισεν. ὁ δὲ πληγεὶς τοῦ ἵππου κατήνεκτο, καὶ ἐπὶ μικρὸν διαρκέσας ἐκ τῆς τοῦ αἵματος ἐτελεύτησε ῥύσεως, βασιλεύσας ἐνιαυτοὺς πεντεκαίδεκα σὺν τοῖς τοῦ πατρός. ἦν δὲ τὴν γνώμην φιλότιμος καὶ πᾶσι θέλων χαρίζεσθαι, καὶ οὐδεὶς αἰτούμενος αὐτὸν διημάρτανεν. οὔτε μὴν τοὺς ἐναντιωθέντας αὐτῷ ἢ προστεθέντας τοῖς τυραννήσασιν ἐτιμωρήσατο.

Οἱ μὲν οὖν οὕτως ἱστόρησαν ἀναιρεθῆναι τὸν 25 Γαλιῆνον, οἱ δὲ παρὰ Ἠρακλειανοῦ τοῦ ἐπάρχου σφαγῆναι τοῦτόν φασι. τοῦ γὰρ Αὐριόλου ἐν Κελτοῖς στρατηγοῦντος καὶ ἐπαναστάντος αὐτῷ ἥκοντός [*](D) τε ἐπὶ Ἰταλίαν σὺν ταῖς δυνάμεσι, καὶ ὁ Γαλιῆνος κατ’ ἐκείνου ἐξώρμησε. νυκτὸς δὲ πρόσεισιν αὐτῷ 30 ἐν τῇ σκηνῇ καθεύδοντι ὁ Ἡρακλειανός, κεκοινωνηκὼς τῆς ἐπιβουλῆς καὶ Κλαυδίῳ ἀνδρὶ στρατηγικω-

149
τάτῳ, ἀπαγγέλλων ὡς Αὐρίολος ἤδη ἔπεισι μετὰ βαρείας δυνάμεως. ὁ δὲ πρὸς τὸ τῆς ἀγγελίας αἰφνίδιον τεθορυβημένος, τῆς κλίνης ἀναθορὼν καὶ ἡμίγυμνος ᾔτει τὰ ὅπλα. καὶ ὁ Ἡρ(??)λειανὸς πλήττει τοῦτον καιρίαν καὶ ἀποκτίννυσιν.

Ἐν τοῖς τούτου χρόνοις Ξυστὸς ὁ τῆς Ῥωμαίων ἐκκλησίας προστὰς ἐπ’ ἔτη ἕνδεκα τελευτᾷ, καὶ Διονύσιος αὐτὸν διαδέχεται. ἀλλὰ καὶ τοῦ ἐν Ἀντιοχείᾳ τὴν τοῦ Χριστοῦ ποιμαίνοντος ποίμνην Δημητριανοῦ τὴν ζωὴν ἐκμετρήσαντος Παῦλος ὁ Σαμοσατεὺς παραλαμβάνει τὴν ἐκκλησίαν, ὃς ταπεινὰ περὶ Χριστοῦ ἐδογμάτισεν, ὡς ἀνθρώπου κοινοῦ τὴν φύσιν γενομένου καὶ οὐ θεοῦ. καθ’ οὗ σύνοδον οἱ τῶν λοιπῶν ἐκκλησιῶν ποιμένες συνηθροικότες, ἐν ᾗ παρῆν καὶ Γρηγόριος ὁ θαυματουργὸς καὶ ὁ τούτου αὐτάδελφος Ἀθηνόδωρος, ἤλεγξαν αὐτὸν κακῶς φρονοῦντα περὶ Χριστοῦ, καὶ ἀπεκήρυξαν. μὴ πειθομένου δ’ ἐκείνου τῆς ἐκκλησίας ἐκστῆναι, Αὐρηλιανὸς τότε κρατῶν, καὶ ἔντευξιν περὶ τούτου δεξάμενος παρὰ τῶν ὀρθοδόξων, διάταγμα ἔθετο, ἐκείνοις νεμηθῆναι τὴν ἐκκλησίαν οἶς ἂν οἶ κατὰ τὴν Ῥώμην καὶ τὴν Ἰταλίαν ἐπίσκοποι πρόσθοιντο. ἐντεῦθεν ἀτίμως ἐξηλάθη τῆς ἐκκλησίας ὁ Παῦλος, καὶ ἀντεισήχθη Δόμνος.

Τοῦ μέντοι Γαλιήνου ἀνῃρημένου Κλαύδιος ἀνερρήθη Καῖσαρ. καὶ ὁ Αὐρίολος τὰ ὅπλα καταθέμενος [*](B) αὐτῷ ὑπετάγη· ὃς αὖθις τυραννῆσαι ἐπιχειρῶν τῶνστρατιωτῶν διεφθάρη. Κλαύδιος δὲ χρηστὸς τυγχάνων ἀνὴρ καὶ δικαιοσύνῃ στοιχῶν, ἀπηγόρευσε γόρευσε πᾶσι ζητεῖν ἐκ βασιλέως ἀλλότρια πράγματα. [*](Cap. 26 Dio continuatus, ut Videtur: Exc. Vatic. p. 240 ed. Mai., vol. 5, p. 226 ed. Lips. Eusebii Historiae ecclesiasticae l. 7, c 28.)

150
νενόμιστο γὰρ τοὺς βασιλεῖς δύνασθαι δωρεῖσθαι καὶ τὰ ἀλλότρια· ὅθεν καὶ οἶ ἔτι κείμενοι νόμοι παρὰ τῇ πολιτείᾳ ἐσχήκασι τὴν ἀρχήν. προσῆλθεν οὖν γυνή τις, ἧς χωρίον αὐτὸς πρὸ τῆς βασιλείας εἰλήφει ἐκ βασιλικῆς δωρεᾶς, λέγουσα “Κλαύδιος ὁ ἳππαρχος ἠδίκησέ με.” ὁ δέ “ὅπερ ὁ Κλαύδιος ἰδιώτης ὢν ἀφείλετο εἶπεν “ἡνίκα μή τι αὐτῷ τῶν νόμων ἔμελε, τοῦτο βασιλεύσας ἀποκαθίστησιν.”

[*](C)

Ἐν Ῥώμῃ δέ γε ἡ σύγκλητος μαθοῦσα τὴν τοῦ Γαλιήνου ἀναίρεσιν, τὸν ἀδελφὸν ἐκείνου καὶ τὸν υἱὸν ἐθανάτωσαν. τοῦ μέντοι Ποστούμου τυραννοῦντος ἔτι, καὶ βαρβάρων διὰ τῆς Μαιώτιδος διαβάντων λίμνης εἰς Ἀσίαν τε καὶ Εὐρώπην καὶ ληιξομένων αὐτάς, βουλῆς τε προτεθείσης τίνι πρότερον ἐπιχειρητέον πολέμῳ, ὁ Κλαύδιος ἔφη ὡς “ὁ πρὸς τὸν τύραννον πόλεμος ἐμοὶ διαφέρει, ὁ δὲ πρὸς τοὺς βαρβάρους τῇ πολιτείᾳ, καὶ χρὴ τὸν τῆς πολιτείας προτιμηθῆναι.”

Οἱ βάρβαροι δὲ πολλὰς μὲν κατέδραμον χώρας, τὴν δέ γε Θεσσαλονίκην ἐπολιόρκουν· ἣ πάλαι μὲν Ἠμαθία καλεῖσθαι λέγεται, Θεσσαλονίκη δὲ. μετονομασθῆναι ἐκ τῆς Φιλίππου μὲν θυγατρός, Κασάνδρου [*](D) δὲ γυναικὸς Θεσσαλονίκης. ἀλλ’ ἐκείνης μὲν τῆς πόλεως ἀπεκρούσθησαν, ἐπελθόντες δὲ ταῖς Ἀθήναις εἷλον αὐτάς. καὶ συναγαγόντες πάντα τὰ ἐν τῇ πόλει βιβλία καῦσαι ταῦτα ἠβούλοντο. εἷς δέ τις τῶν συνετῶν παρ’ αὐτοῖς δοκούντων ἀπεῖρξε τοὺς ὁμοφύλους τοῦ ἐγχειρήματος, φάμενος ὡς περὶ ταῦτα οἶ Ἕλληνες ἀσχολούμενοι πολεμικῶν ἀμελοῦσιν ἔρ- [*](24 ἐπελθόντες δὲ ταῖς Ἀθήναις — 29 πολεμικῶν ἀμελοῦσιν ἔργων Dionis continuati exc. Vatic. p. 240 ed. Mai., vol. 5, p. 226 ed. Lips.)

151
γῶν καὶ οὕτως εὐχείρωτοι γίνονται. Κλεόδημος δὲ Ἀθηναῖος ἀνὴρ διαδρᾶναι ἰσχύσας, καὶ πλῆθος συναγαγών, μετὰ πλοίων ἐκ θαλάσσης επῆλθεν αὐτοῖς, καὶ πολλοὺς ἀνεῖλεν, ὡς καὶ τοὺς περιλειφθέντας ἐκεῖθεν φυγεῖν. Κλαύδιος δὲ κατὰ τούτων ὁρμήσας ἐν πολλαῖς σκεδασθέντων χώραις, ποτὲ μὲν ναυμα- Χίαις, ποτὲ δὲ κατὰ γῆν συνισταμέναις μάχαις ἐνίκησε. καὶ χειμῶνες δὲ αὐτοὺς ἐκάκωσαν καὶ λιμὸς ἐπίεσε καὶ διέφθειρεν. ἐν δὲ τῷ Σιρμίῳ διατρίβων ὁ Κλαύδιος ἐνόσησε, καὶ συγκαλέσας τὸ λογιμώτατον τοῦ στρατεύματος περὶ βασιλέως διειλέχθη αὐτοῖς, καὶ τὸν Αὐρηλιανὸν ἄξιον τῆς βασιλείας εἶπε τυγχάνειν. εἰσὶ δ’ οἳ λέγουσιν ὅτι καὶ αὐτίκα βασιλέα ἀνεῖπεν αὐτόν. ἔνιοι δὲ τὴν σύγκλητον λέγουσιν ἐν Ῥώμῃ μαθοῦσαν τοῦ Κλαυδίου τὸν θάνατον Κυντιλιανὸν τὸν ἀδελφὸν ἐκείνου διὰ τὸν πρὸς Κλαύδιον πόθον ἀξιῶσαι τῆς βασιλείας, τὸ δὲ στρατιωτικὸν ἀναγορεῦσαι τὸν Αὐρηλιανόν. ἀφελὴς δὲ ἴ’ ’ν ὁ Κυντιλιανὸς καὶ πρὸς πραγμάτων ἀποπεφυκὼς μεταχεί- ῥισὶν, μαθὼν τὴν ἀνάρρησιν τοῦ Αὐρηλιανοῦ, ἑαυτὸν [*](B) ἀνεῖλε, τεμὼν τὴν φλέβα τῆς οἰκείας χειρὸς καὶ τῇ ἐκεῖθεν τοῦ αἵματος ἐναποψύξας ῥοῇ, ἑπτακαίδεκα μόνας ἡμέρας ὀνειρώξας ὥσπερ τὴν βασιλείαν. ἀλλ’ οὐδὲ περὶ τοῦ χρόνου τῆς τοῦ Κλαυδίου ἀρχῆς ἀλλήλοις συμφωνοῦσιν οἶ συγγραφεῖς. οἱ μὲν γὰρ ἐφ’ ἴνα ἄρξαι τοῦτον ἱστοροῦσιν ἐνιαυτόν, οἶ δὲ ἐπὶ δύο, ὧν ἐστι καὶ Εὐσέβιος.

Τούτου τοῦ βασιλέως Κλαυδίου θυγατριδοῦς ’ν [*](16 Κυντιλιανὸν] immo Κύντιλλον: qui in nummis M. AVR. CL. QVINTILLNS. 27 Εὐσέβιος] Historiae ecclesiasticae l. 7, c. 28.)

152
Κώνστας ὁ Χλωρὸς ὁ τοῦ μεγάλου Κωνσταντίνου πατήρ.

Αὐρηλιανὸς δὲ τῆς ἡγεμονίας ἐπιβεβηκὼς Ῥωμαίων ἤρετο τοὺς ἐν τέλει ὅπως βασιλεύειν χρεών. ὧν εἶς εἶπεν αὐτῷ ὡς “ἐὰν βούλῃ βασιλεῦσαι καλῶς, χρυσῷ σε δεῖ καὶ σιδήρῳ περιφράξαι σαυτόν, κατὰ [*](C) μὲν τῶν λυπούντων κεχρημένον σιδήρῳ, τοὺς δέ γε θεραπεύοντας χρυσῷ ἀμειβόμενον.” ὃς πρῶτος, ὡς λέγεται, τῆς οἰκείας ταύτης ἀπώνατο συμβουλῆς, μετ’ οὐ πολὺ τοῦ σιδήρου πειραθείς.

Οὗτος ὁ αὐτοκράτωρ πρότερον μὲν τοῖς τὸν Χριστὸν σεβομένοις ἐπιεικῶς προσεφέρετο, προϊόντος δέ οἱ τοῦ χρόνου τῆς αὐταρχίας ἠλλοίωτο, καὶ διωγμὸν ἐγεῖραι κατὰ τῶν πιστῶν καὶ αὐτὸς ἐβουλεύσατο, καὶ ἤδη καὶ διατάγματα συνεγράφετο. ἀλλ’ ἐπέσχεν ἡ θεία δίκη τὴν κατὰ τῶν σεβομένων Ἰησοῦν τὸν Χριστὸν ὁρμὴν τῆς κακίας αὐτοῦ, ὑποτεμοῦσα τὴν ἐκείνου ζωήν.

Ἀλλὰ μήπω περὶ τοῦ τέλους αὐτοῦ, τὰ δ’ ἐν τῇ αὐταρχίᾳ αὐτῷ πραχθέντα διηγητέον. στρατηγικώ- [*](D) τατος γὰρ ὢν πολλοὺς πολέμους ἐνίκησε. τούς τε γὰρ Παλμυρηνοὺς ἐχειρώσατο, καὶ τὴν αὐτῶν βασίλισσαν Ζηνοβίαν κρατήσασαν καὶ Αἰγύπτου καὶ τὸν ἐκεῖ τότε στρατηγοῦντα Πρόβον ἑλοῦσαν αὐτὸς κατ’ αὐτῆς στρατεύσας κατεπολέμησε καὶ ὑπέταξεν. ἣν ἔνιοι μὲν εἰς Ῥώμην ἀπαχθῆναί φασι καὶ ἀνδρὶ συναφθῆναι τῶν ἐπιφανεστέρων ἐνί, οἱ δὲ καθ’ ὁδὸν [*](Cap. 27 Dio continuatus, ut Videtur: EAc. Vatic. p. 241, 242 ed. Μai., vol. 5, p. 228 ed. Lips. Eusebii Historiae ecclesi asticae l. 7, c. 30.) [*](1 Κώνστας pro Κωνστάντιος hic et infra. 3 Αὐρηλιανὸς — 10 σιδήρου πειραθείς Dionis continuati exc. p. 241 (228 L.). 11 οὕτος — 18 ἐκείνου ζωήν Eusebii Hist. eccl. l. 7, c. 30.)

153
θανεῖν αὐτὴν λέγουσι, περιαλγήσασαν διὰ τὴν τῆς τύχης μεταβολήν· μίαν δὲ τῶν θυγατέρων αὐτῆς λαβεῖν εἰς γυναῖκα τὸν Αὐρηλιανόν, τὰς δὲ λοιπὰς ἐπισήμοις τῶν Ῥωμαίων συζεῦξαι.

Οὗτος καὶ τὰς Γαλλίας ἐπὶ πλείστοις ἔτεσι παρά τινων τυραννούντων κατεχομένας τῇ Ῥωμαίων ἡγεμονίᾳ αὖθις ἐπανεσώσατο, καὶ ἄρχοντας ταύταις ἐγκαταστήσας αὐτὸς ἐπὶ Ῥώμην ἐπανελήλυθε, καὶ ἐθριάμβευσεν ἐπὶ ὀχήματος ἐλεφάντων τεσσάρων. ἀλλὰ καὶ Γάλλους τότε κινηθέντας κατηγωνίσατο. ἐπεὶ δὲ καὶ ἐπὶ Σκύθας τὴν στρατείαν ἔθετο, ἀνῃρέθη, γενόμενος κατὰ τὴν Θρᾳκῴαν Ἡράκλειαν. Ἔρως γάρ τις καλούμενος καὶ τῶν ἔξωθεν φερομένων ἀποκρίσεων ὢν μηνυτής, ὡς δέ τινες ἱστοροῦσιν, ὠτακουστὴς καὶ προσαγγέλλων τῷ βασιλεῖ τὰ παρά τινων περὶ αὐτοῦ λεγόμενα, ὀργισθέντος αὐτῷ τοῦ Αὐρηλιανοῦ, ἐπεβούλευσεν αὐτῷ. καὶ μιμησάμενος τὰ ἐκείνου γράμματα γραφήν τινα συνέταξεν ὀνόματα περιέχουσάν τινων δυνατῶν, κελεύουσαν τὴν ἐπὶ θάνατον ἐκείνους ἀχθήσεσθαι· ἣν ἐκείνοις ὑποδείξας παρέθηξε τοὺς ἄνδρας πρὸς φόνον τοῦ αὐτοκράτορος. δείσαντες γὰρ ἐκεῖνοι περὶ τῇ σφετέρᾳ ζωῇ ἐπιτίθενται τῷ Αὐρηλιανῷ καὶ ἀναιροῦσιν αὐτόν, [*](B) ἔξ ἐνιαυτοὺς ἠνυκότα παρὰ τῇ βασιλείᾳ μηνῶν ὀλίγων ἐνδέοντας.

Ὃν διεδέξατο Τάκιτος, πρεσβύτης ἀνήρ· πέντε γὰρ ἐτῶν εἶναι καὶ ἑβδομήκοντα ἀναγράφεται ὅτε ᾑρέθη εἰς μοναρχίαν. τὸ στρατιωτικὸν δὲ αὐτὸν ἀνηγόρευσε καὶ ἀπόντα· ἐν Καμπανίᾳ γὰρ τότε διέτριβεν. ἔνθα δεδεγμένος τὸ ψήφισμα, εἰς Ῥώμην Cap. 28 Fortasse Dio continuatus.

154
εἰσήλασε μετὰ σχήματος ἰδιωτικοῦ, καὶ γνώμῃ τῆς συγκλήτου τε καὶ τοῦ δήμου τὴν στολὴν περιεβάλετο τὴν βασίλειον. Σκύθαι δὲ τὴν Μαιώτιδα λίμνην καὶ τὸν Φᾶσιν ποταμὸν περαιωθέντες Πόντω καὶ Καππαδοκίᾳ ἐπῆλθον καὶ Γαλατία καὶ Κιλικία. τούτοις ὁ Τάκιτος συμμίξας καὶ ὁ Φλωριανὸς ὕπαρχος C ὢν πολλοὺς ἀνεῖλον, οἱ δὲ λοιποὶ φυγῇ τὴν σωτηρίαν τηρίαν ἐπραγματεύσαντο. Μαξιμῖνον δέ τινα συγγενῆ ἑαυτοῦ ἡγεμόνα τῆς Συρίας προεχειρίσατο Τάκιτος· ὁ δὲ κακῶς τῇ ἀρχῇ χρώμενος ἀνῃρέθη παρὰ στρατιωτῶν. καὶ δείσαντες οἱ τοῦτον ἀνελόντες ὡς οὐκ ἀτιμωρήτους αὐτοὺς ὁ αὐτοκράτωρ παρόψεται, ἐπιδιώξαντες κἀκεῖνον ἀνεῖλον, οὔπω ἕβδομον μῆνα παρὰ τῇ βασιλείᾳ ἀνύσαντα, κατὰ δέ τινας μὴ ὅλους δύο ἐνιαυτούς.

Καὶ τούτου σφαγέντος ἔντος δύο κατὰ τ’ αὐτὸν ἀνερρήθησαν βασιλεῖς, Πρόβος μὲν ἐν τῇ ἑῴᾳ παρὰ τῶν στρατιωτῶν, έν δὲ Ῥώμῃ παρὰ τῆς συγκλήτου Φλωριανός. καὶ ἦρχον ἄμφω, Πρόβος μὲν ἐν τῇ Αἰγύπτῳ καὶ [*](D) Συρίᾳ καὶ Φοινίκῃ καὶ Παλαιστίνῃ, ὁ δέ γε Φλωριανὸς ἐκ Κιλικίας μέχρις Ἰταλίας καὶ τῶν Ἑσπερίων. ἀλλ’ οὗτος οὐδ’ ὅλον τρίμηνον ἀνύσας ἐν τῇ ἀρχῇ καὶ τῆς ζωῆς ἅμα καὶ τῆς ἐξουσίας ἐκπέπτωκεν ἀναιρεθεὶς ὑπὸ στρατιωτῶν παρὰ Πρόβου λεγομένων σταλῆναι. τοῦ δὲ θανόντος, ὡς εἴρηται, ὁ Πρόβος τὴν ὅλην ἐξουσίαν περιεζώσατο. ὃς ἐλλογιμώτατος εἶναι ἱστόρηται, καὶ κατὰ πολλῶν ἐθνῶν τρόπαια στήσασθαι, καὶ τοὺς στρατιώτας, οἱ τὸν Αὐρηλιανὸν καὶ τὸν Τάκιτον ἀνῃρήκασι, συναγαγεῖν καὶ πολλὰ ὀνειδίσαι καὶ ἀποκτεῖναι.

[*](Cap. 29. Fortasse Dio continuatus.)
155

Σατορνίνου δὲ Μαυρουσίου τυραννίδι ἐπιχειρήσαντος, ὃς ἦν αὐτῷ φίλτατος, τὸν τοῦτο μεμηνυκότα ἐτιμωρήσατο, τῇ ἀγγελίᾳ διαπιστῶν· ὁ δὲ Σατορνῖνος ὑπὸ στρατιωτῶν ἀνῃρέθη. ἕτερος δέ τις ἐν Βρεττανίαις ἀποστασίαν διεμελέτησεν, ὃν ἐπὶ τῆς ἀρχῆς ὁ βασιλεὺς ἐποιήσατο, Βικτωρίνου Μαυρουσίου ᾠκειωμένου αὐτῷ τοῦτο αἰτησαμένου. καὶ τοῦτο μαθὼν ὁ Πρόβος ᾐτιᾶτο τὸν Βικτωρῖνον. καὶ ὃς πεμφθῆναι πρὸς ἐκεῖνον ᾐτήσατο, καὶ ἀπῄει ὡς δῆθεν φεύγων τὸν αὐτοκράτορα, καὶ ἀσπασίως ὑπὸ τοῦ τυραννήσαντος ὑπεδέδεκτο. ὁ δὲ διὰ τῆς νυκτὸς ἀνελὼν αὐτὸν ἐπανῆλθε πρὸς Πρόβον. ἐφιλεῖτο δὲ παρὰ πάντων ὁ Πρόβος ὡς πρᾷος καὶ εὐμενὴς καὶ φιλόδωρος.

Οὗτος τῷ ἔθνει τῶν Γερμανῶν ἐπιτιθεμένων [*](B) ταῖς ὑπὸ Ῥωμαίους πόλεσιν ἀντιταττόμενος, τοῦ πολέμου πλείονα χρόνον ἐπικρατήσαντος ἐν περιστάσει ἐγένετο, λιμοῦ συμβεβηκότος ἐπὶ τῇ αὐτοῦ στρατᾷ. ὅτε λάβρος λέγεται καταρραγῆναι ὄμβρος ἐν τό αὐτοῦ στρατοπέδῳ, τῷ δ’ ὑετῷ καὶ σῖτον συγκατενεχθῆναι πολύν, εἰ τισι τοῦτο πιστεύοιτο· καὶ τὴν στρατιὰν συναγαγοῦσαν αὐτὸν δι’ αὐτοῦ τραφῆναι καὶ διαπεφευγέναι τὸν κίνδυνον καὶ τοὺς ἐναντίους κατατροπώσασθαι.

Γέγονε δὲ κατ’ αὐτοῦ καὶ ἄλλη τις ἐπανάστασις. μέρους γὰρ τῆς Εὐρώπης ὁ κάρος ἄρχων ἔγνω τοὺς ὑπ’ αὐτὸν στρατιώτας βουλευομένους ἀνειπεῖν αὐτὸν αὐτοκράτορα, καὶ τοῦτο τῷ Πρόβῳ ἐδήλωσε, δεόμενος ἐκεῖθεν ἀνακληθῆναι. ὁ δὲ οὐκ ἤθελεν ἀφελέσθαι αὐτὸν τὴν ἀρχήν. περιστάντες οὖν οἱ στρατιῶται τὸν κάρον καὶ ἄκοντα καταδέξασθαι τὴν C τῶν Ῥωμαίων ἀρχὴν ἐβιάσαντο, καὶ αὐτίκα σὺν

156
αὐτῷ ἐπὶ Ἰταλίαν ὡρμήκεσαν. καὶ ὁ Πρόβος τοῦτο μαθὼν στράτευμα ἔπεμψε σὺν ἄρχοντι ἀντιστῆναι αὐτῷ. ἤδη δὲ πλησιάσαντες οἶ πεμφθέντες τῷ Κάρῳ, δεσμήσαντες τὸν ἄρχοντα ἑαυτῶν, κἀκεῖνον καὶ ἑαυτοὺς τῷ Κάρῳ παραδεδώκασιν. ὁ δὲ Πρόβος ὑπὸ τῶν οἰκείων ἀνῄρητο δορυφόρων, μαθόντων τὴν τῶν στρατιωτῶν πρὸς Κᾶρον προσχώρησιν. ὁ δὲ χρόνος τῆς αὐταρχίας τοῦ Πρόβου οὐχ ὁλόκληροι γεγόνασιν ἐνιαυτοὶ ἔξ.

Κάρος δὲ τῆς βασιλείας γενόμενος ἐγκρατὴς τοὺς οἰκείους υἱοὺς Καρινὸν καὶ Νουμεριανὸν ἐταινίωσε βασιλικῷ διαδήματι. καὶ αὐτίκα κατὰ Περσῶν [*](D) ἑξεστράτευσεν ἅμα τῷ ἑνὶ τῶν παίδων Νουμεριανῷ, καὶ κατέσχε Κτησιφῶντά τε καὶ Σελεύκειαν. μικροῦ δ’ ἂν ἐκινδύνευσε τὸ στράτευμα τῶν Ῥωμαίων. ἐν κοίλῳ γὰρ ἐστρατοπεδεύσατο τόπῳ· ὅ οἱ Πέρσαι θεασάμενοι τὸν ἐκεῖ παραρρέοντα ποταμὸν εἰς τὸν κοῖλον ἐκεῖνον τόπον διὰ διώρυχος ἐπαφείκασι. τοῖς Πέρσαις δὲ προσβαλὼν ὁ κάρος εὐτύχησε καὶ κατετροπώσατο αὐτούς· καὶ ἐπανέζευξεν εἰς Ῥώμην ἄγων αἰχμαλώτων πληθὺν καὶ λείαν πολλήν. εἶτα τοῦ ἔθνους ἐπαναστάντος τῶν Σαρμάτων κἀκείνοις προσμίξας νικᾷ καὶ τὸ ἔθνος ὑπέταξεν. ὃς τὸ μὲν γένος Γαλάτης ἦν, ἀνδρεῖος δὲ καὶ τὰ πολέμια δεξιός. ὁ δὲ περὶ τῆς τελευτῆς αὐτοῦ λόγος οὐχ ὁμοίως τοῖς ἱστορήσασι συγγράφεται. οἶ μὲν γάρ φασι κατὰ οὕννων ἐστρατευκότα ἐκεῖσε ἀναιρεθῆναι, οἶ δὲ παρὰ τῷ ποταμῷ Τίγρητι λέγουσι αὐτὸν ἐσκηνῶσθαι, ἐκεῖ καὶ τῆς αὐτοῦ στρατιᾶς βαλομένης τὸν χάρακα, ἔνθα κεραυνῷ τὴν ἐκείνου σκηνὴν [*](Cap. 30. Fortasse Dio continuatus. Eusebii Historiae ecclesiasticae l. 7, c. 30 — 32.)

157
βληθῆναι καὶ συνδιαφθαρῆναι αὐτῇ κἀκεῖνον ἶστόρησαν.

Ὦι ἐπεὶ τὸ βιώσιμον εἴθ’ οὕτως εἴτ’ ἄλλως ἐπιλελίπει, λελοίπει, Νουμεριανὸς ὁ υἱὸς αὐτοῦ μόνος βασιλεὺς ἐν τῷ στρατοπέδῳ περιελέλειπτο. καὶ αὐτίκα κατὰ Περσῶν ἐστρατεύσατο· καὶ συρραγέντος πολέμου, ἐπικρατεστέρων τε τῶν Περσῶν γεγονότων καὶ κλι- νάντων νῶτα Ῥωμαίων, οἶ μὲν αὐτὸν ἐν τῇ φυγῇ συλληφθῆναι ἱστόρησαν καὶ ὅλου τοῦ σώματος τὴν δορὰν ἀποσυρῆναι δίκην ἀσκοῦ καὶ οὕτω διαφθαρῆναι, οἷ δὲ ἐκ Πέρσιδος αὐτὸν ἐπανιόντα ὀφθαλμίᾳ περιπεσεῖν συνεγράψαντο, καὶ παρὰ τοῦ οἰκείου πενθεροῦ ἐπάρχοντος τοῦ στρατοπέδου ἀναιρεθῆναι, [*](B) τῇ αὐταρχίᾳ ἐποφθαλμίσαντος, μὴ μέντοι καὶ τυχόντος αὐτῆς. ἡ γὰρ στρατιὰ τὸν Διοκλητιαν ’ν αὐτοκράτορα εἵλετο, ἐκεῖ τότε παρόντα καὶ ἀνδρείας ἔργα πολλὰ ἐν τῷ κατὰ Περσῶν πολέμῳ ἐπιδειξάμενον.

Θάτερος μέντοι τῶν Κάρου υἱῶν ὁ Καρῖνος εἰς Ῥώμην διάγων χαλεπὸς τοῖς Ῥωμαίοις ἐτύγχανεν, ἀσελγὴς γενόμενος καὶ ὠμὸς καὶ μνησίκακος· ὃς ὑπὸ Διοκλητιανοῦ εἰς Ῥώμην ἐπιδημήσαντος διεφθάρη. ὁ δὲ τῆς τούτων ἀρχῆς χρόνος οὐ γέγονε καθ’ ὁλόκληρον τριετής.

Ἐν τούτοις τοῖς χρόνοις Μάνης ὁ τρισκατάρατος ἐκ τῶν Περσῶν εἰς τὴν καθ’ ἡμᾶς οἰκουμένην παρεισφθαρείς, ἐν ταύτῃ τὸν οἰκεῖον ἰὸν ἐξήμεσεν. ἀφ’ οὗ τὸ τῶν Μανιχαίων ὄνομα μέχρι τοῦ νῦν οὐκ ἐπέλιπεν. ὃς ποτὲ μὲν παράκλητον ἑαυτὸν καὶ πνεῦμα ὠνόμαζεν ἅγιον, ᾧ τὸ τῆς πονηρίας πνεῦμα προφανῶς [*](C) ἐγκατῴκιστο, ποτὲ δὲ Χριστὸν ἑαυτὸν ἐκάλει, [*](23 Huc pertiuere videtur Dionis continuati exc. p. 244 ed. Mai., vol. 5, p. 230 ed. Lips.)

158
ὁ ὑπὸ τῶν δαιμόνων εἰς λειτουργίαν ἐκείνοις χρισθείς, καὶ μαθητὰς ἐπήγετο δώδεκα, τῆς αὐτοῦ φλυαρίας κοινωνούς τε καὶ κήρυκας, ἣν ἐκ πολλῶν ἀθέων δογμάτων τῶν ἤδη ἀπεσβηκυιῶν αἱρέσεων συνεφόρησε.

Διονυσίου μέντοι τοῦ τοὺς ἐν Ῥώμῃ πιστοὺς ποιμαίνοντος ἔτη ἐννέα ἐν ταύτῃ τῇ λειτουργίᾳ ἠνυκότος καὶ μεταστάντος, Φῆλιξ τὸν τῆς Ῥώμης ἱερατικὸν διεδέξατο θρόνων. τούτου δὲ μετὰ χρόνον [*](D) θανόντος πενταετῆ, Εὐτυχιανὸς ἠξιώθη τῆς Ῥωμαίων ἐπισκοπῆς οὔπω δὲ μησὶ δέκα καὶ οὗτος ἐπισκοπήσας μετήλλαξε τὴν ζωήν, καὶ ἀντεισήχθη εἰς τὸ τῆς ποιμαντικῆς λειτούργημα Γάιος οὗπερ ἀμφὶ τὰ πεντεκαίδεκα ἔτη προστάντος τῆς ἐκκλησίας Μαρκελλῖνος διάδοχος γέγονεν. οὗτοι δ’ ἦσαν ἐν τοῖς χρόνοις τῶν διωγμῶν. ἐν δέ γε τῇ Ἀντιοχέων ἐκκλησίᾳ μετὰ Δόμνον ἐπεσκόπησε Τιμαῖος, τὸν δὲ Τιμαῖον διεδέξατο Κύριλλος, καὶ μετὰ Κύριλλον Τύραννον ὁ θρόνος ἐδέξατο, καθ’ ὃν ἡ τῶν ἐκκλησιῶν πολιορκία τὴν ἀκμὴν ἔσχηκε καὶ ἡ τυραννὶς ἀφόρητος γέγονε. τῆς δὲ τῶν Ἱεροσολύμων ἐκκλησίας τὸν Ὑμέναιον προέστη Ζάβδας, οὗ κεκοιμηένου μετ’ οὐ πολὺ Ἑρμῶν τὸν θρόνον τοῦτον ἐκόσμησεν. ἐν δὲ τῇ Ἀλεξανδρείᾳ, Μαξίμου, τοῦ μετὰ Διονύσιον ἔτεσιν ὀκτωκαίδεκα τὴν ἱερουργίαν ἀνύσαντος, τὸ χρεὼν λειτουργήσαντος, Θεωνᾶς ἐπεσκό- πησεν. ὃν διεδέξατο Πέτρος, ὃς καὶ τὸν τοῦ μαρτυρίου· στέφανον ἤρατο, τὴν κεφαλὴν ἐκτμηθείς.

Αἱ μὲν οὖν τῶν ἀρχιερέων τούτων διαδοχαὶ ἔσχον οὓτως. Διοκλητιανὸς δὲ τὴν ἡγεμονίαν λαχών, [*](Cap. 31. Fortasse Dio continuatus. Eusebii Historiae ecclesiasticae l. 7.)

159
ὃς Δαλμάτης μὲν ἦν τὸ γένος, πατέρων δ’ ἀσήμων, τινὲς δὲ καὶ ἀπελεύθερον αὐτόν φασιν Ἀνουλίνου συγκλητικοῦ, ἐξ εὐτελῶν στρατιωτῶν δοὺξ Μυσίας ἐγένετο. ἄλλοι δὲ κόμητα δομεστίκων αὐτὸν γενέσθαι φασί· δομεστίκους δέ τινες τοὺς ἱππέας νομίξουσι. διαλεγόμενος δὲ τοῖς στρατιώταις διεβεβαίου μὴ κοινωνῆσαι τῷ φόνῳ τοῦ Νουμεριανοῦ· καὶ ἐν τῷ ταῦτα λέγειν στραφεὶς πρὸς τὸν Ἂπρον ἔπαρχον ὄντα τοῦ στρατεύματος “οὗτος” ἴφη “ὁ ἐκείνου φονεύς”, [*](B) καὶ αὐτίκα τῷ μετὰ χεῖρας ξίφει αὐτὸν ἀνεῖλεν. ἐν δὲ τῇ Ῥώμῃ γενόμενος τῶν τῆς ἀρχῆς πραγμάτων ἀντεποιεῖτο καὶ τῆς τούτων ἥψατο διοικήσεως. ἀπιδὼν δὲ πρὸς τὸ τῆς βασιλείας ὑπέρογκον, κοινωνὸν αὐτῆς προσλαμβάνεται κατὰ τὸ τέταρτον ἔτος τῆς ἡγεμονίας αὐτοῦ, ἢ καθ’ ἑτέροι κατὰ τὸ δεύτερον, Μαξιμιανὸν τὸν Ἑρκούλιον, μὴ ἑαυτὸν μόνον ἀρκοῦντα πρὸς τοσαύτης ἀρχῆς διοίκησιν λογισάμενος.

Ἄμφω τοίνυν συμπνεύσαντες διωγμὸν ἐγείρουσι κατὰ χριστιανῶν, τῶν πρὶν γεγονότων ἀπάντων σφοδρότερόν τε καὶ ἀγριώτερον. ἐκθύμως γὰρ ἢ μᾶλλον περιμανῶς τὸ τοῦ θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ ἔσπευδον ἐκ πάσης γῆς ἐξαλεῖψαι σωτήριον ὄνομα. ὅτε κατὰ πᾶσαν πόλιν καὶ χώραν τοσοῦτοι ὑπὲρ τῆς εἰς Χριστὸν ὁμολογίας ἠνδρίσαντο, ὡς μηδ’ ἀριθμῷ σχεδὸν αὐτοὺς ὑπαχθῆναι ῥᾴδιον εἶναι· ἔργον γὰρ τοῦτο τῶν ἄλλων ἁπάντων ἐτίθεντο σπουδαιότερον.

Βουσίρεως δὲ καὶ Κοπτοῦ πόλεων Αἰγυπτιακῶν περὶ τὰς ἐκεῖ Θήβας οἰκουμένων εἰς ἀποστασίαν ἐκκλινασῶν, ὁ Διοκλητιανὸς ἐκστρατεύσας κατ’ αὐτῶν εἷλέ τε αὐτὰς καὶ κατέσκαψεν. εἶτ’ αὖθις

160
Ἀλεξάνδρεια καὶ ἡ Αἴγυπτος ἀντῆραν χεῖρα Ῥωμαίοις, Ἀχιλλέως τινὸς εἰς τοῦτο τοὺς Αἰγυπτίους ὑπαγαγόντος· ἀλλὰ Ῥωμαίων αὐτοῖς ἐπελθόντων σὺν D Διοκλητιανῷ, οὐκ ἀντέσχον ἐπὶ πολύ, καὶ πολλοὶ τῶν αἰτίων τῆς στάσεως ἀνῃρέθησαν, καὶ αὐτὸς Ἀχιλλεύς.

Διοκλητιανὸς δὲ καὶ Μαξιμιανὸς Καίσαρας ἐχειροτόνησαν τοὺς ἑαυτῶν κηδεστάς, ὁ μὲν Διοκλητιανὸς Μαξιμῖνον τὸν Γαλέριον, τὴν οἰκείαν θυγατέρα συζεύξας αὐτῷ Βαλερίαν· ὁ δ’ Ἑρκούλιος Μαξιμιανὸς Κώνσταντα, ὃς ἐπεκλήθη Χλωρὸς διὰ τὴν ὠχρότητα, θυγατριδοῦν ὄντα Κλαυδίου τοῦ πρὸ μικροῦ βασιλεύσαντος, ὡς ἤδη μοι εἴρηται, καὶ αὐ(??)τὸς τούτῳ τὴν ἑαυτοῦ θυγατέρα Θεοδώραν κατεγκυήσας. καὶ ἄμφω δὲ τὼ Καίσαρε τούτω γαμετὰς εἰχέτην, ἀλλὰ διὰ τὸ πρὸς τοὺς βασιλεῖς κῆδος τὰς μὲν ἀπώσαντο, ταῖς δὲ τῶν βασιλέων θυγατράσι συνῴκησαν.

Ἀμάνδου δέ τινος νεωτερίσαντος ἐν Γαλλίαις, Μαξιμιανὸς ἐκεῖσε γενόμενος τὸν νεωτερισμὸν κατέστειλε. Κράσσον δὲ Βρεττανίαν κατεσχηκότα ἐπὶ ἐνιαυτοὺς τρεῖς ὁ ἔπαρχος ἀνεῖλεν Ἀσκληπιόδοτος· καὶ πέντε τινῶν Γεντιανῶν τὴν Ἀφρικὴν κατασχόντων ὁ Ἑρκούλιος τούτους κατηγωνίσατο.

Ὁ δέ γε Καῖσαρ Κώνστας ἐν ταῖς Γαλλίαἰς πρὸς Ἀλαμαννοὺς μαχόμενος τῆς αὐτῆς ἡμέρας ἥττητο καὶ νενίκηκε. πρότερον μὲν γὰρτῶν Ἀλαμαννῶν τῇ αὐτοῦ στρατιᾷ μετὰ ῥύμης ἐφορμησάντων σφοδρᾶς, εἰς φυγὴν ἐτράπησαν ἅπαντες οἶς καὶ αὐτὸς ὁ Κώνστας συναποδιδράσκων ἑάλω ἂν παρὰ βραχύ. ὀπίσω γὰρ ἐρχόμενος κεκλεισμένας εὗρε τὰς πύλας τῆς πόλεως· οἱ δὲ διώκοντες ἐγγίζοντες ἤδη ἕτοιμοι ἦσαν ἐκεῖνον

161
συλλήψεσθαι, καὶ κἂν ἀπήχθη δέσμιος, εἰ μὴ σχοίνους ἐκ τοῦ τείχους ἄνωθεν καθιμήσαντες ταύταις αὐτὸν ἀνιμήσαντο. οὕτω δὲ περισωθεὶς καὶ τῆς πόλεως ἐντὸς γεγονώς, καὶ τὴν στρατιὰν ἀθροίσας αὐτίκα καὶ λόγοις αὐτὴν παρακλητικοῖς εἰς ἀλκὴν διεγείρας καὶ θάρσος οἷον ἐμπνεύσας αὐτῇ, ἔξεισιν εὐθὺς καὶ συμμίξας τοῖς πολεμίοις νικᾷ νίκην περιφανῆ, ὥστε περὶ ἑξήκοντα χιλιάδας ἐκείνων πεσεῖν.

Περσῶν δὲ Ναρσοῦ βασιλεύοντος, ὃς ἕβδομος ἀναγράφεται βασιλεῦσαι Περσῶν ἀπὸ Ἀρταξέρξου, οὗ πρόσθεν ἡ ἱστορία ἐμνημόνευσεν ὡς αὖθις Πέρσαις ἀνανεωσαμένου τὴν βασιλείαν· μετὰ γὰρ τὸν [*](C) Ἀρταξέρξην τοῦτον ἢ Ἀρταξάρην, διώνυμον ὄντα, Σαπώρης ἦρξε Περσῶν, καὶ μετ’ ἐκεῖνον Ὁρμίσδας, εἶτα Οὐαραράνης, καὶ μετὰ τοῦτον Οὐαραράκης, καὶ αὖθις ἄλλος Οὐαραράνης, καὶ ἐπὶ τούτοις Ναρσῆς· τοῦ Ναρσοῦ τοίνυν τούτου τότε τὴν Συρίαν ληιζομένου, τὸν ἴδιον γαμβρὸν τὸν Γαλέριον Μαξιμῖνον ὁ Διοκλητιανός, διὰ τῆς Αἰγύπτου ἐπὶ τοὺς Αἰθίοπας ἀπιών, συμβαλεῖν αὐτῷ μετὰ δυνάμεως ἀξιομάχου ἐξέπεμψεν. ὃς καὶ συμμίξας τοῖς Πέρσαις ἡττήθη καὶ ἔφυγεν. αὖθις δὲ μετὰ πλείονος αὐτὸν ὁ Διοκλητιανὸς ἐξέπεμψε στρατιᾶς. συμβαλὼν οὖν αὐτοῖς πάλιν, οὕτως ἐνίκησεν ὡς καὶ τὴν προτέραν ἧτταν ἀνακαλέσασθαι. τούς τε γὰρ πλείονας ἀπέκτεινε [*](D) τῶν Περσῶν καὶ τὸν Ναρσῆν τρωθέντα μέχρι τῆς ἐνδοτέρας Πέρσιδος ἐδίωκε, καὶ τὰς τούτου γυναῖκας καὶ τοὺς παῖδας καὶ ἀδελφὰς αἰχμαλώ- τους ἀπήγαγε, καὶ χρήματα ὅσα ἐπήγετο Ναρσῆς στρατευόμενος ἐχειρώσατο, καὶ πολλοὺς τῶν ἐν Πέρσαις ἐπιφανῶν. ἀναρρωσθεὶς δ’ ἐκ τοῦ τραύματος

162
ὁ Ναρσῆς πρεσβείαν πρὸς Διοκλητιανὸν καὶ Γαλέριον ἐποιήσατο, τοὺς παῖδας καὶ τὰς γυναῖκας ἀποδοθῆναι αὐτῷ ἀξιῶν σπονδὰς θέσθαι εἰρηνικάς. καὶ ἔτυχε τῆς αἰτήσεως, ἐκστὰς τοῖς Ῥωμαίοις ὅσων ἐβούλοντο.

Καὶ ἄλλους δὲ πολλοὺς πολέμους κατώρθωσαν Διοκλητιανὸς καὶ Μαξιμιανός, τοὺς μὲν δι’ ἑαυτῶν ἢ τῶν Καισάρων, τοὺς δὲ διὰ στρατηγόν, καὶ τοὺς ὅρους τῆς βασιλείας ἐπλάτυναν. οἶς ἐπαρθεὶς ὁ Διοκλητιανὸς καὶ μέγα φρονήσας οὐκέτι προσαγορεύεσθαι παρὰ τῆς γερουσίας ὡς πρῴην ἠνείχετο, ἀλλὰ προσκυνεῖσθαι ἐθέσπισε, καὶ τἀς ἐσθῆτας ἑαυτοῦ καὶ τὰ ὑποδήματα χρυσῷ καὶ λίθοις καὶ μαργάροις ἐκόσμησε, καὶ πλείονα πολυτέλειαν τοῖς βασιλικοῖς παρασήμοις ἐνέθετο. οἶ πρῴην γὰρ βασιλεῖς κατὰ τοὺς ὑπάτους τετίμηντο, καὶ τῆς βασιλείας παράσημον μόνον εἶχον πορφυροῦν περιβόλαιον.

Τοῦ διωγμοῦ δ’ ἐπιταθέντος, καὶ ἀναριθμήτων [*](B) ἀνδρῶν καὶ γυναικῶν ὑπὲρ τῆς εἰς Χριστὸν ὁμολογίας θνησκόντων, καὶ τῶν πιστῶν ἔτι πλεοναζόντων, ἐκμανέντες οἶ τύραννοι οὗτοι περὶ τὸ πλεοναζόντων, ’τον ἔτος τῆς Διοκλητιανοῦ βασιλείας θεσπίσματα πανταχοῦ διεπέμψαντο καθαιρεῖσθαι καὶ κατασκάπτεσθαι τὰς τῶν χριστιανῶν ἐκκλησίας κελεύοντα καὶ τὰς βίβλους αὐτῶν κατακαίεσθαι καὶ τοὺς ἱερεῖς αὐτῶν ὡς διδασκάλους καὶ κήρυκας τῆς πίστεως ἀσυμπαθῶς προσαπόλλυσθαι, τῶν δ’ ἄλλων τοὺς ἀξίαις ἢ στρατείαις κατειλεγμένους ἀτίμως ἐξελαύνεσθαι καὶ τῆς ἀξίας καὶ τῆς στρατείας, τοὺς δὲ τύχης ἰδιώτιδος ὄντας δουλοῦσθαι.

[*](Cap. 32. Fortasse Dio continuatus, quo locum vel potius cum eo quem ille sequitur postrema communia habet ea quae sunt p. 246 (232, 13 L.) vol. 2, p. 6, B. Eusebii Historiae ecclesiasticae l. 8.)
163

Ἡδη δὲ εἰκοστὸν διανύσαντος ἐνιαυτὸν Διοκλητιανοῦ παρὰ τῇ ἀρχῇ, ἐκ συμφώνου ἄμφω τὼ αὐτοκράτορε τὴν βασιλείαν ἀπέθεντο, δημοσίᾳ μὲν τὸν [*](C) ὄχλον τῶν πραγμάτων ἀποσκευάζεσθαι λέγοντες· οἶς δὲ τὰ τῆς καρδίας ἐξεκάλυπτον κρύφια, ἐξ ἀπονοίας ὡμολόγουν ἀποτίθεσθαι τὴν ἀρχήν, ὅτι μὴ περιγενέσθαι χριστιανῶν ἠδυνήθησαν μηδ’ ἀποσβέσαι τὸ χριστώνυμον κήρυγμα, μηδὲ τῆς βασιλείας ἀπολαύειν αἱρούμενοι. ἀποθέμενοι δὲ τὴν ἀρχὴν κατὰ τὴν αὐτὴν ἡμέραν ἐκ συνθήματος ὁ μὲν ἐν Νικομηδείᾳ, ὁ δὲ Μαξιμιανὸς ἐν Μεδιολάνῳ, καὶ ἰδιωτεύσαντες, Διοκλητιανὸς μὲν ἐν Σάλωνι πόλει τῆς Δαλματίας διῆγεν, ἥτις ἦν αὐτοῦ καὶ πατρίς, ὁ δ’ Ἑρκούλιος ἐν Λουκανίᾳ. πρὸ δὲ τῆς ἀποθέσεως τῆς ἀρχῆς τὸν ἐπὶ τῇ νίκῃ τῶν Περσῶν ἐπανελθόντες ἐν Ῥώμῃ κατήγαγον θρίαμβον, ἐν ᾧ τάς τε τοῦ Ναρσοῦ γαμετὰς καὶ τὰ τέκνα καὶ τὰς ὁμαίμονας ἐθριάμβευσαν D καὶ ἀρχηγοὺς ἑτέρων ἐθνῶν καὶ τὸν πλοῦτον ὅσον ἐκ Περσῶν ἐληίσαντο.

Ἀλλ’ ἐνταῦθα δηλωθῆναι καλὸν ὅθεν τὸ τοῦ θριάμβου ἐξείληπται ὄνομα. φασὶν οὖν κληθῆναι τοῦτον ἐκ τῶν θρίων, ἅ ἐστι τὰ τῆς συκῆς φύλλα. πρὸ γὰρ τοῦ τὰ προσωπεῖα ἐπινοηθῆναι τοῖς σκηνικοῖς συκῆς φύλλοις τὰ ἑαυτῶν καλύπτοντες πρόσωπα δι’ ἰάμβων ἐποιοῦντο τὰ σκώμματα· καὶ οἱ στρατιῶται δὲ ἐν ταῖς ἐπινικίοις πομπαῖς φύλλα συκῆς ταῖς ἑαυτῶν ἐπάγοντες ὄψεσιν εἰς τοὺς τὰς πομπὰς ποιοῦντας ἀπέσκωπτον· κἀντεῦθεν ὀνομασθῆναι νομίξεται θριάμβους τὰς ἐπινικίους πομπάς. ἕτεροι δέ [*](22 ἐκ τῶν θρίων] Eadem babet Suidas in θρίαμβος usque ad ἀπέσκωπτον v. 28. Conf. Cedreni vol. 1, p. 470 ed. Bonn. et de triumpho Supra p. 352, C seq.)

164
φασιν ὀνομασθῆναι τὸν θρίαμβον, ὅτι ἐκ τριῶν οἱ 643 οἶ τὴν πομπὴν πληροῦντες συνίσταντο τάξεων, τῆς συγκλήτου, τοῦ δήμου, καὶ τῶν στρατιωτῶν, καὶ ἐκ τοῦ βαίνειν ὁμοῦ τὰς τάξεις τὰς τρεῖς τρίαμβόν τινα κληθῆναι, ἀντὶ δὲ τοῦ τݲ τὸ θݲ διὰ τὸ εὐφωνότερον.

Μετὰ δὲ τὴν ἐπινίκιον ταύτην πομπὴν ἐκεῖνοι μὲν τῆς ἐξουσίας ἀπέστησαν, τοὺς Καίσαρας δ’ ἀνέδειξαν αὐτοκράτορας, μερίσαντες αὐτοῖς τὴν ἀρχήν, καὶ τὴν μὲν ἑῴαν μοῖραν τῷ Γαλερίῳ προσκληρώσαντες Μαξιμίνῳ σὺν τῷ Ἰλλυρικῷ, τῷ Χλωρῷ δὲ Κώνσταντι προσνείμαντες τὰ ἑσπέρια σὺν τῇ Ἀφρικῇ. τούτων δὲ οὕτω γεγονότων οἱ στρατιῶται, οἳ πραιτωριανοὶ ἐκαλοῦντο, τὸν υἱὸν τοῦ Ἑρκουλίου Μαξιμιανοῦ τὸν Μαξέντιον βασιλέα ἐν τῇ Ῥώμῃ ἀνεῖπον.

[*](B)

Ἐκ τοίνυν τῶν τριῶν τούτων ὁ μὲν Κώνστας ἐν Βρεττανίαις καὶ ταῖς Κοττίαις Ἄλπεσι καὶ ταῖς Γαλλίαις κρατῶν τοῖς τὸν Χριστὸν σεβομένοις μάλα ἐπιεικῶς προσεφέρετο, ἀλλὰ μέντοι καὶ πᾶσι τοῖς ὑπ’ αὐτόν, καὶ ὑπερόπτης χρημάτων ἐτύγχανε. Μαξιμῖνος δὲ τῆς ἑῴας ἄρχων καὶ κατὰ χριστιανῶν διωγμὸν κεκίνηκεν ἐπαχθέστατον καὶ τοῖς ἄλλοις τῶν ὑπηκόων βαρύτατα προσεφέρετο. γυναικομανέστατος γὰρ καὶ μοιχικώτατος ὢν οὐκ ἰδιώτιδας μόνον γυναῖκας ἀκούσας ἐλάμβανε καὶ ταύτας ἐμοίχευεν, ἀλλὰ καὶ τὰς τῶν περιφανῶν ἀνδρῶν γαμετὰς βίᾳ τῶν ἀνδρῶν ἀποσπῶν καὶ ἐνυβρίζων αὐταῖς οὕτως πρὸς τοὺς ἰδίους ταύτας συνεύνους ἀνέπεμπε. [*](C) μαντείαις δ’ ἦν προσεσχηκὼς τοσοῦτον ὡς μηδὲ τοὐλάχιστον ἄνευ ποιεῖν μαντειῶν, καὶ διὰ τιμῆς αὐτῷ οἱ ποιοῦντες τὰ ἀπόρρητα ἤγοντο. οὗτος τῶν

165
εὐσεβῶν πανωλεθρίαν κατεψηφίσατο, καὶ τὰς ὑπάρξεις δημεύεσθαι ἀπεφήνατο, οὐδὲν ἕτερον τοῖς ἀναιτίοις προσάπτων αἰτίαμα ἢ τὴν θεογνωσίαν καὶ τὴν πίστιν τὴν εἰς Χριστόν.

Μαξέντιος δ’ ἐν Ῥώμῃ οὐδέν τι τύραννος τοῖς ὑπηκόοις ἐτύγχανεν ὤν, ἀλλ’ ἐπ’ ἴσης τῷ Μαξιμίνῳ διεῖπε τὰ τῆς ἀρχῆς, λυττῶν κἀκεῖνος κατὰ τῶν ὑπὸ χεῖρα χριστιανῶν, καὶ πάσαις αὐτοὺς ὑπάγων κακώσεσι, καὶ πρὸς πάντας δὲ τοὺς ὑπ’ αὐτὸν πικρότατα διακείμενος. σφαγάς τε γὰρ πολλῶν [*](D) περιφανῶν ἀνδρῶν ἐξ οὐδεμιᾶς ἐνδίκου δίκης ἐτίθετο, καὶ μοιχείας ὁσημέραι εὐγενῶν ἐτόλμα γυναίων καὶ παρθένων φθοράς, ἐνυβρίζων αὐταῖς ἀναιδέστατα, καὶ οὐσιῶν ἀφαιρέσεις ἀδίκους τοῖς εὐποροῦσιν ἐπῆγε, καὶ καιναῖς εἰσπράξεσι καὶ βαρείαις ἐπίεζε τὸ ὑπήκοον.

Οὗτος ἐν Ῥώμῃ εὐγενεστάτης τινὸς γυναικός, ἀλλὰ μέντοι καὶ σώφρονος ἀνδρὶ συζώσης τῶν ἐν Ῥώμῃ ἐπιφανῶν ἐρασθεὶς ἀκόλαστον ἔρωτα, ἔστειλε τοὺς τὰ τοιαῦτα διακόνου μένους αὐτῷ τὸ γύναιον ἄξοντας. ὡς δ’ ἐκεῖνο ἐπιστάντας τῶ οἴκω τοὺς προαγωγοὺς καὶ τὴν αἰτίαν τῆς αὐτῶν ἐπιδημίας ἐμεμαθήκει, καὶ ἀπαραίτητον τὴν πρὸς τὸν τύραννον ἀπέλευσιν ᾔσθετο, ὁ γὰρ ἀνὴρ αὐτῆς φόβῳ τοῦ θανεῖν ὑποπτήσσων λαβεῖν τὴν γυναῖκα καὶ ἄγειν ἐπέτρεπεν, ἑτέρωθεν δ’ οὐκ ἦν αὐτῇ ἐπικούρημα, ὥραν αὐτῇ βραχεῖαν ἐνδοῦναι ᾐτήσατο, ἵν ἐπικοσμηθείη καὶ οὕτω σὺν αὐτοῖς ἀπελεύσοιτο. ἦν δὲ καὶ τὸν Χριστὸν ἡ γυνὴ σεβομένη καὶ τὸ θεῖον μεμυημένη μυστήριον εἰσῆλθεν οὖν εἰς τὸν ἑαυτῆς κοιτωνί- [*](Cap. 33. Fortasse Dio continuatus. Eusebii Historiae ecclesiasticae l. 8.)

166
σκον, καὶ μονωθεῖσα διεχειρίσατο ἑαυτήν, ἔν’ ἀνύβριστος μείνῃ καὶ τὴν σωφροσύνην μὴ πρόοιτο, ἑλομένη τὸν ἑκούσιον θάνατον, καὶ τὸ σῶμα νεκρὸν τοῖς προαγωγοῖς καὶ τῷ ἐναγεῖ ἐραστῇ καταλείψασα.

Οἱ μὲν οὖν οὕτως ἦρχον, Διοκλητιανὸς δὲ καὶ Μαξιμιανὸς ἰδιωτεύοντες ἔθανον. περὶ δὲ τῆς σφῶν τελευτῆς διαφωνοῦσιν οἶ συγγραφεῖς. ὁ μὲν γὰρ [*](B) Εὐσέβιος ἐν τῷ ὀγδόῳ λόγῳ τῆς ἐκκλησιαστικῆς ἱστορίας ἔκστασιν τὸν Διοκλητιανὸν ὑποστῆναι λέγει φρενῶν καὶ νόσῳ χρονίᾳ τὸ σῶμα κατασκελετευθέντα βιαίως τὴν ἀθλίαν αὐτοῦ ψυχὴν ἀπερεύξασθαι, τὸν δέ γε ΜαξιμιανὸντὸνἙρκούλιον ἀγχόνῃ ἑαυτὸν τῆς ζωῆς ὑπεξαγαγεῖν· ἕτεροι δ’ οὐχ οὕτως ἱστοροῦσι τούτους θανεῖν, ἀλλὰ μεταμεληθέντας καὶ τῆς ἀρχῆς αὖθις ἐπιλαβέσθαι βουλευομένους φωραθῆναι καὶ δόγματι τῆς συγκλήτου ἀναιρεθῆναι.

Εἰσὶ δὲ καὶ οἳ τὸν Ἑρκούλιον λέγουσι τῆς βασιλείας αὐθις ἐφιέμενον τῷ Διοκλητιανῷ κοινώσασθαι τὸ αὖθις πειραθῆναι τὴν βασιλείαν ἀναλαβεῖν· τὸν δὲ παραιτήσασθαι. ἐκεῖνον δὲ πρὸς τὸ τῶν Ῥωμαί- [*](C) ὢν παρελθόντα συνέδριον φάναι μὴ ἀρκεῖν τὸν υἱὸν αὐτοῦ εἰς τὴν τῶν κοινῶν πραγμάτων διοίκησιν. κινηθέντων δὲ τῶν στρατιωτῶν πρὸς θυμὸν ἐπὶ τῷ λόγῳ αὐτοῦ ὡς σφετεριζομένου τὴν ἀρχήν, τὸν Ἑρκούλιον τὸν κίνδυνον δείσαντα μὴ οὕτω γνώμης ἔχειν εἰπεῖν, ἀλλὰ διάπειραν τῶν στρατευομένων ποιούμενον, ὅπως ἔχουσι πρὸς τὸν υἱὸν αὐτοῦ διαθέσεως, ταῦτα εἰπεῖν· καὶ οὕτω καταστεῖλαι τὸν θόρυβον τῶν στρατιωτῶν. εἶτα εἰς Γαλλίας ἐλθεῖν πρὸς τὸν μέγαν Κωνσταντῖνον, κηδεστὴν αὐτοῦ καὶ [*](8 ὀγδόῳ λόγῳ] c. 13.)

167
αὐτὸν ὄντα ἐπὶ Φαύστᾳ τῇ αὐτοῦ θυγατρί, κἀκείνῳ ἐπιβουλεύοντα καὶ πειρώμενον τὴν ἐκείνου βασιλείαν λαβεῖν· γνωσθῆναι δὲ κἀκεῖσε καὶ ἀποκρουσθῆναι τοὐ ἐγχειρήματος, καὶ οὕτως ἀπάγξασθαι.

Ἀλλ’ οὗτοι μὲν ἑνί γέ τῳ τρόπῳ τῶν εἰρημένων [*](D) τὴν ζωὴν ἐξεμέτρησαν, Κώνστας δὲ ἑνδέκατον ἠνυκὼς ἐνιαυτὸν παρὰ τῇ ἀρχῇ ἐξ ὅτου Καῖσαρ ἀνηγορεύθη, καὶ ἠπίως ἄρξας καὶ προσηνῶς, ἐν Βρεττανίαις διάγων κατέλυσε τὴν ζωήν, πένθος ἑαυτοῦ τοῖς ὑπ’ αὐτὸν καταλελοιπὼς διὰ τὴν χρηστότητα, πρότερον τὸν πρεσβύτερον τῶν οἰκείων υἱῶν τῆς ἀρχῆς καταστήσας διάδοχον, τὸν μέγαν δηλαδὴ Κωνσταντῖνον, ὃν ἐκ τῆς προτέρας αὐτοῦ ἐγείνατο γαμετῆς. εἶχε δὲ κἀκ τῆς δευτέρας τῆς τοῦ Ἑρκουλίου θυγατρὸς Θεοδώρας ἑτέρους υἱούς, Κωνσταντῖνον, Ἀναβαλλιανὸν καὶ Κωνστάντιον. προτετίμητο δὲ τούτων ὁ μέγας Κωνσταντῖνος, ὅτι ἐκεῖνοι τῷ πατρὶ ἀνεπιτήδειοι πρὸς τὴν βασιλείαν ἐκρίθησαν. τὸ δ’ ὅλον ἦν ἐκ θεοῦ οἰκονομηθὲν ὑπὲρ τοῦ θείου ὢ κηρύγματος, ἢ μᾶλλον καὶ ὑπὲρ πάντων τῶν τῇ Ρωμαίων ὑποκειμένων ἀρχῇ, ἵνα δι’ αὐτοῦ καταλυθεῖεν αἱ τυραννίδες. λέγεται γὰρ ὅτι νοσοῦντι τῷ Εώνσταντι καὶ ἀθυμοῦντι διὰ τὴν ἐπὶ τοῖς ἄλλοις παισὶν ἀποτυχίαν ἄγγελος ἐπέστη, τῷ Κωνσταντίνῳ κελεύων τὴν ἐξουσίαν καταλιπεῖν.

Τοῦτον δὴ τὸν Κωνσταντῖνον ὁ πατὴρ μειράκιον ὄντα τῷ Γαλερίῳ εἰς ὁμηρείαν παρέσχετο, ἵν ὁμηρεύων ἄμα καὶ πρὸς ἄσκησιν γυμνάζοιτο τῆς τέχνης τῆς στρατιώτιδος. ὁ δὲ περιδέξιον τοῦτον ὁρῶν καὶ [*](15 Κωνσταντῖνον] Κώνσταντα A: conf. Ducangii Famil. Byzant. p. 44 e t Τillemοnti annot. 2 ad Constantinum M. 16 Ἀναβαλλιανὸν] Hanniballianum.)

168
[*](B) φθονῶν αὐτῷ ἐπεβούλευε. καὶ πρῶτον μὲν τοῖς Σαρμάταις μαχόμενος τῷ ἐκείνων ἀρχηγῷ ἐκ τῆς πανοπλίας ἐπισήμῳ τυγχάνοντι προσέταξεν ἐπελθεῖν. ὁ δὲ καὶ ἐπῆλθε καὶ ἁρπάσας αὐτὸν ζῶντα τῷ Γαλερίῳ ἐκόμισεν. εἶτα λέοντα φρικτόν τινα θῆρα καὶ παλαμναῖον ἐκέλευσε δέξασθαι. ὁ δὲ καὶ τοῦτον τὸν ἄεθλον ἤνυσεν ἐπικινδύνως μέν, τῆς θείας δέ γε χάριτος συντηρούσης αὐτόν. γνοὺς δ’ ἐντεῦθεν φθονούμενος παρὰ τοῦ Γαλερίου καὶ ἐπιβουλευόμενος, νυκτὸς μετά τινων οἷς ἐθάρρει ἀπέδρα καὶ πρὸς τὸν πατέρα ἐπανελήλυθε.

Καὶ ὁ μὲν οὕτως τόν τε κίνδυνον διαπέφευγε καὶ τῆς πατρῴας βασιλείας ἠξίωτο. Μαξιμῖνος δὲ [*](C) κοινωνὸν τῆς ἀρχῆς τὸν Λικίνιον προσειλήφει, ἐκ Δακῶν ἕλκοντα τὴν τοῦ γένους σειρὰν καὶ γαμβρὸν ὄντα ἐπ’ ἀδελφῇ τοῦ μεγάλου Κωνσταντίνου. κοινωνὸν δὲ τῆς βασιλείας αὐτὸν ποιησάμενος τὸν μὲν ἐν τῷ Ἰλλυρικῷ καταλέλοιπεν, ἔν’ ἀμύνῃ τοῖς Θρᾳξὶν ὑπὸ βαρβάρων ληιζομένοις, ἐκεῖνος δ’ εἰς Ῥώμην ἀφίκετο μαχόμενος πρὸς Μαξέντιον. εἶτα τοὺς οἰκείους ὑπόπτους σχὼν στρατιώτας, καὶ φοβηθεὶς μὴ πρόσθοιντο τῷ ἐχθρῷ, ἀπέστη τῆς μάχης καὶ ἀνεχώρησε. μεταμεληθεὶς δ’ ἐπὶ τῇ προσλήψει τοῦ [*](D) Λικινίου, πρότερον μὲν λαθραίως αὐτῷ ἐπεβούλευεν, εἶτα καὶ μάχην κατ’ αὐτοῦ εἰς τοὐμφανὲς συνεστήσατο. καὶ συμβαλὼν αὐτῷ τρέπεται, καὶ ἡττώμενος ἔφυγε, καὶ ἐν τῇ φυγῇ ἑαυτὸν διεχρήσατο.

Οἱ μὲν οὖν τοιούτῳ τέλει καταλῦσαι τὴν ζωὴν [*](Cap. 34. Fontes incerti, ut reliquis in libris, ubi non indicantur.) [*](13 Μαξιμῖνος etc.] Haec apud Eusebium, Zosimum, alios, partim ad Galerium Maximianum, partim ad Maximinum referuntur.)

169
τὸν Μαξιμῖνον ἱστόρησαν, οἱ δὲ κατὰ χριστιανῶν ἐκμανέντα μετελθεῖν αὐτὸν τὴν θείαν παραδεδώκασι δίκην. ἕλκος γὰρ ἐνσκῆψαν αὐτοῦ περὶ τὸν βουβῶνα καὶ τὴν αἰδῶ χαλεπώτατον τὰ τῆς ἀκολασίας αὐτοῦ ἐπιβόσκεσθαι ὄργανα. ἐκ δέ γε τῆς σήψεως τούτων καὶ σκώληκας ἀναβράσσεσθαι, καὶ εἶναι τὸ πάθος ἀνίατον. ἰατρῶν δὲ τοὺς μὲν αὐτόθεν ἀπαγορεύοντας τὴν ἐγχείρησιν ὠμῶς ἀποσφάττεσθαι, τοὺς δ’ ἐπιχειροῦντας μέν, μὴ δυναμένους δ’ ἀκέσασθαι, κτείνεσθαι ἀπηνέστατα, ὅτι μὴ ἀδύνατα. ὀψὲ δ’ οὑν ὑποτοπῆσαι τὸν τύραννον διὰ τοὺς ἀδίκους φόνους τῶν τὸν Χριστὸν σεβομένων τιννύναι δίκην, καὶ ἐκθέσθαι θεσπίσματα πανταχοῦ κελεύοντα παυθῆναι τὸν κατὰ χριστιανῶν διωγμόν, καὶ ζῆν ἐκείνους καὶ θρησκεύειν ὡς βούλοιντο, εὔχεσθαί τε ὑπὲρ αὐτοῦ. κἀνταῦθα δὲ διττοὶ λέγονται λόγοι. ὁ μὲν γὰρ ἀπαλλαγῆναι τοῦ πάθους αὐτὸν παρὰ πᾶσαν ἐλπίδα φησίν, εἶτ’ αὖθις ἐπεγεῖραι τὸν διωγμόν, καὶ ἀδιόρθωτον μεῖναι, ἕως οὗ τοὐ ἐν χειρὶ κυρίου ποτηρίου τὸν τρυγίαν ἐξέπιεν· ὁ δ’ ἕτερος ἀρνεῖται τῷ ἀσεβεῖ τὴν ἀνάρρωσιν, ὡς ἐκ τῆς εἰρημένης Β τελευτήσαντι νόσου καὶ ἀνενεγκόντι διὰ στόματος σκώληκας.

Ὁ μὲν οὖν καθ’ ἴνα τρόπον τῶν ἱστορηθέντων βιαίως ἀπέρρηξε τὴν ζωήν.

[*](1 οἱ δὲ — 16 ὑπὲρ αὐτοῦ] Eadem fere habet Eusebius Hist. eccles. 1. 8, c. 16. 17. 2.5 ἐν δὲ τῇ Ῥώμῃ — p. 17l, 28, λειτουργήματι] De his Ducangius: „Quae deinceps adduntur, absunt ab uno e codicibus regiis et Colberteo, describuntur vero in tribus aliis regiis [et A]: atque haec quidem supposititia nec Ζοnarae esse “: ἐν δὲ τῇ Ῥώμῃ τῆς τῶν πιστῶν ἐκκλησίας προέστη μετὰ Μαρκελλῖνον ἐν ἔτεσι δυσὶ τὴν λειτουργίαν ἐκπλήσαντα Εὐσέβιος, ὃν μετὰ ἐνιαυτὸν θανόντα διεδέξατο Μιλτιάδης. καὶ ἐπὶ τέσσαρσι προστάντος ἐνιαυτοῖς)
170
[*](τῶν ἐν Ῥώμῃ πιστῶν τοῦ Μιλτιάδου Σίλβεστρος διάδοχος γέγονεν. ἐν Ἀντιοχείᾳ δὲ μετὰ Τύραννον ἔτος ἐπισκοπήσαντα τρισκαιδέκατον προεχειρίσθη Βιτάλιος, καὶ τοῦτον ἕκτον ἔτος ἀνύσαντα διεδέξατο Φιλογένης, κἀκείνω πέντε ἀνυσθέντων C ἐνιαυτῶν γέγονε Παυλῖνος διάδοχος. τῶν δ’ Ἱεροσολύμων μετὰ Ζάβδαν ἐπὶ δέκατον λελειτουργηκότα ἐνιαυτὸν Ἑρμῶν ἐκληρώσατό τὸν θρόνον τὸν ἀρχιερατικόν. τῆς δ’ Ἀλεξανδρείας μετὰ τὸν ἱερομάρτυρα Πέτρον δέκα ἔτεσιν ἐφ’ ἑνὶ τὸν τῆς ἀρχιερωσύνης θρόνον κοσμήσαντα Ἀλέξανδρος τὴν ἀρχιερωσύνην ἔσχηκεν. ἐν δὲ Ῥώμῃ μετὰ Ἀλέξανδρος ἐπ’ ἔτεσι λελειτουργηκότα εἴκοσι καὶ ὀκτώ Ἰούλιος προέστη τῆς ἐκκλησίας ἔτη πεντεκαίδεκα. μεθ’ ὃν Λιβέριος ἕκτον ἤνυσεν ἐνιαυτόν, κἀκεῖνον διεδέξατο Δάμασος, ὀκτὼ καὶ εἴκοσιν ἐνιαυτοὺς B ποιμάνας τοὺς πιστούς, καὶ τοῦτον Σιρίκιος, ἔτη λειτουργήσας ἑξκαίδεκα. εἶτα προκεχείριστο’Iννοκέντιος, ἐν πεντεκαίδεκα ἐνιαυτοῖς διδάξας τὸν τοῦ γυρίου λαόν. καὶ Ζώσιμος τῷ θρόνῳ τῆς Ῥωμαίων ἐκκλησίας ἐνίδρυτο. θανόντος Ἰννοκεντίου. ὃν δωδέκατον ἠνυκότα ἐνιαυτὸν Κελεστῖνος διεδέξατο, ἐπ’ ἔτη τῇ ἀρχιερωσύνη δέκα ἐνδιαπρέψας. τούτου Ξυστὸς διάδοχος γέγονεν, ὄγδοον διαρκέσας ἐνιαυτόν. εἶτα Λέων ἀντεισήχθη, τῶν ὀρθῶν δογμάτων ἀντιποιησάμενος ἐπ’ ἔτεσιν εἴκοσι πρὸς τοῖς τέσσαρσι. καὶ ἐκλιπόντος τοῦ Λέοντος Ἱλαρίων εἰς τὸν θρόνον ἀνθίδρυτο, ἕκτον ἐκπλήσας ἐνιαυτόν. ἀνθ’ οὑπερ Σιμπλίκιος κεχειροτόνητο, καὶ ἐπὶ ἐννεακαιδέκατον ἔτος τὸ τῆς ποιμαντικῆς καὶ οὗτος διανύσας λειτούργημα ἐξέλιπε, καὶ ἀντεισῆκτο Φῆλιξ. ἐνάτῳ δ’ ἐνιαυτῷ καὶ οὕτος ἐκλελοιπὼς Γελασίῳ τὴν τιμὴν καταλέλοιπε, πέντε ταύτης ἀπολαύσαντι ἔτη. μεθ’ ὃν Ἀναστάσιος ἐπελέγη. μετὰ τέταρτον δὲ καὶ οὗτος ἐνιαυτὸν ὑπὸ Συμμάχου διεδέχθη. οὖ δυοκαίδεκα ἐπὶ τῇ ἀρχιερωσύνῃ διαγαγόντος ἐνιαυτοὺς Ὁρμίσδας ἐξείλεκτο. δεκάπῳ καὶ οὕτος ἐνιαυτῷ τὸ λειτούργημα διανύσας κατέλυσε τὴν ζωήν, καὶ Ἰωάννην ὁ θρόνος τῆς Ῥωμαίων ἐκκλησίας ἐδέξατο ἐπὶ τριετίαν. μεθ’ ὃν Φῆλιξ τῶν ἐν Ῥώμῃ πιστῶν προέστη τετραετίαν τῆς τιμῆς ἀπολαύσας. εἶτα Βονιφάτιος ἐπὶ διετίαν τῆς προστασίας ἠξίωτο, καὶ ἐπὶ τούτω B Ἀγαπητὸς προκεχείριστο. δύο δὲ καὶ οὗτος ἐνιαυτοῖς ποιμάνας τὸ ἐν‘ Ῥώμῃ τοῦ ἀρχιποίμενος Χριστοῦ ποίμνιον, ἀπέτισε τὸ χρεών, καὶ ἐχειροτονήθη Ῥώμης ἀρχιερεὺς Σιλβήριος. ἕνα δὲ καὶ οὗτος ἀρχιερατεύσας ἐνιαυτὸν τὴν ζωὴν ἐξεμέτρησε. καὶ τούτῳ διάδοχος Βιγίλιος, γέγονεν. ὀκτωκαιδέκατον δὲ τούτου ἔτος διηνυκότος ἐν τῇ ἀρχῇ, ἀνθῃρέθη Πελάγιος. ὃς πέμπτον ἐνιαυτὸν τῇ λειτουργίᾳ ἐσχολακὼς ἀπῆλθε, καὶ Ἰωάννην ἡ ἀρχιερατικὴ καθέδρα τῶν Ῥωμαίων ἐδέξατο ἐπὶ χρόνους ὀκτώ, καὶ μετὰ τοῦτον Γρηγόριον ἐπὶ πεντεκαίδεκα. μεθ’ ὃν οὐκέτι κατὰ συνέχειαν οἱ τῆς Ῥωμαίων ἐκκλησίας C προστάντες εὕρηνται. ἐν Ἀντιοχείᾳ δὲ τῆ κατὰ Κοίλην Συρίαν τὸν Παυλῖνον ἔτη πέντε τῇ λειτουργίᾳ σχολάσαντα Εὐστάθιος διεδέξατο, καὶ τοῦ Εὐσταθίου ἐπ’ ἔτη ποιμάναντος)
171
[*](τοὺς πιστοὺς ὀκτωκαίδεκα, Εὐφρόνιος ἐλειτούργησεν ἔτος ὄγδοον. μεθ’ ὃν Φλάκιτος δωδέκατον ἤνυσεν ἔτος· εἶτα Στέφανος αἱρεσιώτης Ἀρείου παρεισεφθάρη τῆ ἐκκλησίᾳ ἐπὶ τρίτον ἐνιαυτόν, καὶ μετὰ τοῦτον εἰσῆκτο Λεόντιος. ὄγδοον δὲ καὶ οὗτος ἔτος ἐπισκοπήσας κατέλυσε τὴ,ν ζωήν, καὶ ἐπὶ τούτῳ προέστη τῆς Ἀντιοχέων ἐκκλησίας Εὐδόξιος ἔτος δεύτερον, καὶ ἐπὶ τῷ Εὐδοξίῳ Ἀρριανὸς ἐπεσκόπησεν ἔτος τέταρτον, καὶ μετὰ τοῦτον Μελέτιος ἐνιαυτοὺς εἴκοσιν ἐπὶ πέντε. D μεθ’ ὃν Φλαβιανὸς προέστη τῶν χριστωνύμων ἐπ’ ἔτεσιν εἴκοσι πρὸς τοῖς ἕξ. εἶτα τὴν λειτουργίαν Θεόδοτος διεδέξατο, καὶ τετραετίαν ἤνυσεν ἐπ’ αὐτῇ. καὶ ἀντὶ τούτου Ἰωάννης εἰσήχθη, καὶ διήρκεσεν ἐπ’ ἔτος ὀκτωκαιδέκατον. ἀντὶ δὲ Ἰωάννου Δόμνος κεχειροτόνητο, ἐπιζήσας τῇ χειροτονίᾳ ὄγδοον ἔτος· καὶ ἀνθιδρύθη τῷ θρόνῳ τῆς Ἀντιοχέων ἐκκλησίας Μάξιμος, ἐπ’ ἐνιαυτοὺς ἐπιμείνας τῇ προστασίᾳ τέσσαρας. ὅς ὑπὸ Μαρτυρίου διεδέχθη, ἔνατον καὶ τούτου τῆ ἀρχῇ διανύσαντος ἔτος. Ἰουλιανὸς δ’ ἔπειτα εἰς τὴν ἀρχιερατικὴν ταύτην καθέδραν ἐκάθισεν ἐπὶ ἕκτον ἐνιαυτόν, καὶ οὕτος ἔσχε Πέτρον διάδοχον. ὃν μετὰ τριετῆ χρόνον Στέραφνος διεδέξατο, ἰσαρίθμους ἀρχιερατεύσας ἐνιαυτούς. τῷ δὲ Στεφάνῳ Καλανδίων ἐγένετο ἔφεδρος. καὶ τούτῳ μετὰ τετραετίαν Πέτρος ἄλλος ἐφήδρευσε. τριετῆ χρόνον τὴν ἐκκλησίαν κατεσχηκώς. οὗ διάδοχος Παλλάδιος γέγονε, δεκαετίαν ἀνσας ἐν τῇ ἀρχῇ. εἶτα Φλαβιανὸς ᾑρέθη, ἐπὶ δέκα καὶ τρεῖς ἀρχιερατεύσας ἐνιαυτούς. μεθ’ ὃν Σευῆρος ἕβδομον λειτουργήσας ἐνιαυτὸν ἀφῆκεν Εὐφρασίῳ τὴν καθέδραν τὴν ἱεράν. ὃν μετὰ πέμπτον ἔτος Ἐφραΐμιος διεδέξατο· ὀκτὼ δ’ ἐπὶ δέκα οὕτος ἐπεβίω χρόνους τῷ λειτουργήματι.)