Epitome Historiarum

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volumes 1-4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1868-1871.

Τραιανὸς δὲ τὸ γένος εἷλκεν ἐξ Ἰβηρίας, δεύτερον ἐπὶ τεσσαρακοστῷ ἔτος ἄγων ἀπὸ γενέσεως ὅτε τῆς αὐταρχίας τετύχηκεν, ὥστ’ ἐν ἀκμῇ αὐτὸν εἶναι καὶ τῆς ψυχῆς καὶ τοῦ σώματος, καὶ μήτε θράσους ὑπὸ νεότητος πίμπλασθαι μήθ’ ὑπὸ γήρους ἀμβλύνεσθαι. ἐτίμα δὲ τοὺς ἀγαθούς, καὶ εὖ πρὸς πάντας διατιθέμενος οὔτ’ ἐδεδοίκει τινὰς οὔτε μὴν ἀπηχθάνετο οὔτε προσεῖχε τοῖς διαβάλλουσιν οὔτ’ ἦν ὀξύρροπος πρὸς ὀργήν, τῶν τε χρημάτων τῶν ἀλλοτρίων ἴσα καὶ φόνων τῶν ἀδίκων ἀπείχετο. καίτοι μεγαλόφρων [*](C) καὶ μεγαλογνώμων γενόμενος καὶ ἐν ὁδοῖς καὶ ἐν λιμέσι καὶ ἐν δημοσίοις οἰκοδομήμασιν ἐδαπάνα πολλά. καὶ ἐπειδὴ τὸν ἐν τῇ Ῥώμῃ ἱππόδρομον φθαρέντα ἀνήγειρε μείζω τε καὶ περικαλλέστερον, ἐπέγραψεν αὐτῷ ὅτι ἐξαρκοῦντα τῷ τῶν Ῥωμαίων δήμῳ ἐποίησε. καὶ μᾶλλον ἔχαιρε φιλούμενος ἢ τιμώμενος, καὶ ἀγαπητὸς ἤθελεν εἶναι τοῖς ὑπηκόοις, τοῖς πολεμίοις δὲ φοβερός. τῆς μὲν οὖν ἐν λόγοις παιδείας οὐ μετέσχηκε, τὸ δ’ ἔργον αὐτῆς καὶ ἠπίστατο καὶ εἰργάζετο. οἴνου δ’ ἡττώμενος νήφων ἦν, καὶ ἐπτοημένος περὶ μειράκια οὐδένα ἐλύπησε. φιλοπόλεμος δὲ γεγονὼς καὶ πλεῖστα κατωρθωκὼς οὐκ εἴα τοὺς D στρατιώτας ὑπερφρονεῖν, οὕτως ἐγκρατῶς αὐτῶν ἦρχεν. ἦν δ’ αὐτῷ γυνὴ Πλωτῖνα.

Ἐστράτευσε μέντοι ἐπὶ Δᾶκας, ἢ Δακοὺς κατὰ [*](10 οὔτ’ ἦν ὀξύρροπος πρὸς ὀργήν] καὶ ὀργῇ ἥκιστα ἐδουλοῦτο Dio in Bekkeri Anecd. p. 134, 20: et Sic xiphilinus. Cap. 21. Dionis Historiae Romanae l. 68, c. —23, unde sumpta videntur etiam Appiani verba, quamvis apud Xiphilinum non legantur.)

66
Ἴωνας, ὡς ὁ Ἀππιανὸς ἐν τῷ εἰκοστῷ τρίτῳ λόγῳ τῆς Ῥωμαïκῆς ἱστορίας φησί, μήτε χρήματα ἃ ἐπετείως ἐλάμβανον διδόναι αὐτοῖς ἀνεχόμενος καὶ δίκας εἰσπράξασθαι τῶν πεπραγμένων αὐτοῖς ἱμειρόμενος. πυθόμενος οὖν ὁ Δεκέβαλος, ὃς ἦρχε Δακῶν, τὴν τοῦ Τραιανοῦ κατὰ τοὐ ἔθνους ὁρμήν, ἔδεισεν, εἰδὼς τὸν ἄνδρα στρατηγικώτατον. καὶ πολέμου συρραγέντος σφίσι πολλοὺς μὲν τῶν πολεμίων ἀπέκτειναν οἱ Ῥωμαῖοι, οὐ μείους δὲ καὶ αὐτῶν ἐτραυματίσθησαν. τοσοῦτοι δ’ ἦσαν οἱ τραυματίαι ὡς ἐπιλιπόντων τῶν ἐπιδέσμων μηδὲ τῆς ἑαυτοῦ ἐσθῆτος φείσασθαι τὸν Τραιανόν. ἐπεὶ δὲ τά τε ἄκρα, δυσχερῶς μέν, κατέλαβε δέ, καὶ πέλας τῶν βασιλείων ἦλθεν αὐτῶν, πρέσβεις ὁ Δεκέβαλος πέπομφε, συντιθέμενος τά τε ὅπλα καὶ τὰ μηχανήματα καὶ τοὺς μηχανοποιοὺς παραδοῦναι, καὶ ἅπαν ἕτερον ὃ ἂν ἀπαιτοῖτο ποιῆσαι· καὶ πρὸς τὸν αὐτοκράτορα ἐλθὼν ἐς οὖδας κα—τακλιθεὶς αὐτῷ προσεκύνησεν. εἶτα εἰς τὴν Ἰταλίαν ὁ Τραιανὸς ἀναζεύξας καὶ τοὺς τοῦ Δεκεβάλου πρέσβεις ἐπήγετο. οἵπερ εἰσαχθέντες εἰς τὸ συνέδριον, [*](B) καὶ τὰ ὅπλα τε ἀποθέμενοι καὶ τὰς χεῖρας συνάψαντες ἐν αἰχμαλώτων σχήματι πολλά τε εἶπον καὶ ἱκέτευσαν· καὶ οὕτω σπονδῶν τυχόντες αὖθις τὰ ὅπλα ἀπέλαβον. Τραιανὸς δὲ καὶ ἐθριάμβευσε καὶ Δακικὸς ὠνομάσθη. οὐχ ὡς ἀρήιος δὲ τῶν ἄλλων ἠμέλει ἢ ἧττον ἐδίκαζεν, ἀλλὰ καὶ πολλαχοῦ καὶ πολλάκις ἐπὶ βήματος ἔκρινεν.

Ὡς δὲ ἀπηγγέλλετο αὐτῷ ὁ Δεκέβαλος αὖθις νεωτερίζων καὶ ταῖς συνθήκαις οὐκ ἐμμένων, αὐτὸς [*](1 εἰκοστῷ τρίτῳ] inscripto Δακική. Conf. Photii Biblioth. p. 16 a, 22 ed. Bekkeri.)

67
καὶ πάλιν πρὸς ἐκεῖνον ἐστράτευσε. καὶ ὁ Δεκέβαλος ἡττώμενος ἰσχύι; δόλῳ αὐτοῦ περιγενέσθαι διεμελέτησε. καὶ εἰδὼς εὐπρόσιτον ὄντα Τραιανὸν καὶ τὸν βουλόμενον εἰς ὁμιλίαν δεχόμενον, ψευδαυτομόλους ἀπέστειλεν, ἴν’, εἰ δυνηθεῖεν, αὐτὸν διαχρήσαιντο. [*](C) εἶς δ’ ἐκείνων ὑποπτευθεὶς συνελήφθη, καὶ ἐτασθεὶς ἐξέφηνε τὸ ἀπόρρητον. γεφυρώσας δὲ τὸν Ἴστρον ὁ αὐτοκράτωρ, καὶ ἔργον τοῦτο διαπραξάμενος μήτε θαυμασθῆναι ἀξίως μήτ’ ἐξηγηθῆναι δυνάμενον, διὰ τῆς γεφύρας τε ταύτης τὸν ποταμὸν περαιωθείς, μόλις μὲν καὶ κινδυνωδῶς ἐκράτησε τῶν Δακῶν, ἐκράτησε δ’ οὖν. καὶ ὁ Δεκέβαλος ἀπογνοὺς διεχειρίσατο ἑαυτόν. κἀντεῦθεν τὸ ἔθνος τὸ τῶν Δακῶν καὶ ἡ χώρα σφῶν Ῥωμαίοις ὑπήκοος γέγονε. καὶ τοὺς θησαυροὺς δ’ εὗρε τοὺς Δεκεβάλου, καίτοι δυσχεροῦς οὔσης τῆς τούτων εὑρέσεως. ποταμὸν γάρ, ὃς τοῖς βασιλείοις αὐτοῦ παρέρρει, μετοχετεύσας ὁ [*](D) βάρβαρος, τὴν γῆν ἐφ’ ἧς διῄει τὸ ὕδωρ ὤρυξεν εἰς βάθος πολύ, καὶ πλεῖστον μὲν χρυσόν, πλείω δὲ ἄργυρον, καὶ ἄλλα τῶν τιμίων ὅσα μὴ πέφυκεν ἐξ ὑγρότητος φθείρεσθαι, καταθέμενος τῷ ὀρύγματι, πλαξί τε κατέστρωσε τὴν ἐκεῖ γῆν καὶ χοῦν ταύταις ἐπήνεγκε, καὶ οὕτως αὖθις τὸ ὕδωρ εἰς τὴν πρώτην μετέστρεψε δίοδον· καὶ ἐς σπήλαιον δὲ πολλὰ ἐναπέθετο. ταῦτα δ’ ἐποίει μή τινος ἄλλου παρόντος ἢ αἰχμαλώτων οἳ περὶ ταῦτα ἐπόνουν· καὶ μετὰ τὴν κατάκρυψιν τοὺς αἰχμαλώτους ἐκτίννυεν, ἵνα μὴ ἔκφορα τὰ παρ’ αὐτῶν γεγονότα ποιήσωσιν. εἰς δέ τις ἑταῖρος τοῦ Δεκεβάλου συνειδὼς τὰ τεθησαυρισμένα ὑπέδειξεν αὐτά.

Τὸν δὲ Λικίνιον Σούραν πλούσιον ἄνδρα φιλῶν, καὶ ὑπ’ ἐκείνου φιλούμενος, διαβαλόντων τινῶν τὸν

68
ἄνθρωπον ὡς ἐπιβουλεύοντα αὐτῷ, ἄκλητος πρὸς ἐκεῖνον ἐπὶ δεῖπνον ἀπῆλθε, καὶ τοὺς δορυφόρους ἀποπέμψας τὸν ἰατρὸν τοῦ Σούρα ἐκάλεσε, καὶ δι’ ἐκείνου τοὺς ὀφθαλμούς, διὰ δὲ τοῦ κουρέως ἐκείνου τὴν ὑπήνην ἐξύρατο· εἶτα καὶ ἐλούσατο καὶ ἐδείπνησε. καὶ τοῖς τὸν Σούραν διαβάλλουσιν ἔφη τῇ ὑστεραίᾳ “εἰ ἤθελέ με Σούρας ἀποκτεῖναι, οὐδὲν ἐκώλυε τὸν ἄνδρα χθὲς τοῦτο ποιῆσαι.”

Ἔπαρχον μέντοι τῶν δορυφόρων προχειριζόμενος, καὶ ὀρέγων αὐτῷ τὸ ξίφος ὃ παραζώννυσθαι αὐτὸν [*](B) ἐχρῆν, “λάβε τοῦτο” ἔφη, “καὶ εἰ μὲν ἄρχω καλῶς, ὑπὲρ ἐμοῦ τούτῳ χρῆσαι, εἰ δὲ κακῶς, κατ’ ἐμοῦ.” ἐποίησε δὲ καὶ βιβλίων ἀποθήκας. καὶ μετὰ ταῦτα κατὰ Παρθῶν καὶ Ἀρμενίων ἐστράτευσεν, ὅτι τὸ διάδημα ὁ Ἀρμένιος οὐχ ὑπ’ αὐτοῦ ἔλαβεν, ἀλλὰ παρὰ τοῦ Παρθῶν βασιλέως. ἦν δὲ σκῆψις τοῦτο, τὸ δ’ ὅλον φιλοτιμία καὶ δόξης ἔρως. ἐχειρώσατο οὖν τὴν Ἀρμενίαν. καὶ αὐτῷ ἡ βουλὴ πολλὰ ἐψηφίσατο, πρὸς δὲ τοῖς ἄλλοις καὶ Ὄπτιμον ἐπωνόμασεν, ἄριστον δὲ τοῦτο δηλοῖ ἐξελληνιζόμενον, εἶτα καὶ Παρθικὸν αὐτῷ ἐπίκλησιν ἔθετο. ὁ δὲ μᾶλλον τῶν ἄλλων τῇ τοῦ Ὀπτίμου προσηγορίᾳ ἦν σεμνυνόμενος,

ὅτι τοὺς τρόπους ὑπεδήλου αὐτοῦ.

[*](C)

Σεισμοῦ δὲ ἐπὶ τῆς αὐταρχίας αὐτοῦ σφοδροτάτου συμβάντος, καὶ ἄλλαι μὲν ἔπαθον πόλεις, μᾶλλον δὲ τῶν ἄλλων ἡ πρὸς τῷ Ὀρόντῃ πέπονθεν Ἀντιόχεια. ὅτε καὶ αὐτὸς ὁ Τραιανὸς ἐκεῖ διατρίβων μικροῦ κεκινδύνευκεν ἄν· ἐπλήγη δὲ τέως ἐκ τοῦ τῆς οἰκίας, ἐν ᾗ διῆγε, συμπτώματος. ἀριθμοῦ δὲ κρεῖττον πλῆθος συγκέχωστο τοῖς συμπτώμασι. καὶ οἱ [*](Cap. 22. Dionis Historiae Romanae l. 68, c. 24 33. Eusebii Historiae ecclesiasticae l. 3, c. 33 — l. 4, c. 2.)

69
μὲν συντριβόμενοι τῷ βάρει τῶν καταπιπτόντων ἀπώλλυντο, οἱ δὲ ἐν διακένοις τισὶ τυχαίως συμβαίνουσιν, οὕτω τῶν ὑλῶν συμπιπιουσῶν, διασωζόμενοι, ἐξελθεῖν δ’ ἐκεῖθεν οὐκ ἰσχύοντες, λιμῷ διεφθείροντο· ἐπεκράτει γὰρ ὁ κλόνος τῆς γῆς ἐφ’ ἡμέρας πολλάς. ἤδη δὲ παυσαμένης τῆς συμφορᾶς ἐπέβη τις ἀναθαρσήσας τῶν ἐρειπίων, καὶ ἤκουσε βοώσης κάτωθεν γυναικός. ἀνορύξαντες οὑν τὴν ἄνθρωπον D ἀνεσώσαντο, καὶ παιδίον φέρουσαν ὑπομάζιον, ὃ τῷ γάλακτι ἔτρεφεν, ἀλλὰ μέντοι καὶ ἑαυτήν. ἐκ τούτου καὶ τὰ λοιπὰ ἀνεχώννυον· ἀλλ’ οὐχ εὗρον ζῶντάς τινας πλὴν παιδίου ἑνός, τῷ λιμῷ δὲ φθαρέτας πολλούς.

Ἔαρος δ’ ἐπιστάντος κατὰ τῶν Παρθῶν αὖθις ἐχώρησεν ὁ Τραιανός· καὶ τῆς τε Ἀδιαβηνῆς ἀπάσης ἐκράτησεν, ἣ μέρος ἐστὶ τῆς Ἀσσυρίας τῆς περὶ Νίνον, καὶ τῶν Γαυγαμήλων καὶ τῶν Ἀρβήλων, παρ’ οἷς Ἀλέξανδρος τὸν Δαρεῖον ἐνίκησε· καὶ μέχρι τῆς Βαβυλῶνος προῆλθεν αὐτῆς. ἐπεραιώθη δὲ καὶ τὸν Τίγριν καὶ εἰς τὴν Κτησιφῶντα εἰσῆλθεν. ἱμείρετο μέντοι καὶ τὴν Ἐρυθρὰν εἰσπλεῦσαι θάλασσαν, ἣ μοῖρα μὲν τοῦ Ὠκεανοῦ λέγεται, κέκληται δ’ οὕτως ἀπό τινος ἐν αὐτῇ δυναστεύσαντος. ἐνενόει δὲ καὶ Ἰνδούς, καὶ ἔλεγεν ὡς “εἰ νέος ἔτι ἦν, καὶ ἐπ’ αὐτοὺς ἂν ἐπεραιώθην.” ἐν ᾧ δὲ χρόνῳ ἐπὶ τὸν Ὠκεανὸν κατέπλει καὶ αὖθις ἀνήγετο, ὅσα ἑάλωσαν πρότερον ἀποστασίαν ἐνόσησαν. ὁ δὲ δείσας μὴ καὶ οἱ Πάρθοι τὸ αὐτὸ δράσωσιν, ὁμογενῆ σφίσι βασιλέα προεχειρίσατο, αὐτὸς αὐτῷ τὸ διάδημα ἐπιθέμενος. εἶτα καὶ τῶν Ἀράβων ἀφεστηκότων ὥρμησε κατ’ αὐτῶν· καὶ μηδὲν ἀνύσας ὀλίγου δεῖν ἐτρώθη ἄν· κἀκεῖθεν ἀπῆλθε νοσῶν.

70

Καὶ οἶ κατὰ Κυρήνην δὲ Ἰουδαῖοι ἀπέστησαν καὶ ἔκτεινον καὶ Ῥωμαίους καὶ Ἕλληνας, καὶ οἱ Αἰγύπτῳ καὶ οἱ ἐν Κύπρῳ οὐ χ’ ἥττους ὁμοίως διέφθειραν. [*](B) φθεῖραν. κατεστρέψατο δὲ τούτους Τραιανός, στράτευμα κατ’ αὐτῶν πεπομφώς. μέμνηται τῆς τῶν Ἰουδαίων ταύτης ἀποστασίας καὶ ὁ Εὐσέβιος ἐν τῶ τετάρτῳ λόγῳ τῆς Ἐκκλησιαστικῆς ἱστορίας. ἐκείνῳ δ’ ἦν πρὸς Μεσοποταμίαν τὸ ὅρμημα, τῇ δὲ νόσῳ καταπονούμενος ἤρξατο τοῦ πρὸς Ἰταλίαν πλοός, Πόπλιον Αἴλιον Ἀδριανὸν ἄρχειν ἐπιστήσας τῶν στρατευμάτων ἐν τῇ Συρίᾳ. ἐλθὼν δ’ εἰς Σελινοῦντα τῆς Κιλικίας, ἣ καὶ Τραιανούπολις κέκληται, τὸν βίον κατέλυσεν, ὡς μὲν ἐκεῖνος ᾠήθη, φαρμάκῳ διαφθαρείς, ὡς δέ τινες λέγουσι, δι’ ἐπίσχεσιν αἵματος [*](C) ἐτησίως αὐτῷ ἐκκρινομένου διὰ γαστρός. συνέβη δέ οἱ καὶ ἀποπληξία, ᾗ πάρεσις τοῦ σώματος ἐκ μέρους ἐπηκολούθησεν. ὕδερος δ’ ἦν ὡς ἐπίπαν αὐτῷ τοῦ θανάτου τὸ αἴτιον. ἦρξε δ’ ἔτη ἐννεακαίδεκα πρὸς μησὶν ἔξ.

Τούτου κρατοῦντος Συμεὼν ὁ τοῦ Κλοπᾶ, δεύτερος ἀρχιερεὺς γεγονὼς Ἱεροσολύμων μετὰ τὸν θεῖον Ἰάκωβον, ἐμαρτύρησεν, αἰκισθεὶς μὲν πρότερον ἐπὶ πλείσταις ἡμέραις, εἶτα σταυρὸν καταδικασθείς, ἐτῶν ὢν ἑκατόν τ’ ἑ καὶ εἴκοσι. μεθ’ ὂν τρίτος Ἱεροσολύμων ἀρχιερεὺς Ἰοῦστος ἐκ περιτομῆς καὶ αὐτὸς ἐχρημάτισε. καὶ ἄλλους δὲ τότε πολλοὺς ἐν τόποις πλείοσι μαρτυρικοῦ τέλους ἀξιωθῆναι ἱστόρησεν ὁ Εὐσέβιος· D εἶτα τὸ πλῆθος τῶν κτεινομένων μαθόντα τὸν αὐτοκράτορα, καὶ ὡς οὐδὲν ἀνόσιον πράττουσιν ἀλλ’ ἢ [*](7 τετάρτῳ λόγῳ] capite 2. 20 Κλωπᾶ Eusebius. 27 Εὐσέβιος] Hist. eccles. 3, 33.)

71
πρωίθεν ἐξεγειρόμενοι τὸν Χριστὸν ὑμνοῦσιν ἴσα θεῷ, μόνον δ’ εἰδώλοις θύειν οὐ πείθονται, θεσπίσαι μὴ ἐκζητεῖσθαι τοὺς κεκλημένους ἐκ τοῦ Χριστοῦ, ἐμπεσόντας δέ γε κολάζεσθαι· καὶ οὕτως γενέσθαι τὸν διωγμὸν μετριώτερον. τότε καὶ ὁ θεόφορος Ἰγνάτιος, δεύτερος τῆς κατὰ Κοίλην Συρίαν Ἀντιοχείας τυγχάνων ἀρχιερεύς, συλληφθεὶς εἰς Ῥώμην ἐπέμφθη δέσμιος, ἔνθα θηριομαχήσας διήνυσε τὸ μαρτύριον. καὶ μετ’ αὐτὸν τὴν ἱεραρχίαν διεδέξατο Ἥρως. τῷ τρίτῳ δ’ ἔτει τῆς αὐταρχίας Τραιανοῦ Κλήμεντος ἐκλελοιπότος, ὃς τρίτος ἦν ἐν Ῥώμῃ ἀρχιερεὺς καὶ ἔτεσιν ἐννέα τὴν ἐκκλησίαν ἴθυνε τῶν πιστῶν, τέταρτος ἀντεισήχθη Εὐάρεστος· ὃς ὄγδοον ἀρχιερατεύσας ἐνιαυτὸν μετέθετο τὴν ζωήν, ὑπ’ Ἀλεξάνδρου διαδεχθεὶς πέμπτου γεγονότος τῆς Ῥωμαίων ἀρχιερέως. καὶ ὁ τῆς Ἀλεξανδρέων κατὰ τρίτην τάξιν ἐπίσκοπος γεγονὼς Κερδῶν μεταστὰς τῶν ἐνθένδε διάδοχον ἔσχε Πρῖμον.

Ἄπαιδος δὲ Τραιανοῦ τελευτήσαντος Καίσαρά τε καὶ αὐτοκράτορα τὸν Ἀδριανὸν ἥ τε τοῦ Τραιανοῦ σύζυγος Πλωτῖνα ἐξ ἐρωτικῆς φιλίας καὶ ὁ Τατιανὸς ἐπίτροπος αὐτοῦ γεγονὼς ἀπέδειξαν, ἐν Ἀντιοχείᾳ τῆς Συρίας διάγοντα, ἐπεὶ καὶ ἦρχεν αὐτῆς, προσγενῆ [*](B) τε ὄντα τραιανοῦ καὶ συνοικοῦντα ἐκείνου ἀδελφιδῇ. ἦν δ’ οὗτος υἱὸς Ἄφρου Ἀδριανοῦ, φιλόλογος ἀνήρ, ὃς καὶ ποιήματά τινα πεζά τε καὶ ἐν ἔπεσι καταλέλοιπεν· ἀπλήστως δέ γε πρὸς φιλοτιμίαν ἔχων πάντα τε ἐπετήδευε καὶ ηὔχει μηδὲν ἀγνοεῖν. ὅθεν καὶ τῶν ἔν τισιν εὐδοκιμούντων καθεῖλε συχνοὺς καὶ οὐ μείους ἀπώλεσεν, ἵν αὐτὸς κρατεῖν ἐν πᾶσι δοκῇ. [*](Cap. 23. Dionis Historiae Romanae l. 69, c. 1 15.)

72
ἐκακίζετο μὲν οὖν διά τε ταῦτα καὶ τὸ πάνυ ἀκριβὲς καὶ τὸ περίεργον καὶ πολύτροπον, ἀνελάμβανε δὲ [*](C) ταῦτα καὶ ἐθεράπευε τό τε προνοητικὸν αὐτοῦ καὶ ἡ ἐπιμέλεια καὶ τὸ μεγαλοπρεπὲς καὶ ἡ δεξιότης, καὶ τὸ μήτ’ ἄρξαι πολέμου καὶ τοὺς ἠργμένους καταπαῦσαι, καὶ ὅτι οὐδενὸς ἀδίκως ἀφείλετο χρήματα, ἀλλὰ καὶ πολλοῖς παρέσχετο μάλιστα αὐθορμήτως καὶ μηδ’ αἰτούμενος, καὶ πόλεσι συμμαχίσι τε καὶ ὑποφόροις πάσαις ὡς εἰπεῖν ἐπεκούρησε, ταῖς μὲν ὕδωρ καταγαγών, ταῖς δὲ λιμένας οἰκοδομήσας, ταῖς δὲ σῖτον καὶ ἔργα καὶ χρήματα καὶ τιμὰς δούς. τῷ τε δήμῳ [*](D) τῶν Ῥωμαίων οὐ θωπευτικῶς, ἀλλ’ ἐμβριθῶς προσεφέρετο· καί ποτέ τι αἰτοῦντι θρασύτερον οὐκ ἔνειἔνειμεν, ἀλλ’ εἰπεῖν ἐκέλευσε τῷ κήρυκι “σιωπήσατΓ”· ὡς δ’ οὐδὲν εἰπόντος ἐκείνου, τὴν χεῖρα δὲ ἀνατείναντος, ἐσιώπησαν, οὐ μόνον κατὰ τοῦ κήρυκος οὐκ ἐξώργιστο ὡς μὴ πεποιηκότος τὸ κελευσθέν, ἀλλὰ καὶ τιμῆς τὸν ἄνδρα ἠξίωσεν ὅτι ὃ ἦν αὐτῷ βουλόμενον ἤνυσε, μὴ ἐκφήνας τὸ τραχὺ τοῦ κελεύσματος. οὐ γὰρ ἠγανάκτει, εἴ τι καὶ παρὰ γνώμην αὐτοῦ πρός τινος ἐγίνετο, τὸ δ’ ἀφώρα πρὸς τὴν αὐτοῦ λυσιτέλειαν. παριόντος δ’ αὐτοῦ ποτε γυνή τις ἐδέετο, καὶ εἰπόντος ὡς “οὐ σχολάζω”, ἀνέκραξεν ἡ γυνή “καὶ μὴ βασίλευε.” ὁ δὲ αὐτίκα τε ἐπεστράφη καὶ προσέσχε τῇ δεομένῃ. καὶ πάντα δὲ τὰ μεγάλα καὶ ἀναγκαῖα οὐκ ἰδίᾳ, ἀλλὰ μετὰ τόν βουλευτῶν ἔπραττε, καὶ μετὰ τῶν πρώτων ἐδίκαζεν ἀπὸ βήματος, ὥστε δημοσιεύεσθαι τὰ γινόμενα, καὶ τοῖς ὑπάτοις συνδικάζουσι παρεγίνετο· ἀεί τε περὶ αὐτὸν τοὺς ἀρίστους εἶχε καὶ μετὰ τῶν πρώτων καὶ τῶν ἀρίστων συνεδείπνει, καὶ ἦν αὐτῷ πλῆρες λόγων παντοδαπῶν τὸ συσσίτιον· τούς τε πάνυ νοσοῦντας τῶν φίλων ἐπε-
73
σκέπτετο καὶ συνδιῃτᾶτο τῶν συνήθων τοῖς ἑορτάζουσιν.

Ἐπεὶ δ’ ἐς τὴν Ῥώμην ἧκε, χρεοκοπίαν ἐκήρυξε τοῖς ὄφλουσι τῷ βασιλικῷ ταμείῳ καὶ τῷ δημοσίῳ τῷ τῶν Ῥωμαίων. εἶτα εἰς ἄλλην ἐξ ἄλλης φοιτῶν ἐπαρχίαν, Χίαν, καὶ τὰς χώρας ἐπεσκέπτετο καὶ τὰς πόλεις, καὶ [*](B) μετεσκεύαζεν ἕκαστον πρὸς τὸ βέλτιον. καὶ οὐ τὰ κοινὰ τῶν στρατοπέδων μόνον ἐφώρα δι’ ἑαυτοῦ καὶ ἐξήταζε, ἀλλὰ καὶ τὰ τοῦ καθ’ ἕκαστον. καὶ ὅσους πρὸς τὸ ἁβρότερον εὕρισκεν ἐκδεδιῃτημένους, πρὸς τὸ στρατιωτικώτερον μετῆγε καὶ μετερρύθμιζε, καὶ πρὸς παντοίαν μάχην τοὺς στρατιώτας ἐγύμναζε καὶ ἐδίδασκεν ἅπερ ἔδει ποιεῖν. καὶ τοὺς μὲν ἐτίμα, τοὺς δὲ ἐνουθέτει, καὶ διῃτᾶτο σκληρότερον, ἵν ὁρῴη τὸ στρατιωτικὸν αὐτόν, καὶ οὕτω διαιτᾶσθαι κἀκεῖνο ἐθίζοιτο. ἐντεῦθεν τοὺς στρατιώτας τοιούτους ἐποίησεν ὡς καὶ ἱπποτῶν ἴλην σύν γε τοῖς ὅπλοις τὸν Ἴστρον εὐμαρῶς διανήξασθαι, καὶ τοὺς βαρβάρους ταῦθ’ ὁρῶντας ἐκπλήττεσθαι, ὥστε καὶ χρᾶσθαι διαλλακτῇ τούτῳ τῷ αὐτοκράτορι ἐφ’ οἷς ἀλλήλοις ἐκπεπολέμωντο. ἐσπούδαζε δὲ καὶ περὶ θήρας, ὡς [*](C) ἐν ταύταις καί τινά οἱ μέλη κατεαγῆναι· καὶ ἐν Μυσίᾳ πόλιν ᾤκισεν Ἀδριανοῦ θήρας καλέσας αὐτήν. εἰς Αἴγυπτον δὲ ἀπιὼν καὶ τῷ τάφῳ Πομπηίου Μάγνου διεφθαρμένῳ περιτυχών, καὶ ἐνήγισε τῷ κειμένῳ καὶ τοῦτ’ εἶπε τὸ ἔπος

  • τῷ ναοῖς βρίθοντι πόση σπάνις ἔπλετο τύμβου
  • καὶ τὸ μνῆμα ἀνῳκοδόμησεν.

    Ἐν δὲ Παλαιστίνῃ πόλιν οἰκοδομήσας ἀντὶ τῆς κατασκαφείσης Ἱερουσαλὴμ Αἰλίαν Καπιτωλῖναν ὠνόμασε, καὶ ἔνθα πρῴην ὁ τοῦ θεοῦ νεὼς ἵδρυτο, τῷ Διὶ τέμενος ἀνθιδρύσατο ἕτερον. Ἰουδαῖοι δὲ μὴ [*](D)

    74
    φέροντες τῆς σφῶν παραπολαύοντας μητροπόλεως ἄλλους ὁρᾶν, Ἕλληνες γὰρ ἐν αὐτῇ κατῳκίσθησαν, μηδὲ ξενικοὺς τιμᾶσθαι θεοὺς ἐν αὐτῇ ἀνεχόμενοι, ἕως μὲν 'Αδριανὸς παρά τε τῇ Αἰγύπτῳ καὶ τῇ Συρἰᾳ διἐτριβεν, ἠρέμουν διευλαβούμενοι ἐπεὶ δ’ ἐκεῖθεν ἀπῆλθε, τά τε τῆς χώρας ἐπίκαιρα κατελάμβανον, ἵν ἔχοιεν αὐτὰ ὁρμητήρια, καὶ πολλὰ τοὺς ‘ρωμαίους ἐκάκωσαν λάθρᾳ τε καὶ ἀναφανδόν, τῶν τε ἀπανταχοῦ γῆς Ἰουδαίων συνιόντων ἐκεῖ καὶ πολλῶν ἀλλοφύλων ἔρωτι κέρδους σὺνεπικούντων αὐτοῖς. ὁ μέντοι Ἀδριανὸς τοὺς ἐπιφανεστάτους τῶν στρατηγῶν τοῖς Ἰουδαίοις ἐπήγαγεν, ὧν ἐπῆρχε Σευῆρος Ἰούλιος. ὃς κατὰ συστάδην συμβαλεῖν τοῖς ἐναντίοις οὐκ ἔκρινε σύμφορον, τὸ πλῆθος αὐτῶν καὶ τὴν ἀπόγνωσιν εὐλαβούμενος, τροφῆς δὲ σφὰς ἀπείργων καὶ κατακλείων, ἔστι δ’ οὗ καὶ ὅπῃ παρήκοι τοὺς στρατιώτας μοίραις αὐτῶν ἐπάγων, χρονιώτερον μέν, ἀκινδυνότερον δὲ τὸ ἔθνος αὐτῶν ἐξέτριψέ τε καὶ ἐξετρύχωσεν, ὡς κομιδῇ βραχίστους περιγενέσθαι. φρούρια μὲν γὰρ αὐτῶν τὰ κρείττω πεντήκοντα κατεστράφησαν, κῶμαι δὲ πέντε καὶ ὀγδοήκοντα ἐπ’ ἐνακοσίαις ὀνομαστόταται κατεσκάφησαν· ἀνδρῶν δὲ μυριάδες ὀκτὼ καὶ πεντήκοντα ἐν ταῖς καταδρομαῖς [*](B) καὶ ταῖς μάχαις ἐσφάγησαν. τὸ δὲ πλῆθος τῶν λιμῷ καὶ νόσοις καὶ πυρὶ φθαρέντων ἀνεξερεύνητον τυγχάνον οὐκ ἔγνωσται, ὥστε πάσαν σχεδὸν τὴν Ἰουδαίαν ἐρημωθῆναι. ὅ καὶ πρὸ τοῦ πολέμου αὐτοῖς συμβόλοις τισὶ τὸ θεῖον ἐνέφηνε. τό τε γὰρ μνημεῖον τοῦ Σολομῶντος ἐξ οὐδεμιᾶς δήλης αἰτίας διελύθη τε καὶ συνέπεσε, καὶ λύκοι καὶ ὕαιναι πλεῖσται εἰς τὰς πόλεις αὐτῶν εἰσέπιπτον ὠρυόμεναι. πολλοὶ μέντοι καὶ Ῥωμαῖοι τότε ἀπώλοντο, ὥστε καὶ Ἀδρια-
    75
    νὸς γράφων πρὸς τὴν βουλὴν οὐ τῷ συνήθει προοιμίῳ ἐχρήσατο. τὸ δ’ ἦν “εἰ καὶ αὐτοὶ καὶ οἶ παῖδες ὑμῶν ὑγιαίνετε, εὖ ἂν ἔχοι· καὶ ἐγὼ δὲ καὶ τὰ στρατεύματα ὑγιαίνομεν.”

    Ὁ μὲν δὴ πρὸς Ἰουδαίους πόλεμος οὕτως ἤνυστο, [*](C)

    ὁ δὲ πρὸς Ἀλβανούς, εἰσὶ δὲ Μασσαγέται κατὰ τὸν Δίωνα, ὑπὸ Φαρασμάνου κεκίνητο· καὶ τὴν μὲν Μηδίαν λίαν ἐλύπησε, τῆς δ’ Ἀρμενίας καὶ τῆς Καππαδοκίας ἥψατο μέν, τῶν δ’ Ἀλβανῶν πῆ μὲν δώροις πεισθέντων, πῇ δὲ δεισάντων ἐπαύσατο.

    Ἐλθὼν δὲ εἰς τὴν Ῥώμην Ἀδριανὸς αἰτοῦντι τῷ δήμῳ ἁρματηλάτην δοῦλον ἐλευθερίας τυχεῖν, ἀντεῖπεν ὡς “οὐ προσήκει οὔτ’ ἐμοὶ ἀλλότριον ἐλευθερῶσαι δοῦλον οὔθ’ ὑμῖν τὸν δεσπότην αὐτοῦ ποιῆσαι τοῦτο βιάζεσθαι.” νοσήσας δέ, αἵματος αὐτῷ διὰ τῆς ῥινὸς κενουμένου, καὶ ἀπογνωσθείς, Κόμοδον [*](D) Λούκιον Καίσαρα Ῥωμαίοις ἀνεῖπε. Σευηριανὸν δὲ καὶ Φοῦσκον τὸν ἔγγονον ἀγανακτοῦντας ἐπὶ τούτῳ ἐφόνευσεν· ἦν δὲ Σευηριανὸς ἐνενηκοντούτης. ὃς ἀποσφαγῆναι μέλλων πῦρ ᾔτησε καὶ θυμιῶν ἔφη “ὑμεῖς, ὦ θεοί, ἴστε ὅτι οὐδὲν ἀδικῶ· εὔχομαι δὲ τὸν Ἀδριανὸν ἐπιθυμῆσαι ἀποθανεῖν, μὴ δύνασθαι δέ.” ὅθεν καὶ χρονίως νοσήσας Ἀδριανὸς ηὔξατο πολλάκις ἀποσβῆναι, ὥστε καὶ ἑαυτὸν ἐθελῆσαι διαχειρίσασθαι. ὁ μέντοι Σευηριανὸς καὶ αὐτῷ τῷ Ἀδριανῷ ἄξιος τῆς αὐταρχίας νενόμιστο. εἰπὼν γὰρ τοῖς φίλοις ποτὲ ἵνα δέκα ἄνδρας δοκίμους εἰς αὐταρχίαν ταρχίαν ἐξονομάσωσι, μικρόν τι διαλιπὼν ἔφη ὡς “ἐννέα θέλω μαθεῖν· τὸν γὰρ ἔνα γινώσκω τὸν Σευηριανόν.”

    [*](Cap. 24. Dionis Historiae Romanae l. 69, c. 15–23. Eusebii Historiae ecclesiasticae l. 4, c. 4–8.)
    76

    Ἦσαν δὲ καὶ Τούρβων καὶ Σίμιλις τῶν ἀρίστων ἐπιφανέστατοι. καὶ ὁ μὲν Τούρβων, οἷα στρατηγικώτατος, ἔπαρχος γεγονὼς εἴτ’ οὖν ἄρχων τοῦ δορυφορικοῦ, ὡς εἰς τῶν πολλῶν διεβίω· ὃς οὔποτε ἡμέρας οἴκοι ὦπτο οὐδὲ νοσήσας, ἀλλὰ πρὸς τὸν βασιλέα διέτριβε. καί ποτε νοσοῦντι ἀτρεμήσειν αὐτῷ τοῦ αὐτοκράτορος συμβουλεύοντος, εἶπεν ὅτι τὸν ἔπαρχον ἑστῶτα δεῖ τελευτᾶν. ὁ δὲ Σίμιλις ἡλικίᾳ καὶ τάξει προήκων αὐτοῦ, καὶ ἑκατονταρχῶν ἐπὶ Τραιανοῦ, [*](B) καὶ κληθεὶς παρ’ αὐτοῦ πρὸ τῶν ἐπάρχων, ἔφη αὐτῷ εἰσελθών “αἰσχρόν ἐστι, Καῖσαρ, τῶν ἐπάρχων ἑστώτων ἔξω, ἑκατοντάρχῃ σε ὁμιλεῖν.” εἶτα καὶ τῆς τῶν δορυφόρων ἀρχῆς ἄκων ἀξιωθεὶς ἔλαβε μέν, ἐξέστη δ’ ἑκὼν καὶ ἐν ἀγρῷ διεβίω. ἔνθα καὶ τέθνηκεν, ἐνιαυτοὺς ἐκεῖ διατρίψας ἑπτά, ἐπιγράψας τῷ μνήματι ὅτι Σίμιλις ἐνταῦθα κεῖται, βιοὺς μὲν ἔτη τόσα, ζήσας δ’ ἑπτά.

    Ἀδριανὸς δὲ φθόῃ τ’ ἐλήφθη ἐκ τῆς πολλῆς τοῦ αἵματος ῥύσεως καὶ ὑδέρῳ. ὡς δὲ ὁ Καῖσαρ ὁ Λούκιος Κόμοδος αἷμα ἐμῶν ἐκ πλείονος ἐξαίφνης ἐξέλιπεν ἀθρόον πλείστου αἵματος ἐκχυθέντος, συνεκάλεσε τοὺς πρώτους τῶν βουλευτῶν καὶ εἶπεν “τὸν [*](C) Λούκιον τὸ δαιμόνιον ἀφείλετο ἡμῶν, εὗρον δὲ αὐτοκράτορα ὑμῖν εὐγενῆ, πρᾷον, εὔεικτον, φρόνιμον, μήθ’ ὑπὸ νεότητος προπετὲς μήθ’ ὑπὸ γήρως ἀμελές τι ποιήσοντα, τὸν Ἀντωνῖνον Αὐρήλιον.” καὶ ὁ μὲν οὕτως προκεχείριστο αὐτοκράτωρ· φροντίζων δὲ καὶ περὶ τῶν μετὰ ταῦτα αὐταρχησόντων Ἀδριανός, ἐπεὶ ἄρρενος ὁ Ἀντωνῖνος ἠμοίρει γονῆς, τὸν Κομόδου υἱὸν Κόμοδον αὐτῷ εἰσεποίησε, καὶ Μάρκον Ἄννινον Βῆρον, ὃς Κατίλιος ὠνόμαστο πρότερον, Ἀννίνου Βήρου τοῦ τρὶς ὑπατεύσαντος καὶ χιλιαρχήσαντος ἔγγονος ὤν.

    77

    Ὑδέρῳ δὲ περιπεσὼν ὁ Ἀδριανὸς μαγγανείαις [*](D) μέν τισι καὶ γοητείαις ἐκένου ποτὲ τὸ ὑγρόν, δι’ ὀλίγου δ’ αὖθις ἠθροίζετο ἕτερον· καὶ ὡς ἐπεδίδου πρὸς τὸ χεῖρον ἀεί, ἀποθανεῖν ἐπεθύμει, οὐκ ἠδύνατο δέ, μηδενὸς αὐτῷ διδόντος μὴ ξίφος, μὴ φάρμακον. καὶ τέλος, μὴ οἰός τε ὢν ἑαυτὸν διαχρήσασθαι, τῆς κατὰ τὴν δίαιταν ἀκριβείας μεθῆκε, καὶ μὴ προσήκουσιν ἐδωδίμοις καὶ ποτοῖς χρώμενος κατέλυσε τὴν ζωήν, ζήσας ἔτη δύο καὶ ἑξήκοντα πρὸς μησὶ πέντε καὶ ἡμέραις ἐννεακαίδεκα, μοναρχήσας δὲ ἐπὶ εἴκοσι καὶ ἴνα ἐνιαυτὸν μηνὸς ἑνὸς λείποντος.

    Ἐπὶ δὲ τῆς ἡγεμονίας αὐτοῦ Ἀλέξανδρος ἀρχιερατεύσας ἐν Ῥώμῃ δέκατον ἔτος εἰς τὴν ἀγήρω μετέβη τέβη ζωήν· ὃν διεδέξατο Ξυστὸς. καὶ Πρῖμος δὲ Ἀλεξανδρέων ἐπισκοπήσας δωδέκατον ἐνιαυτὸν καὶ μεταλλάξας τὴν βιοτήν, Ἰοῦστον ἔσχε διάδοχον. τῶν δ’ ἐν Ἱεροσολύμοις ἐπισκόπων τὸν ἀριθμὸν εἰς πεν- τεκαίδεκα περιστῆναι μέχρι τῆς κατὰ Ἀδριανὸν Ἰουδαίων ἀποστασίας, βραχυβίων, ὡς ἔοικε, γεγονότων, ὁ Εὐσέβιος ἱστορεῖ, πάντας δ’ ἐξ Ἰουδαίων πιστεύσαντας εἶναι. ὧν πρῶτος ἦν Ἰάκωβος ὁ τοῦ κυρίου λεγόμενος ἀδελφός, καὶ δεύτερος Συμεών, τρίτος Ἰοῦστος, Ζακχαῖος τέταρτος, Τωβίας πέμπτος, ἕκτος Βενιαμίν, ἕβδομος Ἰωάννης, ὄγδοος Ματθίας, ἔνατος Φίλιππος, δέκατος Σενεκᾶς, Ἰοῦστος ἄλλος ἑνδέκατος, [*](B) Λευΐς δωδέκατος, Ἐφρῆς τεσσαρεσκαιδέκατος Ἰωσήφ, καὶ Ἰούδας πεντεκαιδέκατος. Ξυστὸν δὲ μετὰ χρόνον δεκαέτη τελευτήσαντα ἕβδομος ἐν Ῥώμῃ διεδέξατο Τελεσφόρος. τῆς δὲ τῶν ὢ Ἀλεξανδρέων ἐκκλησίας τὴν προστασίαν ἕκτος Εὐμένης ἐκληρώσατο, Ἰούστου μετὰ ἑνδέκατον θανόντος ἐνιαυτόν.

    78

    Οὗτος ὁ αὐτοκράτωρ διὰ τὰς ἤδη ῥηθείσας στάσεις μετὰ τὸν πολὺν τῶν Ἰουδαίων ὄλεθρον καὶ δόγμα ἐξέθετο κωλῦον τὸ ἔθνος αὐτῶν ἐπιβαίνειν τῶν Ἰεροσολύμων καὶ τῆς χώρας αὐτῶν ἀπάσης. καὶ λοιπὸν [*](C) ἐξ ἐθνῶν τῆς πόλεως οἰκισθείσης καὶ Αἰλίας κληθείσης, ὡς ὁ Ἀδριανὸς ἐχρημάτιζε, πρῶτος ταύτης ἀρχιερεὺς μετὰ τοὺς ἐκ περιτομῆς κατέστη μάρκος. τότε καὶ Σατορνῖνος Ἀντιοχεὺς καὶ Βασιλείδης Ἀλεξανδρεὺς καὶ Καρποκράτης αἱρέσεων διαφόρων πατέρες καὶ ἀρχηγοὶ ἐγνωρίζοντο. καὶ Ἡγήσιππος ἵππος δὲ τότε τὴν τοῦ ἀποστολικοῦ κηρύγματος παράδοσιν έν πέντε λόγοις συγγράψασθαι ἀναγράφεται. καὶ Ἰουστῖνος ὁ φιλόσοφος, ὃς μετέπειτα καὶ μάρτυς ἐγένετο, τότε πρὸς θεοσέβειαν ἐξ Ἑλληνικῶν σπουδασμάτων μετέθετο. ὃς ἱστορεῖ ‘Eρἐννιον Γρανιανὸν τῆς Ἀσίας ἀνθυπατεύοντα ἐπιστεῖλαι Ἀδριανῷ, μὴ δίκαιον εἶναι ἐπ’ ἐγκλήματι μηδενὶ κολάζεσθαι τοὺς χριστιανούς· [*](D) καὶ τὸν θεσπίσαι μηδένα, εἰ μὴ ἐπ’ ἐγκλήματι ἐκ κατηγορίας ἁλῷ, κτείνεσθαι.