Epitome Historiarum

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volumes 1-4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1868-1871.

Ἔτος δὲ πέμπτον ἤδη παρεληλύθει καὶ Χαναναίων [*](C) οὐκέτι οὐδείς ὑπολέλειπτο. Ἰησοῦς δὲ ἱστᾷ τὴν σκηνὴν κατὰ πόλιν Σηλώμ, ἕως οἰκοδομεῖν αὐτοῖς ναὸν γένηται. συναγαγὼν δὲ τὸν λαὸν εἰς Σηλώμ, τὰς ἑαλωκυίας τε πόλεις ἀπηρίθμει καὶ ὅσαι τῶν ἐναντίων διεφθάρησαν στρατιαί, καὶ ὡς τριάκοντα πρὸς ἐνὶ βασιλεῖ αὐτῶν ἀπεκτάνθησαν. τὰς δὲ περιλειφθείσας ἔτι πόλεις πολυχρονίου δεῖσθαι [*](Cap. 21. Iosephi Ant. 5, 1 et 2. Iosue 12 seq. Iudicum 1.)

65
πολιορκίας δι’ ὀχυρότητα ἔλεγε, καὶ ἠξίου τοὺς ἐκ τῆς περαίας τοῦ Ἰορδάνου συνεξορμήσαντας αὐτοῖς ἀπολύειν ἤδη πρός τὰ οἰκεῖα. καὶ προσκαλεσάμενος τοὺς ἐκ τῶν δύο φυλῶν καὶ τῆς ἡμισείας, πεντακισμυρίους ὄντας, πρὸς τὰς κληρουχίας αὐτῶν ἐπέτρεπεν ἀπελθεῖν. οἶ δὲ διαβάντες τὸν Ἰορδάνην βωμὸν [*](D) ἐπὶ τῇ ὄχθῃ ἱδρύονται. ὃ θόρυβον καὶ τῷ πλήθει τῶν Ἰσραηλιτῶν ἐνεποίησε. πέμπουσιν οὖν ἐπ’ αὐτοὺς δέκα τῶν ἐντίμων καὶ Φινεές, αἰτιώμενοι περὶ τοῦ βωμοῦ. οἱ δὲ μὴ κατὰ νεωτερισμὸν ἀναστῆσαι τὸν βωμόν ἔλεγον, εἰς δὲ τεκμήριον τοῖς ἑξῆς τῆς πρὸς ὑμάς οἰκειότητος· ἕνα γὰρ θεὸν γινώσκειν τὸν σύμπασι τοῖς Ἑβραίοις κοινόν. ταῦτα εἰπόντων Φινεὲς καὶ οἱ σὺν αὐτῷ πρὸς τὸν Ἰησοῦν ὑπενόστησαν. Ἰησοῦς δὲ κληροδοτήσας τῷ πλήθει τὰς χώρας ἐν Σικίμοις διῆγεν. ὑπέργηρως δὲ γεγονὼς καὶ θνήσκειν ἤδη μέλλων παραίνεσιν ἐποιήσατο πρὸς τὸ πλῆ- θος, καὶ ἐτελεύτησε βιοὺς ἔτη ἑκατὸν δέκα, ὧν σὺν Μωυσεῖ διέτριψε τεσσαράκοντα, μετὰ δὲ τὴν ἐκείνου τελευτὴν στρατηγῶν πέντε καὶ εἴκοσι. θνήσκει δὲ καὶ ὁ ἀρχιερεὺς Ἐλεάζαρ, Φινεὲς τὴν ἀρχιερωσύνην τῶ υἱῶ λιπών.

Μετὰ δὲ ταῦτα Χαναναῖοι ἐλπίσαντες περιγενέσθαι τοῦ τῶν Ἑβραίων γένους θανόντος Ἰησοῦ, κατ’ αὐτῶν ἐπεστράτευσαν, τῷ βασιλεῖ Ἀδωνιβεζὲκ τὴν ἡγεμονίαν πιστεύσαντες. δηλοῖ δὲ τὸ ὄνομα κύριος Βεζέκ· ἀδωνὶ γὰρ ἑβραϊστὶ κύριος λέγεται. συμμίξασαι δὲ τοῖς Χαναναίοις αἱ δύο φυλαί, ἡ τοὐ Ἰούδα καὶ ἡ τοῦ Συμεών, τρέπονται αὐτοὺς καὶ τὸν Ἀδωνιβεςὲκ αἱροῦσι καὶ ἀκρωτηριάζουσιν. εἷλον δὲ καἲ [*](P) πόλεις πολλὰς καὶ τῶν Ἱεροσολύμων τὴν κάτω πόλιν, καὶ τοὺς ἐνοικοῦντας ἀπέκτειναν· τῆς δ’ ἄνω δυσχε-

66
ῥῆς ἢν ἡ πολιορκία φύσει τε τοῦ χωρίου καὶ τειχῶν ὀχυρότητι. ἑλόντες δὲ καὶ τὴν Χεβρὼν ἅπαντας διεχειρίσαντο, καὶ ἔδωκαν αὐτὴν τῷ Χάλεβ εἰς κλῆρον, καθὼς Μωυσῆς ἐνετείλατο. καὶ τοῖς τοῦ Ἰοθὸρ ἀπογόνοις ἀγχιστεῦσιν οὖσι Μωυσέως γῆν προσεκλήρωσαν, ὅτι τὴν πατρίδα καταλιπόντες συνείποντο ἐν τῇ ἐρήμῳ τῷ τῶν Ἑβραίων λαῷ. αἱ δὲ ἐξ Ἰούδα καὶ Συμεὼν φυλαὶ μεγάλως εὐδαιμονήσασαι τὰ ὅπλα κατέθεντο. τὰ Βαίθηλα δὲ πολιορκοῦσα ἡ φυλὴ τοῦ Ἐφραῒμ οὐδὲν ἤνυε. συλλαβόντες δέ τινα τῶν τῆς [*](C) πόλεως πίστεις παρέσχον αὐτῷ παραδόντι τὴν πατρίδα σώσειν καὶ αὐτὸν καὶ τοὺς συγγενεῖς. καὶ ὁ μὲν οὕτως προδοὺς σώζεται μετὰ τῶν οἰκείων, οἱ δὲ κτείναντες τοὺς οἰκοῦντας εἶχον τὴν πόλιν. Βενιαμῖται δέ, τῆς ἱεροσολύμων πόλεως λαχούσης αὐτοῖς, φόρους τοῖς κατοίκοις ἐπέθεντο, ζῆν συγχωρήσαντες παρὰ τὰς θείας διαταγάς. ὁμοίως δ’ ἐποίουν καὶ αἱ ἄλλαι φυλαί.

Ἤδη δ’ εὐθηνουμένους τοὺς ἐξ Ἰσραὴλ διέφθειρεν ἡ τρυφή, καὶ τοὺς θείους παρέβαινον νόμους καὶ πρὸς τὸ πονεῖν διέκειντο ἀηδῶς, καὶ ἡ ἀριστοκρατία [*](D) ἐξέλιπε, καὶ ἡ γερουσία οὐκ ἀπεδείκνυτο. ὅθεν στάσις αὐτοὺς καταλαμβάνει δεινὴ ἐξ αἰτίας τοιαύτης. ἀνὴρ Λευίτης τὴν σύζυγον ἐπαγόμενος ἐκ Βηθλεὲμ οὖσαν οἴκαδε ἀπῄει. ἤδη δ᾿ ὀψίας οὔσης ἐπιξενοῦται παρὰ πρεσβύτῃ τινὶ ἐν Γαβαὼ πόλει φυλῆς τῆς Βενιαμίτιδος. νεανίαι δὲ Γαβαωνῖταί τινες τὸ γύνοιον θεασάμενοι ἧκον ἀπαιτοῦντες αὐτό· τοῦ δὲ πρεσβύτου μὴ διδόντος ἀποκτείνειν ἠπείλουν. ὁ δὲ τῆς ἑαυτοῦ θυγατρὸς παρεχώρει αὐτοῖς, ἵνα μή τι [*](Cap. 22. Iosephi Ant. 5, 2–4. Iudicum 19—21 et 3.)

67
βίαιον ὑποσταῖεν οἱ ἐπιξενωθέντες αὐτῷ. ἁρπάσαντες δ’ ἐκεῖνοι τὸ γύναιον ἀπηλλάγησαν, καὶ δι’ ὅλης τῆς νυκτὸς ἐμφορηθέντες αὐτῆς ἀφῆκαν ἀρχομένης ἡμέρας. ἡ δὲ τῇ τε νυκτερινῇ ταλαιπωρίᾳ καὶ τῇ πρὸς τὸν ἄνδρα αἰσχύνῃ καὶ τῇ λύπῃ καταβληθεῖσα διαπεφώνηκε. καὶ ὁ ταύτης ἀνὴρ εἰς μέρη δώδεκα διελὼν τὴν θανοῦσαν διέπεμψε μέρος εἰς ἑκάστην φυλήν, τό τε πάθος διδάσκων αὐτοὺς καὶ τοὺς αἰτίους τῆς συμφορᾶς. πέμπουσιν οὑν πρὸς τὴν Γαβαὼ τοὺς παρανομήσαντας ἐξαιτούμενοι· οἱ δὲ οὐκ ἐξέδωκαν. αἱ φυλαὶ δ’ ἐπεστράτευον ἐπ’ αὐτούς, καὶ δὶς συμβαλόντες ἡττῶνται οἱ Ἰσραηλῖται. εἶτα διὰ Φινεὲς τοῦ ἀρχιερέως δέονται του θεοῦ, καὶ οὕτω συμβαλόντες τοῖς Βενιαμίταις ἐκράτησαν ὡς πάντας πλὴν ἑξακοσίων πεσεῖν, οἷ πρὸς τὰ πλησίον ὄρη κατέφυγον. [*](P) οἱ δὲ Ἰσραηλῖται ἐνέπρησάν τε τὴν Γαβαὼ καὶ τὰς γυναῖκας καὶ τοὺς παῖδας διεχειρίσαντο, καὶ ἐπὶ ταῖς ἄλλαις δὲ πόλεσιν αὐτῶν δρῶσι τὰ ὅμοια. καὶ Ἰαβεὶς δὲ Γαλααδίτιδος πόλεως, ὅτι μὴ συνεμάχησεν αὐτοῖς, φονεύουσι τοὺς κατοίκους σὺν γυναιξὶ καὶ παισὶ πλὴν τετρακοσίων παρθένων, ἃς τοῖς περισωθεῖσι τῶν Βενιαμιτῶν παρέσχον, ἵνα συνεύνους σχοῖεν αὐτάς, τῆς συμφορᾶς αὐτοὺς κατοικτείραντες. ἐσκόπουν δ’ ὅπως καὶ οἶ λοιποὶ διακόσιοι γυναικῶν εὐπορήσωσιν ὅρκους γὰρ ἔθεντο πρῴην διὰ τὸ τόλμημα μηδένα δώσειν θυγατέρα [*](C) πρὸς γάμον Βενιαμίτῃ. καὶ σκοποῦσιν ἔδοξεν αὐτοὺς μὲν μὴ διδόναι διὰ τὸν ὅρκον, τοῖς δὲ Βενιαμίταις ἐξεῖναι παρθένους ἁρπάζουσι συνοικίζειν ἱν ἑαυτοῖς, αὐτῶν μήτε κωλυόντων μήτε προτρεπομένων. καὶ τοῖς μὲν οὕτως ἔδοξε περὶ τούτων, οἱ δὲ Βενιαμῖται εἰς ἔργον τὰ δόξαντα ἤγαγον.

68

Ἤδη δὲ πρὸ μακροῦ τῶν Ἰσραηλιτῶν παυσαμένων τοῦ μάχεσθαι, κατεφρόνησαν οἶ Χαναναῖοι αὐτῶν, καὶ πόλεις ἀφείλοντο ἐξ αὐτῶν. οἱ δὲ τῆς τοῦ Δὰν φυλῆς εἰς τὸ ὄρος κατέφυγον κἀκεῖθεν εἰς τὴν μεσόγειον μετῳκήκασι. τοὺς δ’ Ἰσραηλίτας μεταλα- [*](D) βόντας τῶν παρὰ τοῖς Χαναναίοις ἐθῶν καὶ τῆς σφετέρας πολιτείας καταφρονήσαντας δι’ ὀργῆς τὸ θεῖον πεποίητο. στρατεύει τοίνυν ἐπ’ αὐτοὺς ὁ τῶν Ἀσσυρίων βασιλεὺς Χουσαρσαθαῒμ καὶ φόρους βαρεῖς ἐπιτάσσει αὐτοῖς, οἶς ἐπὶ ὀκτὼ ἐνιαυτοῖς ἐπιέζοντο. εἶτα δραστήριός τις ἀνὴρ ἐκ τῆς Ἰούδα φυλῆς, Γοθονιὴλ κεκλημένος, βραχεῖς τινας προσεταιρισάμενος, κατὰ θεῖον χρησμὸν τὴν παρ’ αὐτοῖς τῶν Ἀσσυρίων διαφθείρει φρουράν. συνηγμένων δὲ μετὰ ταῦτα πλειόνων, μάχῃ τοὺς Ἀσσυρίους νικήσας ἀπώσατο, καὶ ἄρχειν ᾑρέθη διὰ τοῦτο τοῦ πλήθους κρίνειν τε τὸν λαόν. ὃς ἐπὶ πεντήκοντα ἔτη τὴν ἀρχὴν ἀνύσας μετήλλαξε τὴν ζωήν. ἄναρχοι δὲ ὄντες οἱ Ἰσραηλῖται καὶ τοῦ θείου καταφρονοῦντες παρὰ τοῦ τῶν Μωαβιτῶν βασιλέως Αἰγλὼμ αὐτοὺς ὑποτάξαντος ἐτησίας εἰσφορὰς ἐπετάχθησαν. ὃς ἐν Ἱεριχοῦντι βασίλεια δομησάμενος ἐπὶ ἐνιαυτοὺς ὀκτωκαίδεκα πολυειδῶς ἐκάκου αὐτούς. νεανίας δέ τις Βενιαμίτης Ἀὼθ τοὔνομα, Ἰώσηπος δὲ Ἰούδαν τοῦτον λέγει καλεῖσθαι, τολμητίας καὶ ῥωμαλέος, συνήθης γίνεται τῷ Αἰγλώμ, καὶ συνεχῶς παρ’ αὐτὸν ἐφοίτα θωπεύων τὸν ἄνδρα καὶ ὑπερχόμενος. οὗτος σὺν δυσὶν οἰκέταις ποτὲ δῶρα κομίζων τῷ Αἰγλὼμ ξιφίδιον ἔφερεν ἀφανῶς. καὶ τῆς ἡμέρας ἤδη μεσούσης καὶ τῶν φυλάκων πρὸς ἑαυτοὺς ἀπεληλυθότων μεμονωμένον εὑ- [*](P) ρὼν αὐτόν, εἴσεισιν ὡς συνήθης, καὶ μόνον ἀπολαβών, ὡς δή τι μυστικώτερον προσομιλήσων αὐτῷ,

69
πλήττει καιρίως τῷ ξιφιδίῳ καὶ ἀναιρεῖ. ἀπελθὼν δὲ πρὸς τοὺς Ἱεριχουντίους πείθει τῆς ἐλευθερίας ἀντιποιεῖσθαι. καὶ οἱ μὲν ὡπλίζοντο, οἶ δὲ περὶ τὸν Αἰγλὼμ νεκρὸν αὐτὸν εὑρόντες εἰς φυγὴν τρέπονται καὶ διωκόμενοι διαφθείρονται. καὶ οὕτως Ἑβραῖοι τῆς τῶν Μωαβιτῶν δουλείας ἐλευθεροῦνται, τό δὲ Ἀὼθ ἡ τοῦ πλήθους ἀρχὴ ἐγκεχείριστο. ὃς ἐπ’ ἔτεσιν ὀγδοήκοντα τοῦ λαοῦ ἡγησάμενος τὸν βίον κατέλυσε. μετὰ δὲ τοῦτον Μεγὰρ ὁ υἷός Δινὰχ ἄρξας ἐν τῷ πρώτῳ τῆς ἀρχῆς ἐνιαυτῷ τετελεύτηκε, πατάξας τῶν ἀλλοφύλων πολλούς.

Τοῦ δὲ λαοῦ τῶν Ἑβραίων τοὺς θείους παραβαίνοντος [*](C) νόμους ὠργίζετο ὁ θεός. καὶ Σισάρας ὁ τοῦ Ἰαβὶν βασιλέως τῆς Χαναὰν ἀρχιστράτηγος ἐπελθῶν αὐτοῖς ἐκάκωσέ τε σφόδρα καὶ φόροις ὑπέβαλε· καὶ εἶχον οὕτως ἐπὶ ἐνιαυτοὺς εἵκοσι. Δεβώρα δέ τις προφῆτις, δηλοῖ δὲ τὸ ὄνομα μέλισσαν, ἱκέτευσεν ὑπὲρ τοῦ λαοῦ τὸν θεόν. καὶ ὁ θεὸς ἐπένευσε, καὶ στρατηγὸν αἱρεῖσθαι κελεύει Βαράκ· ἀστραπὴν δὲ τοῦτο σημαίνει κατὰ τὴν Ἑβραίων διάλεκτον. ἦν δ’ ἐκ τῆς Νεφθαλίδος φυλῆς ὁ ἀνήρ. καὶ ἡ Δεβώρα τὸν Βαρὰκ προετρέπετο κατὰ τῶν πολεμίων ἰέναι μετὰ ὑέων μυρίων, τοῦτο κελεύοντος τοῦ θεοῦ. ὁ δὲ κἀκείνην ἀπῄτει συστρατηγεῖν. πείθεται ἡ γυνή, καὶ μάχης σὺν τοῖς μυρίοις συρραγείσης αὐτοῖς πρὸς τὸν Σισάραν ὄμβρος καταχεῖται πολὺς καὶ χάλαζα καταρρήγνυται, [*](D) ταῦτα δὲ κατὰ πρόσωπον τῶν πολεμίων ὑπὸ τοῦ ἀνέμου ἠλαύνετο, καὶ ταῖς ὄψεσιν ἐπεσκότουν αὐτῶν, κἀντεῦθεν ἐνέκλιναν εἰς φυγήν. φεύγων δὲ καὶ Σισάρας πρός τινα γυναῖκα κατέφυγε, [*](Cap. 23. Iosephi Ant. 5, 5—7. Iudicum 4—12.)

70
κατακρύψαι αὐτὸν ἀξιῶν· Ἰαὴλ ὠνόμαστο ἡ γυνή. ἡ δε δέχεται αὐτὸν καὶ δίδωσι γάλα πιεῖν, καὶ ὃς πιὼν ὕπνωσεν. κοιμωμένῳ δ᾿ αὐτῷ ἐπέθετο Ἰαήλ, καὶ ἧλον διὰ τοῦ κροτάφου ἐκείνου ἐλάσασα τῷ ἐδάφει προσεπαττάλευσε, καὶ τοῖς περὶ τὸν Βαρὰκ νεχρὸν τὸν πολέμιον δείκνυσι. στρατεύσας δὲ καὶ ἐπὶ Ἰαβεὶν βασιλέα Χαναὰν ὁ Βαράκ αὐτόν τε ἔκτεινε καὶ τὴν πόλιν κατέσκαψε. καὶ στρατηγήσας ἐπὶ ἔτη τριάκοντα τελευτᾷ, καὶ Δεβώρας κατὰ τὸν αὐτὸν θανούσης καιρόν. εἶτα Μαδιανῖται σὺν τοῖς Ἀμαληκίταις καὶ Ἄραψι μάχῃ τοὺς Ἰσραηλίτας ἐτρέψαντο. καὶ ἐπὶ ἔτη ἑπτὰ ἐπιτιθεμένων αὐτοῖς λιμὸς ἦν καὶ σπάνις τῶν ἀναγκαίων, καὶ ἐδέοντο τοῦ θεοῦ. Γεδεῶν δὲ φυλῆς ὢν Μανασσῆ δράγματα σταχύων εἰς τὴν ληνὸν ἔκοπτε κρύφα, καὶ ὁρᾷ τινα ἐν εἴδει νεανίσκου παρεστῶτα αὐτῷ καὶ καλοῦντα αὐτὸν φίλον τῷ θεῷ καὶ εὐδαίμονα. ὁ δ᾿ εἰρωνευόμενος τεκμήριον ἔλεγεν εἶναι αὐτοῦ τῆς εὐδαιμονίας τὸ κεχρῆσθαι τῷ ληνῷ ἀντὶ ἅλωνος. καὶ ὁ νεανίας θαρρεῖν καὶ σπεύδειν αὐτῷ παρεκελεύετο ὑπὲρ ἐλευθερίας τῶν φυλε- [*](P) τῶν. Γεδεὼν δὲ ἱκέτευσε τὸν φαινόμενον μὴ μεταναστῆναι ἐκεῖθεν, καὶ εἰσελθὼν ἐκόμισε θυσίαν. καὶ ὁ ἄγγελος θεῖναι αὐτὴν παρὰ τὴν πέτραν ἐκέλευσε· καὶ τῇ ῥάβδῳ ψαύσας τῆς πέτρας πῦρ ἀνῆψεν αὐτόματον καὶ τὴν θυσίαν κατέκαυσεν. εἶτα ᾔτησε Γεδεὼν τὸν θεὸν ἐπὶ τὸν πόκον γενέσθαι δρόσον, καὶ ἐγένετο· καὶ αὖθις δρόσον ᾔτησεν ἐπὶ πᾶσαν τὴν γῆν γενέσθαι· ἐπὶ τὸν πόκον δὲ ξηρασίαν, καὶ γέγονεν οὕτως. πείθεται οὖν ὁ Γεδεὼν καὶ σὺν μυρίοις κατὰ τῶν ἐναντίων ὡπλίζετο. εἶτα ἐντολῇ τοῦ θεοῦ ἄγει πάντας κατὰ μεσημβρίαν ἐπὶ τὸν ποταμόν, καὶ τοὺς μὲν [*](C) λάψαντας ἐν τῷ πίνειν καὶ μετὰ σπουδῆς ὡς περι-
71
φόβους πιόντας, τριακόσιοι δὲ ἦσαν οὗτοι, ἔχων μεθ’ ἑαυτοῦ ἀπῄει πρὸς τὸν πόλεμον, τοὺς δὲ λοιποὺς καταλέλοιπεν. νυκτὸς δὲ ἔνα τῶν στρατιωτῶν προσλαβόμενος ἀπῆλθεν εἰς τὸ τῶν ἐναντίων στρατόπεδον. καὶ ἀκούει ἑνός τινος τῶν πολεμίων τῷ συσκηνοῦντι διηγουμένου ὡς ἔδοξεν ὁρᾶν καθ’ ὕπνους μᾶζαν κριθίνην διὰ τοῦ στρατοπέδου κυλιομένην, ἥ τὴν τοῦ βασιλέως σκηνὴν κατέβαλε καὶ τὰς τοῦ στρατεύματος· ὁ δὲ τοῦ στρατοῦ δηλοῦν ὄλεθρον τὸ ἐνύπνιον ἔκρινεν, ἀπεικάζων μάζῃ κριθίνῃ τὸν Γεδεὼν καὶ τοὺς σὺν αὐτῷ διὰ τὴν ὀλιγότητα καὶ τὸ ἀσθενές. τούτων [*](D) ἀκούσας ὁ Γεδεὼν ἀνεθάρσησε, καὶ ὑποστρέψας ἐν τοῖς ὅπλοις εἶναι τοῖς ἑαυτοῦ ἐνετείλατο, καὶ εἰς τρεῖς ἑκατοστύας τὴν στρατιὰν διελὼν ἀμφορέα κενὸν κομίζειν ἕκαστον καὶ λαμπάδα ἡμμένην καὶ κριοῦ κέρας ἐκέλευσε, κατὰ τετάρτην τε φυλακὴν τῆς νυκτὸς ἐξῆγεν αὐτοὺς κατὰ τῶν ἐναντίων. καὶ ἤδη πλησίον ὄντες αὐτῶν ἐσάλπισαν μὲν τοῖς κέρασι, τοὺς δ’ ἀμφορέας κατέαξαν, καὶ μετὰ τῶν λαμπάδων ὥρμησαν ἀλαλάξαντες. ταῦτα δὲ τοῖς πολεμίοις πτοίαν ἐνέβαλον, καὶ οἱ μὲν ὑπὸ τῶν ἐναντίων ἐκτείνοντο, οἱ δέ γε πλείους ὑπ’ ἀλλήλων οὔσης νυκτὸς διεφθάρησαν, καὶ σχεδὸν ἄπαντες ὤλοντο, καὶ δύο τῶν βασιλέων αὐτῶν Ὠρήβ τε καὶ Ζήβ. οἱ δὲ περιλειφθέντες τῶν ἡγεμόνων καὶ τοῦ στρατεύματος φεύγοντες καταλαμβάνονται παρὰ Γεδεὼν καὶ τῶν μετ’ αὐτοῦ, καὶ πεπτώκασιν ἅπαντες. ἔσχηκε δὲ τὴν ἀρχὴν ὁ Γεδεὼν ἐν τεσσαράκοντα ἔτεσι, καὶ ἐτελεύτησε γηραιός, καταλιπὼν ἐκ διαφόρων γυναικῶν γνησίους υἱοὺς ἑβδομήκοντα, ἔνα δ’ ἐκ παλλακῆς Ἀβιμέλεχ καλούμενον. ὃς τοὺς ἀδελφοὺς κτείνας ἅπαντας ἄνευ ἑνὸς Ἰωαθάνου φυγόντος τετυράννηκεν. ὁ δὲ λαὸς
72
ἐπαναστάντες κατὰ τοῦ Ἀβιμέλεχ ἐξελαύνουσιν αὐτὸν τῆς πόλεως τόν Σικίμων. ὁ δὲ συνεργούμενος ὑφ’ ἑνὸς τῶν Σικιμιτῶν δόλῳ τὴν πόλιν αἱρεῖ καὶ [*](P) τοὺς Σικιμίτας ἡβηδὸν ἀναιρεῖ, τὴν πόλιν δὲ κατασκάπτει. ἤλαυνε δ’ ἐπὶ Θήβας, ἑτέραν πόλιν, καὶ εἷλεν αὐτὴν ἐξ ἐπιδρομῆς. τὸ δὲ πλῆθος εἰς ἔνα πύργον μέγαν συνέδραμον, ὄντα ἐν μέσῳ τῆς πόλεως. πλησιάσαντα δὲ ταῖς πύλαις τούτου τὸν Ἀβιμέλεχ θραύσματι μύλης γύναιον ἄνωθεν κατὰ τῆς κεφαλῆς ἔβαλε καὶ ἀπέκτεινε. τὴν δὲ τῶν Ἑβραίων ἡγεμονίαν Ἰαεὶρ ἐμπεπίστευτο ἐκ τῆς Μανασσῆ τυγχάνων φυλῆς· δύο δὲ καὶ εἴκοσιν οὕτος ἐνιαυτοὺς ἰθύνας τὴν ἀρχὴν ἐτελεύτησεν. Ἀμμανῖται δὲ σὺν Παλαιστηνοῖς εἰσέπειτα τὴν χώραν διήρπαζον. ληιζομένων δὲ τὴν Γαλαδηνὴν τῶν Ἀμμανιτῶν, ἡγεμόνα τὸν Ἰεφθάε οἱ ἐπιχώριοι εἴλοντο. ὃς συμμίξαι μέλλων τοῖς [*](C) κολεμίοις εὐχὴν ἐποιήσατο, εἰ νικήσει, πᾶν ὃ πρῶτον αὐτῷ συναντήσει ἐπανιόντι τοῦτο ἱερουργήσειν. καὶ συμβαλὼν νικᾷ· ἀναστρέφοντι δ’ ὑπήντησεν αὐτῷ τὸ θυγάτριον, μονογενὲς ὄν αὐτῷ καὶ ἔτι παρθενευόμενον. ὁ δ’ ἀνῴμωξεν, ἕνα δὲ μὴ ψεύσηται τὴν ὑπόσχεσιν, ἔθυσε τὴν παῖδα καὶ ὡλοκαύτωσε. τῶν δὲ τῆς Ἐφραῒμ φυλῆς ὀργιζομένων αὐτῷ ὅτι μὴ συμπαρέλαβεν αὐτοὺς ἐπὶ τὸν κατὰ τῶν Ἀμμανιτῶν πόλεμον, ἐπεὶ μὴ ἔπειθεν αὐτοὺς παραιτούμενος, πολλοὺς ἀνεῖλε μαχεσαμένους αὐτῷ. ἕξ δὲ τὴν ἡγεμονίαν ἀνύσας ἐνιαυτοὺς κατέλυσε τὴν ζωήν. παραλαμβάνει δὲ τὴν ἀρχὴν Ἀμεσὰ ἐκ τῆς Ἰούδα τυγχάνων φυλῆς, καὶ ἐπὶ χρόνον ἑπταετῆ κρίνας τὸν Ἰσραὴλ τετελεύτηκε. καὶ μετ’ ἐκεῖνον Λαβδὼν τῆς Ἐφραῒμ προελ- [*](D) θῶν φυλῆς ἡγεμὼν ἀπεδείχθη, καὶ τέθνηκε γηραιός ἄρξας ἔτη ὀκτώ.

73

Εἶτα Παλαιστηνοὶ κρατοῦσι τῶν Ἰσραηλιτῶν καὶ ὑποφόρους ἔσχον αὐτοὺς ἐπὶ ἐνιαυτοὺς τεσσαράκοντα. τότε δὲ γεννηθεὶς ὁ Σαμψών, ἰσχύος δὲ ἡ κλῆσις σημαντική, τοῖς Παλαιστηνοῖς ἐπετίθετο· ἡ δ’ εἰς τὸν βίον αὐτοῦ πρόοδος τοιαύτη ἐγένετο. Μανωὲ τῆς φυλῆς ὑπάρχων τοῦ Δὰν συνῴκει γυναίῳ στειρεύοντι καὶ ᾔτει τὸν θεὸν παῖδα δοθῆναι αὐτοῖς. ὤφθη γοῦν ποτε μόνῃ οὔσῃ τῇ γυναικὶ νεανίας μέγας τε καὶ καλός, τόκον παιδὸς αὐτὴ εὐαγγελιζόμενος, καὶ μὴ πιεῖν οἶνον ἢ μέθυσμα αὐτῇ ἐνετείλατο, μηδὲ τὴν κόμην ἀποθρίξαι τὴν τοῦ παιδός· Ναζιραῖον γὰρ ἔλεγεν εἶναι τῷ κυρίῳ τὸν παῖδα, ἄγιον δηλαδή, καὶ τὸν Ἰσραὴλ σωθήσεσθαι δι’ αὐτοῦ ἐκ τῆς τῶν ἀλλοφύλων χειρός. ἡ δὲ τῷ ἀνδρὶ κατήγγειλε ταῦτα. καὶ ὃς ὀφθῆναι καὶ αὐτῷ τὸν φανέντα τῇ γυναικὶ ἐδέετο τοῦ θεοῦ. αὖθις οὖν ἦλθε πρὸς τὴν γυναῖκα ὁ ἄγγελος· ἀπῆν δὲ αὖθις ὁ Μανωέ· καὶ ἡ γυνὴ προσμεῖναι παρεκάλει αὐτὸν τὴν τοῦ ἀνδρὸς παρουσίαν. ἐλθὼν δὲ Μανωὲ ἠρώτα τὸν ἄγγελον τί ἂν τοῦ παιδὸς γεννηθέντος ποιήσειαν. ὁ δέ “οἶνον” ἔφη “οὐ πίεται οὐδὲ μέθυσμα, καὶ ἀκάθαρτόν τι οὐ φάγεται καὶ τὴν κόμην οὐ ξυρηθήσεται. καὶ ὁ Μανωὲ τὸ ὄνομα τοῦ ὁμιλοῦντος αὐτῷ ἐζήτει μαθεῖν, ὁ δὲ θαυμαστὸν εἶναι τοῦτο εἰπὼν ἀπεσιώπησεν. ὁ δὲ Μανωὲ [*](P) ἔριφον ἐνεγκὼν ἔθυσε καὶ ἄρτους προσήνεγκεν. ὁ δὲ θεῖναι τὰ κρέα καὶ τοὺς ἄρτους ἐπὶ τὴν πέτραν προσέταξεν, τεθέντων δὲ τῇ ῥάβδῳ αὐτοῦ ἅπτεται τούτων, καὶ πῦρ ἐξαφθὲν ἐκεῖθεν κατέκαυσεν αὐτά, καὶ εἰς οὐρανὸν διὰ τῆς φλογὸς ἀνῄει ὁ ἄγγελος, ὁρώντων τοῦ Μανωὲ καὶ τῆς αὐτοῦ γυναικός. τέκτε- [*](Cap. 24. Iosephi Ant. 5, 8. Iudicum 13—16.)

74
ται οὖν αὐτοῖς μετὰ ταῦτα ὁ παῖς καὶ Σαμψὼν ὀνομάζεται, ἡδρύνετό τε καὶ πνεῦμα κυρίου συνεπορεύετο αὐτῷ. ἰδὼν δ᾿ ἐν Θαμνᾷ πόλει τῶν Παλαιστηνῶν κόρην τῶν ἀλλοφύλων, ἐρᾷ τῆς παιδός. παραιτουμένων δὲ τῶν γονέων αὐτοῦ τὸν γάμον τῆς ἀλλοφύλου, ἐκνικᾷ γῆμαι αὐτήν. συχνάζων δὲ πρὸς [*](C) τοὺς τῆς κόρης γονεῖς συναντᾷ λέοντι, καὶ μή τι φέρων εἰς ἄμυναν ταῖς χερσὶ τὸ θηρίον συνέτριψε, καὶ ἐκκλίνας τῆς ὁδοῦ ἔρριψε πρὸς τὸ ὑλῶδες αὐτό. καὶ μεθ᾿ ἡμέρας αὖθις πρὸς τὴν μνηστὴν πορευόμενος σμῆνος μελισσῶν ἐν τῷ στόματι συνηγμένον τοῦ λέοντος εὕρηκε. καὶ λαβὼν ἐκεῖθεν μέλιτος κηρίον ἔφαγε καὶ τῷ πατρὶ καὶ τῇ μητρὶ ἀπεκόμιμισεν. ἀπελθὼν δ᾿ εἰς τοὺς ἀλλοφύλους πρόβλημα τοῖς αὐτῷ συνεστιωμένοις ἐν τοῖς γάμοις τριάκοντα νεανίσκοις προτίθησι· καὶ εἰ εὕροιεν ἐφ᾿ ἡμέρας ἑπτὰ τὴν λύσιν, δοῦναι συνέθετο σινδόνα καὶ στολὴν ἑκάστῳ αὐτῶν, εἰ δὲ μὴ λῦσαι δυνηθεῖεν τὸ πρόβλημα, αὐτῷ δοθῆναι παρ᾿ ἑκάστου στολὴν καὶ ὀθόνην ἀπῄτησε. [*](D) συνθεμένων δὲ καὶ τῶν νεανίσκων προεβάλετο τὸ ἐρώτημα εἰπών “ἐξ ἔσθοντος ἐξῆλθε βρῶσις, καὶ ἀπὸ ἰσχυροῦ γλυκύ.” οἱ δὲ μὴ δυνάμενοι νοῆσαι τὸ πρόβλημα, τὴν κόρην ἱκέτευσαν μαθεῖν παρὰ τοῦ ἀνδρὸς καὶ ἀπαγγεῖλαι αὐτοῖς. ὁ Σαμψὼν δέ, παρακαλούσης αὐτὸν τῆς κόρης εἰπεῖν αὐτῇ τὸ τοῦ προβλήματος νόημα, τὸ μὲν πρῶτον ἀντεῖχε, δακρυούσης δ᾿ ἐκείνης ἐξεῖπε τὸ πᾶν· ἡ δὲ τοῖς νεανίσκοις ἀπήγγειλε. καὶ κατὰ τὴν ἑβδόμην ἡμέραν εἶπον ἐκεῖνοι τῷ Σαμψών “τί γλυκύτερον μέλιτος ἢ τί λέοντος ἰσχυρότερον;” ὠργίσθη οὖν ὁ Σαμψών, καὶ τοῖς μὲν νεανίσκοις ἔδωκεν ἃ ὑπέσχετο, τὸν δὲ γάμον ἀπείπατο. καὶ ἔδωκεν ἑτέρῳ τὸ γύναιον ὁ πατήρ. πα-
75
ροξυνθεὶς δὲ ὁ Σαμψὼν διὰ τοῦτο, καὶ συλλαβὼν τριακοσίας ἀλώπεκας, λαμπάδας ἡμμένας ταῖς οὐραῖς ἐκείνων προσέδησε καὶ ταῖς τῶν Παλαιστηνῶν ἐπαφῆκεν ἀρούραις θέρους ἐνισταμένου, καὶ οὕτω τὰ σφῶν κατέκαυσε λήια καὶ τὰς ἀμπέλους. Παλαιστηνοὶ δ’ ἀντὶ τούτων τὴν γενομένην αὐτοῦ γυναῖκα καὶ τοὺς αὐτῇ προσήκοντας ἐνέπρησαν καὶ κατέκαυσαν. Σαμψὼν δὲ πολλοὺς ἀποκτείνας τόν ἀλλοφύλων ἐν πέτρᾳ ἐκάθισεν, οἱ δὲ κατὰ τῶν Ἰσραηλιτῶν ἐξεστράτευσαν λέγοντες “εἰ βούλεσθε ἀναίτιοι εἶναι, δότε ἡμῖν τὸν Σαμψὼν ὑποχείριον. καὶ ἀπῆλθον ἐπὶ τὴν πέτραν ὁπλῖται τρισχίλιοι. καταβὰς δὲ Σαμψὼν [*](B) ἑκὼν τοῖς φυλέταις παρέδωκεν ἑαυτόν, δεδεμένον παρέδωκαν τοῖς Παλαιστηνοῖς. ὁ δὲ διαρρήξας τὰ δεσμὰ καὶ ὄνου σιαγόνα ἐκεῖ που ἐρριμμένην ἁρπάσας χιλίους τῶν ἀλλοφύλων ἀπέκτεινεν ἐν αὐτῇ, τοὺς δ’ ἄλλους ἐτρέψατο. ὅθεν Σιαγὼν ἐξ ἐκείνου ὁ τόπος ἐκλήθη. εἶτα ἐδίψησεν ὡς ἐκλείπειν ἀπὸ τῆς δίψης, καὶ ἔκλαυσε δεόμενος τοῦ θεοῦ. ὁ δὲ θεὸς πηγὴν ὕδατος ἀνῆκεν ἀπὸ τοῦ ῥήγματος ὃ τὴν σιαγόνα ῥίψας κατὰ γῆς πεποίηκεν ὁ Σαμψών. καὶ ἀπῆλθεν εἰς Γάζαν. ἐνήδρευσαν δὲ αὐτῷ οἱ Γαζαῖοι, καὶ ἔνα μὴ λάθῃ αὐτοὺς ἐξιών, τὰς πύλας τῆς πόλεως ἔκλεισαν. ὁ δὲ περὶ μέσας νύκτας ἀναστὰς τάς τε πύλας καὶ τὰς φλιὰς αὐτῶν καὶ τὰς παραστάδας ἐπωμισάμενος εἰς τὴν τοῦ ὄρους ἀνήνεγκε κορυφήν [*](C) κἀκεῖσε κατέθετο. ἐρασθεὶς δ’ ἑταίρας Παλαιστηνῆς Δαλιδᾶς καλουμένης συνῆν αὐτῇ καὶ οἱ προύχοντες τῶν ἀλλοφύλων πολλὰ τῇ γυναικὶ ἐπηγγείλαντο, εἰ μάθοι παρὰ τοῦ Σαμψὼν τί τὸ αἴτιον αὐτῷ τῆς δυνάμεως καὶ ἀπαγγείλαι αὐτοῖς. ἡ δὲ ποικίλως μετῄει τὸν ἄνδρα ζητοῦσα γνῶναι ὅθεν αὐτῷ ἡ τοσαύτη
76
ἰσχύς, ἐκεῖνος δὲ ἄλλοτε ἄλλας πλαττόμενος αἰτίας τῇ γυναικὶ ἔλεγε. καὶ ἡ γυνὴ πειρωμένη τόν λόγων ἀπάτας αὐτοὺς εὕρισκεν. ἐγκειμένης δὲ καὶ δεομένης θερμότερον, τὸ κρύφιον αὐτῇ ἀνεκάλυψε, κατ’ ἐντολὴν εἰπὼν τοῦ θεοῦ τὴν κόμην τρέφειν, ἐντειλαμένου μὴ κείρειν αὐτήν, καὶ ἐν ταύτῃ προσεῖναι αὐτῷ τὴν ἰσχύν. κείρει τὴν κόμην κοιμωμένου αὐ- [*](D) τοῦ ἡ γυνὴ καὶ παραδίδωσι τοῖς ἐναντίοις αὐτὸν ἀσθενῆ. ἐκκόπτουσιν ἐκεῖνοι τὰ ὄμματα τοῦ ἀνδρός, καὶ ὁ πρὶν φοβερὸς εἶς παίγνιον κατέστη αὐτοῖς. προἰόντος δὲ τοῦ καιροῦ ηὔξετο αὖθις ἡ κόμη αὐτῷ καὶ ἡ ἰσχὺς ἐπανήρχετο. πότου δὲ τοῖς Παλαιστηνοῖς ὄντος, καὶ τῶν ἀρχόντων καὶ μεγιστάνων εὐωχουμένων ὁμοῦ ἐν οἴκῳ κίοσιν ἀνεχομένῳ, ἤχθη καὶ ὁ Σαμψὼν παιχθησόμενος, καὶ παιδάριον ἐχειραγώγει αὐτόν. συνήχθη δὲ παρὰ τὸν οἶκον πλῆθος ἀνδρῶν τε καὶ γυναικῶν ὡσεὶ τρισχίλιοι, ἔν ὁρῷεν τὸν Σαμψὼν παροινούμενον. ὁ δὲ παιζόμενός τε καὶ ῥαπιζόμενος λέγει τῷ χειραγωγοῦντι αὐτόν ἐπάγαγέ με πρὸς τοὺς κίονας, ὡς ἂν αὐτοῖς ἐπιστηριχθῶ δεόμενος ἀναπαύσασθαι.” δραξάμενος δὲ τῶν δύο κιόνων ἐπικατέσεισεν ἑαυτῶ τὸν οἶκον, καὶ αὐτός τε καὶ οἱ ἐν τῶ οἴκω πάντες ἀπώλοντο. καὶ τῶ μὲν τοιοῦτον τέλος ἐγένετο, ἐπὶ εἴκοσιν ἔτη κρίναντι τὸν τόν Ἑβραίων λαόν.

Οὐκέτι δὲ κριταὶ ἦγον τὸν Ἰσραήλ, ἀλλ’ ὁ ἀρχιερεὺς Ἤλει προέστη αὐτῶν· ἐφ’ οὗ λιμὸς γέγονε, καί τις ἀνὴρ ἐκ Βηθλεὲμ Ἀβιμέλεχ καλούμενος σὺν τῇ γυναικὶ καὶ δύο υἱοῖς διὰ τὸν λιμὸν εἰς τὴν Μωαβῖτιν [*](Cap. 25. Iosephi Ant. 5, 9 et 10. Ruth 1—4. Regum 1—3.)

77
μεταναστεύει. ἄγεται οὖν τοῖς υἱοῖς γαμετὰς Μωαβίτιδας. ἐν δέκα μέντοι ἐνιαυτοῖς ὅ τε Ἀβιμἐλεχ καὶ οἱ παῖδες αὐτοῦ τεθνήκασι, καὶ κατελείφθησαν χῆραι ἢ τε Νοεμὶν ἡ συνοικοῦσα τῷ Ἀβιμέλεχ καὶ αἱ [*](P) γυναῖκες ἄμφω τῶν παίδων αὐτοῦ, Ὀρφά τε καὶ Ῥούθ. ἡ Νοεμὶν δὲ εἰς τὴν πατρίδα ὑπέστρεψε, τῶν δέ γε νυμφῶν αὐτῆς ἡ μὲν Ὀρφὰ παρακληθεῖσα παρὰ τῆς πενθερᾶς ἔμεινε παρὰ Μωαβίταις, ἡ δὲ Ῥοὺθ σὺν τῇ Νοεμὶν ἀπελήλυθε. καὶ ἤδη παραγενομένας εἰς Βηθλεὲμ ξενίζει βοός, Ἀβιμέλεχ ὢν συγγενής. προσαγορευομένη δὲ παρὰ τῶν πολιτῶν ἐξ ὀνόματος ἡ γυνή “μή με Νοεμίν” ἔλεγεν ἀλλὰ Μάραν καλεῖτε,” Νοεμὶν δὲ εὐτυχίαν δηλοῖ, Μάρα δὲ ὀδύνην καὶ πικρασμόν· “πλήρης γὰρ πορευθεῖσα κενὴ ὑπενόστησα.” ἀμήτου δὲ ὄντος ἐξῄει κατὰ γνώμην τῆς [*](C) πενθερᾶς καλαμησομένη ἡ Ῥούθ εἰς τὸν ἀγρὸν τοῦ βοός. ὁ δὲ τὴν κόρην ἰδὼν καὶ μαθὼν τίς ἐστιν, θερίζειν ὃ δύναιτο καὶ ἔχειν ἐπέτρεψεν, ἄριστόν τε παρέχειν αὐτῇ τῷ ἀγροκόμῳ ἐπέταξεν. ἡ δὲ καὶ ἄλφιτα παρ’ αὐτοῦ λαβοῦσα τῇ πενθερᾷ συνετήρησε, καὶ ἀπῆλθεν ὀψὲ κομίζουσα καὶ τὰς κριθὰς ἃς συνέλεξε, καὶ τὰ παρὰ τοῦ βοὸς αὐτῇ διηγήσατο. καὶ αὖθις ἀπῄει σὺν ταῖς θεραπαινίσι βοός. ἡ Νοεμὶν δὲ συγκατακλίνειν αὐτῷ τὴν Ῥοὺθ ἐβουλεύσατο, πέμπει τὴν νύμφην ὑποθεμένη παρὰ τοῖς ποσὶ τοῦ ἀνδρὸς ὑπνώττοντος ἐν τῇ ἅλωνι πεσοῦσαν ὑπνῶσαι. καὶ ἡ μὲν οὕτω πεποίηκεν, αἰσθόμενος δ’ ὁ Βοὸζ [*](D) περὶ μέσην νύκτα ἤρετο τίς ἐστι. καὶ μαθὼν τότε μὲν ἡσύχασεν, ἴωθεν δ’ ἐξεγείρας τὴν Ῥούθ πορεύεσθαι πρὸς τὴν πενθερὰν ἐνετείλατο· ‘‘αὐτὸς δ’” εἶπε τὸν ἐγγύτερον ἐμοῦ ἀγχιστεύοντά σοι ἐρήσομαι, καὶ εἰ μὲν ἐκεῖνος ἀγαγέσθαι σε βούλεται, ἀπελεύσῃ πρὸς
78
τὸν ἄνδρα, παραιτουμένου δὲ νομίμως συνοικήσεις ἐμοί. ἀπῆλθεν οὑν ἡ γυνὴ καὶ δεδήλωκε πάντα τῇ Νοεμίν. ὁ δέ γε βοὸς παρὰ τῇ γερουσίᾳ τήν Ῥοὺθ καὶ τὸν συγγενῆ συνεκάλεσε καὶ εἶπεν αὐτῷ “Ἀβιμέλεχ τοῦ συγγενοῦς ἡμῶν καὶ τῶν παίδων αὐτοῦ κατέχεις κλῆρον;’ συνθεμένου δ’ ἔχειν ἐκείνου κατὰ τοὺς νόμους δι’ ἀγχιστείαν, οὐκοῦν οὐκ ἐξ ἡμισείας ἔφη μεμνῆσθαι τῶν νόμων δεῖ, ἐπὶ πάσι δὲ ποιεῖν κατ’ αὐτούς. λοιπὸν καὶ τὸ τοῦ Μαλλῶν γύναιον υἱοῦ Ἀβιμέλεχ γῆμαί σε χρή, ἵνα ἀναστήσῃς σπέρμα τῷ συγγενεῖ.” ὁ δὲ παρῃτήσατο, καὶ τοῦ κλήρου καὶ τῆς γυναικὸς παραχωρήσας αὐτῷ. κατὰ γοῦν τὸν νόμον ἐνώπιον τῆς γερουσίας ἡ Ῥούθ ὑπελύσατο τὸ ὑπόδημα τοῦ ἀνδρὸς ἐκείνου καὶ ἔπτυσεν αὐτοῦ εἰς τὸ πρόσωπον. καὶ οὕτως αὐτὴν ἠγάγετο ὁ Βοόζ, καὶ ἔτεκεν ἐξ αὐτοῦ τὸν Ὠβήδ· ἐλληνιστὶ δ’ ἑρμηνεύεται δουλεύων. ἐξ Ὠβὴδ δὲ γίνεται Ἰεσσαί, καὶ ἐκ τούτου Δαβίδ, ὃς τῶν ἐξ Ἰσραὴλ ἐβασίλευσε καὶ τοῖς ἑαυτοῦ παισὶ κατέλιπε τὴν ἀρχὴν ἐπὶ εἴκοσι [*](P) γενεὰς πρὸς τῇ μιᾷ διαρκέσασαν.

Ἤλει δὲ τοῦ ἀρχιερέως, ὡς ἤδη ἱστόρηται, τὸν λαὸν ἄγοντος, οἱ δύο υἱοὶ αὐτοῦ Ὀφνὶ καὶ Φινεὲς ὑπῆρχον λοιμοί, παρανομοῦντες ἐν ἅπασι, καὶ παραινοῦντος τοῦ πατρὸς αὐτοῖς μὴ ἐπιστρεφόμενοι. ὁ δὲ θεὸς ὀργισθεὶς διὰ τὰς ἐκείνων παρανομίας, διὰ τοῦ Σαμουὴλ ἔτι παιδὸς ὄντος δεδήλωκε τῷ Ἤλει ἅπερ αὐτός τε καὶ οἱ παῖδες καὶ ὁ οἶκος αὐτοῦ πείσονται. Σαμουὴλ δὲ Ἐλκανᾶ Λευίτου ἀνδρὸς ἐτύγχανε παῖς· ᾧ συνῴκουν διτταὶ γαμεταί, ὧν τῇ μὲν Ἄννα, τῇ δὲ Φεννάνα ἦν τὰ ὀνόματα. καὶ τῇ μὲν παῖδες ἤσαν ἐξ ’Eλκανᾶ, ἡ Ἄννα ἠμοίρει γονῆς. ἀφικομένου δὲ [*](C) τοῦ ἀνδρὸς μετὰ τῶν γυναικῶν ἀμφοῖν εἰς Σηλὼμ

79
καὶ θύσαντος, ἐπεὶ καιρὸς ἦν εὐωχίας καὶ τῇ Φεννάνᾳ οἱ παῖδες αὐτῆς συνεγάθηντο, ὅτι ἡ Ἄννα μεμόνωτο, ἑαυτὴν ἀπεκλαίετο, καὶ εἰς τὴν σκηνὴν τοῦ θεοῦ δραμοῦσα ἐδέετο τοῦ κυρίου γονὴν αὐτῇ παρασχεῖν, εὐξαμένη καθιερώσειν θεῷ τὸ πρωτότοκον. χρονιζούσης δ’ ἐν ταῖς εὐχαῖς, πρὸ τῆς σκηνῆς Ἤλει καθεζόμενος ὡς μεθύουσαν αὐτὴν ἐλογίσατό τε καὶ ἀπεπέμπετο. ἡ δέ οὐκ οἶνον ἔφη ‘πέπωκα οὐδὲ μέθυσμα, κύριε, ἀλλὰ κατώδυνος οὖσα διὰ τὴν ἀπαιδίαν ἐκτέτηκα.” καὶ ὁ ἱερεύς “πορεύου” εἶπεν αὐτῇ, “καὶ σοι τὸ αἴτημα ὁ θεός.” ὑποστρέψασα δὲ σὺν τῷ ἀνδρὶ οἴκαδε συλλαμβάνει καὶ τίκτει τὸν Σαμουὴλ· θεαίτητον ἄν τις εἴποι. ἁδρυνθέντος δὲ [*](D) τοῦ παιδὸς προσάγει αὐτὸν τῷ Πλεῖ κατὰ τὴν εὐχὴν τῷ θεῷ τραφησόμενον κόμην τ·ε τρέφοντα καὶ ἐν τῷ ἱερῷ διαιτώμενον καὶ ὕδατι κεχρημένον εἰς πόσιν. ἤδη δὲ δωδεκαέτης γενόμενος προεφήτευσε. καί ποτε κοιμώμενον αὐτὸν ἐξ ὀνόματος ἐκάλεσεν ὁ θεός. ὁ δὲ τῷ ἀρχιερεῖ προσελήλυθεν ὡς ὑπ’ ἐκείνου τάχα καλούμενος. καὶ τοῦτο τρισσάκις ἐγένετο. Ἤλει δὲ συνεὶς θεόθεν εἶναι τὴν κλῆσιν, ἴφη τῷ Σαμουήλ “εἰ ἔτι κληθῇς, εἰπέ, ἐδοῦ ἐγὼ κύριε.” οὕτω δὲ ποιήσαντος τοῦ παιδός, ἔφη αὐτῷ ὁ καλῶν συμφορὰν ἔσεσθαι τοῖς Ἰσραηλίταις βαρεῖαν, καὶ τοὺς Ἤλει παῖδας ἅμα τεθνήξεσθαι καὶ τὴν ἱερωσύνην εἰς τὸν οἶκον τοῦ Ἐλεάζαρ μεταπεσεῖν. οὐκ ἤθελε δὲ τοὺς λόγους ὁ Σαμουὴλ ἐκφῆναι τῷ ἱερεῖ, ὅρκοις δ’ ἐκβιασθεὶς ἀπήγγειλε πάντα καθάπερ ἀκήκοεν.

Ἐντεῦθεν Παλαιστηνοὶ κατὰ τῶν Ἰσραηλιτῶν ἐκστρατεύουσι, καὶ ἦσαν τῇ μάχῃ ἐπικρατέστεροι. [*](Cap. 26. Iosephi Ant. 5, 11. 6, 1 et 2. Regum 1, 47.)

80
ὁ δὲ λαὸς κομισθῆναι τὴν κιβωτὸν αἰτοῦσιν εἰς ἀρωγήν. πεμφθείσης δ᾿ ἐκεῖσε τῆς κιβωτοῦ σὺν τοῖς υἱοῖς τοῦ Ἠλεί, συγκεκρότητο μάχη. καὶ ἥττηντο οἱ Ἑβραῖοι, ἔπεσον δὲ ὡσεὶ τρισμύριοι, καὶ οἱ τοῦ ἀρχιερέως υἱοί, καὶ ἡ κιβωτὸς ἐλήφθη τοῖς πολεμίοις. Ἠλεὶ δὲ ὁ ἀρχιερεὺς ἐφ᾿ ὑψηλοῦ καθῆστο δίφρου, καὶ μα- [*](B) θὼν τὰ τῆς μάχης καὶ τὴν σφαγὴν τῶν υἱῶν καὶ τὴν αἰχμαλωσίαν τῆς κιβωτοῦ, περιαλγήσας ἐξέπεσε τοῦ θρόνου καὶ τέθνηκεν, ἐνενηκοντούτης γενόμενος, τεσσαράκοντα δὲ τούτων ἐνιαυτοὺς τοῦ Ἰσραὴλ ἡγησάμενος. οἱ δὲ ἀλλόφυλοι εἰς Ἄζωτον πόλιν ἀπαγαγόντες τὴν κιβωτὸν τῷ Δαγών, οὕτω γὰρ τὸν ἑαυτῶν ἐκάλουν θεόν, ἀνέθεντο. ἕωθεν δὲ εἰς τὸν οἶκον Δαγὼν εἰσελθόντες εὗρον κείμενον τὸ ξόανον ἐνώπιον τῆς κιβωτοῦ ἐπὶ τῆς γῆς. καὶ ἀναστήσαντες αὐτὸ ἐπὶ τῆς προτέρας ἔστησαν βάσεως. ὡς δὲ τοῦτο συχνάκις εὗρον γινόμενον, καὶ πολλάκις τὸ εἴδωλον ἀνορθώσαντες τοσαυτάκις κείμενον κατελάμβανον ἐν [*](C) σχήματι προσκυνοῦντος τὴν κιβωτόν, ἐθαμβοῦντο καὶ διηπόρουν. ἔπειτα δ᾿ ἐπέσκηψε τῇ τῶν Ἀζωτίων πόλει καὶ τῇ χώρᾳ φθορά, νόσος μὲν τοῖς ἀνθρώποις περὶ τὰς ἕδρας, ἣν δυσεντερίαν φησὶν ὁ Ἰώσηπος, καὶ ἔθνησκον συχνοὶ ἐξ αὐτῆς, μύες δὲ τῆς γῆς ἀναδοθέντες τὴν χώραν ἅπασαν ἐκεράϊζον. ὀψὲ δὲ συνῆκαν τὴν κιβωτὸν αἰτίαν αὐτοῖς εἶναι τῶν παθῶν οἱ Ἀζώτιοι, καὶ πέμπουσιν αὐτὴν εἰς Ἀσκάλωνα· καὶ ἔπασχον κἀκεῖνοι τὰ ὅμοια. καὶ οὕτω πέντε τῶν Παλαιστηνῶν ἀμείβει πόλεις ἡ κιβωτός, καὶ πάσαις εἰς κάκωσιν γέγονεν. συνῆλθον οὖν οἱ τῶν κακουμένων πέντε πόλεων ἄρχοντες, Γήτης καὶ Ἀκκαρὼν Ἀσκάλωνός τε καὶ Γάζης καὶ Ἀζώτου, καὶ [*](D) οἱ μὲν ἄλλα περὶ τῆς κιβωτοῦ, οἱ δ᾿ ἕτερα συνεβού-
81
λευον. καὶ τέλος ἔδοξε πᾶσιν ἔδρας πέντε χρυσᾶς καὶ μύας τοσούτους χρυσοῦς ποιῆσαι καὶ θέσθαι ἐπὶ τῆς κιβωτοῦ, ἅμαξάν τε καινουργῆσαι καὶ βόας πρωτοτοκούσας τῇ ἁμάξῃ ὑπαγαγεῖν, τοὺς δὲ μόσχους αὐτῶν κατασχεῖν, καὶ ἐπιθεῖναι τῇ ἀμάξῃ τὴν κιβωτόν, τὰς βόας δ’ ἀπαγαγόντας ἐπὶ τριόδου καταλιπεῖν, ἕν ἐπ’ αὐταῖς εἴη ἀπιέναι καθ’ ἣν ὁρμήσουσι· καίει μὲν εὐθὺ τῶν Ἰσραηλιτῶν ἀπελεύσονται, διὰ τὴν κιβωτὸν οἴεσθαι σφίσιν ἐπάγεσθαι τὰ κακὰ καὶ μὴ κωλύειν τὴν εἰς ἐκείνους πορείαν, εἰ δ’ ἄλλοσέ πῃ ἀπίοιεν, ἐπιστρέψαι αὖθις τὰς βόας τε καὶ τὴν ἅμαξαν καὶ τὰ ἐπ’ αὐτῆς. ἐπιτελέσαντες τοίνυν τὰ δόξαντα ἀφῆκαν τὰς βόας, μηκόθεν ἑπόμενοι καὶ αὐτοί, ἕν ὁρῷεν τὸ ἐκβησόμενον. αἱ δὲ κατ’ εὐθὺ τῶν Ἑβραίων ἀπῄεσαν καὶ οὐ πρότερον ἔστησαν πρὶν εἰς μέγα πεδίον ἐν Βαιθσαμοῖς κατηντήκασιν. ὡς οὖν εἶδον οἱ τῆς κόμης ἐκείνης ἄνδρες τὴν κιβωτόν, ὡρμήκασιν ἐπ’ αὐτήν, καὶ καθελόντες ἐκ τῆς ἀμάξης αὐτὴν ἔθυσαν τὰς βόας καὶ τοῖς ξύλοις οἶς ἡ ἅμαξα εἴργαστο αὐτὰς ὡλοκαύτωσαν. ὅπερ ἰδόντες οἱ Παλαιστηνοὶ ὑπενόστησαν. τοὺς δ’ ἁψαμένους τῆς κιβωτοῦ, μὴ ὄντας ἱερεῖς, ὀργισθεὶς ὁ θεὸς ἐθανάτωσεν. οἱ δέ γε λοιποὶ τῷ κοινῷ τῶν Ἑβραίων ἐγνώρισαν τὰ περὶ τῆς κιβωτοῦ· [*](P) κἀκεῖνοι λαβόντες αὐτὴν ἀπάγουσιν εἰς Καριαθιαρεὶμ καὶ εἰς οἰκίαν Ἀμιναδὰβ ἐκ τῆς Λευιτικῆς ὄντος φυλῆς κατατίθενται. καὶ ἔμεινεν ἐκεῖ ἔτη εἴκοσι, παρὰ δὲ τοῖς ἀλλοφύλοις μήνας τέσσαρας.

Σαμουὴλ δὲ ὁ προφήτης μέγα ἤδη σχὼν ὄνομα καὶ δόξης ἥκων ἐπὶ πολύ, συναγαγὼν τὸν λαὸν περὶ ἐλευθερίας αὐτῷ διειλέχθη καὶ ἔπεισε ταύτης ἀντιποιήσασθαι. ὃ μαθόντες οἱ Παλαιστηνοὶ ἀπροσδοκήτως τοῖς Ἑβραίοις ἐπίασι, καὶ κατεπτόησαν αὐτούς,

82
ὡς τῷ Σαμουὴλ προσδραμεῖν, λέγοντας ἀπεγνῶσθαι τὴν σωτηρίαν αὐτοῖς, εἶ μὴ αὐτὸς σφίσι τὴν ἐκ τοῦ θείου ἐπικουρίαν αἰτήσεται. καὶ ὃς θαρρεῖν παρεγ- [*](C) γυᾷ, καὶ τὸν θεὸν ἐπαρῆξαι διαβεβαιοῦται αὐτοῖς, καὶ θύσας ἄρνα δέεται τοῦ θεοῦ. μήπω δὲ τὴν θυσίαν τῆς ἱερᾶς δαπανησάσης φλογὸς προσβάλλουσι τοῖς Ἑβραίοις οἱ ἀντιπόλεμοι, ῥᾷον αὐτῶν κρατήσειν ὡς ἀόπλων οἰόμενοι. σειμῷ δὲ τῆς γῆς κλονηθείσης ὑπὸ τοῦ θεοῦ, καταρραγεισῶν τε βροντῶν καὶ ἐξαφθεισῶν ἀστραπῶν, εἰς δειλίαν ἐνέπεσον οἱ πολέμιοι καὶ ἐτράπησαν εἰς φυγήν. κατεδίωξε δὲ Σαμουὴλ καὶ τὸ πλῆθος ὀπίσω αὐτῶν καὶ πολλοὺς διεφθάρκασι, καὶ οὐκέτι μετὰ τὴν πληγὴν ταύτην ἐπὶ τοὺς Ἰσραηλίτας ἐστράτευσαν, ἀλλὰ καὶ τὴν χώραν ἥνπερ ἀφείλοντο ἐπανεσώσατο αὖθις τοῖς Ἑβραίοις ὁ Σα- [*](D) μουήλ. ἔκρινε δὲ τὸν λαὸν καὶ ἦρχεν αὐτοῦ.

Ἤδη δὲ γεγηρακὼς τοῖς υἱοῖς αὐτοῦ τὴν τοῦ λαοῦ προστασίαν καὶ τὸ δικάζειν διένειμεν. ὄνομα τῷ πρεσβυτέρῳ Ἰωήλ, τῷ νεωτέρῳ δὲ Ἀβιά. οἷ οὐκ ἐπορεύθησαν ἐν ταῖς ὁδοῖς τοῦ πατρὸς αὐτῶν, ἀλλ’ ἐκκλίναντες δώρων τὸ δίκαιον προεδίδοσαν καὶ λήμμασι τὰς κρίσεις ἐδίκαζον. ὁ δὲ λαός διὰ ταῦτα πρὸς Σαμουὴλ ἀθροισθείς “ἐπεὶ μὴ οἶός τε εἶ ἔφασαν σὺ προεστάναι ἡμῶν διὰ γῆρας, ποίησον ἡμῖν βασιλέα, ὃς καὶ τοῦ ἔθνους ἡγήσεται καὶ τοῖς ἐναντίοις ἀντιστρατεύσεται.” λυπουμένου δ’ ἐπὶ τούτοις τοῦ Σαμουὴλ εἶπε πρὸς αὐτὸν ὁ θεός ‘οὐ σὲ ἐξουθενήκασιν ὁ λαός, ἀλλ’ ἐμέ. ἄκουσον τοίνυν αὐτῶν, καὶ ὃν ἄν ἀναδείξω σοι, εἰς βασιλέα χρῖσον αὐτόν. συναθροίσας δὲ τοὺς Ἑβραίους ὁ Σαμουὴλ κατέθετο [*](Cap. 27. Iosephi Ant. 6, 3—5. Regum 1)

83
χειροτονήσειν αὐτοῖς βασιλέα, μεταμελήσειν δὲ προέφη αὐτοῖς καὶ αἰτεῖσθαι παρὰ θεοῦ μέλλειν τῶν βασιλέων ἀπαλλαγήν. οἱ δὲ ἐνέκειντο βασιλέα ζητοῦντες, καὶ ἠξίουν αὐτὸν μὴ φροντίζειν τῶν ἐσομένων. ὁ δὲ προφήτης “ἄπιτε νῦν” εἶπεν, “ὅταν δὲ μάθω τίνα δίδωσιν ὑμῖν ὁ θεὸς βασιλέα, μεταπέμψομαι ὑμὰς.

Ἀνὴρ δέ τις Βενιαμίτης, Κὶς ὄνομα τῷ ἀνδρί, ὄνους ἀπολέσας, τὸν υἱὸν ὃς ἦν αὐτῷ μέγας τε καὶ ὡραῖος, κεκλημένος Σαούλ, εἰς ἀναζήτησιν τῶν ὄνων σὺν ἐνὶ τῶν δούλων ἀπέστειλεν. ὁ δὲ περιελθὼν [*](P) καὶ ζητήσας καὶ μὴ εὑρών, εἰς Ἀρμαθαῒμ πρὸς τὸν Σαμουὴλ παραγέγονεν ἐρωτήσων περὶ τῶν ὄνων. δηλοῖ τοίνυν τῷ Σαμουὴλ ὁ θεὸς τοῦτον εἶναι ὃν βούλεται βασιλεῦσαι τοῦ λαοῦ τῶν Ἑβραίων. ἐρωτηθεὶς οὑν περὶ τῶν ὄνων ὁ Σαμουὴλ σεσῶσθαι εἶπεν αὐτάς, καὶ ξενίσας τόν Σαοὺλ προέπεμψεν ἔωθεν, καὶ ἔξω τού ἄστεος σὺν αὐτῷ πορευθείς, μόνον τε ἰδίᾳ τὸν νεανίσκον ἀπολαβών, ἔλαιον καταχέει τῆς αὐτοῦ κεφαλῆς. καὶ φιλήσας αὐτόν “κέχρικέ σε κύριος ἄρχοντα ἔφη ἐπὶ τὸν λαὸν αὐτοῦ Ἰσραήλ, καὶ ἔστω σημεῖον τοῦ χρίσματος τὸ συναντῆσαί σοι [*](C) περὶ τὸν τάφον Ῥαχὴλ ἄνδρας δύο τὴν εὕρεσιν τῶν ὄνων εὐαγγελιζομένους σοι. καὶ ἄλλα δὲ σημεῖα τοῦ ἀληθεύειν εἶπεν αὐτῷ καὶ ὅτι προφητεύσει ἐν Γαβαθᾶ γεγονὼς μετὰ τῶν ἐκεῖ προφητῶν, καὶ ἥξειν εἰς Γάλγαλα αὐτῷ ἐνετείλατο ἡνίκα μεταπεμφθῇ παρ’ αὐτοῦ. συνήθροισε δ’ ἔπειτα τὸν λαὸν καὶ κλήρους ἐκέλευσε βαλεῖν τὰς φυλάς, ἕν ἀναδειχθείη ἐκ ποίας ὁ βασιλεύσων ἔσται. ἔπεσεν οὑν ὁ κλῆρος εἰς τὴν Βενιαμίτιδα, εἶτα εἰς τὴν πατριὰν Ματταρί. κατ’ ἄνδρα δὲ τῆς πατριᾶς κληρωθείσης, εἰς τόν

84
Σαοὺλ ὁ κλῆρος ἔπεσεν. ὡς δὲ ζητούμενος οὐκ ἢν, μυεῖται ὁ Σαμουὴλ παρὰ τοῦ θεοῦ ὅπου ἐκέκρυπτο, [*](D) καὶ ἀχθέντα ἔστησε μέσον. καὶ ἦν ὑπερωμίας καὶ πάντων ὑπερέχων κατὰ τὴν ἡλικίαν τοῦ σώματος. καὶ πρὸς τὸ πλῆθος ἔφησεν ὁ προφήτης τοῦτον ἔχρισεν ὑμῖν εἰς βασιλέα ὁ κύριος, ᾧ οὐκ ἔστιν ὅμοιος ἐν πᾶσιν ὑμέν’.” ὁ δὲ λαὸς ἐπευφήμησε καὶ εἶπεν ‘ζήτω ὁ βασιλεύς.” οὕτω δὲ τῷ Σαοὺλ βασιλεύσαντι πολλοὶ μὲν προσεῖχον ὡς βασιλεῖ καὶ κατὰ τὸ προσῆκον ἐτίμων αὐτόν, πολλοὶ δὲ κατεφρόνουν τε καὶ ἐχλεύαζον.

Μετὰ δὲ μῆνα Νάας ὁ τῶν Ἀμμανιτῶν βασιλεὺς στρατεύει ἐπὶ Ἰαβεὶς Γαλαάδ, μὴ ἄλλως λέγων φείσασθαι τῶν ἀνδρῶν, εἰ μὴ δῶσιν αὐτῷ τόν ἑκάστου ἐξελεῖν ὀφθαλμὸν δεξιόν. οἱ δὲ ἀνοχὴν ἐζήτησαν ἑπτὰ ἡμερῶν· καὶ λαβόντες πέμπουσιν ἀγγέλους εἰς Γαβαά. καὶ ἀκούσαντες οἱ ἐκεῖ τοὺς λόγους τοῦ Ἀμμανίτου ἐθρήνησαν· ὁ δὲ Σαοὺλ ἐθυμώθη σφόδρα, καὶ λαβὼν δύο βόας ἐμέλισεν αὐτοὺς καὶ ἀπέστειλεν εἰς πᾶν ὅριον Ἰσραήλ, ἀπειλῶν οὕτω θήσειν τοὺς μὴ κατὰ τῶν Ἀμμανιτῶν συνεκστρατεύσοντας αὐτῷ. συνδραμόντος δὲ τοῦ λαοῦ ἠρίθμησεν αὐτοὺς καὶ εὗρε μυριάδας ἑβδομήκοντα. καὶ ἐφήλατο πνεῦμα κυρίου ἐπὶ Σαούλ, καὶ προεφήτευσεν εἰπὼν ὡς αὔριον ἔσται τοῖς ἀνδράσιν Ἰαβεὶς σωτηρία. καὶ ἀναστὰς ἐπορεύθη αὐτός τε καὶ ὁ λαὸς δι’ ὅλης τῆς νυκτός, καὶ περὶ τὴν πρωινὴν φυλακὴν ἐπῆλθε τοῖς [*](P) Ἀμμανίταις, τριχῇ τὸ στράτευμα διελών. καὶ κυκλωσάμενος αὐτούς, πολλοὺς μὲν ἀπέκτεινε καὶ αὐτὸν τὸν βασιλέα Νάας, τοὺς δὲ περισωθέντας εἰς φυγὴν ἐτρέψατο· καὶ εἰς τὴν χώραν αὐτῶν ἐμβαλὼν καὶ πλείστην λείαν λαβὼν λαμπρῶς ἐπανέζευξεν. οὐκέτι

85
γοῦν ἠδόξει παρά τισιν, ἀλλ’ ἐπ’ ἀνδρείᾳ διαβεβόητο καὶ τετίμητο καὶ τοῖς πρῴην αὐτὸν χλευάζουσι. συναγαγὼν δὲ αὖθις ὁ Σαμουὴλ τὸν λαὸν δὶς ἀναγορεύει τὸν Σαοὺλ βασιλέα, χρίσας τῷ ἐλαίῳ καὶ πάλιν αὐτόν. μετέπεσεν οὖν ἡ τῶν Ἑβραίων πολιτεία εἰς βασιλείαν ἐξ ἀριστοκρατίας· ἐπὶ γὰρ Μωυσέως καὶ Ἰησοῦ ἀριστοκρατούμενοι ἦσαν, εἶτα ἐπ’ ἔτη δέκα καὶ ὀκτὼ ἄναρχοι διετέλεσαν, εἰσ’ ἔπειτα δ’ ἤρχθησαν ὑπὸ τῶν καλουμένων κριτῶν, τῷ ἀρίστῳ [*](C) περὶ τῶν ὅλων δικάζειν καὶ οἰκονομεῖν ἐπιτρέποντες.

τοῦ δὲ Σαμουὴλ ἐξορκίζοντος τὸν λαὸν εἰπεῖν εἴ τι ἄδικον εἰργάσατο εἰς αὐτούς, πάντες δικαίως αὐτὸν καὶ καλῶς προστῆναι τοῦ ἔθνους ἐβόησαν. ὁ δὲ αὐτοῖς ἀπεκρίνατο “ἴστε ὡς μεγάλως ἡμαρτήκατε βασιλέα ἑαυτοῖς αἰτησάμενοι, κἀκ τούτου παρωργίσατε τὸν θεόν. ἔσται δὲ τοῦτο σημεῖον ὑμῖν τὸ θέρους ἐν ἀκμῇ χειμῶνα γενήσεσθαι.” καὶ κατὰ τὸν τοῦ προφήτου λόγον βρονταὶ καὶ ἀστραπαὶ γεγόνασι, κατηνέχθη τε χάλαζα, ὡς δέος ἐμπεσεῖν τῷ λαῷ καὶ ἱκετεύειν ἰὸν Σαμουὴλ ἱλεώσασθαι τὸν θεὸν αὐτοῖς ἁμαρτήσασι.

Τῶν δὲ Παλαιστηνῶν τοὺς Ἐβραίους καταστρεφόντων [*](D) καὶ τὰ ὅπλα σφῶν ἀφαιρουμένων σιδήρῳ τε κεχρῆσθαι ἀπαγορευόντων, ὁ Σαοὺλ εἰς Γάλγαλα καταβὰς ἐπ’ ἐλευθερίᾳ τὸν λαὸν κατὰ τῶν Παλαιστηνῶν διαναστῆναι ἠρέθιζεν. οἱ δ’ ηὐλαβοῦντο διὰ τὸ πλῆθος τῶν ἐναντίων. ὁ δὲ βασιλεὺς τὸν Σαμουὴλ ἐκάλει πρὸς ἑαυτόν. καὶ ὃς μεθ’ ἡμέρας ἒξ παραγενέσθαι ὑπέσχετο, θύσειν τε τῇ ἑβδόμῃ, ἔν οὕτω τοῖς ἀλλοφύλοις συμμίξωσιν. ὁ δέ γε Σαοὺλ [*](Cap. 28. Iosephi Ant. 6, 5—7. Regum 1)

86
ὁρῶν τὸν λαὸν ὑπορρέοντα καὶ καταλιμπάνοντα αὐτόν, ἔθυσεν. ἀκούσας δὲ ἤδη προσιόντα τὸν Σα- μουήλ, ἐξῆλθε συναντήσων αὐτῷ. ὁ δὲ “τί τοῦτο ἐποίησας ἔφη παραβάς μου τὴν ἐντολήν; ἴσθι τοίνυν ὡς οὐ στήσεταί σου ἡ βασιλεία, ἀλλὰ ζητήσει κύριος ἄνθρωπον κατὰ τὴν καρδίαν αὐτοῦ.” καὶ ἀνεχώρησε Σαμουὴλ, Σαοὺλ δὲ καὶ Ἰωνάθαν ὁ υἱὸς αὐτοῦ ἧκεν εἰς Γαβαὼ σὺν στρατιώταις ἑξακοσίοις. εἶς τρία δὲ διαιρεθέντες οἱ ἀλλόφυλοι τὴν χώραν τῶν Ἰσραηλιτῶν ἐληίζοντο. Σαοὺλ δὲ καὶ Ἰωνάθαν καὶ Αχιὰ ὁ ἀρχιερεὺς ἀφ’ ὕψους ὁρῶντες τὰ δρώμενα, καὶ ἀμῦναι δι’ ὀλιγανδρίαν μὴ σθένοντες, ἤχθοντο. ὁ δ’ Ἰωνάθαν μηδὲν εἰπὼν τῷ πατρὶ καταβὰς ἀπὸ τοῦ βουνοῦ σὺν μόνῳ τῷ ὁπλοφόρῳ αὐτοῦ “προσβάλ- [*](P) λωμεν” ἔφη “τῇ τῶν ἀλλοφύλων παρεμβολῇ, καὶ εἰ μὲν εἴπωσιν ἡμίν ἀπόστητε, οὐκ ἀναβησόμεθα πρὸς αὐτούς, εἰ δ’ ἀνάβητε πρὸς ἡμὰς φήσουσι, σύνθημα νίκης τὸν λόγον νομιστέον ἡμῖν. καὶ ὥρμησαν ἐπὶ τὸ τῶν πολεμίων στρατόπεδον. καὶ αὐτοῖς οἱ ἀλλόφυλοι ‘‘ἀνάβητε” ἔλεγον ‘‘πρὸς ἡμᾶς, καὶ γνωριοῦμεν ὑμῖν ῥῆμα.” τοῦτο θάρσος ἐνῆκε τῷ Ἰωνάθαν· καὶ ἀπο- στὰς ἐκεῖθεν, ἑτέρωθεν ἀνερπύσας μετὰ τοῦ ἑπομένου αὐτῷ ἔπεισι τοῖς πολεμίοις ὑπνώττουσι. καὶ κτείνουσι μὲν ὡς εἴκοσι, τοῖς δὲ λοιποῖς δειλίαν ἐνέβαλον· οἳ θορυβούμενοί τε καὶ φεύγοντες ὑπ’ ἀλλήτων διώλλυντο. ἰδὼν δὲ ταραττόμενον ὁ Σαοὺλ τὸ [*](C) τῶν πολεμίων στρατόπεδον, καὶ ἀπόντα τὸν υἱὸν ἄμα ᾧτ’ ὁπλοφόρῳ κατανοήσας, προσβάλλει καὶ αὐτὸς τεταραγμένοις τοῖς ἐναντίοις· καὶ οἶ πρὶν δὲ διὰ φόβον κρυβέντες ἀναθαρσήσαντες τῷ βασιλεῖ προσετίθεντο. καὶ διώκων τοὺς πολεμίους ἐκτίννυεν. ἐπαρᾶται τοίνυν τοῖς ἑαυτοῦ, εἴ τις ἀποσχόμενος τοῦ
87
φονεύειν τοὺς ἐχθροὺς φάγοι, εἰ μὴ νὺξ αὐτοὺς παύσοι. ἐν δὲ τῷ διώκειν κατά τινα δρυμὸν ἦλθον, ἐν ᾧ μελισσὼν ἦν, καὶ λαβὼν ὁ Ἰωνάθαν κηρίον μέλιτος ἔφαγεν οὐ γὰρ ἢν ἀκηκοὼς τῆς ἀρᾶς τοῦ πατρός. ἐπελθεῖν δὲ βουληθεὶς ὁ Σαοὺλ τῇ τῶν ἐναντίων παρεμβολῇ, ἠρώτα διὰ τοῦ ἀρχιερέως τὸν θεὸν εἰ δίδωσι νίκην. τοῦ δὲ θεοῦ μὴ δηλοῦντος, [*](D) ἐζήτει τὸ αἴτιον, καί “ὄμνυμι” ἔφη “αὐτὸν τὸν θεὸν ἀποκτείνειν τὸν ἁμαρτόντα, κἂν Ἰωνάθαν εἴη ὁ παῖς ὁ ἐμός.” καὶ κληρωσαμένων ἐπὶ Ἰωνάθαν ὁ κλῆρος ἔπεσεν. ὁ δὲ περὶ ἁμαρτίας ἀνακρινόμενος οὐδὲν εἶπεν ἑαυτῷ συνειδέναι ἣ ὅτι χθὲς τὴν ἀρὰν ἀγνοήσας ἐν τῷ διώκειν ἐγευσάμην κηρίου. ἀκούσας δὲ ὁ πατὴρ ἀποκτενεῖν αὐτὸν ὤμοσε. καὶ ὁ λαὸς ἀντώμοσε μὴ περιόψεσθαι τὸν αἴτιον τῆς νίκης ἀποθανούμενον, καὶ ἐξαρπάσαντες αὐτὸν εὐχαῖς τὸν θεὸν ἐξιλάσκοντο. διαφθείρας δὲ ὁ Σαοὺλ ὡσεὶ μυριάδας ἒξ τῶν Παλαιστηνῶν ἀνθυπέστρεψε. χειροῦται δὲ Ἀμμανίτας καὶ Μωαβίτας Παλαιστηνούς τε καὶ Ἰδουμαίους καὶ Ἀμαληκίτας καὶ τὸν βασιλέα τῆς Σουβᾶ, καὶ ἐξείλετο τὸν Ἰσραὴλ ἐκ χειρὸς τῶν ἀλλοφύλων.

ἦσαν δὲ τῷ Σαοὺλ υἱοὶ τρεῖς, Ἰωνάθαν καὶ Ἰσουὶ καὶ Μελχισουί, καὶ θυγατέρες δύο, Μερὸβ καὶ Μελχόλ· ἀρχιστράτηγον δὲ εἶχε τὸν Ἀβεννὴρ υἱὸν Νὴρ συγγενοῦς αὐτοῦ.

Ἔφη δὲ Σαμουὴλ τῷ Σαοὺλ κελεύειν αὐτῷ τὸν θεὸν πατάξαι τὸν Ἀμαλήκ, καὶ κρατήσαντα μηδενὸς φείσασθαι, μὴ γυναικῶν, μὴ νηπίων, μὴ ὑποζυγίων, μὴ βοσκημάτων, ἐξαλεῖψαι δὲ τὸ ὄνομα αὐτοῦ ἐκ τῆς γῆς. καὶ ὁ Σαοὺλ τῷ Ἀμαλὴκ συμβαλὼν κατὰ κρά- [*](Cap. 29. Iosephi Ant. 6, 7—9. Regum 1)

88
[*](P) τος νικᾷ καὶ κτείνει πάντας, χειροῦται δὲ καὶ τὸν βασιλέα τῆς χώρας Ἄγαγ ὠνομασμένον, καὶ οὐκ ἀπέκτεινεν, ἀγασθεὶς αὐτὸν διὰ κάλλος καὶ μέγεθος· καὶ τὰ τῶν βουκολίων καὶ ποιμνίων καὶ τῶν ἄλλων ἐξαίρετα περιεποιήσατο, ἀμνημονήσας τῆς θείας προστάξεως. χρηματισθεὶς δὲ Σαμουὴλ παρὰ τοῦ θεοῦ, εἰπόντος μεταμεμελῆσθαι ὅτι ἐβασίλευσε τὸν Σαούλ, συνήντησε τῷ βασιλεῖ. ὁ δ’ εὐχαριστεῖν ἔλεγε τῶ θεῷ δόντι κράτος αὐτῷ κατὰ τῶν πολεμίων, καὶ πάντα δὲ τὰ κεκελευσμένα ποιήσαι. καὶ ὁ προφήτης βοῆς εἶπεν ἀκούω ὑποζυγίων καὶ βοσκημάτων ἄλλων. πόθεν ταῦτα; Σαοὺλ δὲ τὸν λαὸν εἶπεν εἰς [*](C) θυσίαν τετηρηκέναι αὐτὰ τῷ θεῷ, τοὺς δὲ Ἀμαληκίτας πάντας ἐξαφανισθῆναι ἄτερ τοῦ βασιλέως αὐτῶν. πρὸς ταῦτα ὁ Σαμουὴλ “ἐπεὶ τὰ κεκελευσμένα σοι” ἔφη πρὸς θεοῦ παραβέβηκας, ἔσθι’ ὅτι τὴν βασιλείαν ἀφαιρεθήσῃ, ὁ δὲ κατετίθετο ἁμαρτήσαι, καὶ ἱλαστήριον θῦσαι τὸν προφήτην ἱκέτευε. καὶ ὃς ὑπεχώρει, Σαοὺλ δὲ τῆς διπλοίδος ἐπιλαμβάνεται αὐτοῦ καὶ διαρρήσσει ταύτην βιαζόμενος αὐτὸν κατασχεῖν. καὶ ὁ προφήτης “οὕτως ἠ’ βασιλεία σου” ἔφη “διαρρηχθήσεται καὶ δοθήσεται ἀνδρὶ δικαίῳ καὶ ἀγαθῷ.’ δεομένου δ’ ἔτι τοῦ βασιλέως πείθεται, καὶ ἀχθῆναι τὸν Ἄγαγ αἰτεῖ, καὶ κτανθέντος ἐκείνου κελεύσει αὐτοῦ αὐτίκα εἰς Ἀρμαθαῒμ ὑποχωρεῖ.

[*](D)

Καὶ αὐτῷ ἐντέλλεται ὁ θεὸς πρὸς Ἰεσσαὶ ἀπελθεῖν καὶ χρῖσαι τῷ ἐλαίῳ εἰς βασιλέα ἔνα τῶν ἐκεί- νου υἱῶν, ὃν ἂν δείξῃ αὐτῷ. καὶ ἀπελθὼν εἰς Βηθλεὲμ καὶ θύσας κέκληκε τὸν Ἰεσσαὶ καὶ τοὺς υἱοὺς αὐτοῦ. καὶ ἰδὼν τὸν πρωτότοκον μέγαν τε καὶ καλὸν ᾠήθη ἐπ’ αὐτῷ τὸν θεὸν εὐδοκεῖν. ὁ δὲ θεός μὴ ἐπιβλέψῃς” εἶπεν “ἐπὶ τὴν ὄψιν αὐτοῦ, μηδ’ εἰς τὸ

89
τοῦ σώματος μέγεθος· ἄνθρωπος μὲν γὰρ εἰς πρόσωπον ὄψεται, ὁ δὲ θεὸς εἰς καρδίαν.” παρελθόντων δὲ καὶ τῶν ἄλλων παίδων τοῦ Ἰεσσαί, ἐπ᾿ οὐδενὶ εὐδόκησεν ὁ θεός. καὶ εἶπε Σαμουήλ “οὐκ ἐξελέξατο κύριος ἐν τούτοις, καὶ εἰ ἔστιν ἔτι λοιπός, παρελθέτω.” καὶ Ἰεσσαί “μικρὸς ἔτι περιλέλειπται” ἔφη “ποιμαίνων.” κληθῆναι οὖν αὐτὸν ὁ προφήτης ἐκέλευσεν. ὡς δ᾿ ἧκε κληθεὶς ὁ Δαβίδ, παῖς πυρράκης μετὰ κάλλους ὀφθαλμῶν καὶ τἄλλα καλός, τοῦτον εἶναι τὸν χρισθησόμενον δηλοῖ τῷ Σαμουὴλ ὁ θεός. καὶ λαβὼν ἐκεῖνος τὸ κέρας τοῦ ἐλαίου ἔχρισεν αὐτὸν ἐν μέσῳ τῶν ἀδελφῶν αὐτοῦ. καὶ ἀπῆλθεν εἰς Ἀρμαθαΐμ. πνεῦμα δὲ θεῖον ἐφήλατο ἐπὶ Δαβίδ, ἐκ δὲ Σαοὺλ ἀπέστη, καὶ πνεῦμα πονηρὸν μετῄει αὐτὸν συμπνῖγον καὶ κακοῦν τὸν ἄνδρα. ἔδοξεν οὖν παρίστασθαί τινα τῷ βασιλεῖ εἰδότα ψάλλειν μετὰ κινύρας, ἵν᾿ ὅτε προσπέσοι αὐτῷ τὸ δαιμόνιον ἐκταράττον, ψάλλῃ ἐν τῇ κινύρᾳ καὶ κατευνάζῃ τὸν τάραχον. μεταπέμπεται τοίνυν ὡς τοιοῦτον τὸν Δαβίδ· καὶ [*](P) ἠγαπήθη ὁ νεανίας σφόδρα παρὰ τοῦ βασιλέως, καὶ εἰς ὁπλοφόρον αὐτῷ ἐχρημάτισε. καὶ ἐν τῷ ἐπιέναι τῷ βασιλεῖ τὸ πνεῦμα τὸ πονηρὸν κατεπῇδεν αὐτοῦ, καὶ ἀφίστατο, καὶ εἰς ἑαυτὸν ὁ Σαοὺλ ἐπανήρχετο.

Οἱ δ᾿ ἀλλόφυλοι κατὰ τῶν Ἰσραηλιτῶν ἐπεστράτευσαν, ἀντικατέστησαν δὲ αὐτοῖς καὶ οἱ ἐξ Ἰσραήλ. καὶ ἐν μεταιχμίῳ τῶν στρατευμάτων ἀμφοῖν ἀνήρ τις τῶν ἀλλοφύλων στάς, Γολιὰθ ἐκείνῳ τὸ ὄνομα, ἀνὴρ δυνατὸς καὶ πάντων ὑπερανεστηκώς, πήχεων γὰρ ἕξ καὶ σπιθαμῆς τὸ ὕψος αὐτῷ, καὶ ὁ θώραξ αὐτοῦ πεντακισχιλίων σίκλων εἷλκε σταθμόν, καὶ τὸ δόρυ αὐτοῦ ὡς ἀντίον ὑφαινόντων, καὶ ἡ λόγχη τοῦ [*](C) δόρατος σίκλων ἑξακοσίων, οὗτος ἐν μέσῳ στὰς ἀνε-

90
βόησε πρὸς τοὺς υἱοὺς Ἰσραήλ “καταβήτω τις ἐξ ὑμῶν καὶ ἀντικαταστήτω μοι· καὶ ἐὰν πατάξῃ με, δουλεύσομεν ὑμῖν, ἐὰν δὲ ἐγὼ καταβαλῶ αὐτόν, ἔσεσθε ἡμῖν εἰς δούλους.” καὶ τοῦτο ἐποίει ἐπὶ τεσσαράκοντα ἡμέρας. τοῦ δὲ Σαοὺλ τόν Δαβὶδ πρὸς Ἰεσσαὶ ἀναπέμψαντος, ὁ πατὴρ αὐτὸν εἰς τὸ στρατόπεδον ἔσταλκε τοῖς στρατευομένοις τῶν ἀδελφῶν κομιοῦντα τὰ ἐπιτήδεια· τρεῖς γὰρ ἦσάν οἱ πρεσβύτεροι τῷ Σαοὺλ συνεπόμενοι. ἐλθόντος δὲ τοῦ Δαβὶδ πρὸς τοὺς ἀδελφούς, ὁ ἀλλόφυλος Γολιὰθ πάλιν, ὡς ἔθος [*](D) αὐτῷ, εἰς μονομαχίαν προὐκαλεῖτο καὶ τοὺς Ἑβραίους ὠνείδιζεν ὅτι μηδεὶς αὐτῷ συμμίξαι θαρρεῖ. ἀκούσας δὲ τῶν λόγων τούτων ὁ Δαβὶδ ἠγανάκτησε καὶ εἶπε πρὸς τοὺς παρόντας “ἐγὼ μονομαχήσω αὐτῷ.” ἀνηγγέλη τοῦτο τῷ βασιλεῖ, ὁ δὲ παραστάντι αὐτῷ τῷ Δαβίδ “οὐ δυνήσῃ” ἔφη “διὰ μάχης χωρῆσαι πρὸς τοῦτον τὸν ἀπερίτμητον παῖς γὰρ σὺ ἔτι.” καὶ ὁ Δαβὶδ θαρρεῖν ἔλεγεν ἐπὶ τῷ θεῷ, ὃς αὐτὸν κατὰ τῆς ἄρκτου ἐνίσχυσε καὶ κατὰ τοῦ λέοντος, ἐπερχομένων τῇ ποίμνῃ καὶ θρέμματα ἁρπαζόντων, οὓς διῶξαι εἶπε καὶ τὰ μὲν ἡρπαγμένα ἐπανασώσασθαι, πατάξαι δὲ τοὺς θῆρας καὶ ἀνελεῖν. ἐπὶ τούτῳ ἔφη θαρρεῖν ὡς καὶ τὸν ἀλλόφυλον πατάξαι δώσει αὐτῷ καὶ ἐξελεῖν ὄνειδος ἐξ υἱῶν Ἰσραήλ. ὁ μὲν οὖν εἶπε ταῦτα, ὁ δὲ βασιλεὺς ἐπέτρεψέν οἱ πορεύεσθαι, καὶ περιέθετο τὰ οἰκεῖα ὅπλα αὐτῷ. καὶ ἦσαν ἄχθος αὐτῷ, καὶ ἀπεδύσατο ταῦτα, ἄρας δὲ τὴν βακτηρίαν καὶ πέντε λίθους ἐν τῷ καδίῳ ἐνθέμενος καὶ τὴν σφενδόνην φέρων ἐν τῇ χειρί, πρὸς τὸν ἀλλόφυλον ὥρμησεν. ὁ δὲ κατεγέλα αὐτοῦ καὶ ἐπυνθάνετο εἰ πρὸς κύνα τῇ βακτηρίᾳ καὶ τοῖς λίθοις πορεύεται. καὶ ὁ Δαβὶδ καὶ χείρω κυνὸς ἡγεῖσθαι αὐτὸν ἀπεκρί-
91
νατο. ἐκεῖνος δὲ ὀργισθείς, καὶ μεγαλαυχήσας δώσειν τὰς σάρκας αὐτοῦ τοῖς πετεινοῖς τε καὶ τοῖς θηρσίν, ὥρμησεν ἐπ’ αὐτόν. ταχύνας δὲ ὁ Δαβὶδ καὶ λίθον τῇ σφενδόνῃ ἐνθέμενος ἐπὶ μέτωπον ἐπάταξε [*](P) τὸν πολέμιον. καὶ ἦν ἡ πληγὴ κραταιά, καὶ ἔπεσεν ἐπὶ πρόσωπον ὁ ἀλλόφυλος. δραμὼν δὲ Δαβὶδ καὶ τὴν ἐκείνου ῥομφαίαν σπασάμενος ἀποτέμνει τὴν κεφαλὴν Γολιὰθ καὶ σκυλεύει τὰ ὅπλα αὐτοῦ. τοῦτο τοῖς ἀλλοφύλοις δειλίαν ἐνέβαλε, καὶ ἔκλιναν εἰς φυγήν. Σαοὺλ δὲ τὸ οἰκεῖον αὐτοῖς ἐπάγει στράτευμα φεύγουσι· καὶ κτείνεται τῶν Παλαιστηνῶν πλῆθος πολὺ καὶ πλείονες τραυματίζονται καὶ τὸ στρατόπεδον αὐτῶν διαρπάζεται. τὴν κεφαλὴν δὲ Γολιὰθ προσάγει Δαβὶδ τό Σαούλ, τὴν δὲ ῥομφαίαν τῷ θεῷ ἀνατίθησιν.

Ἐπανιούσης δὲ τῆς στρατιάς αἱ γυναῖκες συνήντων αὐτοῖς καὶ χορεύουσαι χιλιάδας ὀλέσαι τὸν Σαοὺλ [*](30) [*](C) ᾖδον, αἱ δὲ παρθένοι μυριάδας τὸν Δαβὶδ ἀφανίσαι ἀντῇδον. τοῦτο πρὸς φθόνον ἠρέθισε τὸν Σαούλ, φήσαντα “καὶ τί αὐτῷ ὑστερεῖ πλὴν ἡ βασιλεία; καὶ ὑπεβλέπετο τὸν Δαβίδ. ἐπιπεσόντος δὲ τῷ Σαοὺλ πνεύματος πονηροῦ, καὶ τοῦ Δαβὶδ κατεπᾴδοντος ὡς ἔθος αὐτῷ, τὸ δόρυ ἔβαλε κατ’ αὐτοῦ ὁ Σαούλ· καὶ δὶς τοῦτο ἐποίησε. καὶ ὁ Δαβὶδ ἐξέκλινε· κύριος γὰρ ἦν μετ’ αὐτοῦ. δεδιὼς δὲ αὐτὸν ὁ βασιλεὺς χιλίαρχον ἐποιήσατο, ἕν εἰς τοὺς πολεμίους ἀπιὼν κινδυνεύσῃ. ὁ δὲ τῷ θεῷ συμμαχούμενος εὐωδοῦτο, καὶ ὁ λαὸς ἠγάπα αὐτόν, καὶ ἡ τοῦ βασιλέως θυγάτηρ Μελχὸλ ἤρα Δαβίδ. προσηγγέλθη οὖν ὁ ἔρως τῷ [*](D) βασιλεῖ, καὶ ὃς εἰς λαβὴν ἐπιβουλῆς ἐχρᾶτο τῷ ἔρωτι. [*](Cap. 30. Iosephi Ant. 6, 10 et 11. Regum 1, 19.)

92
ἔφη γὰρ δώσειν αὐτῷ τὸ θυγάτριον, εἰ ἑκατὸν ἀκροβυστίας ἐνέγκοι αὐτῷ, οἰηθεὶς πεσεῖσθαι αὐτὸν τοῖς ἀλλοφύλοις μαχόμενον. τοῦτο μαθὼν ὁ Δαβὶδ ἐπορεύθη μετὰ τῶν ὑπ’ αὐτόν, καὶ ἐπάταξεν ἐν τοῖς ἀλλοφύλοις καὶ ἤνεγκεν ἀκροβυστίας τῷ Σαοὺλ ἑκατόν. ὁ δὲ Ἰώσηπος οὐχ ἑκατὸν ἀκροβυστίας κομίσαι τὸν Δαβίδ, ἀλλὰ ἑξακοσίας κεφαλὰς ἀλλοφύλων. καὶ ζεύγνυσιν αὐτῷ τὴν ἑαυτοῦ θυγατέρα Μελχόλ. ὁρῶν δὲ τὸν Δαβὶδ καὶ τῷ θεῷ συμμαχούμενον καὶ τῷ πλήθει φιλούμενον, ἔτι μᾶλλον ἐδεδίει, καὶ ἐπεβού- λευεν αὐτῷ, καὶ κτανεῖν ἐπεχείρει. τῷ οὑν υἱῷ Ἰωνάθαν καὶ τοῖς πιστοτάτοις τῶν οἰκετῶν τὴν ἀναίρεσιν αὐτοῦ ἐπιτάττει. Ἰωνάθαν δὲ φιλῶν τὸν Δαβὶδ δηλοῖ αὐτῷ τὸ ἐπίταγμα, καὶ φυλάττεσθαι παραινεῖ, καὶ ἐπαγγέλλεται διαλεχθήσεσθαι περὶ αὐτοῦ τῷ πατρὶ καὶ τὸ πᾶν ἐκφῆναι αὐτῷ. καὶ μέντοι καὶ διειλέχθη καὶ μετήνεγκε πρὸς πρᾳότητα· μεταβαλὼν γὰρ μηδὲν ἀδικήσειν ὤμοσε τὸν Δαβὶδ ὁ Σαούλ. Ἰωνάθαν δὲ ταῦτα δεδηλωκὼς τῷ Δαβίδ, εἰσάγει πρὸς τὸν βασιλέα αὐτόν, καὶ ἢν ὡς πρῴην αὐτῷ παραμένων. τῶν δὲ Παλαιστηνῶν κινηθέντων καὶ πάλιν καὶ τοῖς Ἑβραίοις ἐπιόντων, ἀντιταξόμενος αὐτοῖς παρὰ Σαοὺλ ὁ Δαβὶδ ἀποστέλλεται, καὶ μετὰ [*](P) νίκης ἐπάνεισι. τοῖς δ’ εὐτυχήμασι τοῦ ἀνδρὸς καὶ ὁ κατ’ αὐτοῦ φθόνος συνηύξετο τῷ Σαούλ. καὶ τοῦ πονηροῦ πνεύματος αὖθις ἐπελθόντος αὐτῷ καὶ συμπνίγοντος παρῆν ὁ Δαβὶδ τὴν κινύραν κρούων καὶ κατεπᾴδων αὐτοῦ. ὁ Σαοὺλ δὲ τὸ δόρυ κατέχων ἠκόντισεν αὐτὸ κατὰ τοῦ Δαβίδ· ὁ δὲ προγνοὺς ἐξέκλινέ τε καὶ ἀνεχώρησεν. ἀπέστειλε δὲ Σαοὺλ νυκτὸς φύλακας εἰς τὸν οἶκον Δαβίδ, ἵνα μεθ’ ἡμέραν κτείνῃ αὐτόν. γνοῦσα δὲ τοῦτο Μελχὸλ ἡ γυνὴ
93
αὐτοῦ, διὰ θυρίδος τὸν ἄνδρα κατήγαγε· καὶ ἀπέδρα. ἔωθεν δὲ τοῦ Σαοὺλ πέμψαντος ἐπὶ τὸν Δαβίδ, ἡ Μελχὸλ τὴν κλίνην ἑτοιμάσασα ὥς τινος ἐν αὐτῇ κειμένου, καὶ τοῖς ἐπιβλήμασιν ὑποθεῖσα ἧπαρ αἰγὸς νεοσφαγοῦς, ὡς ἄν τῇ τούτου κινήσει τὸ ἐπίβλημα σαλευόμενον δόκησιν παρέχῃ κεῖσθαι παρὰ τῇ κλίνῃ τινά, εἰσάγει τοὺς σταλέντας καὶ νοσεῖν τὸν ἄνδρα φησίν. οἱ δὲ ἀπήγγειλαν τῷ Σαούλ, καὶ ὃς [*](C) ἐπὶ τῆς κλίνης αὐτὸν ἀχθῆναι διακελεύεται. ἀπελθόντες δὲ οἱ πεμφθέντες καὶ τῆς κλίνης ἀράμενοι τὸ ἐπίβλημα, τὸ τέχνασμα κατενόησαν καὶ τῷ βασιλεῖ κατηγγέλκασιν. οὕτω δὲ τὸν θάνατον ὁ Δαβὶδ ἐκρυγὼν τῷ Σαμουὴλ εἰς Ἀρμαθαῒμ προσελήλυθε καὶ σὺν ἐκείνῳ διῆγεν ἐν Ναβιὼθ εἰς Ῥαμά. πέμπει τοίνυν κἀκεῖ ὁ Σαοὺλ τοὺς ἄξοντας τὸν Δαβίδ. οἱ δ’ ἀπελθόντες καὶ προφητῶν ἐκκλησίαν εὑρόντες καὶ αὐτοὶ προεφήτευον. τοῦτο μαθὼν ὁ βασιλεὺς καὶ ἑτέρους πέμπει, κἀκείνων σχόντων ὁμοίως ἄλλους [*](D) ἀπέστειλε, καὶ τῶν τρίτων δὲ κατόχων γεγονότων τῷ πνεύματι αὐτὸς ἐξώρμησεν ὑπ’ ὀργῆς, καὶ πλησιάσας προφητεύειν ἤρξατο καὶ αὐτός. ὅτε καὶ τὸ ᾀδόμενον οἶ ἐκεῖ παρόντες ἐφθέγξαντο τό “εἶ καὶ Σαοὺλ ἐν προφήταις; ἐλθὼν δὲ ὅπου ἢν Σαμουήλ, ἔκφρων ὥσπερ γενόμενος καὶ τὴν ἐσθῆτα περιδυσάμενος γυμοὸς ἔκειτο δι’ ὅλης ἡμέρας τε καὶ νυκτός.

Ο δὲ Δαβὶδ ἐκεῖθεν ἀπέδρα καὶ τῷ Ἰωνάθαν τὴν κατ’ αὐτοῦ τοῦ πατρὸς μεμήνυκεν ἐπιχείρησιν ὁ δὲ ἠπίστει. ἠξίου δὲ ὁ Δαβὶδ αὐτὸν ἀπόπειραν ποιήσασθαι τῆς γνώμης τῆς πατρικῆς καὶ ταύτην δηλῶσαι αὐτῷ ἔξω προσμενοῦντι τῆς πόλεως. προσαγα- [*](Cap. 31. Iosephi Ant. 6, 11—13. Regum 1)

94
’γὼν οὖν λόγους ὁ Ἰωνάθαν τῷ πατρὶ περὶ τοῦ Δαβίδ, καὶ τὴν πατρικὴν προαίρεσιν ἐγνωκὼς διψῶσαν τὸν θάνατον τοῦ ἀνδρός, ἀπαγγέλλει πάντα αὐτῷ λάθρᾳ δι’ ἑαυτοῦ, καὶ σώζειν προτρέπεται ἑαυτόν. καὶ ὥρκισε τὸν Δαβὶδ μεμνῆσθαι αὐτοῦ, κἂν τύχῃ θανών, ἐνδείξασθαί τι χρηστὸν εἰς τοὺς ἐξ αὐτοῦ. ταῦτ’ εἰπὼν Ἰωνάθαν ὑπέστρεψε, Δαβὶδ δὲ φεύγων εἰς Ναβὰ παραγίνεται πρὸς Ἀβιμέλεχ τὸν ἀρχιερέα. ὁ δὲ πῶς μόνος ἥκει διεπυνθάνετο. κἀκεῖνος ἐντετάλθαι τι αὐτῷ παρὰ τοῦ βασιλέως εἶπεν ἀπόρρητον, “καὶ [*](P) ἵνα μή τις γνῷ περὶ τούτου, μεμόνωμαι· ἐνταῦθα δέ μοι συνελθεῖν τοῖς παιδαρίοις ἐπέταξε. ταῦτα εἰπὼν ἄρτους ᾔτησε. καὶ ὁ ἀρχιερεὺς μὴ ἔχειν εἶπεν ἄλλους ἣ τοὺς ἁγίους, καί “εἰ ἀπὸ γυναικὸς ἐφυλάξασθε, λάβετε τούτους καὶ φάγετε.” ὁ δὲ καὶ ῥομφαίαν αὐτῷ δοθῆναι ἐζήτησε. μὴ ἔχειν μέντοι ὁ ἀρχιερεὺς ὅπλον ἕτερον ἀπεκρίνατο ἑέ μὴ τὴν ῥομφαίαν τοῦ Γολιάθ, ἣν αὐτὸς ἀνέθετο τῷ θεῷ. καὶ ταῦτα λαβὼν ὁ Δαβὶδ εἰς Γὲθ ἀπελήλυθε πρὸς βασιλέα τῶν ἀλλοφύλων Ἀγχούς. καὶ γνωσθεὶς ὅστις εἴη καὶ φοβηθείς, μανίαν ὑπεκρίθη καὶ ὡς ἔκφρων ἐπορεύετό τε καὶ ἔπραττεν. οὕτω δ’ ἐκ τῶν ἀλλοφύλων διασωθεὶς [*](C) εἰς τὴν Ἰούδα φυλὴν παραγίνεται, καὶ κρύπτεται εἰς τὸ σπήλαιον Ὀδολάμ. ἔνθα οἶ ἀδελφοὶ αὐτοῦ καὶ οἱ συγγενεῖς προσῆλθον αὐτῷ· εἶτα καὶ ἄλλοι ἐκεῖ συνερρύησαν, ὡς γενέσθαι πάντας περὶ τετρακοσίους. ἄπεισι δ’ ἐκεῖθεν εἰς Μωαβίτας, καὶ παρακαλεῖ τὸν βασιλέα Μωὰβ παροικῆσαι παρ’ αὐτῷ τοὺς γονεῖς αὐτοῦ ἕως ἂν εἴς τι τέλος ἥξει τὰ κατ’ αὐτόν. ὁ δὲ πείθεται καὶ προσδέχεται τὸν Ἰεσσαὶ καὶ τὸν οἶκον αὐτοῦ. καὶ ὁ Δαβὶδ εἰς τὴν γῆν ἐπορεύθη Ἰούδα, τοῦτο Γὰδ τοῦ προφήτου κελεύσαντος. ὁ Σαοὺλ δὲ
95
μαθὼν ὅτι πλῆθος ἤθροισται πρὸς Δαβίδ, συγκαλεσάμενος τοὺς φίλους ὠνείδιζεν αὐτοὺς ὡς ἐκείνῳ προστιθεμένους. δοῦλος δέ τις Σαοὺλ Σύρος τὸ γένος, Δωὴκ ὄνομα, παρατυχὼν ὅτε τοὺς ἄρτους ὁ [*](D) ἀρχιερεὺς ἔδωκε τῷ Δαβὶδ καὶ τὴν ῥομφαίαν τοῦ Γολιάθ, παρεστηκὼς τότε αὐτῷ, ἀπήγγειλε τῷ βασιλεῖ ὡς εἶδε τὸν Δαβὶδ παραγενόμενον πρὸς τὸν ἀρχιερέα καὶ ἐρωτῶντα δι᾿ αὐτοῦ τὸν θεὸν καὶ ἐπισι- τισμὸν λαβόντα καὶ τὴν ῥομφαίαν. μεταπεμψάμενος δὲ τὸν ἀρχιερέα ὁ βασιλεὺς ἐπενεκάλει αὐτῷ συνωμοσίαν μετὰ Δαβίδ. καὶ προσέταξε τοῖς παρεστηκόσιν αὐτῷ ὁπλἱταις κτεῖναι τὸν ἀρχιερέα καὶ πᾶσαν τὴν γενεὰν αὐτοῦ· εὐλαβηθέντων δ᾿ ἐκείνων ἐπενεγκεῖν χεῖρα τοῖς τῷ θεῷ ἱερωμένοις, τῷ Δωὴκ ἐπιτάσσει τοὺς φόνους. καὶ ὃς ἀπέκτεινεν ἅπαντας τρια- κοσίους ὄντας καὶ πέντε, καὶ τὴν πόλιν αὐτῶν ἐπάταξεν, ἡβηδὸν ἅπαντας ἀνελών, οὐ γυναικῶν, οὐ νηπίων, οὐχ ἑτέρας ἡλικίας φεισάμενος. εἷς δὲ μόνος υἱὸς τοῦ ἀρχιερέως διέδρα τὸν θάνατον Ἀβιάθαρ καλούμενος, ὃς φυγὼν πρὸς Δαβὶδ ἀπήγγειλε τὰ γενόμενα.

Τῶν δὲ ἀλλοφύλων ἐμβεβληκότων εἰς Εεϊλὰ καὶ τὴν χώραν ληιζομένων, ὁ Δαβὶδ κελεύσαντος τοῦ θεοῦ ἐπῆλθεν αὐτοῖς μετὰ τῶν τετρακοσίων, καὶ ἐπάταξεν αὐτοὺς καὶ τὴν λείαν ἅπασαν ἐπανήγαγεν. Σαοὺλ δὲ στέλλει πλῆθος στρατιωτῶν αὐτὸν ἐκεῖ ἀναιρήσοντας. ὁ δὲ ἀπῆλθεν ἐκ Κεϊλὰ εἰς τὴν ἔρημον. καὶ Σαοὺλ οὐκ ἐπαύετο ζητῶν θανατῶσαι αὐτόν. Ἰωνάθαν δὲ ἥκει παρὰ τὸν Δαβὶδ καὶ παρε- [*](B) θάρρυνεν αὐτὸν καὶ παρεκάλει ἐλπίδας ἔχειν χρηστάς. ἐπεὶ δὲ Δαβὶδ ἐπὶ τὴν πέτραν κατέφυγε τὴν ἐν τῇ ἐρήμῳ Μαάν, καὶ ὁ Σαοὺλ ἐπῆλθε μετὰ πλή-

96
θους πολλοῦ, ἐκινδύνευε ληφθῆναι Δαβίδ, εἰ μὴ ἄγγελος ἧκε τῷ Σαοὺλ ὡς ἀλλόφυλοι τῇ χώρᾳ ἐπέθεντο· καταλιπὼν γὰρ τὸν Δαβὶδ ἐπὶ τοὺς πολεμίους ἐξώρμησεν. εἶτα ἀπηγγέλη αὐτῷ ὡς ἐν τῇ ἐρήμῳ Γαδδὶ αὐλίζεται ὁ Δαβίδ, καὶ τρισχιλίους λαβὼν ἐπορεύετο. ἀπιὼν δὲ ὑπὸ τῆς γαστρὸς ἠνωχλήθη. καὶ ἢν τι σπήλαιον ἐκεῖ, ἐν ᾧ Δαβὶδ καὶ οἶ μετ’ αὐτοῦ ἐνδότερον κατεκρύπτοντο· τοῦτο εἰσέδυ Σαοὺλ εἰς ἀπόπατον. καὶ Δαβὶδ ἠρεθίζετο παρὰ τῶν μετ’ [*](C) αὐτοῦ κτεῖναι Σαούλ. ὁ δὲ οὐκ ἐπείσθη, ἀλλὰ τὸ πτερύγιον τῆς διπλοίδος αὐτοῦ λάθρᾳ ἐκτεμὼν ἔλαβε. καὶ ἐξελθόντος τοῦ βασιλέως προελήλυθεν ὁ Δαβὶδ καὶ ἐβόησεν ὀπίσω Σαούλ. καὶ ὁ βασιλεὺς ἀπεῖδε πρὸς τὴν φωνήν. καὶ προσεκύνησε Δαβὶδ καὶ εἶπε μὴ πίστευε ταῖς διαβολαῖς. ἰδοὺ παρέδωκέ σε κύριος εἰς τὰς χεῖράς μου· ὅτε γὰρ ἐν τῷ σπηλαίῳ τὸ τῆς διπλοί·δος σου πτερύγιον ἀπέτεμον, ῥᾷον ἦν μοι καὶ ἀνελεῖν σε.” καὶ ἅμα τὸ τμῆμα αὐτῷ ὑπεδείκνυε καί δικάσαι κύριος ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ” ἐξεβόησε. καὶ Σαοὺλ πρὸς ταῦτα κατανυγεὶς ἦρε τὴν φωνὴν [*](D) αὐτοῦ καὶ κλαύσας ἔφη τῷ Δαβίδ “δίκαιος σύ· ἐγὼ μὲν γὰρ αἴτιός σοι κακῶν, σὺ δέ μοι ἀνταπέδωκας ἀγαθά. ὅθεν πείθομαι ὅτι βασιλέα σε Ἰσραὴλ τηρεῖ ὁ θεός. δὸς δή μοι πίστεις ὡς οὐκ ἐξολοθρεύσεις τὸν οἶκόν μου, ἀλλὰ διατηρήσεις τὸ γένος μου. καὶ ὤμοσε Δαβὶδ τῷ Σαούλ, καὶ ἀπῆλθον ἀπ’ ἀλλήλων.

Ἀπέθανε δὲ τότε καὶ Σαμουὴλ ὁ προφήτης, ἀνὴρ δίκαιος καὶ χρηστός· ὃς ἦρξε τοῦ Ἰσραὴλ μετὰ τὸν Ἤλει μόνος μὲν ἔτη δώδεκα, μετὰ δὲ Σαοὺλ ὀκτωκαίδεκα. καὶ Δαβὶδ εἰς τὴν ἔρημον ἀπῆλθε Μαάν. [*](Cap. 32. Iosephi Ant. 6, 13 et 14. Regum 1, 25—31.)

97
καὶ ἀπέστειλε πρὸς Νάβαλ τὸν Καρμήλιον, πλούσιον ἄνδρα, κείροντα τὰ ποίμνια αὐτοῦ, τοὺς προσεροῦντας αὐτῷ καὶ ἀξιώσοντας δοῦναι τοῖς μετ’ αὐτοῦ καὶ αὐτῷ, καθὼς ἂν προαιροῖτο, ἀνέπαφα τηρήσασι τὰ ποίμνια καὶ τοὺς ποιμένας αὐτοῦ. Νάβαλ δὲ σκληρὸς τυγχάνων καὶ ἰταμός, ἀπανθρώπως τοῖς τοῦ Δαβὶδ ἀπεκρίθη καὶ ἀναιδῶς “τίς ὁ Δαβίδ;” εἰπών‘‘ καὶ τίς ὁ υἱὸς Ἰεσσαί;” καὶ δραπέτην καλέσας αὐτόν. ἐπὶ τούτοις θυμοῦται Δαβίδ, καὶ ὤμοσεν ἐξολοθρεῦσαι τὰ τοῦ Νάβαλ πάντα, καὶ ἀπῄει πρὸς ἐκεῖνον σὺν τετρακοσίοις ὁπλίταις. ἡ δὲ τοῦ Νάβαλ γυνὴ συνετὴ οὔσα καὶ ὡραία, μαθοῦσα ὅπως τε Δαβὶδ προσεῖπε τῷ ἀνδρὶ αὐτῆς καὶ ὡς ἀσινῆ τὰ αὐτῶν συνετήρησε καὶ ὅσα τῷ Δαβὶδ ὁ Νάβαλ ἀπεκρίθη βλάσφημα, μηδὲν κοινωσαμένη τῷ οἰκείῳ ἀνδρί, λαβοῦσα ἐπὶ τῶν ὄνων ξένια παντοῖά τε καὶ πολλὰ πρὸς τὸν Δαβὶδ [*](B) ἐπορεύετο. καὶ συναντήσασα τούτῳ προσεκύνησεν, ἐδεῖτό τε μὴ μνησικακῆσαι τῷ ἀνδρὶ αὐτῆς· εἶναι γὰρ ἐκείνῳ κατὰ τὴν κλῆσιν τὸ φρόνημα· ἀφροσύνην γὰρ ὁ Νάβαλ δηλοί· ἀφεῖναι δὲ τὴν ὀργὴν καὶ τὰ προσαγόμενα δέξασθαι. ὁ δὲ καὶ ἐπῄνεσε τὴν γυναῖκα καὶ συγγνώμην νείμας ὑπέστρεψεν. ἐπανελθοῦσα δὲ ἡ γυνὴ πρὸς τὸν Νάβαλ τὴν τοῦ Δαβὶδ ἔφοδον ἐκείνῳ μεμήνυκε. καὶ ὃς δείματί τε καὶ λύπῃ κατασχεθεὶς οὐ πλείους τε τῶν δέκα ἐπιβιοὺς ἡμερῶν ἀπέρρηξε τὴν ζωήν. καὶ τοῦτο μαθὼν ὁ Δαβὶδ ἀπέστειλε πρὸς Ἀβιγαίαν μνώμενος αὐτὴν ἑαυτῷ. ἡ δὲ οὐκ ἀξίαν εἶπεν ἑαυτὴν εἶναι πρὸς συνοίκησιν [*](C) τοιούτῳ ἀνδρί) ὅμως μέντοι ἀπῆλθε· καὶ ἔλαβεν αὐτὴν εἰς γυναῖκα ὁ Δαβίδ.

Ο δὲ Σαοὺλ ἐπεβούλευεν ἔτι αὐτῷ, καὶ μετὰ τρισχιλίων λογάδων στρατοπεδεύεται παρὰ τὸν βου-

98
νὸν Ἐχελάτ, ὅπου διέτριβεν ὁ Δαβὶδ μετὰ τῶν σὺν αὐτῷ ἑξακοσίων ἀνδρῶν. νυκτὸς δὲ ἐπορεύθη Δαβὶδ αὐτὸς καὶ Ἀμεσὰ εἰς τὴν παρεμβολὴν τοῦ Σαούλ, καὶ εἰσῆλθον ὅπου ἦν καθεύδων Σαούλ. καὶ τοῦ Ἀμεσὰ ἀνελεῖν ὡρμηκότος αὐτὸν οὐκ εἴασεν ὁ Δαβίδ, τὸ δόρυ δὲ τοῦ βασιλέως καὶ τὸ ἀγγεῖον τοῦ ὕδατος [*](D) λαβόντες ἐξῆλθον μή τινος αἰσθομένου, καὶ ταῦτα τοῦ Ἀβεννὴρ τοῦ ἄρχοντος τῆς δυνάμεως αὐτοῦ καὶ πολλῶν ἑτέρων κύκλῳ κειμένων τοῦ βασιλέως. ἀνελθὼν δὲ ἐπὶ τὸ ἄκρον τοῦ ὄρους Δαβὶδ ἐβόησε πρὸς τὸν Ἀβεννὴρ “τί ὅτι οὐ φυλάσσεις τὸν βασιλέα; ἰδοὺ γὰρ εἰσῆλθόν τινες κτεῖναι αὐτόν, καὶ ὑμεῖς οὐκ ἐγνώκατε. ζήτησον οὖν τὸ δόρυ καὶ τὸν φακὸν τοῦ ὕδατος, καὶ εἴσῃ οἷος ὑμᾶς παρελήλυθε κίνδυνος.” ἐπιγνοὺς δὲ τὴν φωνὴν Δαβὶδ ὁ Σαούλ, καὶ ὡς ἐφείσατο καὶ αὖθις αὐτοῦ δυνάμενος αὐτὸν ἀνελεῖν, ἁμαρτεῖν εἶπε καὶ μεματαιῶσθαι, καὶ ἠξίου θαρρεῖν αὐτὸν καὶ ἐπιστρέφειν εἰς τὸν οἶκον αὐτοῦ. ὁ δέ “κύριος” ἔφη “δῴη ἑκάστῳ κατὰ τὴν δικαιοσύνην αὐτοῦ καὶ κατὰ τὴν πίστιν αὐτοῦ.” καὶ ἀπῆλθε μετὰ τῶν σὺν αὐτῷ ἑξακοσίων Δαβὶδ πρὸς Ἀγχοὺς τὸν βασιλέα τῆς Γέθ, καὶ διῆγεν ἐκεῖ τέσσαρας μῆνας. τῶν δὲ Παλαιστηνῶν ἐπὶ τὸν Ἰσραὴλ ἐκστρατεῦσαι βουλομένων, ἔφη πρὸς Δαβὶδ ὁ Ἀγχοῦς “συνεξελεύσῃ μοι εἰς τὸν πόλεμον σὺ καὶ οἱ μετὰ σοῦ;” κἀκεῖνος προθύμως αὐτῷ συμμαχήσειν ὑπέσχετο. ἤδη δὲ τῶν ἀλλοφύλων προσελασάντων τῇ χώρᾳ τῶν Ἰσραηλιτῶν, ὁ Σαοὺλ τεθορύβητο καὶ τοῦ θεοῦ ἐπυνθάνετο εἰ μαχήσεται. μὴ ἀποκρινομένου δέ, ἐγγαστρίμυθον ἐζήτησε καὶ ἐπορεύθη πρὸς αὐτὴν μεταμφιασάμενος, ἵνα μὴ ὅστις εἴη ἐπιγνωσθῇ, καὶ ᾔτησεν ἀναχθῆναι αὐτῷ [*](B) τοῦ Σαμουὴλ τὴν ψυχήν. καὶ ἐπῳδαῖς τισιν ἀνα-
99
χθῆναι δοξάσῃ εἶπε Σαούλ θλίβομαι σφόδρα ὅτι συνήχθησαν κατ’ ἐμοῦ οἱ ἀλλόφυλοι καὶ ὁ κύριος ἀφέστηκεν ἀπ’ ἐμοῦ.” τὸ δὲ τοῦ Σαμουὴλ φάντασμα ἀπεκρίθη ὡς “πεποίηκέ σοι ὁ κύριος ὅσα προμεμήνυκεν δι’ ἐμοῦ, καὶ ἀφαιρεῖταί σου τὴν βασιλείαν καὶ δίδωσιν αὐτὴν τῷ Δαβίδ, καὶ τὸν λαὸν ὑποτάσσει τοῖς πολεμίοις· σὺ δὲ καὶ οἱ υἱοί σου αὔριον πεσεῖσθε.’ καὶ ἐλυπήθη σφόδρα τούτων ἀκούσας Σαοὺλ καὶ ἀπῆλθε. καὶ οἱ ἀλλόφυλοι ἐστρατοπεδεύσαντο, καὶ Δαβὶδ καὶ οἱ μετ’ αὐτοῦ ἑξακόσιοι ὄπισθεν. τοῖς δὲ σατράπαις οὐκ ἤρεσκε συστρατεύεσθαι αὐτοῖς τὸν Δαβίδ, λέγουσι “μή τι κακὸν ἐργάσηται [*](C) εἰς ἡμᾶς τοῖς ὁμοφύλοις προσθέμενος ἐν τῷ πολέμῳ,” καὶ ἀποστρέφειν αὐτὸν ἠξίουν. καὶ ὁ Ἀγχοὺς τοῖς σατράπαις πειθόμενος ἀπελθεῖν ἐκέλευσε τῷ Δαβίδ. καὶ ὃς ἀπῆλθε μετὰ τῶν σὺν αὐτῷ, καὶ εὗρε τὴν Σικελάγ, ἣν δέδωκεν αὐτῷ Ἀγχοὺς εἰς κατοίκησιν, ἐμπεπυρισμένην, καὶ τὰς γυναῖκας ἑαυτοῦ ἀμφοτέρας καὶ ὅσοι ἦσαν ἐκεῖ αἰχμαλωτισθέντας παρὰ τῶν Ἀμαληκιτῶν. καὶ ἀνῴμωξεν ἐπὶ τούτῳ Δαβὶδ καὶ οἱ μετ’ αὐτοῦ, καὶ ἠρώτησε τὸν θεὸν διὰ τοῦ ἀρχιερέως Ἀβιάθαρ εἰ καταδιώξεται ὀπίσω αὐτόν. ἐπιτρέψαντος δὲ τοῦ θεοῦ κατεδίωξε μετὰ τῶν τετρακοσίων, [*](D) τοὺς δὲ διακοσίους ἐπὶ φυλακῇ τῶν σκευῶν καταλέλοιπε. καὶ εὑρὼν ἐσκεδασμένους αὐτοὺς ἐσθίοντάς τε καὶ πίνοντας, καὶ αἰφνηδὸν αὐτοῖς ἐπιθέμενος, πλὴν τετρακοσίων ἐν δρομάσι πεφευγότων καμήλοις πάντας ἀπέκτεινε καὶ τὴν λείαν ἅπασαν διεσώσατο. ἀναστρέψαντες δὲ οἱ μετὰ Δαβὶδ τετρακόσιοι οὐκ ἤθελον συμμεριστὰς αὐτοῖς καὶ τοὺς διακοσίους γενέσθαι, ἀρκεῖσθαι δ’ ἠξίουν σεσωσμέναις ταῖς ἑαυτῶν γυναιξίν. ἄδικον δὲ τὴν γνώμην ταύ-
100
τὴν ἔκρινεν ὁ Δαβίδ, καὶ ἐπ’ ἴσης πᾶσι δεῖν μερισθῆναι τὴν ὠφέλειαν ἀπεφήνατο. ὃ καὶ νόμος ἔκτοτε γέγονε, συμμερίζειν κελεύων τοῖς μαχομένοις τὰ λά- φύρα κατὰ τό ἴσον τοὺς τὰ σκεύη φυλάσσοντας. πολέμου δὲ συρραγέντος τοῖς Ἰσραηλίταις καὶ τοῖς Παλαιστηνοῖς, πλεῖστοι μὲν κτείνονται τῶν Ἑβραίων, καὶ οἱ τρεῖς δὲ παῖδες Σαοὺλ ἔπεσον, καὶ αὐτὸς Σαοὺλ ἐτέτρωτο εἰς τὰ ὑποχόνδρια. καὶ γνοὺς καιρίως βεβλημένος καὶ οὐ ζησόμενος, εἶπε τῷ ὁπλοφόρῳ αὐτοῦ ἐκκεντῆσαι αὐτόν, ἕνα μὴ ζῶν ἔτι τοῖς πολεμίοις ληφθῇ. τοῦ δὲ μὴ πειθομένου ποιήσαι τὸ κελευόμενον, αὐτὸς ἐπέπεσεν ἐπὶ τὴν ῥομφαίαν αὐτοῦ καὶ ἀπέθανεν. καὶ ὁ ὁπλοφόρος αὐτοῦ ὡς εἶδε πεσόντα τὸν βασιλέα καὶ αὐτὸς ἀπέκτεινεν ἑαυτόν. τῇ δ’ ἐπαύριον σκυλεύοντες οἱ ἀλλόφυλοι τοὺς πεσόντας τῶν Ἰσραηλιτῶν ἐνέτυχον τοῖς νεκροῖς τοῦ Σαοὺλ καὶ τῶν παίδων αὐτοῦ ἐν τοῖς ὄρεσι Γελβουέ, καὶ ἐκτεμόντες τὰς κεφαλὰς αὐτῶν εἰς τὴν οἰκείαν ἔπεμ- [*](P) ψᾶν χώραν, πανταχοῦ θεατρίζοντες ταύτας καὶ εὐαγγελιζόμενοι, καὶ τὰς πανοπλίας αὐτῶν ἀνέθεντο τοῖς οἰκείοις θεοῖς, τὰ δὲ σώματα ἀνεσταύρωσαν παρὰ τὸ τεῖχος Μεθσάμ, ἣ μετέπειτα ἐκλήθη Σκυθόπολις. τῶν δὲ τὴν πόλιν Ἰαβεὶς οἰκούντων ἐν Γαλαὰδ μαθόντων ὅσα συνέπεσον τῷ Σαούλ, ἐξῆλθον οἱ δυνατώτατοι, καὶ δι’ ὅλης τῆς νυκτὸς συντείναντες τὴν πορείαν καθεῖλον τὰ σώματα Σαοὺλ καὶ Ἰωνάθαν, καὶ ἀπαγαγόντες εἰς Ἰαβεὶς ἔκαυσαν ταῦτα, καὶ τὰ ὀστᾶ συλλέξαντες ἔθαψαν. ἐβασίλευσε δὲ Σαοὺλ ζῶντος ἔτι τοῦ Σαμουὴλ ὀκτωκαίδεκα ἔτη, ἐκείνου δ’ ἀποθανόντος δύο καὶ εἴκοσιν.