Adversus Porphyrium (Fragmenta)
Methodius
Methodius, Adversus Porphyrium (Fragmenta), Bonwetsch, Hinrichs, 1917
οὔτε γὰρ πάθος ὅλως αὐτὸν ἐξέστησεν οὔτε θάνατος ἐλυμήνατο, ἀλλ’ ἦν έν τῷ παθητῷ μένων ἀπαθὴς καὶ ἐν τῷ θνητῷ ἀθάνατος, πᾶν ὅσον ἀὴρ καὶ μέσον καὶ ἄνω κατειληφὼς καὶ τὸ θνητὸν θεότητι κεράσας ἀθανάτῳ, ἡττήθη τε τελέως ὁ θάνατος εἰς ἀφθαρσίας ἐκτύπωμα ἀνασταυρωθείσης τῆς σαρκος.