Adversus Porphyrium (Fragmenta)

Methodius

Methodius, Adversus Porphyrium (Fragmenta), Bonwetsch, Hinrichs, 1917

Οὐκ ἠν μὲν οὐν οὐδὲν θαυμαστὸν τῷ Χριστῷ τοῦ θεοῦ καταπλήξει > δυνάμεως ἀτρέπτου μεγέθει τὰς ἀντιστατικὰς φύσεις τῶν δαιμόνων. ἀλλ᾿ ἐπειδὴ ἄχος αὐτοῖς δὴ καὶ τοῦτο προσέφερεν νικηθῆναι γὰρ ὑπὸ τοῦ κρείττονος μᾶλλον ἂν εἵλοντο), διὰ τοῦτο δἰ ἀνθρώπου τὴν ἐπὶ σωτηρίᾳ πάντων ᾠκονομήσατο ἔκβασιν, ὅπως οἱ μέν, τῆς ζωῆς αὑτοῖς αὐτῆς σωματικῶς καὶ τῆς ἀληθείας ἐνσκηψάσης, οἱ ἄνθρωποι πρὸς τὴν μόρφωσιν ἀναδραμεῖν καὶ τὸν φωτισμὸν ἐπέσχωσιν τοῦ λόγου, τὰ τῆς ἁμαρτίας θέλγητρα, οἱ δὲ πρὸς τοῦ ἀσθενεστέρου νικηθέντες καὶ καταπεφρονημένοι οἱ δαίμονες λήξωσι τοῦ θράσους, τῆς κατὰ τὸν Τυφῶνα δεθέντες φλεγμονῆς.

διὰ τοῦτο γὰρ μάλιστα εἰσήχθη καὶ ὁ σταυρός, τρόπαιον κατὰ τῆς ἀδικίας καὶ ἔκπληγμα τεθείς, ὥστε μηκέτι τῇ ὀργῇ ὑπεύθυνον εἶναι ἀπεντεῦθεν τὸν ἄνθρωπον, ἀναπαλαίσαντα μὲν τὸ κατὰ τὴν παρακοὴν ἥττημα, νικήσαντα δὲ τὰς κάτω δυνάμεις ἐννόμως καὶ ἐλεύθερον ὀφλήματος παντὸς δωρεαῖς ἀναδειχθέντα θεοῦ, ἐπειδὴ οὕτω γε ὁ πρωτόγονος λόγος τοῦ θεοῦ δικαιοσύνης φράξας τὸν ἄνθρωπον ὅπλοις , ἐν ᾧ ἐσκήνωσεν, τὰς δουλωσαμένας ἡμᾶς δυνάμεις κατηγωνίσατο διὰ τοῦ σταυροειδοῦς, ὡς εἴρηται, σχήματος. τὸν τῇ φθορᾷ δεδυναστευμένον ἄνθρωπον δείξας ἐλεύθερον χερσὶν ἡπλωμέναις.