De Creatis (Fragmenta Ap. Photium, Bibl. Cod. 235)

Methodius

Methodius, De Creatis (Fragmenta Ap. Photium, Bibl. Cod. 235), Bonwetsch, Hinrichs, 1917

Πάλιν δὴ οὖν, ὠ Κένταυρε, ἐξ ἀρχῆς διαλεγώμεθα. θείᾳ ἐπιστήμῃ τὰ ὄντα φατὲ γεγονέναι, ἢ οὔ;

Ὦ βάλε, λέξουσιν, οὐδαμῶς.

Ἀλλ᾿ ἀπὸ τῶν στοικείων ἢ ὕλης ἢ στηριγμάτων, ἢ ὅπως ταῦτα βούλεσθε ὀνομάζειν οὐδὲν γὰρ διαφέρει)· τούτων ἀγενήτως προϋφεστηκότων καὶ πλημμελῶς φερομένων ὁ θεὸς διακρίνας τὰ πάντα, ὥσπερ ἀγαθὸς ζωγράφος ἀπὸ πολλῶν χρωμάτων μίαν τεχνησάμενος ἰδέαν;

Οὐδὲ τοῦτο. πάντως γὰρ ἀποφεύξονται ὁμολογῆσαι καθ᾿ ἑαυτῶν, ἵνα μὴ τῆς διακρίσεως καὶ τῆς μεταμορφώσεως τὴν ὕλην συγχωροῦντες ἀρχὴν ἐσχηκυῖαν, ἀναγκασθῶσι τῷ λόγῳ κατὰ πάντα τὸν θεὸν ἠρκθαι τοῦ διοικεῖν λέγειν καὶ κατακοσμεῖν τὴν πρότερον ἄμορφον οὐσαν ὕλην.

φέρε γάρ, ἐπειδὴ σὺν τῷ θεῷ φάναι) ἐνταῦθα τοῦ λόγου γεγόναμεν, ἤτω τις ἀνδριάς, ἑστὼς ἐπὶ βάσεως, καλός· οὗ οἱ θεώμενοι τὴν εὔρυθμον καλλονὴν διαφερέσθωσαν πρὸς ἀλλήλους, πῇ μὲν γενητόν, πῇ δὲ καὶ ἀγένητον πειρώμενοι λέγειν.