De Creatis (Fragmenta Ap. Photium, Bibl. Cod. 235)

Methodius

Methodius, De Creatis (Fragmenta Ap. Photium, Bibl. Cod. 235), Bonwetsch, Hinrichs, 1917

Τὸ δὲ μήτε αὐτὸ δι’ ἑαυτὸ μήτε αὐτὸ ἑαυτοῦ πλήρωμα ὂν φαίης ἂν ἀπροσδεές;

Ούδαμῶς.

Οὐκ ἄρα ὁ θεὸς τέλειος διά τι νομισθήσεται · ὃ γὰρ διά τι τέλειόν ἐστιν, αὐτὸ καθ’ ἑαυτὸ ἀτελὲς ἀνάγκη τυγχάνειν.

Ἀνάγκη.

Οὐκοῦν καὶ ὁ θεὸς αὐτὸς δι' ἑαυτὸν τέλειος, ἀλλ’ οὐ δέ ἕτερον λογισθήσεται;

Ὀρθότατα.

Ἕτερον θεὸς κόσμου, καὶ ἕτερον κόσμος θεοῦ;

Παντελῶς.

Οὐκ ἄρα τέλειον φατέον καὶ δημιουργὸν καὶ παντοκράτορα διὰ κόσμον τὸν θεόν;

Οὔ.

Ὅπως δι’ ἑαυτόν, ἀλλὰ μὴ διὰ κόσμον, καὶ ταῦτα τρεπτόν, αὐτὸς καθ’ ἐαυτὸν τέλειος εὑρίσκοιτο.

Προσηκόντως.

Τί δέ; τὸν πλούσιον διὰ τὸν πλοῦτον λεκτέον πλούσιον; Ὀρθῶς.

Καὶ τὸν σοφὸν κατὰ μετοχὴν τῆς οὐσιώδους σοφίας, οὐκ αὐτὸν σοφίαν ὄντα, σοφὸν προσαγορευτέον;

Ναί.

Τί δέ; καὶ τὸν θεόν, ἕτερον ὄντα κόσμου, διὰ κόσμον ταύτῃ πλούσιον καὶ εὐεργέτην καὶ δημιουργὸν κλητέον;

Ἄπαγε, οὐδαμῶς.

Οὐκοῦν αὐτὸς ἑαυτοῦ πλοῦτος καὶ δι' ἑαυτὸν πλούσιος καὶ δυωατὸς τυγχάνει;

Ἐοικεν.

[*](3 δι' B 236ν 21 φατὲ A 24 ὅπως μὴ A 32 κόσμου] κόσμον A 32 f πλού|σιον A 314ν b 34 οὐδαμῶς, ἄπαγε B Ausgg. 35 αὑτὸν A)
496