De Creatis (Fragmenta Ap. Photium, Bibl. Cod. 235)

Methodius

Methodius, De Creatis (Fragmenta Ap. Photium, Bibl. Cod. 235), Bonwetsch, Hinrichs, 1917

τὴν μὲν γὰρ ἀρχήν, ἀφ’ ἦς ἀνεβλάστησεν ὁ ὀρθότατος λόγος, τὸν πατέρα καὶ ποιητὴν τῶν ὅλων φατέον, ἐν ᾦ ἦν· τῷ δέ οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν‘ τὸ ἐξουσιαστικὸν τοῦ λόγου, ὃ εἶχε παρὰ τῷ πατρὶ καὶ πρὸ τοῦ τὸν κόσμον εἰς γένεσιν παρελθεῖν, ἔοικε σημαίνειν, τὴν τὴν ἀρχὴν εἰπών. οὐκοῦν ἀρχὴ μετὰ τὴν ἰδίαν ἄναρχον ἀρχήν, τὸν πατέρα, αὐτὸς τῶν ἄλλων γίνεται, δἰ ἡς ἅπαντα δημιουργεῖται.

Ὅτι Ὠριγένης μετὰ τὸ πολλὰ μυθήσασθαι περὶ τῆς τοῦ παντὸς ἀïδιότητος ἐπάγει καὶ τοῦτο, Οὔτε οὖν ἀπὸ Ἀδάμ, ὥς φασί τινες, πρότερον οὐκ ὢν ὁ ἄνθρωπος τότε πρώτως πλασθεὶς εἰς κόσμον παρῆλθεν, οὔτε αὖ κόσμος πρὸ ἓξ ἡμερῶν τῆς τοῦ Ἀδὰμ γενέσεως ἤρξατο δημιουργεῖσθαι.