De Creatis (Fragmenta Ap. Photium, Bibl. Cod. 235)

Methodius

Methodius, De Creatis (Fragmenta Ap. Photium, Bibl. Cod. 235), Bonwetsch, Hinrichs, 1917

Ὅτι τό μὴ βάλητε τὸ ἅγιον τοῖς κυσί, μηδὲ τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων‘ μαργαρίτας μὲν τοῦ Ξένωνος τὰ μυστικώτερα τῆς θεοσδότου θρησκείας ἐκλαμβάνοντος μαθήματα, χοίρους δὲ τοὺς ἔτι ἀσεβείᾳ καὶ ἡδοναῖς παντοίαις δίκην χοίρων ἐν βορβόρῳ καλινδουμένους τούτοις γὰρ εἰρῆσθαι παρὰ Χριστοῦ ἔλεγε μὴ παραβαλεῖν τὰ θεῖα μαθήματα, διὰ τὸ μὴ δύνασθαι αὐτὰ φέρειν, ἅτε τῇ ἀσεβείᾳ καὶ ταῖς ἀγρίαις ἡδοναῖς προκατισχημένους) ὁ μέγας Μεθόδιός φησιν, Εἰ μαργαρίτας τὰ σεμνοπρεπῆ καὶ θεῖα μαθήματα δεῖ ἐξακούειν, χοίρους δὲ τοὺς ἀσεβείᾳ καὶ ἡδοναῖς συζῶντας, οἷς καὶ καὶ ἀπόκρυφα τὰ πρὸς εὐσέβειαν καὶ τὴν εἰς Χριστὸν πίστιν ἀποστολικὰ διεγείροντα κηρύγματα δεῖ εἶναι, ὅρα ὡς οὐδένα λέγεις τῶν Χριστιανῶν τοῖς τῶν ἀποστόλων κηρύγμασιν ἐξ ἀσεβείας αὐτῶν τῆς προτέρας ἐπιστρέφει· οὐδὲ γὰρ ἂν πάντως παρέβαλον τὰ κατὰ τὸν Χριστὸν μυστήρια τοῖς δι' ἀπιστίαν χοίρ·οις ἐοικόσιν.