De Resurrectione

Methodius

Methodius, De Resurrectione, Bonwetsch, Hinrichs, 1917

τῦφος μὲν γὰρ καὶ ἀπιστία καὶ θυμὸς καὶ ὑπόκρισις ψυχῆς ἁμαρτήματα, πορνεία δὲ καὶ οἶστρος καὶ σώματος· μεθ· ὡν οὔτε ψυχὴ πρὸς ἀλήθειαν ἀναπτήσεται οὔτε σῶμα σωφροσύνης ὑποταχθήσεται δόγμασιν, ἀλλὰ ἄμφω διολισήσουσι τῆς βασιλείας τοῦ Χριστοῦ.

καὶ τοίνυν εἰ τὰ σώματα ἡμῶν ἐν ὰγιασμῷ διακρατούμενα »ναός ἐστι τοῦ ἐν ἠμῖν« οἰκοῦντος πνεύματος«, καὶ »ὸ κύριος ἐν τῷ σώματι«, καὶ τὰ μέλη τοῦ σώματος »μέλη Χριστοῦ, ὑποτάσσεται« ἄρα τὸ σῶμα »τῷ νόμῳ« τῷ θείῳ »κληρονομῆσαι« δύναται »τὴν βασιλείαν τοῦ θεοῦ..

ὁ γὰρ »ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζῳοποιήσει« φησί »καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ὑμῖν«, ἵνα »τὸ θνητὸν τοῦτο« ἐνθύσηται τὴν »ἀθανασίαν καὶ τὸ φθαρτὸν τὴν »εἰς νῖκός τε καταποθῇ ὁ δάνατος.« οὐ γὰρ περὶ ἄλλου διελάβανεν καθ’ ἡμᾶς ἐνταῦθα σώματος ὁ ἀπόστολος, ἀλλὰ περὶ τούτου τοῦ ἀποθνῄσκοντος καὶ ωεκρουμένου, δι᾿ οὗ κοὶ πορνεῦσαι καὶ ἀσελγῆσαι δυνατόν.