De Resurrectione

Methodius

Methodius, De Resurrectione, Bonwetsch, Hinrichs, 1917

τὰ παθήματα τῶν ἡμαρτιῶν τὰ διὰ τοῦ νόμου« λεγούσης »ἐνηργεῖτο έν τοῖς μέλεσιν ἡμῶν« διαβάλλειν αὐτὸν τὴν σάρκα νομίζῃ καὶ παραιτεῖσθαι, παραφέρῃ τε ὅσα τοιαῦτα ἄλλα εἴρηται (οἷον »ἵνα τὸ τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα« ἤ τό οἱ γὰρ κατὰ σάρκα ὄντες τὰ τῆς σαρκὸς φρονοῦσιν, οἱ δὲ κατὰ πνεῦμα τὰ τοῦ πνεύματος· τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος, τὸ δὲ φρόνημα τοῦ πνεύματος ζωὴ καὶ εἰρήνη, διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν· τῷ γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται· ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί, ἀλλὰ ἐν πνεύματι«), λεκτέον αὐτῷ, Πότερον οὖν ἤδη ἀναλύσας ὁ ἀπόστολος ἠν ἐκ τοῦ βίου καὶ οἶς ταῦτα ἐπέστελλεν, εἰ μὴ τὴν κατὰ σάρκα νῦν παρῃτεῖτο πολιτείαν, ἀλλὰ τὴν σάρκα, ἢ ἔτι ἐν σαρκὶ ἠν; ἀλλὰ ἐν σαρκὶ μὴ ὄντα αὐτὸν ἀπεσταλκέναι ταῦτα, οὐ λεκτέον· φανερὸν γὰρ ὅτι ἠν ἐν σαρκὶ καὶ αὐτὸς καὶ οἶς ταῦτα ἐπέστελλεν.

πῶς οὐν »ὅτε γὰρ ἠμεν ἐν σαρκί τὰ παθήματα τῶν ἀμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἠμῶν«, ὠς οὐκ ὤν οὔτε αὐτὸς ἔτι έν σαρκὶ οὔτε οἶς ταῦτα ἐπιστέλλει, λέγει; οὐκοῦν περὶ τῆς κατὰ ἀκρασίαν πολιτείας διαλέγεται καὶ οὐ περὶ τῆς σαρκὸς αὐτῆς. ἔθος γὰρ αὐτῳ σαρκικὸν τὸν οὕτως ζῶντα ἄνθρωπον λέγειν, καθάπερ καὶ ψυχικὸν ἄνθρωπον τὸν ἀπηλγηκότα πρὸς τὴν ἀλήθειαν ἀτενίσαι καὶ τὸν φωτισμὸν τοῦ μυστηρίου.

ἐπεὶ λεγέτωσαν μηδὲ τὴν ψυχὴν δύνασθαι σῴζεσθαι τὸ σύνολον. γέγραπται γὰρ »ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ· μωρία γὰρ αὐτῷ έστιν· ὁ δὲ πνευματικὸς πάντα ἀνακρίνει«. ὥσπερ ἐκεῖ ψυχικὸς εἰσάγεταί τις καὶ πνευματικὸς ἄνθρωπος, καὶ ὁ μὲν πνευματικὸς τῶν σῳζομένων, ὁ δὲ ψυχικὸς τῶν ἀπολλυμένων, καὶ οὐ παρὰ τοῦτο δὴν ψυχὴ μὲν ἀπόλλυται, ἄλλα δὲ παρὰ τὴν ψυχὴν σῴζεται, οὕτω δὴ καὶ ἐνθάδε σαρκικοὺς καὶ έν σαρξὶν ὑπάρχοντας ἀπόλλυσθαι λέγων, καὶ μὴ δύνασθαι ἀρέσαι θεῷ, οὐ τὴν σάρκα, ἀλλὰ τὴν κατὰ σάρκα πολιτείαν ἀναιρεῖσθαι ἀγωνίζεται.

ὑπο- [*](2 Röm. 7, 5 — 5 Rom. 8, 4–7. 9—16 Röm. 7, 5 — 24 I Kor. 2, 14f) [*](2 τ. ῥ. ταύτης S 3 τῶν ἁμαρτιῶν < S 4 ἡμῶν] μου S | αὐτὸν < S | νομίζει V καὶ παραιτεῖσθαι S 5 παραφέρῃ < S | εἰρημένα las schwer]. S »Worte«) | οἷον < S 7 ἀλλὰ V 372 | τό] πάλιν S | κ. σ. ζῶντες S 7 f τὰ τ. σ. παθήματα S 10 ἔχθρα S 97v 11 οὐδὲ] οὐ viell. S | οὐκ ἐσταὶ V 12 λεκτ. αὐτῶ] λέγομεν δὲ αὐτοῖς S 13 ταῦτα < S | εἰ μὴ] ἀλλὰ w. e. seh. S | νῦν < S 14 ἢ ὅτι V S | ἐν σαρκὶ μὴ — καὶ οὐχὶ S. 322, 9f < S 28 τὰ ἄλλα Holl)

322
βὰς δὲ καὶ εἰπών »οἱ δὲ έν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται« εὐθέως ἐπιφέρει »ὺμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρχί, ἀλλὰ ἐν πνεύματι, εἴπερ πνεῦμα Χριστοῦ οἰκεῖ ἐν ὑμῖν«, κοὶ μετ’ ὀλίγον »ὅτι δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖνμ, ὁ ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζῳοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ὑμῖν. ἄρα οὐν, ἀδελφοί, ὀφειλέται ἐσμὲν οὐ τῇ σαρκὶ τοῦ κατὰ σάρκα ζῆν· εἰ γὰρ κατὰ σάρκα ζῆτε μέλλετε άποθνῄσκειν· εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε«. προσεκτέον γὰρ ὡς τὴν τοῦ σώματος πρὸς τὰς ἡδονὰς ὁρμὴν καὶ οὐχὶ τὸ σῶμα θανατοῦσθαι διεβεβαιώσατο.

Ἐὰν δὲ πάλιν ἀνθυποφέρωσι λέγοντες, Πῶς δὴ οὖν »τὸ φρόνημα τῆς σαρκός« εἶναι εἴρηται »ἔχθρα εἰς θεόν; τῷ γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται· ούδὲ γὰρ δύναται«, λεκτέον ὡς ἄρα καὶ ἐνθάδε διαπίπτουσιν. οὐ γὰρ τὴν σάρκα αὐτήν, ἀλλὰ τὸ φρόνημα τῆς σαρκὸς ὑποτάσσεσθαι μὴ δύνασθαι τῷ νόμῳ τοῦ θεοῦ ὑπέθετο, ἕτερον παρὰ τὴν σάρκα ὑπάρχον.