De Resurrectione

Methodius

Methodius, De Resurrectione, Bonwetsch, Hinrichs, 1917

Ὥστε μηδείς, αὐτὸς αἴτιος ὤν, ἀκολάστῳ γλώσσῃ μεμφέσθω τὴν θείαν φύσιν, ὡς οὐκ ἐν δίκῃ διανέμουσαν ἑκάστῳ κακίας καὶ ἀρετῆς τὰ ἀμοιβαῖα. »τίς γὰρ εἶ, ὦ ἄνθρωπε, ὁ ἀνταποκρινόμενος τῷ θεῷ; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι· τί με ἐποίησας οὕτως ἢ οὕτως;« πῶς γάρ, ὁπότε αὐτοδεσπότῳ βουλῇ κακίαν εἵλατο;

διὸ καὶ οὐ λέξει δικαιοσύνης δόγμασιν ἀπαραλλάκτοις κρίνοντι τῷ θεῷ· »τί με ἐποίησας οὕτως« κατακριθέντα εἰς τὸ ἀλγύνεσθαι;

πρόσσχες γὰρ ὅπως ὥσπερ ἀκοντιστὴς ὁ ἀπόστολος δεινὸς συνεστραμμένα ῥήματα τῶν λόγων εἰς μέσον ἐμβαλὼν ἀσαφῆ μὲν καὶ ἐπικεκαλυμμένην μένην ποιεῖται εἰς βάθος τῶν ἀναγνωσμάτων τὴν ἐξεργασίαν, ἀληθεστάτην δὲ καὶ ὀρθόδοξον καὶ μηδὲν ἔχουσαν ἀπημελημένον ἢ δύσφημον.

τοῖς μὲν μὴ μετὰ σπουδῆς ἀλλὰ ἀγεννῶς ἐγκύπτουσι τοῖς [*](6 Plato Epin. 979 B — 8 Röm. 9,20 — 13 Plato Prot. 343 E — vgl. Symp. 3, 2 S. 28, 18 ff 1 ἡ δὲ — βλαστὸν] »ihr nicht zu wachsen gestatten« (μὴ πρὸς ἔκτασιν od. αὔξησιν αὐτὴν ἐᾶσαι φῦναι) S | βλαστὸν] καρπὸν ἢ βλαστὸν C καὶ [<S 2 τὸν ἐκθρέψ.—μέγεθος] »wer sie wachsen läßt« S | μὴ] μὴ ὅτι U, μήτι Jh 3 τὸ<Jh, nach ὅσον C | κ. συμπιλ. <S | συμπιπλώσαντα V, συμπειλήσαντα U, συνπηλήσαντα C 4 εἵλατο—τιμῆσαι Z. 5] »noch es unfruchtbar zu machen« S | εἵλετο C 5 πρὸ<U | προτιμῆσαι U 6 αὐτοαιτῆς C | ὢν V 363 6f Pl οὐ τὴν θείαν..αἰτιᾶσθαι δεῖ φύσιν, οὐκ ἐν δίκῃ διανέμουσαν 7 τὴν θ. φύσιν] »die heilige Gottheit« S | ἐν δίκῃ] δικάζουσαν od. κρίνουσαν οὐδὲ w.e.sch, (»nicht gerecht richtend noch«)+S | ἑκάστῳ <S | κακίας—ἀμοιβαῖα Z.8: »entsprechend dem Bösen u. Guten« S 8 καὶ] ἢ VC | ἀμοιβαῖα] es endet C 9 πλάσαντι V S: ποιήσαντι U 10 ἢ οὕτως <US | εἵλατο] »wir…erwählen« izvolim S (viell. aber »er… erwählt hat« izvoli) 11 διὸ <V | οὐ λέξει] σὺ λέξη V | δικαιοσύνῃ καὶ δείγμασιν S 12 κατακρ.—ὅπως Z.13<U | κατακριθὲν V | πρόσχες V 13 δεινὸς<S | τῶν (U 126) ἀναγνωσμ. τ. ἐξεργ: τὰ ἀναγνώσματα τούτων τῶν ἐξεργασιῶν od. ἐξηγήσεων w.e.sch. S 16 καὶ ὀρθόδοξον <S | ἀπημελημ. ἢ<S 17 ἀγεννῶς: »nur mit Unachtsamkeit« S | ἐγκύπτουσι VS vgl. S. 295, 8: ἐκπίπτουσι U 17f τ. λόγοις S 85)

295
λόγοις ἀσυνάρτητα ἔσθ᾿ ὅτε δοκεῖ καὶ ἀσύμφωνα λέγειν, τοῖς δ᾿ αὖ σπουδαίως καὶ λογισμῷ νήφοντι ὁπόσης τάξεως ἔμπλεα καὶ ἀληθείας.

Δι᾿ ἀκριβείας μὲν οὖν περὶ τούτων διεξιέναι τὰ νῦν ἱκανὸν ἂν γένοιτο αὐτὸ καθ᾿ ἑαυτὸ μόνον ἔργον. καὶ γὰρ γελοῖον καταλείψαντάς σου τὴν σκέψιν, ἧς ἕνεκα ταύτην ἐστειλάμεθα, εἰς ἄλλα μετιέναι. ταῦτα γὰρ ἡμῖν εἴρηται διὰ τὴν τῶν ἐθελοκακούντων τιμωρὸν δίκην.

ἀποδειχθέντος τοίνυν ἐνδηλότατα, τὸν θάνατον τῷ ἀνθρώπῳ μεμηχανῆσθαι μὴ ἐπὶ κακῷ τινι, ἀλλὰ <ἐπ᾿ ἀγαθῷ> , χρὴ λοιπὸν τὸν μὴ φαύλως τούτοις ἐγκύπτοντα περὶ τῆς ἀναστάσεως νοεῖν τοῦ σώματος. πῶς γὰρ οὐκ ὠφέλιμος ὁ θάνατος, διαφθείρων ἡμῶν τὰ ληΐζοντα τὴν φύσιν, εἰ καὶ παρὰ τὸν καιρὸν ἐπαχθής, καθ᾿ ὃν προσφέρεσθαι δοκεῖ καθάπερ αὐστηρότατον τῷ νοσοῦντι φάρμακον; καὶ ἵνα μὴ πολλάκις τὰ αὐτὰ περὶ τῶν αὐτῶν διαλεγώμεθα, φέρε καὶ ἀπὸ τῆς ᾠδῆς ἔτι τοῦ Δευτερονομίου βεβαιώσαντες τὸν λόγον ἴωμεν τὰ ἑξῆς διαληψόμενοι.